Demostene - Contro Aristogitone 1 20 - 22, 24 testo greco

clicca qui per la traduzione

[20]    Λέξω δ' οὔτε καινὸν οὔτε περιττὸν οὐδὲν οὔτ' ἴδιον, ἀλλ' ὃ πάντες ὑμεῖς ἴσθ' ὁμοίως ἐμοί. εἰ γάρ τις ὑμῶν ἐξετάσαι βούλεται τί ποτ' ἐστὶ τὸ αἴτιον καὶ τὸ ποιοῦν τὴν βουλὴν συλλέγεσθαι, τὸν δῆμον εἰς τὴν ἐκκλησίαν ἀναβαίνειν, τὰ δικαστήρια πληροῦσθαι, τὰς ἕνας ἀρχὰς ταῖς νέαις ἑκούσας ὑπεξιέναι, καὶ πάντα δι' ὧν ἡ πόλις οἰκεῖται καὶ σῴζεται γίγνεσθαι, τοὺς νόμους εὑρήσει [τούτων αἰτίους] καὶ τὸ τούτοις ἅπαντας πείθεσθαι, ἐπεὶ λυθέντων γε τούτων, καὶ ἑκάστῳ δοθείσης ἐξουσίας ὅ τι βούλεται ποιεῖν, οὐ μόνον ἡ πολιτεία οἴχεται, ἀλλ' οὐδ' ὁ βίος ἡμῶν τοῦ τῶν θηρίων οὐδὲν ἂν [21] διενέγκαι.

τί γὰρ ἂν τοῦτον αὐτὸν οἴεσθε ποιεῖν λυθέντων τῶν νόμων, ὃς ὄντων κυρίων τοιοῦτός ἐστιν; ἐπειδὴ τοίνυν οἱ νόμοι μετὰ τοὺς θεοὺς ὁμολογοῦνται σῴζειν τὴν πόλιν, δεῖ πάντας ὑμᾶς τὸν αὐτὸν τρόπον ὥσπερ ἂν εἰ καθῆσθ' ἐράνου πληρωταί, τὸν μὲν πειθόμενον τούτοις ὡς φέροντα τὴν τῆς σωτηρίας φορὰν πλήρη τῇ πατρίδι τιμᾶν καὶ ἐπαινεῖν, τὸν [22] δ' ἀπειθοῦντα κολάζειν. ἔρανος γάρ ἐστιν πολιτικὸς καὶ κοινὸς πάνθ' ὅσα, ταξάντων τῶν νόμων, ἕκαστος ἡμῶν ποιεῖ. ὃν ὁ λείπων, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ καὶ καλὰ καὶ σεμνὰ καὶ μεγάλ' ὑμῶν ἀφαιρεῖται καὶ διαφθείρει τὸ καθ' αὑτόν. [23] ὧν ἓν ἢ δύ' ἐρῶ παραδείγματος ἕνεκα, τὰ γνωριμώτατα. τὸ τὴν βουλὴν τοὺς πεντακοσίους ἀπὸ τῆς [ἀσθενοῦς] τοιαυτησὶ κιγκλίδος τῶν ἀπορρήτων κυρίαν εἶναι, καὶ μὴ τοὺς ἰδιώτας ἐπεισιέναι· τὸ τὴν ἐξ Ἀρείου πάγου βουλήν, ὅταν ἐν τῇ βασιλείῳ στοᾷ καθεζομένη περισχοινίσηται, κατὰ πολλὴν ἡσυχίαν ἐφ' ἑαυτῆς εἶναι, καὶ ἅπαντας ἐκποδὼν ἀποχωρεῖν· τὸ τὰς ἀρχὰς ἁπάσας, ὅσας οἱ λαχόντες ἄρχουσιν ὑμῶν, ἅμα τῷ τὸν ὑπηρέτην εἰπεῖν 'μετάστητ' ἔξω' τῶν νόμων κρατεῖν ἐφ' οἷς εἰσεπέμφθησαν, καὶ μηδὲ τοὺς ἀσελγεστάτους [24] βιάζεσθαι· ἄλλα μυρία. πάντα γὰρ τὰ σεμνὰ καὶ καλὰ καὶ δι' ὧν ἡ πόλις κοσμεῖται καὶ σῴζεται, ἡ σωφροσύνη, ἡ πρὸς τοὺς γονέας καὶ τοὺς πρεσβυτέρους ὑμῶν παρὰ τῶν νέων αἰσχύνη, ἡ εὐταξία, τῇ τῶν νόμων προσθήκῃ τῶν αἰσχρῶν περίεστιν, τῆς ἀναισχυντίας, τῆς θρασύτητος, τῆς ἀναιδείας. ἰταμὸν γὰρ ἡ πονηρία καὶ τολμηρὸν καὶ πλεονεκτικόν, καὶ τοὐναντίον ἡ καλοκαγαθία ἡσύχιον καὶ ὀκνηρὸν καὶ βραδὺ καὶ δεινὸν ἐλαττωθῆναι. τοὺς νόμους οὖν δεῖ τηρεῖν καὶ τούτους ἰσχυροὺς ποιεῖν τοὺς ἀεὶ δικάζοντας ὑμῶν· μετὰ γὰρ τούτων οἱ χρηστοὶ τῶν πονηρῶν [25] περίεισιν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:41 - flow version _RPTC_G1.3