Biblioteca Storica Libro 40

Biblioteca Storica libro XL di Diodoro Siculo

[1] Ὅτι Μάρκος Ἀντώνιος συνθέμενος πρὸς Κρῆτας εἰρήνην . . . μέχρι μέν τινος ταύτην ἐτήρουν. μετὰ δὲ ταῦτα προτιθεμένης βουλῆς ὅπως ἂν μάλιστα τῆς ὠφελείας προνοήσαιντο, οἱ πρεσβύτατοι καὶ φρονήσει διαφέροντες συνεβούλευον πρέσβεις ἐκπέμπειν εἰς τὴν Ῥώμην καὶ περὶ τῶν ἐπιφερομένων ἐγκλημάτων ἀπολογεῖσθαι καὶ πειρᾶσθαι τὴν σύγκλητον εὐγνώμοσι λόγοις καὶ δεήσεσιν ἐξιλάσκεσθαι. διόπερ ἀπέστειλαν εἰς τὴν Ῥώμην τριάκοντα πρεσβευτὰς τοὺς ἐπιφανεστάτους ἄνδρας. οὗτοι δὲ κατ' ἰδίαν περιπορευόμενοι τὰς οἰκίας τῶν συγκλητικῶν καὶ πᾶσαν δεητικὴν προϊέμενοι φωνὴν ἐξεθεράπευον τοὺς τὸ συνέδριον συνέχοντας. 2 εἰσαχθέντες δὲ εἰς τὴν σύγκλητον καὶ περί τε τῶν ἐγκλημάτων ἐμφρόνως ἀπολογησάμενοι τάς τε ἰδίας εὐεργεσίας καὶ συμμαχίας πρὸς τὴν ἡγεμονίαν ἀκριβῶς διελθόντες, ἠξίουν αὐτοὺς εἰς τὴν προγεγενημένην εὔνοιάν τε καὶ συμμαχίαν ἀποκαταστῆναι. ἡ δὲ σύγκλητος ἀσμένως τοὺς λόγους προσδεξαμένη δόγμα ἐπεβάλετο κυροῦν δι' οὗ τῶν ἐγκλημάτων τοὺς Κρῆτας ἀπολύουσα φίλους καὶ συμμάχους τῆς ἡγεμονίας ἀνηγόρευεν ἄκυρον δὲ τὸ δόγμα ἐποίησε Λέντλος ὁ ἐπικαλούμενος Σπινθήρ. οἱ δὲ Κρῆτες ἀπηλλάγησαν. 3 E Ἡ δὲ σύγκλητος, περὶ τῶν Κρητῶν πολλάκις λόγου γενομένου ὅτι κοινωνοῦσι τῆς λῃστείας τοῖς πειραταῖς, δόγμα ἔγραψεν ὅπως οἱ Κρῆτες πάντα τὰ πλοῖα ἕως τετρασκάλμου ἀναπέμψωσιν εἰς Ῥώμην καὶ τριακοσίους ὁμήρους δῶσι τοὺς ἐπιφανεστάτους, ἐκπέμψωσι δὲ καὶ Λασθένην καὶ Πανάρην, κοινῇ δὲ πάντες ἐκτίσωσιν ἀργυρίου τάλαντα τετρακισχίλια. οἱ δὲ Κρῆτες πυθόμενοι τὰ δεδογμένα τῇ συγκλήτῳ περὶ τῶν προσηγγελμένων ἐβουλεύοντο. καὶ οἱ μὲν φρονήσει διαφέροντες ἔφρασαν δεῖν πάντα ποιεῖν τὰ προσταττόμενα, οἱ δὲ περὶ τὸν Λασθένην, τοῖς ἐγκλήμασιν ὄντες ἔνοχοι καὶ φοβούμενοι μὴ ἀναπεμφθέντες εἰς τὴν Ῥώμην τιμωρίας τύχωσιν, ἀνέσειον τὰ πλήθη παρακαλοῦντες τὴν ἐξ αἰῶνος παραδεδομένην ἐλευθερίαν διαφυλάττειν. [1a] {Const_3} E Ὅτι τῶν Ἀντιοχέων τινὲς καταφρονήσαντες Ἀντιόχου τοῦ βασιλέως διὰ τὴν ἧτταν ἀνέσειον τὰ πλήθη καὶ συνεβούλευον ἐκ τῆς πόλεως μεταστήσασθαι. γενομένης δὲ στάσεως μεγάλης καὶ τοῦ βασιλέως ἐπικρατήσαντος, οἱ αἴτιοι τῆς στάσεως φοβηθέντες ἔφυγον ἐκ τῆς Συρίας, καὶ καταντήσαντες εἰς Κιλικίαν ἐπεβάλοντο κατάγειν Φίλιππον, ὃς ἦν υἱὸς Φιλίππου τοῦ γεγονότος ἐξ Ἀντιόχου τοῦ Γρυποῦ. ὑπακούσαντος δὲ τοῦ Φιλίππου καὶ καταντήσαντος πρὸς Ἄζιζον τὸν Ἄραβα, ἀσμένως τοῦτον προσδεξάμενος Ἄζιζος καὶ περιθεὶς διάδημα ἐπὶ τὴν βασιλείαν κατήγαγεν. [1b] E Ὅτι τὰς ὅλας ἐλπίδας ἔχων ἐν τῇ τοῦ Σαμψικεράμου συμμαχίᾳ μετεπέμπετο τοῦτον μετὰ τῆς δυνάμεως. ὁ δὲ ἐν ἀπορρήτοις συνθέμενος πρὸς Ἄζιζον ἐπ' ἀναιρέσει τῶν βασιλέων ἧκε μετὰ τῆς δυνάμεως καὶ μετεπέμπετο τὸν Ἀντίοχον. τοῦ δὲ διὰ τὴν ἄγνοιαν ὑπακούσαντος, ὑποκριθεὶς ὡς φίλος συνέλαβε τὸν βασιλέα, καὶ τότε μὲν δήσας παρεφύλαττεν, ὕστερον δὲ ἀνεῖλεν. ὁμοίως δὲ καὶ Ἄζιζος κατὰ τὰς γενομένας ἐπὶ μερισμῷ τῆς Συριακῆς βασιλείας συνθέσεις ἐπεβάλετο δολοφονῆσαι τὸν Φίλιππον· ὁ δὲ προαισθόμενος τὴν ἐπιβουλὴν ἔφυγεν εἰς τὴν Ἀντιόχειαν. [2] {Const_4} E Ὅτι περὶ Δαμασκὸν τῆς Συρίας διατρίβοντος Πομπηίου ἧκε πρὸς αὐτὸν Ἀριστόβουλος ὁ τῶν Ἰουδαίων βασιλεὺς καὶ Ὑρκανὸς ὁ ἀδελφὸς ἀμφισβητοῦντες περὶ τῆς βασιλείας. οἱ δὲ ἐπιφανέστατοι πλείους ὄντες τῶν διακοσίων κατήντησαν πρὸς τὸν αὐτοκράτορα, καὶ ἀπεφήναντο τοὺς προγόνους αὐτῶν ἀφεστηκότας τοῦ Δημητρίου πεπρεσβευκέναι πρὸς τὴν σύγκλητον, καὶ παρειληφέναι τὴν προστασίαν τῶν Ἰουδαίων ἐλευθέρων καὶ αὐτονόμων, οὐ βασιλέως χρηματίζοντος ἀλλ' ἀρχιερέως τοῦ προεστηκότος τοῦ ἔθνους. τούτους δὲ νῦν δυναστεύειν καταλελυκότας τοὺς πατρίους νόμους καὶ καταδεδουλῶσθαι τοὺς πολίτας ἀδίκως· μισθοφόρων γὰρ πλήθει καὶ αἰκίαις καὶ πολλοῖς φόνοις ἀσεβέσι περιπεποιῆσθαι τὴν βασιλείαν. ὁ δὲ περὶ μὲν τῶν ἀμφισβητήσεων εἰς ὕστερον ὑπερεβάλετο καιρόν, περὶ δὲ τῆς παρανομίας τῶν Ἰουδαίων καὶ τῶν εἰς Ῥωμαίους ἀδικημάτων πικρῶς ἐπιτιμήσας τοῖς περὶ τὸν Ὑρκανὸν ἀξίους μὲν αὐτοὺς ἔφησεν εἶναι καὶ μείζονος καὶ πικροτέρας ἐπιστροφῆς, ὅμως δὲ διὰ τὴν πάτριον ἐπιείκειαν τῶν Ῥωμαίων, ἐὰν ἀπὸ τοῦ νῦν πείθωνται, συγγνώμης αὐτοὺς ἀξιώσειν. [3] {Photius} E Ἡμεῖς δὲ μέλλοντες ἀναγράφειν τὸν πρὸς Ἰουδαίους πόλεμον, οἰκεῖον εἶναι διαλαμβάνομεν προδιελθεῖν ἐν κεφαλαίοις τήν τε τοῦ ἔθνους τούτου ἐξ ἀρχῆς κτίσιν καὶ τὰ παρ' αὐτοῖς νόμιμα. κατὰ τὴν Αἴγυπτον τὸ παλαιὸν λοιμικῆς περιστάσεως γενομένης ἀνέπεμπον οἱ πολλοὶ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὸ δαιμόνιον· πολλῶν γὰρ καὶ παντοδαπῶν κατοικούντων ξένων καὶ διηλλαγμένοις ἔθεσι χρωμένων περὶ τὸ ἱερὸν καὶ τὰς θυσίας, καταλελύσθαι συνέβαινε παρ' αὐτοῖς τὰς πατρίους τῶν θεῶν τιμάς. 2 διόπερ οἱ τῆς χώρας ἐγγενεῖς ὑπέλαβον ἐὰν μὴ τοὺς ἀλλοφύλους μεταστήσωνται, λύσιν οὐκ ἔσεσθαι τῶν κακῶν. εὐθὺς οὖν ξενηλατουμένων τῶν ἀλλοεθνῶν, οἱ μὲν ἐπιφανέστατοι καὶ δραστικώτατοι συστραφέντες ἐξερρίφησαν, ὥς τινές φασιν, εἰς τὴν Ἑλλάδα καί τινας ἑτέρους τόπους, ἔχοντες ἀξιολόγους ἡγεμόνας, ὧν ἡγοῦντο Δαναὸς καὶ Κάδμος τῶν ἄλλων ἐπιφανέστατοι· ὁ δὲ πολὺς λεὼς ἐξέπεσεν εἰς τὴν νῦν καλουμένην Ἰουδαίαν, οὐ πόρρω μὲν κειμένην τῆς Αἰγύπτου, παντελῶς δὲ ἔρημον οὖσαν κατ' ἐκείνους τοὺς χρόνους. 3 E ἡγεῖτο δὲ τῆς ἀποικίας ὁ προσαγορευόμενος Μωσῆς, φρονήσει τε καὶ ἀνδρείᾳ πολὺ διαφέρων. οὗτος δὲ καταλαβόμενος τὴν χώραν ἄλλας τε πόλεις ἔκτισε καὶ τὴν νῦν οὖσαν ἐπιφανεστάτην, ὀνομαζομένην Ἱεροσόλυμα. ἱδρύσατο δὲ καὶ τὸ μάλιστα παρ' αὐτοῖς τιμώμενον ἱερόν, καὶ τὰς τιμὰς καὶ ἁγιστείας τοῦ θείου κατέδειξε, καὶ τὰ κατὰ τὴν πολιτείαν ἐνομοθέτησέ τε καὶ διέταξε. διεῖλε δὲ τὸ πλῆθος εἰς δώδεκα φυλὰς διὰ τὸ τὸν ἀριθμὸν τοῦτον τελειότατον νομίζεσθαι καὶ σύμφωνον εἶναι τῷ πλήθει τῶν μηνῶν τῶν τὸν ἐνιαυτὸν συμπληρούντων. 4 ἄγαλμα δὲ θεῶν τὸ σύνολον οὐ κατεσκεύασε διὰ τὸ μὴ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸν θεόν, ἀλλὰ τὸν περιέχοντα τὴν γῆν οὐρανὸν μόνον εἶναι θεὸν καὶ τῶν ὅλων κύριον. τὰς δὲ θυσίας ἐξηλλαγμένας συνεστήσατο τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι καὶ τὰς κατὰ τὸν βίον ἀγωγάς· διὰ γὰρ τὴν ἰδίαν ξενηλασίαν ἀπάνθρωπόν τινα καὶ μισόξενον βίον εἰσηγήσατο. ἐπιλέξας δὲ τῶν ἀνδρῶν τοὺς χαριεστάτους καὶ μάλιστα δυνησομένους τοῦ σύμπαντος ἔθνους προΐστασθαι, τούτους ἱερεῖς ἀπέδειξε· τὴν δὲ διατριβὴν ἔταξεν αὐτῶν γίνεσθαι περὶ τὸ ἱερὸν καὶ τὰς τοῦ θεοῦ τιμάς τε καὶ θυσίας. 5 τοὺς αὐτοὺς δὲ καὶ δικαστὰς ἀπέδειξε τῶν μεγίστων κρίσεων, καὶ τὴν τῶν νόμων καὶ τῶν ἐθῶν φυλακὴν τούτοις ἐπέτρεψε· διὸ καὶ βασιλέα μὲν μηδέποτε τῶν Ἰουδαίων, τὴν δὲ τοῦ πλήθους προστασίαν δίδοσθαι διὰ παντὸς τῷ δοκοῦντι τῶν ἱερέων φρονήσει καὶ ἀρετῇ προέχειν. τοῦτον δὲ προσαγορεύουσιν ἀρχιερέα, καὶ νομίζουσιν αὑτοῖς ἄγγελον γίνεσθαι τῶν τοῦ θεοῦ προσταγμάτων. 6 τοῦτον δὲ κατὰ τὰς ἐκκλησίας καὶ τὰς ἄλλας συνόδους φησὶν ἐκφέρειν τὰ παραγγελλόμενα, καὶ πρὸς τοῦτο τὸ μέρος οὕτως εὐπιθεῖς γίνεσθαι τοὺς Ἰουδαίους ὥστε παραχρῆμα πίπτοντας ἐπὶ τὴν γῆν προσκυνεῖν τὸν τούτοις ἑρμηνεύοντα ἀρχιερέα. προσγέγραπται δὲ καὶ τοῖς νόμοις ἐπὶ τελευτῆς ὅτι Μωσῆς ἀκούσας τοῦ θεοῦ τάδε λέγει τοῖς Ἰουδαίοις. ἐποιήσατο δ' ὁ νομοθέτης τῶν τε πολεμικῶν ἔργων πολλὴν πρόνοιαν καὶ τοὺς νέους ἠνάγκαζεν ἀσκεῖν ἀνδρείαν τε καὶ καρτερίαν καὶ τὸ σύνολον ὑπομονὴν πάσης κακοπαθείας. 7 ἐποιεῖτο δὲ καὶ στρατείας εἰς τὰ πλησιόχωρα τῶν ἐθνῶν, καὶ πολλὴν κατακτησάμενος χώραν κατεκληρούχησε, τοῖς μὲν ἰδιώταις ἴσους ποιήσας κλήρους, τοῖς δ' ἱερεῦσι μείζονας, ἵνα λαμβάνοντες ἀξιολογωτέρας προσόδους ἀπερίσπαστοι συνεχῶς προσεδρεύωσι ταῖς τοῦ θεοῦ τιμαῖς. οὐκ ἐξῆν δὲ τοῖς ἰδιώταις τοὺς ἰδίους κλήρους πωλεῖν, ὅπως μή τινες διὰ πλεονεξίαν ἀγοράζοντες τοὺς κλήρους ἐκθλίβωσι τοὺς ἀπορωτέρους καὶ κατασκευάζωσιν ὀλιγανδρίαν. 8 τεκνοτροφεῖν τε ἠνάγκαζε τοὺς ἐπὶ τῆς χώρας· καὶ δι' ὀλίγης δαπάνης ἐκτρεφομένων τῶν βρεφῶν ἀεὶ τὸ γένος τῶν Ἰουδαίων ὑπῆρχε πολυάνθρωπον. καὶ τὰ περὶ τοὺς γάμους δὲ καὶ τὰς τῶν τελευτώντων ταφὰς πολὺ τὸ παρηλλαγμένον ἔχειν ἐποίησε νόμιμα πρὸς τὰ τῶν ἄλλων ἀνθρώπων. κατὰ δὲ τὰς ὕστερον γενομένας ἐπικρατείας ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιμιξίας ἐπί τε τῆς τῶν Περσῶν ἡγεμονίας καὶ τῶν ταύτην καταλυσάντων Μακεδόνων πολλὰ τῶν πατρίων τοῖς Ἰουδαίοις νομίμων ἐκινήθη . . . περὶ μὲν τῶν Ἰουδαίων Ἑκαταῖος ὁ Ἀβδηρίτης ταῦτα ἱστόρηκεν. [4] {Const_4} E Ὅτι ὁ Πομπήιος τὰς ἰδίας πράξεις ἃς συνετέλεσεν ἐπὶ τῆς Ἀσίας ἀναγράψας ἀνέθηκεν, ὧν ἐστιν ἀντίγραφον τόδε. Πομπήιος Γναΐου υἱὸς Μέγας αὐτοκράτωρ τὴν παράλιον τῆς οἰκουμένης καὶ πάσας τὰς ἐντὸς Ὠκεανοῦ νήσους ἐλευθερώσας τοῦ πειρατικοῦ πολέμου, ὁ ῥυσάμενός ποτε πολιορκουμένην τὴν Ἀριοβαρζάνου βασιλείαν, Γαλατίαν τε καὶ τὰς ὑπερκειμένας χώρας καὶ ἐπαρχίας, Ἀσίαν, Βιθυνίαν, ὑπερασπίσας δὲ Παφλαγονίαν τε καὶ τὸν Πόντον, Ἀρμενίαν τε καὶ Ἀχαΐαν, ἔτι δὲ Ἰβηρίαν, Κολχίδα, Μεσοποταμίαν, Σωφηνήν, Γορδυηνήν, ὑποτάξας δὲ βασιλέα Μήδων Δαρεῖον, βασιλέα Ἀρτώλην Ἰβήρων, βασιλέα Ἀριστόβουλον Ἰουδαίων, βασιλέα Ἀρέταν Ναβαταίων Ἀραβίων, καὶ τὴν κατὰ Κιλικίαν Συρίαν, Ἰουδαίαν, Ἀραβίαν, Κυρηναϊκὴν ἐπαρχίαν, Ἀχαιούς, Ἰοζυγούς, Σοανούς, Ἡνιόχους καὶ τὰ λοιπὰ φῦλα τὰ μεταξὺ Κολχίδος καὶ Μαιώτιδος λίμνης τὴν παράλιον διακατέχοντα καὶ τοὺς τούτων βασιλεῖς ἐννέα τὸν ἀριθμὸν καὶ πάντα τὰ ἔθνη τὰ ἐντὸς τῆς Ποντικῆς καὶ τῆς Ἐρυθρᾶς θαλάσσης κατοικοῦντα, καὶ τὰ ὅρια τῆς ἡγεμονίας τοῖς ὅροις τῆς γῆς προσβιβάσας, καὶ τὰς προσόδους Ῥωμαίων φυλάξας, ἃς δὲ προσαυξήσας, τούς τε ἀνδριάντας καὶ τὰ λοιπὰ ἀφιδρύματα τῶν θεῶν καὶ τὸν λοιπὸν κόσμον τῶν πολεμίων ἀφελόμενος ἀνέθηκε τῇ θεῷ χρυσοῦς μυρίους καὶ δισχιλίους ἑξήκοντα, ἀργυρίου τάλαντα τριακόσια ἑπτά. [5] {Const_3} E Ὅτι κατὰ τὴν Ῥώμην Καταλίνας τις κατάχρεως καὶ Λέντλος ὁ ἐπικαλούμενος Σούρας ἀθροίσαντες ὄχλον ἀπόστασιν ἐμελέτησαν κατὰ τῆς συγκλήτου τοιῷδε τινι τρόπῳ. μελλούσης τινὸς ἑορτῆς εἶναι, καθ' ἣν ἔθος ἦν τοὺς πατρωνευομένους ὑπὸ τῶν ἐν ὑπεροχαῖς ὄντων ξένια πέμπειν, καὶ διὰ ταύτην τὴν αἰτίαν δι' ὅλης τῆς νυκτὸς ἀνεῷχθαι τὰς οἰκίας συνέβαινε· συνέθεντο οὖν κατὰ τοῦτον τὸν καιρὸν εἰσπέμπειν εἰς τὰς τῶν ἐπιβουλευομένων οἰκίας τοὺς προσάξοντας αὐτοῖς τὰς χεῖρας· οὓς ἔδει τὴν μὲν φαντασίαν χάριν τῆς τῶν ξενίων εἰσφορᾶς ἀνυπόπτως εἰσελθόντας, καὶ ἀδήλως παρεζωσμένους ξίφη καὶ κατ' ὀλίγους ἐφ' ἑκάστῃ οἰκίᾳ μεμερισμένους ὑφ' ἕνα καὶ τὸν ἀυτὸν καιρὸν ἅπασαν σχεδὸν τὴν σύγκλητον ἀνελεῖν. τοῦτον δὲ τὸν τρόπον διεσκευασμένης τῆς ἐπιβουλῆς, παραδόξως διεσώθησαν. ὄντων γὰρ πλειόνων ἢ τετρακοσίων τῶν ἐπὶ τὴν σφαγὴν τεταγμένων, ἕνα τούτων διακείμενον ἐρωτικῶς πρός τινα παιδίσκην καὶ ὑπὸ ταύτης παραθεωρούμενον πλεονάκις λέγειν φασὶν ὅτι μετ' ὀλίγας ἡμέρας ἔσται τοῦ πνεύματος αὐτῆς κύριος. τῆς δὲ θαυμαζούσης τὸ ῥηθὲν καὶ μη δυναμένης vοῆσαι τὴν αἰτίαν τῆς ἀπειλῆς, τὸν μὲν νεανίσκον μένειν ἐπὶ τῆς ἀνατάσεως, τὴν δὲ κατὰ τὴν συμπεριφορὰν καὶ τὴν μετ' αὐτοῦ μέθην ὑποκριναμένην κεχαρισμένας ὁμιλίας ἀξιοῦν δηλῶσαι τίνα ποτὲ νοῦν ἔχει τὸ ῥηθέν· τὸν δὲ διὰ τὸν ἔρωτα βουλόμενον ταύτῃ χαρίσασθαι πᾶσαν τὴν ἀλήθειαν μηνῦσαι· τὴν δὲ προσποιηθεῖσαν μετ' εὐνοίας καὶ χαρᾶς δεδέχθαι τὸν λόγον σιωπῆσαι, τῇ δὲ ὑστεραίᾳ πρὸς τὴν τοῦ ὑπάτου Κικέρωνος γυναῖκα καταντήσασαν καὶ κατ' ἰδίαν διαλεχθεῖσαν περὶ τούτων ἀπαγγεῖλαι τοὺς ῥηθέντας λόγους ὑπὸ τοῦ νεανίσκου, καὶ τούτῳ τῷ τρόπῳ φανερὰν γενέσθαι τὴν τούτων συνωμοσίαν. τὸν δὲ τὰ μὲν ἀνατάσει καὶ φόβῳ, τὰ δὲ παρακλήσει φιλανθρώπῳ χρησάμενον μαθεῖν ἀκριβῶς παρ' αὐτῶν τὴν ὅλην ἐπιβουλήν. [5a] {Const_4} E Λεύκιος Σέργιος ὁ ἐπικαλούμενος Κατιλίνας κατάχρεως γεγονὼς ἀπόστασιν ἐμελέτησεν, ὁ δὲ Μάρκος Κικέρων ὁ ὕπατος λόγον διετίθετο περὶ τῆς προσδοκωμένης ταραχῆς. καὶ κληθέντος Κατιλίνα καὶ τῆς κατηγορίας κατὰ πρόσωπον γινομένης, ὁ Κατιλίνας κατ' οὐδένα τῶν τρόπων ἔφησεν ἑαυτοῦ καταγνώσεσθαι φυγὴν ἑκούσιον καὶ ἄκριτον. ὁ δὲ Κικέρων ἐπηρώτησε τοὺς συγκλητικοὺς εἰ δοκεῖ μεταναστῆναι τὸν Κατιλίναν ἐκ τῆς πόλεως. σιωπώντων δὲ τῶν πολλῶν διὰ τὴν κατὰ πρόσωπον ἐντροπήν, δι' ἑτέρου τρόπου, καθάπερ ἐλέγξαι τὴν σύγκλητον ἀκριβῶς βουλόμενος, τὸ δεύτερον ἐπηρώτησε τοὺς συνέδρους εἰ κελεύουσι Κόιντον Κάτλον ἐκ τῆς Ῥώμης μεταστήσασθαι. μιᾷ δὲ φωνῇ πάντων ἀναβοησάντων μὴ δοκεῖν καὶ δυσχεραινόντων ἐπὶ τῷ ῥηθέντι, πάλιν ἐπὶ τὸν Κατιλίναν ἔφησεν, ὅταν τινὰ μὴ νομίσωσιν εἶναι ἐπιτήδειον φυγεῖν, μεθ' ὅσης κραυγῆς ἀντιλέγουσιν· ὥστε εἶναι φανερὸν ὅτι διὰ τῆς σιωπῆς ὁμολογοῦσι φυγήν. ὁ δὲ Κατιλίνας εἰπὼν ὅτι βουλεύσεται καθ' ἑαυτὸν ἀνεχώρησεν. 2 E Ὅτι κατὰ τὴν παροίμιαν τῷ πλείονι πολέμιον καθίσταται τοὔλαττον. [6] {Tzetzes} E Μέμνηται μὲν Βιργίλιος ταύτης τῆς Κλεοπάτρας, Λουκιανὸς καὶ Γαληνὸς καὶ Πλούταρχος σὺν τούτοις, Διόδωρος, Γεώργιος ὁ χρονικὸς σὺν ἄλλοις. [7] {Diodorus} E . . . τὴν ἀρχὴν τοῦ Κελτικοῦ πολέμου, ἣν τελευτὴν πεποιήμεθα τῆς ἱστορίας. 2 E Τοῦτο γὰρ τὸ μέρος τῆς οἰκουμένης καὶ τὸ περὶ τὰς Βρεττανικὰς νήσους καὶ τὴν ἄρκτον ἥκιστα πέπτωκεν ὑπὸ τὴν κοινὴν ἀνθρώπων ἐπίγνωσιν. ἀλλὰ περὶ μὲν τῶν πρὸς ἄρκτον κεκλιμένων μερῶν τῆς οἰκουμένης τῶν συναπτόντων τῇ διὰ ψῦχος ἀοικήτῳ διέξιμεν, ὅταν τὰς Γαΐου Καίσαρος πράξεις ἀναγράφωμεν· οὗτος γὰρ τὴν Ῥωμαίων ἡγεμονίαν εἰς ἐκεῖνα τὰ μέρη πορρωτάτω προβιβάσας πάντα τὸν πρότερον ἀγνοούμενον τόπον ἐποίησε πεσεῖν εἰς σύνταξιν ἱστορίας. 3 E Καθ' ἡμᾶς δὲ Γάιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ἐπονομασθεὶς θεὸς πρῶτος τῶν μνημονευομένων ἐχειρώσατο τὴν νῆσον, καὶ τοὺς Βρεττανοὺς καταπολεμήσας ἠνάγκασε τελεῖν ὡρισμένους φόρους. ἀλλὰ περὶ μὲν τούτων τὰς κατὰ μέρος πράξεις ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. 4 E Ἀλλὰ περὶ μὲν τῶν κατ' αὐτὴν νομίμων καὶ τῶν ἄλλων ἰδιωμάτων τὰ κατὰ μέρος ἀναγράψομεν ὅταν ἐπὶ τὴν Καίσαρος γενομένην στρατείαν εἰς Βρεττανίαν παραγενηθῶμεν. [8] {Const_4} E Ὅτι τῶν βίβλων τινὲς πρὸ τοῦ διορθωθῆναι καὶ τὴν ἀκριβῆ συντέλειαν λαβεῖν κλαπεῖσαι προεξεδόθησαν, οὔπω συνευαρεστουμένων ἡμῶν τῇ γραφῇ· ἃς ἡμεῖς ἀποποιούμεθα. ἵνα δὲ αὗται φανεραὶ γενόμεναι μὴ λυμαίνωνται τὴν ὅλην ἐπιβολὴν τῆς ἱστορίας, ἐκρίναμεν δεῖν τὸν ἐλέγχοντα λόγον τὴν ἄγνοιαν ἐκθέσθαι. ἐν τεσσαράκοντα γὰρ βίβλοις περιειληφότες τὴν πραγματείαν, ἐν μὲν ἓξ ταῖς πρώταις ἀνεγράψαμεν τὰς πρὸ τῶν Τρωικῶν πράξεις τε καὶ μυθολογίας, καὶ τοὺς χρόνους ἐν ταύταις ἐπ' ἀκριβείας οὐ διωρισάμεθα διὰ τὸ μηδὲν παράπηγμα περὶ τούτων παρει . . .

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-04-18 02:10:18 - flow version _RPTC_G1.3