Biblioteca Storica Libro 23

Biblioteca Storica di Diodoro Siculo libro 23

Ὅτι Σικελία πασῶν τῶν νήσων καλλίστη ὑπάρχει, ὡς μεγάλα δυναμένη συμβάλλεσθαι πρὸς αὔξησιν ἡγεμονίας. [2] Ὅτι Ἄννων ὁ Ἀννίβου εἰς Σικελίαν ἐλθὼν καὶ τὰς δυνάμεις ἀθροίσας εἰς τὸ Λιλύβαιον, προῆλθε μέχρι Σολοῦντος, καὶ τὴν πεζὴν στρατιὰν ἀπέλιπε πλησίον τῆς πόλεως παρεμβεβληκυῖαν, αὐτὸς δὲ παρελθὼν εἰς τὴν Ἀκράγαντα τὴν ἄκραν ἐτείχισε, πείσας τὸν δῆμον φίλον ὄντα συμμαχῆσαι Καρχηδονίων. Ἐπανελθόντος δὲ αὐτοῦ εἰς τὴν ἰδίαν στρατοπεδείαν, ἧκον παρὰ Ἱέρωνος πρέσβεις περὶ τοῦ κοινῇ συμφέροντος. Ἐποιήσαντο γὰρ συμμαχίαν Ῥωμαίους πολεμῆσαι, ἐὰν μὴ τὴν ταχίστην ἐκ τῆς Σικελίας ἀπαλλάττωνται. [3] Ἀμφοτέρων δὲ τὰς δυνάμεις ἀγαγόντων ἐπὶ τὴν Μεσσήνην, Ἱέρων μὲν ἐπὶ τοῦ λόφου τοῦ καλουμένου Χαλκιδικοῦ κατεστρατοπέδευσεν, οἱ δὲ Καρχηδόνιοι τῇ πεζῇ στρατιᾷ παρενέβαλον εἰς τὰς καλουμένας Εὐνεῖς, τῇ δὲ ναυτικῇ κατέσχον τὴν ἄκραν τὴν καλουμένην Πελωριάδα· συνεχῶς δ' ἐπολιόρκουν τὴν Μεσσή νην. [4] Ὁ δὲ Ῥωμαίων δῆμος πυθόμενος ἀπέστειλε τὸν ἕτερον ὕπατον καλούμενον Ἄππιον Κλαύδιον μετὰ δυνάμεως ἁδρᾶς, ὃς εὐθὺς ἦλθεν εἰς Ῥήγιον. Πρὸς δὲ τὸν Ἱέρωνα καὶ Καρχηδονίους πρέσβεις ἐξέπεμψε περὶ διαλύσεως τῆς πολιορκίας. Προσεπηγγέλλετο ... Δημογορεῖν δὲ πρὸς Ἱέρωνα πολέμῳ μὴ ἐπιβήσεσθαι. Ὁ δὲ Ἱέρων ἀπεκρίνατο διότι Μαμερτῖνοι Καμάριναν καὶ Γέλαν ἀναστάτους πεποιηκότες, Μεσσήνην δὲ ἀσεβέστατα κατειληφότες, δικαίως πολιορκοῦνται, Ῥωμαῖοι δέ, θρυλλοῦντες τὸ τῆς πίστεως ὄνομα, παντελῶς οὐκ ὀφείλουσι τοὺς μιαιφόνους, μάλιστα πίστεως καταφρονήσαντας, ὑπερασπίζειν· εἰ δὲ ὑπὲρ ἀσεβεστάτων τηλικοῦτον ἐπαναιροῦνται πόλεμον, φανεροὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις ὅτι τῆς ἰδίας πλεονεξίας πρόφασιν πορίζονται τὸν τῶν κινδυνευόντων ἔλεον, τὸ δὲ ἀληθὲς Σικελίας ἐπιθυμοῦσιν. 2 [1] Ὅτι Φοίνικες καὶ Ῥωμαῖοι ναυμαχήσαντες, μετὰ δὲ ταῦτα εὐλαβούμενοι τὸ μέγεθος τοῦ προκειμένου πολέμου, διεπρεσβεύσαντο πρὸς τὸν ὕπατον περὶ φιλίας. Πολλῶν δὲ λόγων ῥηθέντων καὶ τραχυτέροις λόγοις χρωμένων πρὸς ἀλλήλους, οἱ Φοίνικες θαυμάζειν ἔφασαν πῶς διαβαίνειν τολμῶσιν εἰς Σικελίαν Ῥωμαῖοι θαλαττοκρατούντων Καρχηδονίων· φανερὸν γὰρ εἶναι πᾶσιν ὅτι μὴ τηροῦντες τὴν φιλίαν οὐδὲ νίψασθαι τὰς χεῖρας ἐκ τῆς θαλάσσης τολμήσουσιν. Οἱ δὲ Ῥωμαῖοι συμβουλεύειν τοῖς Καρχηδονίοις ἔφασαν μὴ διδάσκειν αὐτοὺς τὰ κατὰ τὴν θάλασσαν πολυπραγμονεῖν· μαθητὰς γὰρ τοὺς Ῥωμαίους ἀεὶ ὄντας γίνεσθαι κρείττους τῶν διδασκάλων. Τὸ μὲν γὰρ παλαιὸν αὐτῶν θυρεοῖς τετραγώνοις χρωμένων, Τυρρηνοὶ χαλκαῖς ἀσπίσι φαλαγγομαχοῦντες καὶ προτρεψάμενοι τὸν ὅμοιον ἀναλαβεῖν ὁπλισμὸν ἡττήθησαν. Ἔπειτα πάλιν ἄλλων ἐθνῶν θυρεοῖς χρωμένων οἷς νῦν ἔχουσι καὶ κατὰ σπείρας μαχομένων, ἀμφότερα μιμησάμενοι περιεγένοντο τῶν εἰσηγησαμένων τὰ καλὰ τῶν παραδειγμάτων. Παρὰ δὲ τῶν Ἑλλήνων μαθόντες πολιορκεῖν καὶ ταῖς μηχαναῖς καταβάλλειν τὰ τείχη, τὰς πόλεις τῶν διδαξάντων ἠνάγκασαν ποιεῖν τὸ προσταττόμενον. Καὶ νῦν ἂν Καρχηδόνιοι βιάσωνται μαθεῖν αὐτοὺς ναυμαχεῖν, ταχὺ τοὺς μαθητὰς τῶν διδασκάλων ὄψονται περιγενομένους. [2] Ὅτι Ῥωμαῖοι πρῶτον ἀσπίδας τετραγώνους εἶχον εἰς τὸν πόλεμον· ὕστερον ἰδόντες Τυρρηνοὺς χαλκᾶς ἀσπίδας ἔχοντας, ποιήσαντες οὕτως ἐνίκησαν αὐτούς. 3 [1] Ὅτι διαπεράσαντος τοῦ ὑπάτου εἰς Μεσσήνην, ὁ Ἱέρων νομίζων προδοθῆναι τὴν διάβασιν ὑπὸ Καρχηδονίων ἔφυγεν εἰς Συρακόσας. Καρχηδονίων δὲ πολεμησάντων καὶ ἡττηθέντων, τὴν Ἐχέτλαν ὁ ὕπατος ἐπολιόρκησε, καὶ στρατιώτας πολλοὺς ἀποβαλὼν εἰς Μεσσήνην ἀνέζευξεν. 4 [1] Ὅτι τῶν ὑπάτων ἀμφοτέρων εἰς Σικελίαν ἐλθόντων καὶ τὴν Ἁδρανιτῶν πόλιν πολιορκησάντων, εἷλον κατὰ κράτος. Εἶτα τὴν Κεντοριπίνων πολιορκούντων καὶ πρὸς ταῖς χαλκαῖς πύλαις καθημένων, ἧκον πρέσβεις πρῶτον παρ' Ἁλαισίνων· εἶτα δειλίας πεσούσης καὶ ἐν ταῖς ἄλλαις πόλεσι, καὶ αὐτοὶ πρέσβεις ἀπέστειλαν περὶ εἰρήνης καὶ ἐπηγγείλαντο ἐπιδώσειν τὰς πόλεις Ῥωμαίοις· ἦσαν δὲ ἑξήκοντα ἑπτά. Ὧν παραλαβόντες τὰς δυνάμεις, εἰς Συράκοσαν ἦλθον πολιορκήσοντες Ἱέρωνα. Ὁρῶν δὲ τοὺς Συρακοσίους ἀγανακτοῦντας, πρέσβεις ἀπέστειλε πρὸς τοὺς ὑπάτους περὶ διαλύσεως. Οἱ δὲ σπεύδοντες πρὸς μόνους Καρχηδονίους διαπολεμεῖν ἀσμένως ὑπήκουσαν, καὶ συνέθεντο εἰρήνην ἐπ' ἔτη πεντεκαίδεκα, λαβόντες δραχμῶν ιεε μυριάδας, καὶ τοὺς αἰχμαλώτους ἀποδόντι κυριεύειν συνεχώρησαν Συρακοσίων καὶ τῶν ὑπ' αὐτὸν πόλεων, Ἀκρῶν, Λεοντίνων, Μεγαρέων, Αἱλώρων, Νεαιτίνων, Ταυρομενίων. Τούτων πραττομένων κατέπλευσεν Ἀννίβας μετὰ ναυτικῆς δυνάμεως εἰς τὴν Ξιφωνίαν βοηθήσων τῷ βασιλεῖ· μαθὼν δὲ τὰ πεπραγμένα ἀνεχώρησε. [2] Ὅτι Ἁδράνωνα κώμην καὶ Μάκελλαν πολλὰς ἡμέρας πολιορκήσαντες Ῥωμαῖοι ἀπῆλθον ἄπρακτοι. 5 [1] Ὅτι Αἰγεσταῖοι πρῶτον κρατούμενοι ὑπὸ Καρχηδονίων εἰς Ῥωμαίους ἀπέκλιναν. Παραπλήσιον δὲ καὶ Ἁλικυαῖοι ἐποίησαν· Ἰλαρὸν δὲ καὶ Τυριττὸν καὶ τὴν Ἄσκελον ἐξεπολιόρκησαν. Τυνδάριοι δὲ ἰδόντες αὑτοὺς ἀπολελειμμένους φόβῳ συσχεθέντες ἠβουλήθησαν καὶ αὐτοὶ αὑτοὺς δοῦναι. Ὑποπτεύσαντες δὲ Φοίνικες τὴν προαίρεσιν αὐτῶν τοὺς ἐπιφανεστάτους ἔλαβον ὁμήρους εἰς τὸ Λιλύβαιον καὶ σῖτον, οἶνον, καὶ τὴν ἄλλην παρασκευὴν ἀπεκόμισαν. 6 [1] Φιλήμων δὲ ὁ κωμικὸς ἔγραψε δράματα ἐνενήκοντα ἑπτά, βιώσας ἔτη ἐνενήκοντα ἐννέα. 7 [1] Οἱ δὲ πολιορκοῦντες Ἀκράγαντα τὴν πόλιν σὺν τοῖς Ῥωμαίοις καὶ ταφροποιοῦντες καὶ χάρακας βάλλοντες δέκα μυριάδες ὑπῆρχον. Πολλὰ δὲ οἱ Φοίνικες ἀντιμαχήσαντες, τὴν πόλιν Ἀκράγαντα τοῖς Ῥωμαίοις παρέδωκαν. 8 [1] Ὅτι Ἄννων ὁ πρεσβύτερος ἐκ τῆς Λιβύης κατὰ τὴν πολιορκίαν Ἀκράγαντος ἐπεραίωσε μεγάλην δύναμιν εἰς Σικελίαν, πεζῶν μυριάδας πέντε, ἱππεῖς δὲ ἑξακισχιλίους, ἐλέφαντας δὲ ἑξή κοντα. Φιλῖνος δὲ ὁ Ἀκραγαντῖνος ἱστορικὸς ἀνεγράψατο. Ὁ δὲ οὖν Ἄννων ἀναζεύξας μετὰ πάσης τῆς δυνάμεως ἐκ τοῦ Λιλυβαίου παρῆλθεν εἰς τὴν Ἡράκλειαν, καθ' ὃν καιρὸν ἦλθόν τινες ἀπαγγέλλοντες τὸν Ἑρβησσὸν παραδώσειν. Ἄννων δὲ πολεμήσας ἐν δυσὶ μάχαις ἀπέβαλε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς διακοσίους, ζωγρίας δὲ τετρακισχιλίους· ἐλέφαντας ὀκτὼ θανεῖν, τριάκοντα τρεῖς δὲ κατατραυματισθῆναι. [2] Ὅτι πόλις ἦν καὶ ἡ Ἔντελλα. [3] Ὁ δὲ Ἄννων βουλευσάμενος ἐμφρόνως ἑνὶ στρατηγήματι τοὺς ἐχθροὺς ἅμα καὶ τοὺς πολεμίους ἀνεῖλεν. 9 [1] Ἓξ δὲ μῆνας παρακαθίσαντες οὕτω παρέλαβον Ἀκράγαντα, δούλους ἀπάραντες ἅπαντας πλέον τῶν δισμυρίων καὶ πεντακισχιλίων. Ἀπέβαλον δὲ καὶ Ῥωμαῖοι πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ μφφ΄. [2] Ἄννωνα δὲ οἱ Καρχηδόνιοι ἐζημίωσαν χρυσοῖς ἑξακισχιλίοις ἀτιμάσαντες· ἀντὶ δὲ τούτου στρατηγὸν ἀπέστειλαν εἰς Σικελίαν Ἀμίλκαν. [3] Μυτίστρατον δὲ πολιορκήσαντες Ῥωμαῖοι, καὶ πολλὰς μηχανὰς ποιήσαντες, μετὰ μῆνας ἑπτὰ ἀνεχώρησαν ἄπρακτοι, πολλοὺς στρατιώτας ἀποβαλόντες. [4] Ἀμίλκας δὲ τοῖς Ῥωμαίοις συναντήσας εἰς Θέρμας καὶ πολεμήσας, ἐνίκησε καὶ ἀπέκτεινεν ἑξακισχιλίους, παρ' ὀλίγον δὲ ὅλην τὴν δύναμιν. Ἦν δὲ καὶ τὸ Μάζαριν φρούριον ὑπὸ Ῥωμαίων ἐξηνδραποδισμένον. Ἀμίλκας δὲ ὁ Καρχηδόνιος Καμάριναν ὑπὸ προδοτῶν παρέλαβε δεύτερον· μετ' ὀλίγας δὲ ἡμέρας καὶ τῆς Ἔννης ἐκυρίευσεν ὃν τρόπον καὶ Καμαρίνης. Τὸ δὲ Δρέπανον τειχίσας καὶ πόλιν καταστήσας μετῴκισε τοὺς Ἐρυκίνους, καὶ τὸν Ἔρυκα κατέσκαψε πλὴν τοῦ περὶ τὸ ἱερὸν τόπου. Τρίτον δὲ πολιορκήσαντες τὴν Μυτίστρατον Ῥωμαῖοι εἷλον καὶ κατέσκαψαν τὴν πόλιν, καὶ τὰ ὑπολειφθέντα σώματα λαφυροπωλήσαντες. [5] Μετὰ ταῦτα δὲ εἰς Καμάριναν ἦλθον, καὶ ταύτῃ παρακαθίσας ἑλεῖν οὐκ ἐδυνήθη· ὕστερον δὲ παρ' Ἱέρωνος πολεμικὰ ὄργανα μεταστειλάμενος, τὴν πόλιν εἷλε καὶ τὰ σώματα τὰ πλείονα Καμαριναίων ἐπώλησεν. Εὐθὺς δὲ ὑπὸ προδοτῶν καὶ τὴν Ἔνναν εἷλε· καὶ τῶν φρουρῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἐξέφυγον πρὸς τοὺς συμμάχους. Εἶτα ἐπὶ Σιττάναν ἐλθὼν κατὰ κράτος ταύτην εἷλε. Εἶτα ὁμοίως ταῖς ἄλλαις πόλεσι φρουρὰν καταστήσας, ἐπὶ Καμικὸν ἦλθε, φρούριον Ἀκραγαντίνων· εἷλε καὶ αὐτὸ προδοσίᾳ· τὸν δὲ τόπον ἔμφρουρον κατέστησεν. Ἐξε λείφθη δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ Ἑρβησσός. Ἔτι δὲ ποταμὸς Ἅλυκος καὶ ἄλλαις ἔσχατος. 10 [1] Ὅτι ὁ τῶν Καρχηδονίων στρατηγὸς Ἀννίβας ἡττηθεὶς ναυμαχίᾳ καὶ φοβούμενος μὴ διὰ τὴν ἧτταν ἀπὸ τῆς γερουσίας τύχῃ τιμωρίας τεχνάζεταί τι τοιοῦτον. Ἀπέστειλέ τινα τῶν φίλων εἰς Καρχηδόνα δοὺς ἐντολὰς ἅς ποτε ἔδοξεν αὐτῷ συμφέρειν. Ὁ δὲ καταπλεύσας εἰς τὴν πόλιν καὶ πρὸς τὴν γερουσίαν εἰσαχθεὶς εἶπεν ὅτι προσέταξεν Ἀννίβας ἐρωτῆσαι τὴν βουλὴν εἰ κελεύει ναυμαχῆσαι διακοσίαις ναυσὶ πρὸς Ῥωμαίων ἑκατὸν εἴκοσι. Τῶν δὲ ἀναβοησάντων καὶ κελευσάντων, Τοιγαροῦν, ἔφη, νεναυμάχηκε καὶ ἡττήμεθα. Ἐκεῖνος δὲ ὑμῶν προσταξάντων ἀπολέλυται τῆς αἰτίας. Ὁ μὲν οὖν Ἀννίβας εἰδὼς τοὺς πολίτας ἐκ τῶν ἀποτελεσμάτων συκοφαντοῦντας τοὺς στρατηγούς, τοιούτῳ τρόπῳ τὰς ἐσομένας κατηγορίας ὑπεξείλατο. [2] Διαβεβλημένοι γὰρ ἐν τοῖς πρότερον κινδύνοις ὡς ἂν τῶν ἐλαττωμάτων αἴτιοι γεγονότες ἔσπευδον διὰ ταύτης τῆς ναυμαχίας ἀνακτήσασθαι τὰς περὶ τούτων διαβολάς. 11 [1] Οὐδὲν δ' οὕτω καταπλήττεται τὰς ψυχὰς τὸ ἡττηθῆναι ὡς τοῖς Καρχηδονίοις. Δυνάμενοι γὰρ ῥᾳδίως διαφθεῖραι τὴν ναυτικὴν δύναμιν τῶν πολεμίων περὶ τὸν κατάπλουν οὐδὲ ἐπεχείρησαν τούτους ἀμύνασθαι. Τριάκοντα γὰρ ναυσὶ τῶν Ῥωμαίων προσφερομένων τῇ χώρᾳ καὶ μήτε τάξεως μήτε συστήματος ἁδροῦ γενομένου τοῦ τε πνεύματος βιαιότερον ἐγκειμένου, χωρὶς κινδύνου παρῆν αἱρεῖν αὔτανδρα τὰ σκάφη. Εἰ μὲν οὖν καταβάντες εἰς τὸ πεδίον ἐξ ἴσου παρετάξαντο καὶ πᾶσι τοῖς μέρεσι τῆς δυνάμεως ἐνεργῶς ἐχρήσαντο, ῥᾳδίως ἂν περιεγένοντο τῶν πολεμίων· νῦν δὲ πρὸς αὐτὴν μόνον ἀποβλέψαντες τὴν ἐρυμνότητα τοῦ λόφου, καὶ τῶν χρησίμων τὰ μὲν διὰ τὴν εὐλάβειαν προέμενοι τὰ δὲ διὰ τὴν ἀπειρίαν διαγνοήσαντες, τοῖς ὅλοις ἔπταισαν. 12 [1] Ὅτι ἐν ἀθυμίᾳ πολλῇ ὄντων τῶν Καρχηδονίων τρεῖς ἄνδρας ἡ γερουσία τῶν ἐπιφανεστάτων ἀπέστειλε πρεσβευτὰς πρὸς τὸν Ἀτίλιον περὶ εἰρήνης. Τούτων δὲ Ἄννων ὁ Ἀμίλκου πρῶτος ὢν τῇ δόξῃ, διαλεχθεὶς τοὺς ἁρμόζοντας λόγους τῷ καιρῷ, παρεκάλει τὸν ὕπατον μετρίως αὐτοῖς χρήσασθαι καὶ τῆς Ῥώμης ἀξίως. Ὁ δὲ Ἀτίλιος μεμετεωρισμένος τοῖς εὐημερήμασιν καὶ τύχης ἀνθρωπίνης οὐδεμίαν ἔννοιαν λαμβάνων τηλικαῦτα καὶ τοιαῦτα προσέταττεν ὥστε τὴν συντεθειμένην εἰρήνην ὑπ' αὐτοῦ μηδὲν διαφέρειν δουλείας. Ἐφ' οἷς ὁρῶν τοὺς πρεσβευτὰς ἀγανακτοῦντας ἔφησεν αὐτοὺς δεῖν τοὐναντίον χάριν ἔχειν ἐπὶ τούτοις· μὴ δυναμένων γὰρ αὐτῶν μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν ὑπὲρ τῆς ἐλευθερίας ἀντιτάξασθαι, πᾶν τὸ συγχωρούμενον ὑφ' ἑαυτοῦ λαμβάνειν ἐν δωρεᾷ. Τῶν δὲ περὶ τὸν Ἄννωνα παρρησιαζομένων πρὸς 'αὐτόν, ὑπερηφάνως ἀπειλήσας προσέταξεν ἀπιέναι τὴν ταχίστην, ἐπιφθεγξάμενος ὅτι δεῖ τοὺς ἀγαθοὺς ἢ νικᾶν ἢ εἴκειν τοῖς ὑπερέχουσιν. Ὁ μὲν οὖν ὕπατος οὔτε τὸ τῆς πατρίδος ἔθος ἐν τοῖς τοιούτοις μιμησάμενος οὔτε τὴν ἐκ θεοῦ νέμεσιν εὐλαβηθεὶς συντόμως τῆς ὑπερηφανίας ἀξίᾳ περιέπεσε τιμωρίᾳ. 13 [1] Πάντες μὲν οὖν ἄνθρωποι κατὰ τὰς ἀτυχίας μᾶλλον εἰώθασι τοῦ δαιμονίου μνημονεύειν, καὶ πολλάκις ἐν ταῖς εὐημερίαις καὶ εὐπραξίαις ὡς μύθων πεπλασμένων τῶν θεῶν καταφρονοῦντες κατὰ τὰς ἐλαττώσεις ἀνατρέχουσιν ἐπὶ τὴν φυσικὴν εὐλάβειαν. Μάλιστα δὲ οἱ Καρχηδόνιοι διὰ τὸ μέγεθος τῶν ἐπηρτημένων φόβων ἀναζητοῦντες τὰς ἐκ τῶν πολλῶν χρόνων παραλελειμμένας θυσίας ἐπολυπλασίαζον τὰς εἰς τὸ θεῖον τιμάς. 14 [1] Ὅτι ὁ Ξάνθιππος ὁ Σπαρτιάτης συνεβούλευε τοῖς στρατηγοῖς προάγειν ἐπὶ τοὺς πολεμίους· καὶ ταῦτα ἔφησεν αὐτοῖς λέγειν οὐχ ἵνα ἐκείνους παροξύνας καὶ παρακαλέσας αὐτὸς ἐκτὸς ᾖ τῶν κινδύνων, ἀλλ' ὅπως εἰδῶσιν ὅτι πέπεισται ταῦτα ποιούντων αὐτῶν ῥᾳδίως προτερήσειν, αὐτός τε καθηγήσεσθαι τῆς μάχης καὶ πρῶτος ἐν τοῖς κινδύνοις ἀνδραγαθήσειν. [2] Ὅτι Ξανθίππου κατὰ τὸν πόλεμον τοῦ Σπαρτιάτου παριππεύοντος καὶ τοὺς πεφευγότας πεζοὺς ἀναστρέφοντος, εἰπόντος δέ τινος ὅτι ῥᾳδίως ἐφ' ἵππου καθήμενος τοὺς ἄλλους εἰς τὸν κίνδυνον παρακαλεῖ, παραχρῆμα καθαλόμενος τὸν μὲν ἵππον τῶν παίδων τινὶ παρέδωκεν, αὐτὸς δὲ πεζῇ παριὼν ἐδεῖτο μὴ γενέσθαι τῆς ἥττης καὶ τῆς ἀπωλείας αἰτίους ἅπαντος τοῦ στρατοπέδου. 15 [1] Ἡμεῖς δὲ τῆς ἱστορίας οἰκεῖον ὑπολαμβάνομεν εἶναι τὸ μὴ παραλιπεῖν ἀνεπισημάντους τὰς τῶν ἡγεμόνων προαιρέσεις ἐπ' ἀμφότερα. Τῇ μὲν γὰρ τῶν ἡμαρτημένων κατηγορίᾳ διορθοῦσθαι συμβαίνει τοὺς ἐπὶ τὴν ὁμοίαν καταφερομένους ἄγνοιαν, τῇ δὲ ἐπὶ τῶν ἀγαθῶν ἐπιτηδευμάτων εὐφημίᾳ προτρέπεσθαι πολλῶν τὰς ψυχὰς πρὸς ἀρετήν. Τίς οὖν οὐκ ἂν δικαίως μέμψαιτο τὴν ἀφροσύνην καὶ τὴν ὑπερηφανίαν τὴν Ἀτιλίου; Τὴν γὰρ εὐτυχίαν ὥσπερ βαρὺ φορτίον ἐνεγκεῖν ἐπι δεξίως οὐ δυνηθεὶς ἑαυτὸν μὲν ἀπεστέρησε τῆς μεγίστης δόξης, τὴν δὲ πατρίδα μεγάλοις περιέβαλε συμπτώμασι. [2] Δυνάμενος γὰρ θέσθαι τὴν εἰρήνην συμφέρουσαν μὲν τῇ Ῥώμῃ, ταπεινὴν δὲ καὶ παντελῶς αἰσχρὰν τῇ Καρχηδόνι, πρὸς δὲ τούτοις ἀπενέγκασθαι παρὰ πᾶσιν ἀνθρώποις αἰώνιον μνήμην ἡμερότητος καὶ φιλανθρωπίας, τούτων μὲν οὐδ' ὁντινοῦν ἐποιήσατο λόγον, τοῖς δὲ τῶν ἠτυχηκότων πταίσμασιν ὑπερηφάνως προσενεχθείς, τηλικαῦτα καὶ τοιαῦτα προσέταττεν ὥστε τὸ μὲν δαιμόνιον νεμεσῆσαι, τοὺς δὲ ἡττημένους διὰ τὴν ὑπερβολὴν τῆς ἐκείνου βαρύτητος ἐπαναγκάσαι τραπέσθαι πρὸς ἀλκήν. [3] Τοιγαροῦν εὐθὺς τηλικαύτη τῶν πραγμάτων ἐγένετο παλίρροια δι' ἐκεῖνον ὥστε τοὺς μὲν Καρχηδονίους τοὺς διὰ τὴν ἧτταν καὶ τὴν κατάπληξιν ἀπεγνωκότας τὸ πρότερον τὴν σωτηρίαν, ἐκ μεταβολῆς τότε θαρσήσαντας κατακόψαι τὴν τῶν πολεμίων δύναμιν, τὸ δὲ σύνολον τηλικαύτῃ πληγῇ καὶ συμφορᾷ περιπεσεῖν τὴν Ῥώμην ὥστε τοὺς ἐν τῷ πεζομαχεῖν ἁπάντων ἀνθρώπων δοκοῦντας πρωτεύειν μηκέτι τολμᾶν ἐκ τοῦ προχείρου συγκαταβαίνειν εἰς παράταξιν. [4] Διὸ καὶ συνέβη τὸν πόλεμον μακρότατον μὲν γενέσθαι τῶν μνημονευομένων, τοὺς δὲ ἀγῶνας μεταπεσεῖν εἰς ναυμαχίας, ἐν αἷς τῶν Ῥωμαίων καὶ τῶν συμμάχων διεφθάρησαν ναῦς παμπληθεῖς, ἄνδρες δ' οὐκ ἐλάττους τῶν δέκα μυριάδων σὺν τοῖς ἐν ταῖς ναυαγίαις ἀπολομένοις· χρημάτων δὲ ἐδαπανήθη τοσοῦτος ἀριθμὸς ὅσον εἰκός ἐστιν ἀναλῶσαι τοὺς στόλους μὲν πληροῦντας ἐκ τοσούτων νηῶν συνεστηκότας, διαπολεμήσαντας δὲ ἀπὸ τούτων τῶν χρόνων ἔτη πεντεκαίδεκα. Οὐ μὴν ὅ γε τούτων αἴτιος ἐλαχίστην μερίδα τῆς συμφορᾶς ἀπηνέγκατο. Τῆς γὰρ προυυπαρχούσης αὐτῷ δόξης πολλαπλασίαν τὴν ἀτιμίαν καὶ τὴν αἰσχύνην ἠλλάξατο, τοῖς δὲ ἰδίοις συμπτώμασι τοὺς ἄλλους ἐδίδαξε μέτρια φρονεῖν ἐν ταῖς ἐξουσίαις, τὸ δὲ μέγιστον, ὧν ὑπερηφάνησε τὴν ἀτυχίαν, τούτων ἠναγκάσθη τὴν ὕβριν καὶ τὴν ἐξουσίαν φέρειν, προαφῃρημένος ἑαυτοῦ τὴν συγγνώμην καὶ τὸν συγκεχωρημένον τοῖς ἐπταικόσιν ἔλεον. [5] Ξάνθιππος δὲ τῇ καθ' ἑαυτὸν ἀρετῇ τοὺς Καρχηδονίους οὐ μόνον ἐξ αὐτῶν τῶν δεινῶν ἐξήρπασεν, ἀλλὰ καὶ τὸν ἅπαντα πόλεμον εἰς τοὐναντίον περιέστησε. Τοὺς μὲν γὰρ ἅπασι κρατοῦντας τοῖς ὅλοις ἠλάττωσε, τοὺς δὲ διὰ τῆς ἥττης προσδοκῶντας τὴν ἀπώλειαν τῷ μεγέθει τοῦ προτερήματος ἐποίησε καταφρονῆσαι τῶν πολεμίων. Διὸ καὶ τῆς τῶν πραχθέντων ἐπιφανείας εἰς ἅπασαν σχεδὸν τὴν οἰκουμένην διαδοθείσης, ἕκαστος ἐθαύμαζε τὴν τἀνδρὸς ἀρετὴν εἰκότως· παράδοξον γὰρ ἐφαίνετο πᾶσιν εἰ προσγενομένου τοῖς Καρχηδονίοις ἑνὸς μόνου ἀνδρός, τηλικαύτη τῶν ὅλων ἐγένετο μεταβολὴ ὥστε τοὺς μὲν εἰς πολιορκίαν ἄρτι συγκεκλεισμένους ἐκ μεταβολῆς τοὺς ἐναντίους πολιορκεῖν, τοὺς δὲ πρότερον γῆς καὶ θαλάττης δι' ἀνδρείαν κρατοῦντας ἐν πόλει μικρᾷ συμπεφευγότας προσδέχεσθαι τὴν ἅλωσιν. Οὐδὲν δὲ θαυμαστὸν εἰ στρατηγοῦ σύνεσις καὶ πραγμάτων ἐμπειρία τῶν ἀδυνάτων δοκούντων εἶναι περιεγένετο. Πάντα γὰρ τῇ συνέσει βάσιμα καὶ δυνατὰ γίνεται τῆς τέχνης ἐν πᾶσι χειρουμένης τὴν βίαν. [7] Τῶν δὲ Ῥωμαίων ἐν Λιβύῃ διαβάντων μεγάλῃ δυνάμει σὺν Ἀττιλίῳ ὑπάτῳ, τὸ μὲν πρῶτον Καρχηδονίους ἐνίκησαν, καὶ πόλεις καὶ φρούρια εἷλον πολλὰ καὶ δύναμιν πολλὴν κατέκοψαν. Ὕστερον δὲ Ξανθίππου Σπαρτιάτου στρατηγοῦ μισθοφόρου ἐλθόντος ἀφ' Ἑλλάδος, ἐνίκησαν κατὰ κράτος Καρχηδόνιοι Ῥωμαίους καὶ κατέκοψαν μεγάλην δύναμιν. Ἔκτοτε ναυμαχίαι ἐγένοντο καὶ πολλῶν σκαφῶν καὶ ἀνδρῶν ἀπώλεια Ῥωμαίοις ἐγένοντο, ὡς εἶναι τὸν τῶν ἀπολωλότων ἀριθμὸν δέκα μυριάδας. [10] Οὐδὲν γὰρ θαυμαστὸν εἰ στρατηγοῦ σύνεσις καὶ πραγμάτων ἐμπειρία τῶν ἀδυνάτων δοκούντων περιεγένοντο. πάντα γὰρ τῇ συνέσει βάσιμα καὶ δυνατὰ γίνεται τῆς τέχνης ἐν πᾶσι χειρουμένης τὴν βίαν. [11] Καθάπερ γὰρ τὸ σῶμα τῆς ψυχῆς ἐστι δοῦλον, οὕτως αἱ μεγάλαι δυνάμεις τῇ τῶν ἡγεμόνων ὑπείκουσι φρονήσει. [12] Τοῦ πρὸς τὸ συμφέρον βουλευτηρίου πάντα κατισχύοντος... 16 [1] Ῥηγούλῳ τῷ Ῥωμαίῳ δὲ Μάρκῳ τῷ στρατηλάτῃ κατασχεθέντι Σικελοῖς μάθε τὸ τέλος οἷον. τὰ βλέφαρα τῶν ὀφθαλμῶν μαχαίρᾳ συντεμόντες ἠνεῳγμένους εἴασαν τοὺς ὀφθαλμοὺς ἐκείνου. μικρᾷ δὲ τοῦτον εἴρξαντες καλύβῃ στενωτάτῃ, ἄγριον ἐξοιστρήσαντες ἐλέφαντα θηρίον, ἐκίνουν τοῦτον καθ' αὑτοῦ συγκατασπᾶν καὶ ξέειν. οὕτω ποινηλατούμενος ὁ στρατηγὸς ὁ μέγας τὸν βίον ἐξαπέπνευσεν ἠθλιωμένῳ τέλει. τοῖς Σικελοῖς καὶ Ξάνθιππος ὁ Σπαρτιάτης θνήσκει. περὶ γὰρ τὸ Λιλύβαιον τῶν Σικελῶν τὴν πόλιν Ῥωμαίοις τε καὶ Σικελοῖς πόλεμος ἐκροτεῖτο, πρὸς εἴκοσι καὶ τέσσαρας τοὺς χρόνους ἐξαρκέσας. οἱ Σικελοὶ ταῖς μάχαις δὲ πολλάκις ἡττημένοι Ῥωμαίοις ἐνεχείριζον τὴν πόλιν εἰς δουλείαν. τῶν δὲ Ῥωμαίων μηδαμῶς μηδ' οὕτω πειθομένων, ἀλλὰ γυμνοὺς τοὺς Σικελοὺς λεγόντων ἐξιέναι, ὁ Σπαρτιάτης Ξάνθιππος ἐλθὼν ἀπὸ τῆς Σπάρτης σὺν στρατιώταις ἑκατόν, ἢ μόνος καθ' ἑτέρους, κατ' ἄλλους δὲ πεντήκοντα τοὺς στρατιώτας ἔχων, καὶ προσβαλὼν τοῖς Σικελοῖς, οὖσιν ἐγκεκλεισμένοις, δι' ἑρμηνέως τε αὐτοῖς πολλὰ συνομιλήσας, τέλος θαρρύνει κατ' ἐχθρῶν· καὶ συναράξας μάχῃ ἅπαν Ῥωμαίων στράτευμα σὺν τούτοις κατακόπτει. τοῖς εὐηργετημένοις δὲ τὴν ἀμοιβὴν λαμβάνει ἀξίαν καὶ κατάλληλον τῆς τούτων σαθρῷ τὸν ἄνδρα γὰρ οἱ μιαροὶ βαλόντες ὑπὸ στροφαῖς βυθίζουσι πελάγει τοῦ Ἀδρίου βασκήναντες τὸν ἥρωα καὶ τούτου τὸ γενναῖον. τῆς ἱστορίας μέμνηται τῆσδε καὶ τῆς Ῥηγούλου ὁ Σικελὸς Διόδωρος. 17 [1] Φίλιστος δὲ ἱστορικὸς ἦν. 18 [1] Οἱ δὲ Ῥωμαῖοι εἰς τὴν Λιβύην διαπεράσαντες καὶ τὸν πόλεμον μετὰ τῶν Καρχηδονίων νεῶν ποιήσαντες, καὶ νικήσαντες καὶ ναῦς εἴκοσι τέσσαρας παραλαβόντες Καρχηδονίας, τοὺς ἀπὸ τοῦ πεζικοῦ πολέμου διασωθέντας Ῥωμαίους ἀναλαβόντες καὶ πρὸς Σικελίαν διαπερῶντες ἐγγὺς τῆς Καμαρίνας ἐκινδύνευσαν, καὶ ἀπώλεσαν μακρὰς ναῦς τριακοσίας τεσσαράκοντα, ἱππαγωγοὺς δὲ καὶ πλοῖα ἕτερα τριακόσια· ἀπὸ δὲ Καμαρίνης ἕως Παχύνου τὰ σώματα καὶ τὰ ἄλογα καὶ τὰ ναυάγια ἔκειντο. Τοὺς δὲ διασωθέντας Ἱέρων φιλανθρώπως παραλαβών, ἐσθῆτι καὶ τροφῇ καὶ τῇ λοιπῇ χρείᾳ ἀναπαύσας ἕως Μεσσήνης διέσωσε. [2] Καρθάλων μὲν ὁ Καρχηδόνιος μετὰ τὴν ναυαγίαν τῶν Ῥωμαίων πολιορκήσας Ἀκράγαντα ταύτην εἷλε, καὶ τὴν μὲν πόλιν ἐνέπρησε, τὰ δὲ τείχη καθεῖλεν. Οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ Ὀλύμπιον. [3] Οἱ δὲ Ῥωμαῖοι ἕτερον στόλον μετὰ τὸ ναυάγιον ναυπηγήσαντες, καὶ διακοσίαις πεντήκοντα ναυσὶν εἰς τὸ Κεφαλοίδιον ἐλθόντες, τοῦτο διὰ προδοσίαν παρέλαβον. Ἐπὶ δὲ τὰ Δρέπανα ἐλθόντες καὶ πολιορκήσαντες, τοῦ Καρθάλωνος βοηθοῦντος, ἐξέπεσον καὶ ἦλθον εἰς τὴν Πάνορμον. [4] Καθορμισθέντες ἐν τῷ λιμένι πλησίον τῶν τειχῶν καὶ τὴν δύναμιν ἐκβιβά σαντες, ἐχαράκουν καὶ ἐτάφρευον τὴν πόλιν· καταδένδρου γὰρ τῆς χώρας μέχρι τῶν πυλῶν οὔσης, ἀπὸ θαλάσσης εἰς θάλασσαν τὰ χώματα ἐχαρακώθησαν καὶ ἐταφρεύθησαν. Εἶτα Ῥωμαῖοι συνεχεῖς προσβολὰς ποιούμενοι ταῖς μηχαναῖς κατέβαλον τὸ τεῖχος, καὶ τῆς ἐκτὸς πόλεως κυριεύσαντες πολλοὺς ἀνεῖλον· οἱ δὲ ἄλλοι ἔφυγον εἰς τὴν ἀρχαίαν πόλιν, καὶ πέμψαντες πρέσβεις πρὸς τοὺς ὑπάτους ἠξίουν τοῖς σώμασι ἀσφάλειαν. [5] Τῶν δὲ συμφωνούντων δύο μνᾶς τῷ σώματι διδόντας ἐλευθέρους εἶναι, παρέλαβον τὴν πόλιν οἱ Ῥωμαῖοι, καὶ μύρια τετρακισχίλια σώματα τιμῆς συνεχωρήθη τῷ εὑρεθέντι ἀργυρίῳ καὶ ἀπελύθη. Τοὺς δὲ λοιπούς, μυρίους τρισχιλίους ὄντας, καὶ τὴν ἄλλην ἀποσκευὴν ἐλαφυροπώλησαν. Ἰαιτῖνοι δὲ ἐκβαλόντες τὴν τῶν Φοινίκων φρουρὰν τὴν πόλιν Ῥωμαίοις ἔδωκαν. Παραπλησίως δὲ τούτοις ἐποίησαν Σολουντῖνοι καὶ Πετρῖνοι καὶ Ἠνατταρῖνοι καὶ Τυνδαρῖται. Οἱ δὲ ὕπατοι φρουρὰν ἐν Πανόρμῳ λιπόντες ἀπῆλθον εἰς Μεσσήνην. 19 [1] Τοῦ δὲ ἐπιγενομένου ἔτους πλεύσαντες οἱ Ῥωμαῖοι δεύτερον εἰς Λιβύην, καὶ τῶν Καρχηδονίων μὴ ἐασάντων αὐτοὺς ὁρμῆσαι, ὑποστρέφοντες ἦλθον εἰς Πάνορμον. Ἐκεῖθεν ἀπάραντες εἰς Ῥώμην δεύτερον ἐναυάγησαν χειμῶνος αὐτοὺς καταλαβόντος, καὶ ἀπώλεσαν ναῦς μακρὰς ἑκατὸν πεντήκοντα καὶ τὴν ἄλλην ἅπασαν τῶν ἱππαγωγῶν καὶ λαφύρων. ... Τοῦ δὲ Θερμῶν πυλωροῦ περὶ τὰ ἔξω γενομένου εἰς ἀναγκαίας χρείας, ὑπὸ τοῦ Ῥωμαίων στρατοῦ συνελήφθη· καὶ ἐπρέσβευσε πρὸς τὸν ἄρχοντα, ὅτι ἐὰν ἀπολύσῃ αὐτὸν ἀνοίξειν αὐτῷ τὴν πύλην τῆς πόλεως νυκτός. Τοῦ δὲ ἀπολύσαντος, καὶ συνθεμένου καιρόν, ἀπέστειλεν ὁ ἄρχων χιλίους νυκτός. Καὶ φθάσαντες, ὁ μὲν κατὰ τὴν ὡρισμένην ἤνοιξε πύλην· τὴν δὲ οἱ πρώτιστοι καὶ ἐπιφανεῖς εἰσῆλθον, καὶ εἶπον τῷ πυλωρῷ κλεῖσαι καὶ μηδένα ἄλλον ἐᾶσαι εἰσελθεῖν, θέλοντες μόνως τὸν πλοῦτον τῆς πόλεως ἆραι. Οὗτοι πάντες κατεκόπησαν, ἄξιον τῆς πλεονεξίας θάνατον ὑπομείναντες. 20 [1] Ἐν ἄλλῳ δὲ καιρῷ τὰς Θέρμας καὶ τὴν Λιπάραν Ῥωμαῖοι παρέλαβον ἄμφω. Πολιορκήσαντες δὲ Ῥωμαῖοι καὶ Ἑρκτὴν φρούριον μυριάσι τέσσαρσι καὶ χιλίοις ἱππεῦσιν ἑλεῖν οὐκ ἴσχυσαν. 21 [1] Ἀσδρούβας δὲ ὁ στρατηγὸς τῶν Καρχηδονίων βλασφημούμενος ὑπὸ τῶν ἰδίων διὰ τὸ μὴ πολεμεῖν, ἀναζεύξας μετὰ πάσης δυνάμεως διὰ τῆς Σελινουντίας δυσχωρίας ἦλθεν εἰς τὸ Πάνορμον. Καὶ διαβιβάσας τὸν ποταμὸν τὸν σύνεγγυς, περὶ τὰ τείχη ἐστρατοπέδευσε, μήτε χαράκωμα μήτε τάφρον τάξας διὰ τὸ καταφρονεῖν. Πάλιν δὲ καὶ τῶν ἐμπόρων πολὺν οἶνον ἐπιφερομένων, οἱ Κέλται μεθυσθέντες καὶ κραυγῆς καὶ ἀταξίας πληρούμενοι, ἐπιπεσόντος Καικιλίου τοῦ ὑπάτου αὐτοῖς κατὰ κράτος, αὐτοὺς νικήσας καὶ τῶν ἐλεφάντων ἑξήκοντα κρατήσας, εἰς Ῥώμην ἀπέστειλε. Καὶ θαῦμα Ῥωμαῖοι ἔσχον. 22 [1] Ὅτι Ἀμίλκας ὁ Βάρκας καλούμενος ὁ Καρχηδόνιος καὶ Ἀννίβας ὁ υἱὸς αὐτοῦ μέγιστοι στρατηγοὶ Καρχηδονίων οὐ μόνον ὄντες τῶν προτέρων, ἀλλὰ καὶ τῶν μεταγενεστέρων ὁμολογουμένως οὗτοι διελήφθησαν, καὶ ταῖς ἰδίαις πράξεσιν ηὔξησαν μάλιστα τὴν πατρίδα.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:58 - flow version _RPTC_G1.3