Biblioteca Storica libro 38 e libro 39

Biblioteca Storica libro 38 e libro 39 di Diodoro Siculo

[1] Ὅτι ἀπεστάλησαν πρεσβευταὶ πρὸς τὸν Κίνναν Ῥωμαίων περὶ συλλύσεως· οἷς ἀπόκρισιν ἔδωκεν ὡς ὕπατος ἐξεληλυθὼς οὐ προσεδέξατο τὴν ἐπάνοδον ἐν ἰδιώτου σχήματι ποιήσασθαι. [2] E Ὅτι ὕστερον τοῦ Μετέλλου μεθ' ἧς εἶχε δυνάμεως πλησιάσαντος τῇ τοῦ Κίννα παρεμβολῇ καὶ συνελθόντος εἰς λόγους, συνεφώνησεν ὥστε στρατηγὸν εἶναι τὸν Κίνναν, καὶ πρῶτος ὁ Μέτελλος ὠνόμασε στρατηγόν. ἀμφότεροι δὲ ἐπὶ τοῖς πραχθεῖσι κατηγορίας ἠξιώθησαν. ὁ μὲν γὰρ Μάριος κατὰ πρόσωπον γενόμενος ἔφησε δεῖν σχεδὸν ἤδη νενικηκότα μὴ καταλύειν τὴν δεδομένην αὐτοῖς ὑπὸ θεοῦ ἐξουσίαν· ὁ δὲ Μέτελλος ὡς ἀνέκαμψεν, εἰς μεγάλην ἦλθε διάστασιν πρὸς τὸν Ὀκτάουιον, οἷον προδότης ὢν τῶν τε ὑπάτων καὶ τῆς πατρίδος. 2 ὁ δὲ Ὀκτάουιος οὐδενὶ τρόπῳ συγχωρήσειν ἑαυτὸν ἔφη καὶ τὴν Ῥώμην ὑπὸ τὴν Κίννου δεσποτείαν. καὶ γὰρ ἂν πάντες αὐτὸν καταλίπωσιν, ὅμως ἑαυτὸν διατηρήσειν ἄξιον τῆς ἡγεμονίας καὶ μετὰ τῶν τὰ αὐτὰ φρονούντων ...· ἐὰν δὲ ἀπογνῷ πάσας τὰς ἐλπίδας, ὑφάψειν μὲν τὴν ἰδίαν οἰκίαν, συγκατακαύσειν δὲ αὑτὸν μετὰ τῆς οἰκείας οὐσίας καὶ τὸν μετ' ἐλευθερίας θάνατον εὐγενῶς ἀναδέξεσθαι. [3] {Const_2} E Ὅτι Μερόλας ὁ αἱρεθεὶς ὕπατος εἰς τὸν τοῦ Κίννα τόπον μετὰ τὸ σύνθεσιν ποιήσασθαι τὸ μὴ περαίτερον ὑπατεῦσαι ἔδοξε πρᾶξιν ἀγαθοῦ σφόδρα πολίτου πρᾶξαι. ἔν τε γὰρ τῷ συνεδρίῳ καὶ τῷ δήμῳ διαλεγόμενος περὶ τῶν κοινῇ συμφερόντων, ἀρχηγὸς ἐπηγγείλατο γενέσθαι τῆς ὁμονοίας· ἄκων γὰρ ᾑρημένος ὕπατος ἑκουσίως ἔφη παραχωρήσειν τῷ Κίννᾳ τῆς ἀρχῆς, καὶ παραχρῆμα ἰδιώτης ἐγένετο. ἡ δὲ σύγκλητος ἐξέπεμψε πρεσβευτὰς τοὺς ποιησομένους τὰς συνθήκας καὶ τὸν Κίνναν ὕπατον εἰσάξοντας εἰς τὴν πόλιν. [4] {Photius} E Ὅτι οἱ περὶ τὸν Κίνναν καὶ Μάριον συνεδρεύσαντες μετὰ τῶν ἐπιφανεστάτων ἡγεμόνων ἐβουλεύοντο ὅπως βεβαίως καταστήσωσι τὴν εἰρήνην· τέλος ἔδοξεν αὐτοῖς τοὺς ἐπιφανεστάτους τῶν ἐχθρῶν καὶ δυναμένους ἀμφισβητῆσαι πραγμάτων πάντας ἀποκτεῖναι, ὅπως καθαρᾶς γενομένης τῆς ἰδίας αἱρέσεως καὶ μερίδος ἀδεῶς τὸ λοιπὸν καὶ ὡς ἂν βούλωνται μετὰ τῶν φίλων διοικῶσι τὰ κατὰ τὴν ἡγεμονίαν. 2 εὐθὺς οὖν τῶν μὲν γεγενημένων συνθέσεων καὶ πίστεων ἠμέλησαν, σφαγαὶ δὲ τῶν καταψηφισθέντων αὐτοῖς ἄκριτοι καὶ πανταχοῦ ἐγίνοντο. Κόιντος δὲ Λουτάτιος ὁ Κάτλος, τεθριαμβευκὼς μὲν ἐπισήμως ἀπὸ Κίμβρων, ἀγαπώμενος δὲ ὑπὸ τῶν πολιτῶν περιττότερον, ὑπό τινος δημάρχου κατηγορίας ἐτύγχανεν ἐν τῷ δήμῳ θανάτου. 3 φοβούμενος δὲ τὸν ἐκ τῆς συκοφαντίας κίνδυνον ἧκεν εἰς τὸν Μάριον, δεόμενος τυχεῖν βοηθείας. ὁ δὲ τὸ μὲν ἔμπροσθεν ἐγεγόνει φίλος, τότε δ' ἔκ τινος ὑποψίας ἀλλοτρίως ἔχων πρὸς αὐτὸν τοῦτο μόνον ἀπεκρίθη, Θανεῖν δεῖ. καὶ ὁ Κάτλος ἀπογνοὺς μὲν τὰς τῆς σωτηρίας ἐλπίδας, σπεύδων δὲ χωρὶς ὕβρεως καταστρέψαι τὸν βίον, ἑαυτὸν τοῦ ζῆν μετέστησεν ἰδίῳ τινὶ καὶ παρηλλαγμένῳ τρόπῳ· συγκλείσας ἑαυτὸν εἰς οἶκον νεόχριστον καὶ τὴν ἐκ τῆς κονίας ἀναφορὰν πυρὶ καὶ καπνῷ συναυξήσας τῇ τῆς ἀναπνοῆς φθορᾷ περιπνιγὴς γενόμενος μετήλλαξεν. [5] E See: Suda_S.1337 . [6] {Const_4} E Ὅτι ἐπὶ ταῖς τῶν πολιτῶν σφαγαῖς καὶ ταῖς ὑπὲρ ἄνθρωπον παρανομίαις ταχέως ἐκ θεῶν τις Κίννᾳ καὶ Μαρίῳ ἠκολούθησε νέμεσις. Σύλλας γάρ, εἷς ἐκ τῶν ἐχθρῶν ὑπολειφθείς, περὶ τὴν Βοιωτίαν τὰς Μιθριδάτου δυνάμεις κατακόψας καὶ τὰς Ἀθήνας ἐκπολιορκήσας, εἶτα Μιθριδάτην σύμμαχον ποιησάμενος καὶ παραλαβὼν αὐτοῦ τὸν στόλον ἐπανῆλθεν εἰς τὴν Ἰταλίαν. ἐν ἀκαρεῖ δὲ χρόνῳ κατακόψας τὰς περὶ Κίνναν καὶ Μάριον δυνάμεις κύριος ἐγένετο πάσης Ῥώμης καὶ Ἰταλίας, καὶ πάντας τοὺς μετὰ Κίννα μιαιφονήσαντας ἀπέσφαξεν, καὶ τὴν Μαριανὴν συγγένειαν ἐκ βάθρων ἦρε. διὸ καὶ πολλοὶ τῶν μετρίων ἀνδρῶν τὴν τῶν προκαταρξάντων τῆς μιαιφονίας τιμωρίαν εἰς τὴν τῶν θεῶν πρόνοιαν ἀνέπεμπον· κάλλιστον γὰρ παράδειγμα τοῖς ἀσεβῆ βίον αἱρουμένοις πρὸς διόρθωσιν κακίας ἀπελέλειπτο. [7] {Const_2} E Ὅτι ὁ Σύλλας χρημάτων ἀπορούμενος ἐπέβαλε τὰς χεῖρας τρισὶν ἱεροῖς, ἐν οἷς ἀναθημάτων ἀργυρῶν τε καὶ χρυσῶν πλῆθος ἦν, ἐν μὲν Δελφοῖς τῷ Ἀπόλλωνι καθιερωμένα, ἐν Ἐπιδαύρῳ δὲ τῷ Ἀσκληπιῷ, ἐν Ὀλυμπίᾳ δὲ τῷ Διί. πλεῖστα δὲ ἔλαβεν ἐξ Ὀλυμπίας διὰ τὸ μεμενηκέναι τὸ ἱερὸν τοῦτο ἄσυλον ἐξ αἰῶνος· τῶν γὰρ ἐν Δελφοῖς χρημάτων Φωκεῖς τὰ πλεῖστα διεφόρησαν ἐν τῷ ἱερῷ κληθέντι πολέμῳ. ὁ δὲ Σύλλας πολὺν ἄργυρον καὶ χρυσόν, ἔτι δὲ τὴν ἄλλην πολυτελῆ κατασκευὴν ἀναλαβὼν ἤθροισε χρημάτων πλῆθος πρὸς τοὺς ἐν Ἰταλίᾳ προσδοκωμένους πολέμους. ἀδεισιδαιμόνως δὲ τῇ λήψει τῶν ἱερῶν χρημάτων προσενεχθεὶς χώραν ἀντὶ τούτων καθιέρωσε τοῖς θεοῖς εἰς τὰς κατ' ἔτος προσόδους. εὐτραπελευόμενος δὲ ἀπεφαίνετο κρατεῖν τῷ πολέμῳ πάντως διὰ τὸ τοὺς θεοὺς αὐτῷ συνεργεῖν, εἰσενηνοχότας χρημάτων πολύ τι πλῆθος αὐτῷ. [8] E Ὅτι Φιμβρίας κατὰ τὴν ὁδοιπορίαν πολὺ προέχων τοῖς διαστήμασι τοῦ Φλάκκου καιρὸν ἔσχε μεγάλοις ἐπιχειρῆσαι τολμήμασι· καὶ σπεύδων τοὺς στρατιώτας ἰδίους κατασκευάσασθαι ταῖς εὐνοίαις συνεχώρησεν αὐτοῖς τὴν χώραν τῶν συμμάχων ὡς πολεμίαν διαρπάζειν καὶ τοὺς περιτυχόντας ἐξανδραποδίζεσθαι. ἀσμένως δὲ προσδεξαμένων τῶν στρατιωτῶν τὴν συγχώρησιν, ἐν ὀλίγαις ἡμέραις περιεποιήσαντο χρημάτων πλῆθος. οἱ δὲ διαρπαγέντες ἀπήντησαν τῷ ὑπάτῳ καὶ περὶ τῶν καθ' αὑτοὺς ἀπωδύροντο. ὁ δὲ περιαλγὴς γενόμενος προσέταξεν ἀκολουθεῖν, ὅπως τὰ ἴδια κομίσωνται, αὐτὸς δὲ τῷ Φιμβρίᾳ διαπειλησάμενος προσέταξεν τὰ διαφορηθέντα τοῖς ἀπολωλεκόσιν ἀποκαταστῆσαι. ὁ δὲ τὴν πᾶσαν αἰτίαν ἐπὶ τοὺς στρατιώτας ἀνέπεμπεν, ὡς ἄνευ τῆς αὑτοῦ γνώμης πάντα πεπραχότας· τοῖς δὲ στρατιώταις κατ' ἰδίαν παρήγγειλεν μὴ προσέχειν τοῖς προστάγμασιν, ἀλλὰ τὰ διὰ τῶν ὅπλων κτηθέντα τῷ τοῦ πολέμου νόμῳ μὴ προέσθαι. τοῦ δὲ Φλάκκου μετὰ ἀνατάσεως προστάττοντος ἀποδιδόναι τὰ διηρπασμένα, τῶν δὲ στρατιωτῶν οὐ προσεχόντων, ταραχὴ καὶ στάσις κατεῖχε τὸ στράτευμα. 2 E Ὅτι ὁ Φιμβρίας διαβεβηκὼς τὸν Ἑλλήσποντον, τοὺς στρατιώτας πρὸς παρανομίαν καὶ ἁρπαγὴν παρορμήσας χρήματα τὰς πόλεις εἰσεπράττετο καὶ τοῖς στρατιώταις ταῦτα διένεμεν. οἱ δὲ εἰς ἀνυπεύθυνον ἐξουσίαν προαχθέντες καὶ διὰ τὴν ἐλπίδα τῆς ὠφελείας μετεωρισθέντες ὡς κοινὸν εὐεργέτην ἠγάπων. τὰς δὲ μὴ ὑπακουσάσας πόλεις ἐκπολιορκῶν εἰς διαρπαγὴν ἐχαρίζετο τοῖς στρατιώταις. καὶ Νικομήδειαν παρέδωκε τοῖς στρατιώταις εἰς διαρπαγήν. 3 E Ὅτι ὁ αὐτὸς καὶ εἰς Κύζικον παρελθὼν ὡς φίλος τοῖς μὲν εὐπορωτάτοις τῶν πολιτῶν ἐμέμφετο θανάτου καταιτιασάμενος· δύω δὲ εἰς κατάπληξιν καὶ φόβον τῶν ἄλλων καταδίκους ποιήσας καὶ ῥαβδίσας ἐπελέκισε. τὰς δὲ οὐσίας αὐτῶν ἀναλαβὼν καὶ τοῖς ἄλλοις διὰ τῶν προαπολωλότων μέγαν φόβον ἐπιστήσας ἠνάγκασε λύτρα τῆς σωτηρίας ὅλας τὰς ὑπάρξεις αὐτῷ προέσθαι. 4 {Const_4} E Ὅτι ὁ Φιμβρίας τὴν ἐπαρχίαν ἐν ὀλίγῳ χρόνῳ τοσούτοις περιέβαλεν ἀτυχήμασιν ὅσοις εἰκὸς ἦν περιβαλεῖν ἐξουσίαν τοῦ πράττειν ὃ βούλεται τηλικαύτῃ δυσσεβείᾳ περιπεποιημένον. τὴν γὰρ Φρυγίαν κατασύρων πρηστῆρος τρόπον ἐπὶ τῇ τῶν περιπεσόντων περιτροπῇ ἁπάσης πόλεως κατέσκηπτε. ὁ δὲ στερήσας ἑαυτὸν τοῦ ζῆν μιᾷ τελευτῇ πολλῶν θανάτων ἐχρεοκόπησεν ὀφειλήματα. [9] {Const_2} E Ὅτι Γνάιος Πομπήιος στρατιωτικὸν βίον ἑλόμενος ἐνεκαρτέρει ταῖς καθ' ἡμέραν κακοπαθείαις καὶ ταχὺ τὸ πρωτεῖον ἀπηνέγκατο τῆς ἐν τοῖς πολεμικοῖς ἔργοις ἀσκήσεως. πᾶσαν δὲ ῥᾳστώνην καὶ σχολὴν ἀποτριψάμενος διετέλει καὶ μεθ' ἡμέραν καὶ νύκτωρ ἀεί τι πράττων τῶν εἰς τὸν πόλεμον χρησίμων. διαίτῃ μὲν γὰρ ἐχρῆτο λιτῇ, λουτρῶν δὲ καὶ συμπεριφορᾶς τρυφὴν ἐχούσης ἀπείχετο. καὶ τὴν μὲν τροφὴν καθήμενος προσεφέρετο, πρὸς δὲ τὸν ὕπνον ἀπεμέριζε χρόνον ἐλάττονα τῆς ἐκ τῆς φύσεως ἀνάγκης· τὸν δὲ ἐν νυκτὶ πόνον παρεδίδου τῇ μεθ' ἡμέραν ἐπιμελείᾳ, ἐπαγρυπνῶν τοῖς τῆς στρατηγίας ἐντεύγμασι· διὰ δὲ τῆς συνήθους τῶν ἀπίστων μελέτης ἀθλητὴς ἐγένετο τῶν κατὰ πόλεμον ἀγώνων. τοιγαροῦν ὅσῳ χρόνῳ τις ἕτοιμον οὐκ ἂν παρέλαβε στράτευμα, πολὺ τάχιον οὗτος συνελέξατο καὶ διατάξας καθώπλισε. προσαγγελθεισῶν δὲ τῶν περὶ αὐτὸν πράξεων εἰς τὴν Ῥώμην, ἅπαντες οὐ τὴν ἀρετὴν ἀλλὰ τὴν ἡλικίαν αὐτοῦ λογιζόμενοι κατ' ἀρχὰς κατεφρόνησαν, ὡς τῶν προσαγγελλόντων κενῶς τὰ περὶ αὐτὸν τραγῳδούντων· ὡς δ' ἡ προσηγγελμένη φήμη διὰ τῶν ἀποτελεσμάτων ἀληθὴς ἐφάνη, ἡ σύγκλητος ἐξέπεμψεν Ἰούνιον, ὃν τρεψάμενος ἐνίκησεν. [10] {Const_4} E Ὅτι Γνάιος Πομπήιος καλὰς ἀμοιβὰς τῆς ἀρετῆς ἀπενεγκάμενος καὶ τοῦ πρωτείου τυχὼν διὰ τὴν ἀνδρείαν, ἀκολούθως τοῖς ὑπηργμένοις τὰ μετὰ ταῦτα ἔπραξε καὶ τὴν περὶ αὑτὸν αὔξησιν διὰ γραμμάτων ἐδήλωσε τῷ Σύλλᾳ. ὁ δ' ἐπὶ πολλῶν ἄλλων θαυμάσας τὸν νεανίσκον, τοῖς μετ' αὐτοῦ συγκλητικοῖς ἐπέπληττε παρονειδίζων ἅμα καὶ προκαλούμενος πρὸς τὸν ὅμοιον ζῆλον· θαυμάζειν γὰρ ἔφησεν εἰ νέος μὲν παντελῶς τηλικοῦτον στράτευμα τῶν πολεμίων ἀφήρπακεν, οἱ δὲ τῇ τε ἡλικίᾳ καὶ τοῖς ἀξιώμασι πολὺ προέχοντες οὐδὲ τοὺς ἰδίους οἰκέτας εἰς συμμαχίαν γνησίαν δεδύνηνται παρέχεσθαι. [11] E Ὅτι τὸν Ἀδριανὸν τὸν στρατηγὸν τῆς Ἰτύκης ζῶντα ἔκαυσαν οἱ Ἰτυκηνοί. τὸ δὲ πραχθὲν καίπερ ὂν δεινὸν οὐκ ἔτυχε κατηγορίας διὰ τὴν τοῦ παθόντος κακίαν. [12] E Ὅτι τῷ Μαρίῳ τῷ υἱῷ Μαρίου ὑπατεύσαντι οὐκ ὀλίγοι καὶ τῶν κατὰ νόμον τετελεκότων τὴν στρατείαν ἐθελοντὴν ἔσπευσαν τῷ νεανίσκῳ κοινωνῆσαι τῶν κατὰ τὸν πόλεμον ἀγώνων, καὶ πρεσβύτεροι ταῖς ἡλικίαις ὄντες ἐνδείξασθαι τοῖς νεωτέροις ὅ τι δύναται πολεμικῶν ἔργων μελέτη καὶ συνήθεια παρατάξεων καὶ τῶν ἄλλων τῶν ἐν τῷ πολέμῳ δεινῶν. [13] E Ἔλεγχοι πικροὶ καὶ κατὰ πόλιν καὶ κατ' ἔθνος καὶ ποικίλαι πεῖραι προσήγοντο τοῦ γνωσθῆναι πῶς ἔχουσι πρὸς αὐτούς. ἠναγκάζοντο γὰρ διὰ τῆς ὑποκρίσεως πρὸς ἀμφοτέρους τοῖς προσποιήμασι μετοκλάζειν καὶ πρὸς τοὺς ἀεὶ παρόντας ἀπονεύειν. τῶν γὰρ ἀντιπολεμούντων οἱ πρὸς τὴν στρατολογίαν ἀποδεδειγμένοι καὶ κατὰ πρόσωπον παρόντες καὶ πρὸς ἀλλήλους διαφιλοτιμούμενοι τοῖς ἀκριβεστάτοις ἐλέγχοις φανερὰν ἐποίουν τὴν τῶν πόλεων κρίσιν. [14] E Ὅτι Μάριος διὰ τὴν σπάνιν τῶν ἀναγκαίων ὑπὸ τῶν στρατιωτῶν κατελέλειπτο, μόνος δὲ Μάρκος Περπέννας ὁ τῆς Σικελίας στρατηγός, διαπεμπομένου πρὸς αὐτὸν Σύλλα καὶ παρακαλοῦντος μετ' αὐτοῦ τάττεσθαι, τοσοῦτον ἀπέσχε τοῦ πειθαρχεῖν ὥστε μὴ μόνον διατηρῆσαι τὴν πρὸς Μάριον εὔνοιαν, ἀλλὰ καὶ μετ' ἀνατάσεως ἀποφῆναι ὅτι παντὶ σθένει διαβὰς ἐκ τῆς Σικελίας ἐξαρπάσει τὸν Μάριον ἐκ τοῦ Πραινεστοῦ. [15] {Photius} E Ὅτι μεγάλη στάσις ἐμφύλιος ἤδη διαλυομένου τοῦ Μαρσικοῦ γέγονε πολέμου, ἧς ἡγοῦντο Σύλλας καὶ Γάιος Μάριος, νέος ὤν, ὁ Μαρίου τοῦ πολλάκις ὑπατευκότος, ἑπτάκις γὰρ ὑπάτευσε, παῖς. ἐν δὲ τῇ στάσει πολλαὶ μυριάδες ἀνθρώπων ἀνῃρέθησαν, ἐκράτησε δ' ὁ Σύλλας, καὶ δικτάτωρ γεγονώς, Ἐπαφρόδιτόν τε ὀνομάσας ἑαυτὸν οὐκ ἐψεύσθη τῆς ἀλαζονείας· κρατῶν γὰρ τοῖς πολέμοις ἰδίῳ ἀπεβίω θανάτῳ. ὁ δὲ Μάριος μάχῃ τῇ πρὸς Σύλλαν γενναίως ἀγωνισάμενος, ὅμως ἡττηθεὶς κατέφυγεν εἰς Πραίνεστον ἅμα μυρίοις πεντακισχιλίοις. συγκλεισθεὶς δ' ἐν αὐτῇ καὶ χρόνον οὐκ ὀλίγον πολιορκηθεὶς ἠναγκάσθη, πάντων αὐτὸν ἐγκαταλιπόντων καὶ μηδεμίαν σωτηρίας ὁδὸν καθορῶν, τὴν ἑνὸς οἰκέτου τῶν πιστῶν χεῖρα εἰς λύσιν τῶν δεινῶν παρακαλέσαι. καὶ ὅ γε πεισθεὶς καὶ μιᾷ πληγῇ τοῦ βίου τὸν δεσπότην ἀπαλλάξας ἑαυτὸν ἐπικατέσφαξε. καὶ παύεται μὲν αὕτη ἡ στάσις, λείψανα μέντοι τοῦ πολέμου ὑπολειφθέντα τῆς Μαρίου μοίρας ἐπὶ χρόνον Σύλλᾳ διεμαχέσαντο, ἕως καὶ αὐτὰ συνδιέφθορε τοῖς ἄλλοις. [16] {Const_2} E Ὅτι καταλειφθέντος τοῦ Σκιπίωνος μόνου μετὰ τὸ διαφθαρῆναι χρήμασι καὶ ἀποστῆναι πάντας καὶ ἀπεγνωκότος τὴν σωτηρίαν, ὁ Σύλλας ἱππεῖς ἀπέστειλε πρὸς αὐτὸν τοὺς παραπέμψοντας μετ' ἀσφαλείας ὅποι βούλοιτο. ὁ δὲ Σκιπίων ἐν ἀκαρεῖ χρόνῳ τὸ τῆς ἀρχῆς ἀξίωμα μεταθεῖναι συναναγκασθεὶς εἰς ἰδιωτικὸν βίον καὶ ταπεινὸν σχῆμα, διὰ τὴν ἐπιείκειαν ὑπὸ τοῦ Σύλλα παρεπέμφθη ταχέως εἰς ἣν ἐβούλετο πόλιν. εἶτα τὰ τῆς ἀρχῆς ἀνακτησάμενος κόσμια πάλιν δυνάμεως ἱκανῆς ἀφηγεῖτο. [17] {Const_2 & 4} E Ὅτι οἱ τῶν Ῥωμαίων περιφανεῖς ἄνδρες ἐμιαιφονήθησαν ἐκ διαβολῆς, καὶ ὁ τὴν μεγίστην ἱερωσύνην ἔχων Σκαιουόλας, μέγιστον ἔχων ἀξίωμα τῶν πολιτῶν, ἀναξίας τῆς ἰδίας ἀρετῆς ἔτυχε τῆς τοῦ βίου καταστροφῆς. οἱ δὲ Ῥωμαῖοι κατ' αὐτό γε τοῦτο μεγάλως εὐτύχησαν, ὅτι τοῖς ἁγιωτάτοις σηκοῖς ὁ πάντιμος ἱερεὺς οὐκ ἔφθασε προσπεσεῖν, ἐπείτοι γε χάριν τῆς τῶν διωκόντων ὠμότητος καὶ πρὸς αὐτοῖς τοῖς ἀδύτοις ἐπιβώμιος μιαιφονηθεὶς ἀπέσβεσεν ἂν τῷ αἵματι τὸ ἀκοιμήτῳ δεισιδαιμονίᾳ τηρούμενον πῦρ ἐξ αἰῶνος. [18] {Const_4} E Ὅτι ὁ τῶν ἀγαθῶν ἀνδρῶν ἔπαινος καὶ ἡ τῶν πονηρῶν βλασφημία μάλιστα δύνανται πρὸς τὰ καλὰ τῶν ἔργων τοὺς ἀνθρώπους χειραγωγεῖν. 2 E Ἄνδρας δυναμένους βουλεύσασθαι καλῶς καὶ τὰ κριθέντα ἀγαγεῖν εἰς συντέλειαν . [19] {Const_2} E Ὅτι προτεθείσης προγραφῆς εἰς τὴν ἀγορὰν ἀνέδραμε πλῆθος ἀνθρώπων πρὸς τὴν ἀνάγνωσιν. οἱ πλεῖστοι δὲ συνέπασχον τοῖς ὀφείλουσιν ἀναδέχεσθαι τὸν θάνατον. εἷς δὲ τῶν συνεληλυθότων, κακίᾳ καὶ ὑπερηφανίᾳ διαφέρων, ἐγγελῶν τοῖς κινδυνεύουσι πολλὰ κατ' αὐτῶν ὑβριστικῶς ἐβλασφήμησεν. ἔνθα δὴ δαιμονίου τινὸς νέμεσις τῷ διασύροντι τὴν τῶν ἀκληρούντων τύχην ἐπέθηκε τὴν πρέπουσαν τῇ κακίᾳ τιμωρίαν. ἐν γὰρ τοῖς ἐπὶ πᾶσιν ὀνόμασιν εὑρὼν ἑαυτὸν προσγεγραμμένον, εὐθέως ἐγκαλυψάμενος τὴν κεφαλὴν προῆγε διὰ τοῦ πλήθους, ἐλπίζων λήσεσθαι τοὺς περιεστῶτας καὶ διὰ τοῦ δρασμοῦ πορίσεσθαι τὴν σωτηρίαν. γνωσθεὶς δὲ ὑπό τινος τῶν πλησίον ἑστώτων καὶ φανερᾶς τῆς περὶ αὐτὸν περιστάσεως γενομένης, συνελήφθη καὶ ἔτυχε τῆς τιμωρίας, πάντων ἐπιχαιρόντων τῷ θανάτῳ αὐτοῦ. [20] E Ὅτι πολλῷ χρόνῳ τῆς Σικελίας ἀδικαιοδοτήτου γενομένης, ὁ Πομπήιος δοὺς ἑαυτὸν ἐπὶ τὴν δικαιοδοσίαν καὶ χρηματίζων περὶ τῶν δημοσίων ἀμφισβητημάτων καὶ τῶν ἰδιωτικῶν συμβολαίων οὕτως εὐστόχως καὶ ἀδωροδοκήτως ἐποιεῖτο τὰς ἀποφάσεις ὥστε ὑπερβολὴν ἑτέρῳ μὴ ἀπολείπειν. εἴκοσι δὲ καὶ δυεῖν ἐτῶν τὴν ἡλικίαν ὑπάρχων, καὶ τῆς νεότητος προκαλουμένης ἐπὶ τὰς ἀλογίστους ἡδονάς, οὕτως αὐστηρῶς καὶ σωφρόνως ἐποιήσατο τὴν ἐπιδημίαν κατὰ τὴν νῆσον ὥστε πάντας τοὺς κατὰ τὴν Σικελίαν καταπλήττεσθαι καὶ θαυμάζειν τὴν ἀρετὴν τοῦ νεανίσκου. [21] {Const_4} E Ὅτι ὁ Σπάρτακος ὁ βάρβαρος εὐεργετηθεὶς παρά τινος εὐχάριστος ἐφάνη πρὸς αὐτόν· αὐτοδίδακτος γὰρ καὶ παρὰ τοῖς βαρβάροις ἡ φύσις πρὸς ἀμοιβὴν χάριτος τοῖς εὐεργέταις. [22] E Ὅτι ἡ διὰ τῶν ὅπλων νίκη κοινὴν ἔχει τοῖς ἡγεμόσι καὶ τοῖς στρατιώταις τὴν εὐημερίαν, τὰ δὲ διὰ τῆς στρατηγικῆς συνέσεως γινόμενα κατορθώματα μόνῳ προσάπτεται τῷ ἡγεμόνι. 2 E Ἀκατάσχετος γάρ τις ὁρμὴ τοῖς βαρβάροις ἐνέπεσε τῆς πρὸς τοὺς Ῥωμαίους ἀποστάσεως. 3 E Ὅτι ὡς ἐπίπαν αἱ τῶν ἄλλων συμφοραὶ νουθετοῦσι τοὺς ἐν τοῖς ὁμοίοις κινδύνοις ὑπάρχοντας. [22a] {Const_3} E Ὅτι ὁ Σερτώριος θεωρῶν ἀκατάσχετον οὖσαν τὴν ὁρμὴν τῶν ἐγχωρίων πικρῶς προσεφέρετο τοῖς συμμάχοις, καὶ τοὺς μὲν καταιτιώμενος ἀπέκτεινεν, τοὺς δὲ εἰς φηλακὴν παρεδίδου, τῶν δὲ εὐπορωτάτων ἐδήμευε τὰς οὐσίας. πολὺν δὲ ἄργυρον καὶ χρυσὸν ἀθροίσας οὐκ εἰς τὸ κοινὸν τοῦ πολέμου ταμιεῖον κατετίθετο, ἀλλ' ἰδίᾳ ἐθησαύριζεν· οὔτε τοῖς στρατιώταις ἐχορήγει τὰς μισθοφορίας, οὔτε τοῖς ἡγεμόσι μετεδίδου τούτων, οὔτε τὰς κεφαλικὰς κρίσεις μετὰ συνεδρίου καὶ συμβούλων ἐποιεῖτο, διακούων δὲ ἰδίᾳ καὶ μόνον κριτὴν ἑαυτὸν ἀποδείξας ἐποιεῖτο τὰς ἀποφάσεις· εἴς τε τὰ σύνδειπνα τοὺς ἡγεμόνας οὐκ ἠξίου παραλαμβάνειν, οὐδὲ φιλανθρωπίας οὐδεμιᾶς μετεδίδου τοῖς φίλοις. καθόλου δὲ διὰ τὴν ἐπὶ τὸ χεῖρον ἐπίδοσιν τῆς περὶ αὐτὸν ἐξουσίας ἀποθηριωθεὶς τυραννικῶς ἅπασιν προσεφέρετο. καὶ ἐμισήθη μὲν ὑπὸ τοῦ πλήθους, ἐπεβουλεύθη δὲ ὑπὸ τῶν φίλων. ἡ δὲ ἀναίρεσις αὐτοῦ συνετελέσθη τοιῷδε τινι τρόπῳ. τῶν ἡγεμόνων οἱ μέγιστον ἔχοντες ἀξίωμα Περπέννας καὶ Ταρκυίτιος συμφρονήσαντες ἀλλήλοις ἔγνωσαν ὡς τύραννον ὄντα τὸν Σερτώριον ἀνελεῖν. προστάτης δὲ τῆς ἐπιβουλῆς αἱρεθεὶς ὁ Περπέννας ἐκάλεσεν ἐπὶ δεῖπνον τὸν Σερτώριον καὶ τοὺς συνίστορας συμπαρέλαβεν ἐπὶ τὴν ἑστίασιν. καταντήσαντος δὲ τοῦ Σερτωρίου, καὶ τῶν κοινοπραγούντων συνεπιθεμένων, ὁ Σερτώριος ἀνακλιθεὶς ἀνὰ μέσον Ταρκυιτίου καὶ Ἀντωνίου ὑπὸ τούτων ἐσφάγη. [22b] E Ὅτι ὁ Μιθριδάτης ἐξ ἐπιβουλῆς παρ' ὀλίγον ἐκινδύνευσεν ὑποχείριος γενέσθαι τοῖς Κυζικηνοῖς. συναγωνιζόμενος γάρ τις ἐν ταῖς μεταλλείαις Ῥωμαῖος ἑκατοντάρχης ἐπεβάλετο τοῦτο τελέσαι. διὰ γὰρ τὰς παρ' ἀμφοτέροις μεταλλείας συνεχῶς γινομένων συμπλοκῶν καὶ συλλόγων, εἰς γνῶσιν ἦλθε τοῖς τοῦ βασιλέως διὰ τὰς συνεχεῖς πρὸς αὐτοὺς ὁμιλίας. μονωθεὶς δέ ποτε κατὰ τὴν ἐν τοῖς ὀρύγμασι φηλακὴν καὶ ὑπό τινος τῶν ἐπιστατούντων ἐν τοῖς ἔργοις καταπειραθεὶς περὶ προδοσίας, προσεδέξατο τοὺς λόγους προσποιητικῶς. ἀνενεχθέντος δὲ τοῦ πράγματος πρὸς τὸν βασιλέα, ἐκεῖνος μὲν ἐπιθυμῶν κυριεῦσαι τῆς πόλεως δωρεὰς ἐπηγγείλατο, καὶ συνέθετο καιρὸν ἐν ᾧ τὸν σύλλογον ἔδει γενέσθαι. τοῦ δὲ Ῥωμαίου πίστεις τῶν ἐπαγγελιῶν ζητοῦντος, ἀπέλυσεν ὁ βασιλεὺς τοὺς ὑπὲρ αὐτοῦ συνθησομένους. ὁ δὲ οὐκ ἔφησεν ἄλλως πιστεύσειν, ἐὰν μὴ παρ' αὐτοῦ τοῦ βασιλέως λάβῃ τοὺς ὅρκους. ὁ δὲ οὐχ ἡγεῖτο βασιλικῆς ἀξίας ὀικεῖον εἶναι συγκαταβαίνειν εἰς τὰ ὀρύγματα. ἐπεὶ δὲ ὁ προδότης οὐκ ἔφησεν ἄλλως ὑπακούσεσθαι, ἡ δὲ ἐπίθεσις τοῦ κυριεῦσαι τῆς πόλεως συνεῖχεν, ἠναγκάσθη συγκαταθέσθαι τοῖς ἀξιουμένοις ὁ Μιθριδάτης. κἂν συνέβη τὸν βασιλέα γενέσθαι ὑποχείριον, εἰ μὴ τῶν φίλων τις εὐστόχως καταμαντευσάμενος τὴν ἐπιβουλὴν κατεσκεύασε σύμμετρον μηχανὴν δυναμένην ὀξέως ἀνοίγεσθαι καὶ κλείεσθαι· καὶ ταύτης εἰς τὸ ὄρυγμα τεθείσης, καὶ τοῦ Μιθριδάτου μετὰ τῶν φίλων συνεμβάντων, ὁ ἑκατόνταρχος τοὺς μέλλοντας μεθ' ἑαυτοῦ τῷ βασιλεῖ τὰς χεῖρας προσφέρειν . . . εἰς τὰς χεῖρας τὸ ξίφος σπασάμενος ὥρμησεν ἐπὶ τὸν βασιλέα. ὁ δὲ φθάσας συνέκλεισε τὴν θύραν καὶ τὸν κίνδυνον ἐξέφυγεν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:57 - flow version _RPTC_G1.3