Esopo - Favole Libro I - libro primo favole XVII - XXVIII

Favole di Esopo Libro I testo greco
FAVOLE XVII - XXVIII

[17] ΑΛΩΠΗΞ ΚΟΛΟΥΡΟΣ [1]

ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα ἐπειδὴ δι' αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προσαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. τούτων δέ τις ὑποτυχοῦσα ἔφη· ὦ αὕτη, ἀλλ' εἰ μή σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεβούλευσας.    οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους, οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι' εὔνοιαν ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.

[2]    ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα ἐξ αἰσχύνης ἀβίωτον τὸν βίον ἡγεῖτο ἔχειν. ἔγνω δὲ καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ περιαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν λέγουσα, ὡς οὐκ ἀπρεπὲς τοῦτο μόνον ἀλλὰ καὶ περισσὸν αὐταῖς προσήρτηται βάρος. τούτων δέ τις ὑπολαβοῦσα ἔφη· ὦ αὕτη, ἀλλ' εἴ σοι οὐ τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.    οὗτος ὁ λόγος ἁρμόζει πρὸς ἐκείνους, οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι' εὔνοιαν ἀλλὰ διὰ τὸ αὐτοῖς συμφέρον.

[3]    ἀλώπηξ παγίδι ληφθεῖσα καὶ ἀποκοπείσης τῆς οὐρᾶς διαδρᾶσα ἀβίωτον ὑπ' αἰσχύνης ἡγεῖτο τὸν βίον. ἔγνω οὖν τὰς ἄλλας ἀλώπεκας τοῦτ' αὐτὸ νουθετῆσαι, ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. καὶ δὴ πάσας ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὂν ἀλλὰ καὶ περιττὸν βάρος προσηρτημένον. ὑπολαβοῦσα δέ τις αὐτῶν εἶπεν· ὦ αὕτη, ἀλλ' εἰ οὐ σοὶ τοῦτο προσέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων οὐ δι' εὔνοιαν τὰς πρὸς τοὺς πέλας ποιοῦνται συμβουλίας, διὰ δὲ τὸ αὐτοῖς συμφέρον.

[18] ΑΛΙΕΥΣ ΚΑΙ ΜΑΙΝΙΣ [1]

ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτήν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξηθεῖσαν συλλαβεῖν εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· ἀλλ' ἔγωγε εὐηθέστατος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος ἄδηλον ἐλπίδα διώκοιμι.    ὁ λόγος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος, κἂν μικρὸν ᾖ, τοῦ προσδοκωμένου, κἂν μέγα ὑπάρχῃ.

[2] ἁλιεὺς καὶ σμαρίς    ἁλιεὺς τὸ δίκτυον καθεὶς ἀνήνεγκε σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν πρὸς τὸ παρὸν μὴ λαβεῖν αὐτήν, ἀλλ' ἐᾶσαι, ἐπειδήπερ σμικρὰ τυγχάνει· ἀλλ' ἐὰν αὐξηθῶ καὶ μεγάλη γένωμαι, συλλαβεῖν με, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειάν ἐστι. καὶ ὁ ἁλιεὺς εἶπεν· ἀλλ' ἔγωγε ἔξηχος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος ἄδηλα διώκοιμι.    ὁ μῦθος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ.

[3]    ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάττῃ ἀνήνεγκε σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτήν, ἀλλ' ἐᾶσαι διὰ τὸ σμικρὰν τυγχάνειν. ἀλλ' ὅταν αὐξηθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαβεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. καὶ ὁ ἁλιεὺς εἶπεν· ἀλλ' ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι.    ὁ μῦθος δηλοῖ, ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι' ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.

[19] ΑΛΩΠΗΞ ΚΑΙ ΒΑΤΟΣ

[1]    ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα ᾐτιᾶτο αὐτήν, εἴ γε καταφυγοῦσαν ἐπ' αὐτὴν ὡς ἐπὶ βοηθὸν χεῖρον αὐτῇ ἐχρήσατο καὶ αὐτοῦ τοῦ προκειμένου. καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· ἀλλ' ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις αὐτὴ πάντων ἐπιλαμβάνεσθαι εἴωθα.    οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν, ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον.

[2]    ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο πρὸς βοήθειαν. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· αἲ ἐμέ. καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν χεῖρόν μοι ἐχρήσω. ἀλλ' ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν, ὅσοι βοηθοῖς προστρέχουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

[3]    ἀλώπηξ φραγμὸν ἀναβαίνουσα ἐπειδὴ ὀλισθήσασα καταπίπτειν ἔμελλεν, ἐπελάβετο πρὸς βοήθειαν βάτου. καὶ δὴ τοὺς πόδας ἐπὶ τοῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. ἀλλ' ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαβέσθαι, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα.    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι, ὅσοι βοηθοῖς προστρέχουσιν, οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

[20] ΑΛΩΠΗΞ ΚΑΙ ΚΡΟΚΟΔΕΙΛΟΣ

[1]    ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος, ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ, ὅτι ἀπὸ πολλῶν εἶ γυμνασμάτων.    οὕτω καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα.

[2]    ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος ἡ ἀλώπηξ ὑπολαβοῦσα ἔφη· ὦ οὗτος, ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ, ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος.    ὁ λόγος δηλοῖ, ὅτι τῶν ψευδομύθων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα.

[3]    ἀλώπηξ καὶ κροκόδειλος ἠμφισβήτουν περὶ εὐγενείας. πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος ὡς γεγυμνασιαρχηκότων ἡ ἀλώπηξ ὑπολαβοῦσα· ὦ τάν, εἶπεν, ἀλλὰ κἂν μὴ σὺ λέγης, ἀλλ' ἀπὸ τοῦ δέρματός γε φαίνῃ, ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος.    ὁ μῦθος δηλοῖ, ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.

[21] ΑΛΙΕΙΣ

[1]    ἁλιεῖς ἐπ' ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον, καθεζόμενοι δὲ ἐν τῇ νηὶ ἠθύμουν. ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.    οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.

[2]    ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ μηδὲν τὸ πέρας δυνάμενοι ἀνύσαι, λυπούμενοι δὲ ἐβούλοντο ἀναχωρῆσαι ἄπρακτοι. καὶ ἰδοὺ θύννος διωκόμενος παρὰ μεγίστου ἰχθύος ἀναπηδήσας εἰσῆλθεν ἐν τῷ πλοίῳ αὐτῶν. λαβόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.    ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε, τοῦτο τύχη διεβράβευσεν.

[3]    ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. οἱ δὲ τοῦτον λαβόντες μεθ' ἡδονῆς ἀνεχώρησαν.    ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.

[22] ΑΛΩΠΗΞ ΚΑΙ ΔΡΥΤΟΜΟΣ

[1]    ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. μετ' οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν, ὅπου κατεκρύπτετο. τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴ γε διασωθεῖσα ὑπ' αὐτοῦ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· ἀλλ' ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.    τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι' ἔργων δὲ φαῦλα δρῶντας.

[2]    ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολὺν δρόμον ἀνύουσα αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύβην. ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν τῇ γωνίᾳ. τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ ἀπελθόντας, ἐξῆλθε‹ν οὐ› προσφωνοῦσα. ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος λέγων· δι' ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα ἔφη πρὸς αὐτόν· ὦ οὗτος, ἀλλ' ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς [καὶ τοὺς τρόπους] εἶχες.    ὁ μῦθος πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων, δι' ἔργων δὲ φαῦλα δρῶντας.

[3]    ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολλῇ τὸν δρόμον ἀνύουσα αὐτίκα εὑρίσκει ἄνδρα δρυοτόμον, ὃν κατελιπάρει τοῦ κρύψαι αὐτήν. ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύβην, εἰσελθοῦσα δὲ ἐκρύπτετο εἰς τὰς γωνίας. τῶν δὲ κυνηγῶν ἐλθόντων τὸν ἄνδρα ἠρώτων καὶ τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἶναι, νεύσει δὲ ὑπεδείκνυ τὸν τόπον. αὐτοὶ δὲ μὴ προσ‹ς›χόντες παραχρῆμα ἀπῆλθον. ὡς οὖν εἶδεν αὐτοὺς ἀπελθόντας, ἡ ἀλώπηξ ἦλθεν ‹οὐ› προσφωνοῦσα. ἐμέμφετο αὐτὴν ὁ ἄνθρωπος λέγων ὡς δι' ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. ἡ δὲ ἐπιστραφεῖσα ἔφη πρὸς αὐτόν· ὦ οὗτος, ἀλλ' ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὁμοίως καὶ τοὺς τρόπους εἶχες τῆς σῆς χειρός.    ὁ μῦθος [δηλοῖ] πρὸς ἀνθρώπους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους, δι' ἔργων δὲ φαύλοις χρωμένους.

[4]    ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὗρε, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. τοῦ δὲ ὑποδείξαντος αὐτῇ τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσα ἐκρύπτετο εἰς τὰς γωνίας. τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ παρελθόντας, ἐξῆλθεν οὐ προσφωνοῦσα. μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν δι' αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλώπηξ ἐπιστραφεῖσα ἔφη· ὦ οὗτος, ἀλλ' ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες.    ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.

[23] ΑΛΕΚΤΡΥΟΝΕΣ ΚΑΙ ΠΕΡΔΙΞ

[1]  ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐβαρυθύμει νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι. μικρὸν δὲ διαλιπὼν ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν· ἀλλ' ἔγωγε οὐκέτι ἄχθομαι ὑπὸ τούτων τυπτόμενος. ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους.    ὁ λόγος δηλοῖ, ὅτι ῥᾴδιον τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

[2]    ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συνανατραφῆναι τοῖς ὀρνίθοις. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα νομίζων διὰ τὸ εἶναι αὐτὸν ἀλλόφυλον, τούτου χάριν διώκεσθαι παρὰ τῶν ἀλεκτρυόνων. μικρὸν δὲ ὅσον ὑποχωρήσας θεωρεῖ τοὺς ἀλεκτρυόνας σφοδρῶς μαχομένους καὶ ἀλλήλους συγκόπτοντας. ταῦτα ὁ πέρδιξ ὁρῶν ἀποθεραπευθεὶς τῆς λύπης ἔφη· ἀλλ' ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι· ὁρῶ γὰρ αὐτοὺς καὶ ἐπ' ἀλλήλων μαχομένους.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τότε ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕβρεις, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

[3]    ἀλεκτρύονας τις ἔχων ἐπὶ τῆς οἰκίας πριάμενος καὶ πέρδικα σὺν ἐκείνοις ἀφῆκε νέμεσθαι. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων ἐκεῖνος ἠθύμει σφόδρα νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων. ὡς δὲ μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας, τῆς λύπης ἀπολυθεὶς εἶπεν· ἀλλ' ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ τῶν ἀλλοτρίων ὕβρεις, ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰκείων ἀπεχομένους.

[24] ΑΛΩΠΗΞ ΕΞΟΓΚΩΘΕΙΣΑ ΤΗΝ ΓΑΣΤΕΡΑ

[1]    ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· ἀλλὰ μενετέον σοι ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ.    ὁ λόγος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

[2]    ἀλώπηξ λιμώττουσα [ἐν πείνῃ] ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέας καὶ ἄρτον ὑπ' αὐτοῦ καταλειφθέντα· εἰσελθοῦσα δὲ ἔφαγεν αὐτὰ ἡδέως. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα καὶ μὴ δυναμένη ἐξελθεῖν τῆς καλύβης ἔστενε καὶ ἐπωδύρετο. ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στεναγμῶν καὶ προσελθοῦσα ἐπυνθάνετο, δι' ἣν αἰτίαν τοῦτο ποιεῖ. μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες.    ὁ μῦθος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

[25] ΑΛΚΥΩΝ

[1]    ἀλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δήποτε τίκτειν μέλλουσα παρεγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπιθαλάσσιον ἐνεοττοποιεῖτο ἐνταῦθα. ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομὴν συνέβη τὴν θάλασσαν ὑπὸ λάβρου πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. καὶ ἡ ἀλκυὼν ἐπανελθοῦσα ὡς ἔγνω τὸ γεγονός, εἶπεν· ἀλλ' ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα.    οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

[2]    ἀλκυὼν ὄρνις ἐστὶ φιλέρημος ἀεὶ τῇ θαλάττῃ ἐνδιαιτωμένη. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δήποτε τίκτειν μέλλουσα ἐν πέτρᾳ παραλίῳ ἐνεοττοποιήσατο. ἐξελθούσης δέ ποτε αὐτῆς εἰς νομὴν συνέβη τὴν θάλατταν ὑπὸ λάβρου κυματωθεῖσαν πνεύματος ὑπεραρθῆναι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. ἡ δὲ ἐπανελθοῦσα καὶ γνοῦσα τὸ πραχθὲν εἶπε δειλαία ἔγωγε, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη ἐπὶ ταύτην κατέφυγον, ἥ μοι πολλῷ γέγονεν ἀπιστοτέρα.    ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσι πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

[26] ΑΛΙΕΥΣ

[1]    ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. καὶ δὴ κατατείνας τὰ δίκτυα ὡς ἐμπεριέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῳ λίθον ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα ἐμέμφετο αὐτὸν ὡς τὸν ποταμὸν θολοῦντα καὶ μὴ ἐῶντα αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. ὁ δὲ ἀπεκρίνατο· ἀλλ' ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.    οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιάγωσιν.

[3]    ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευεν. διατείνας δὲ τὰ δίκτυα καὶ τὸ ῥεῦμα περιλαβὼν ἑκατέρωθεν, καλωδίῳ προσδήσας λίθον τὸ ὕδωρ ἔτυπτεν, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος τοῦτο ποιοῦντα ἐμέμφετο ὡς τὸν ποταμὸν θολοῦντα καὶ διειδὲς ὕδωρ μὴ συγχωροῦντα πίνειν. καὶ ὃς ἀπεκρίνατο· ἀλλ' εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττεται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.    ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσιν περιάγωσιν.

[27] ΑΛΩΠΗΞ ΠΡΟΣ ΜΟΡΜΟΛΥΚΕΙΟΝ

[1]    ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν· οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει.    ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον.

[2]    ἀλώπηξ εἰσελθοῦσα εἰς οἰκίαν κιθαρῳδοῦ καὶ ἕκαστον τῶν αὐτοῦ σκευῶν ἐρευνησαμένη εὗρε κεφαλὴν μορμολυκίου εὐφυῶς κατεσκευασμένην. ἀναλαβοῦσα δὲ αὐτὴν ταῖς οἰκείαις χερσὶν ἔφη· ὦ οἵα κεφαλὴ καὶ ἐγκέφαλον οὐκ ἔχει.    ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.

[3]    ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη εὗρε καὶ κεφαλὴν μορμολυκίου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· ὦ οἵα κεφαλή, καὶ ἐγκέφαλον οὐκ ἔχει.    ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ δὲ ψυχὴν ἀλογίστους.

[28] ΑΝΗΡ ΦΕΝΑΞ

[1]    ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν. οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. κἀκεῖνος ἐξαναστὰς ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσει Ἀττικὰς χιλίας. καὶ ὃς περιχαρὴς γενόμενος δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα. ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη καὶ ὑπ' αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας.    ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.

[2]    ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς λέγων ὅτι ἐὰν ὑγιάνω ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. οἱ δὲ πειρᾶσαι αὐτὸν βουλόμενοι ῥᾴδιον ὑγιῆ αὐτὸν ἀπεκατέστησαν. ἐξαναστὰς οὖν ὁ ἄνθρωπος ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους ἑκατὸν ποιήσας βόας ἐπὶ τοῦ βωμοῦ κατέκαυσεν εἰπών· ὦ δαίμονες, ἰδοὺ τὴν εὐχὴν ἀπετέλεσα. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀνταμύνεσθαι ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· ἄπελθε εἰς τὸν αἰγιαλὸν εἰς τόνδε τὸν τόπον καὶ εὑρήσεις ἐκεῖσε χρυσίου τάλαντα ἑκατόν. ὁ δὲ ἔξυπνος γενόμενος μετὰ πολλῆς χαρᾶς κατῆλθεν εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον δρομαίως ψηλαφῶν τὸ χρυσίον. περιτυχὼν δὲ ἐκεῖσε λῃσταῖς συνελήφθη ὑπ' αὐτῶν. ὁ δὲ παρεκάλει αὐτοὺς λέγων· ἄφετέ με καὶ ἐπιδώσω ὑμῖν χρυσίου χίλια τάλαντα.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ ψευδεῖς τῶν ἀνθρώπων ἐχθραίνουσι τὸ θεῖον.

[3]    ἀνὴρ πένης νοσῶν εὔξατο τοῖς θεοῖς, εἰ διασωθείη, βοῦς ἑκατὸν εἰς θυσίαν προσοίσειν. οἱ δὲ θεοὶ πειρᾶσαι τοῦτον βουλόμενοι τοῦ πάθους ἀπήλλαξαν. ὁ δ' ἀναστὰς ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους βοῦς ἑκατὸν πλάσας ἐπὶ τοῦ βωμοῦ θεὶς ὡλοκαύτωσεν. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύνασθαι ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· ἄπελθε εἰς τὸν αἰγιαλὸν εἰς τόνδε τὸν τόπον. ἐκεῖ γὰρ Ἀττικὰς χιλίας εὑρήσεις. ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο. ἐκεῖ δὲ δὴ πειραταῖς περιτυχὼν ὑπ' αὐτῶν συνελήφθη. ἁλοὺς δὲ ἀφεθῆναι τῶν πειρατῶν ἐδεῖτο χίλια χρυσίου τάλαντα δώσειν αὐτοῖς ὑπισχνούμενος. ὡς δ' οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ἀπ' αὐτῶν ἀπημπολήθη χιλίων δραχμῶν.    ὁ μῦθος δηλοῖ, ὅτι τοῖς ψευδέσιν τῶν ἀνθρώπων ἐχθραίνει τὸ θεῖον.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:29 - flow version _RPTC_G1.3