Esopo - Favole Libro I - libro primo favole IXX - XL

Favole di Esopo Libro I testo greco

Dalla favola 29 alla numero 40

[29] ΑΝΘΡΑΚΕΥΣ ΚΑΙ ΓΝΑΦΕΥΣ

[1]    ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος ὡς ἐθεάσατο γναφέα προσελθόντα, παρεκάλει αὐτόν, ὅπως αὐτῷ σύνοικος γένηται διεξιών, ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· ἀλλ' ἔμοιγε τοῦτο παντελῶς ἐστιν ἀδύνατον. ἃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολώσεις.    ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστιν.

[2]    ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν ὡς ἐθεάσατο γναφέα παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους. καὶ ὁ γναφεὺς ὑπολαβὼν ἔφη· ἀλλ' ἔγωγε παντελῶς πρᾶξαι τοῦτο οὐ δύναμαι. τοῦ δὲ πυνθανομένου, δι' ἣν αἰτίαν, ἔφη· φοβοῦμαι, μήπως, ἃ ἐγὼ λευκαίνω, σὺ ἀσβολώνῃς ταῦτα.    ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

[3]    ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παραγενόμενον αὐτῷ συνοικῆσαι. ὁ δὲ κναφεὺς ὑπολαβὼν ἔφη· ἀλλ' οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι. δέδια γάρ, μήπως, ἃ ἐγὼ λευκαίνω, αὐτὸς ἀσβόλης πληροῖς.    ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

[30] ΝΑΥΑΓΟΣ

[1] ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ' ἑτέρων τινῶν ἔπλει. καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ' ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει.    ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν.

[31] ΑΝΗΡ ΜΕΣΑΙΠΟΛΙΟΣ ΚΑΙ ΕΤΑΙΡΑΙ

[1]    ἀνὴρ μεσαιπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα, ἡ δὲ πρεσβῦτις. καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν τὰς πολιὰς αὐτοῦ ἀπέσπα. οὕτω τε συνέβη ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλόμενον φαλακρὸν γενέσθαι.    οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστιν.

[32] ΑΝΔΡΟΦΟΝΟΣ

[1]    ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο. γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν λύκου αὐτῷ ἀπαντήσαντος φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον τῷ ποταμῷ παρακείμενον κἀκεῖ ἐκρύπτετο. θεασάμενος δὲ ἐνταῦθα ἔχιν κατ' αὐτοῦ αἰωρούμενον ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν. ἐν δὲ τούτῳ ὑποδεξάμενος αὐτὸν κροκόδειλος κατεθοινήσατο.    ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν.

[2]    ἄνθρωπός τις φόνον ποιήσας ἐδιώκετο ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος. γενομένου δὲ αὐτοῦ κατὰ τὸν Νεῖλον ποταμὸν λέοντα ἰδὼν καὶ φοβηθεὶς ἀνέβη εἰς δένδρον. εὗρε δὲ δράκοντα ἐπάνω τοῦ δένδρου καὶ πάλιν τοῦτον φοβηθεὶς ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμόν. ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο.    ὁ μῦθος δηλοῖ, ὅτι τοὺς φονεῖς τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον οὔτε τόπος ἄλλος φυλάττει.

[33] ΠΕΝΤΑΘΛΟΣ ΚΟΜΠΑΣΤΗΣ

[1]    ἀνὴρ πένταθλος ἐπ' ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθὼν ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ μὲν καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι. καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· ἀλλ', ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύρων· αὐτοῦ γὰρ Ῥόδος καὶ πήδημα.    ὁ λόγος δηλοῖ, ὅτι ὧν πρόχειρος ἡ δι' ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστιν.

[2]    ἄνθρωπός τις ἀποδημήσας ἧκε πάλιν εἰς τὴν ἰδίαν χώραν. φρυαττόμενος δὲ ἐκαυχᾶτο μεγάλως, ὡς ἀνδραγαθήσας εἰς διαφόρους τόπους· ἐν δὲ τῇ Ῥόδῳ ἔφασκε πήδημα μέγα πηδήσας, ὅπερ οὐδεὶς τῶν ἀνθρώπων δύναται πηδῆσαι, καὶ μάρτυρας ἔφασκεν ἔχειν εἰς τοῦτο. τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη αὐτῷ· ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστι, ἰδοὺ Ῥόδος καὶ πήδημα.    ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ἡ πεῖρα τοῦ πράγματος, πᾶς λόγος περιττός ἐστιν.

[3]    ἀνήρ τις ἀποδημήσας εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε καὶ δὴ κἀν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπ' αὐτοῦ δυνατὸς ἂν πηδῆσαι. πρὸς τοῦτο δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη· ὦ οὗτος, εἰ ἀληθὲς τοῦτ' ἐστίν, οὐδὲν δεῖ σοι μαρτύρων. ἰδοὺ Ῥόδος, ἰδοὺ καὶ πήδημα.    ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ πράγματος ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστιν.

[34] ΑΔΥΝΑΤΑ ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ

[1]    ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ἐπειδὴ ὑπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. τῆς δὲ γυναικὸς [ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα] πυνθανομένης· καὶ πόθεν αὐτὰ ἀποδώσεις; ἔφη· νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν;    ὁ λόγος δηλοῖ, ὅτι ταῦτα ῥᾴδιον οἱ ἄνθρωποι κατεπαγγέλλονται, ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν.

[2]    ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· πόθεν σοι ταῦτα, ἐὰν συμβῇ ὑγιᾶναί σε; πρὸς αὐτὴν ἐκεῖνος ἔφη· καὶ νομίζεις ἀναστῆναί με, ἵνα με καὶ ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν;    ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ῥᾴδιον κατεπαγγέλλονται, ἃ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.

[3]    ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ἐπειδὴ πρὸς τῶν ἰατρῶν ἀπεγνώσθη, τῶν θεῶν ἐδεῖτο ὡς, εἰ τὴν ὑγίειαν αὐτῷ πάλιν ἐπανελθεῖν ποιήσειαν, ἑκατὸν βόας αὐτοῖς προσοίσειν ὑπισχνούμενος εἰς θυσίαν. τῆς δὲ γυναικὸς αὐτοῦ πυθομένης· καὶ ποῦ σοι ταῦτα, ἢν ὑγιάνῃς; ἐκεῖνος ἔφη· οἴει γὰρ ἀναστῆναί με ἐντεῦθεν, ἵν' οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν;    ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.

[35] ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΣΑΤΥΡΟΣ

[1]    ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι' ἣν τοῦτο πράττει, ἔλεγεν, ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου, τί τοῦτο ποιεῖ, ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. κἀκεῖνος ἔφη πρὸς αὐτόν· ἀλλ' ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.    ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν, ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

[2]    ἄνθρωπός τις πρὸς τὸν σάτυρον φιλίαν ποιησάμενος ἐκάθισαν ἀμφότεροι τοῦ ἐσθίειν. χειμῶνος δὲ καταλαβόντος καὶ ψύχους γενομένου ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ ἀπέπνει. τοῦ δὲ σατύρου ἐπερωτήσαντος, δι' ἣν αἰτίαν τοῦτο πράττεις, φίλε; ἔφη τὰς χεῖράς μου θερμαίνω ἐκ τοῦ κρύους. μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος ὁ ἄνθρωπος πάλιν ἐπιφέρων τῷ στόματι τὸ βρῶμα ἐφύσα τοῦτο. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου· δι' ἣν αἰτίαν τοῦτο πάλιν πράττεις; ἔφη· τὸ ἔδεσμα καταψύχω. ὑπολαβὼν δὲ ἐκεῖνος ἔφη· ἀλλ' ἔγωγε ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεις.    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω δεῖ καὶ ἡμᾶς ἀποφεύγειν τὰς φιλίας, ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

[3]    ἄνθρωπός τις πρὸς σάτυρον φιλίαν ποιησάμενος συνεσθίων ἦν αὐτῷ. χειμῶνος δὲ καὶ ψύχους γενομένου ὁ ἄνθρωπος τὰς χεῖρας αὐτοῦ προσφέρων τῷ στόματι ἀπέπνει. τοῦ δὲ σατύρου ἐπερωτήσαντος, δι' ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· τὰς χεῖρας μου θερμαίνω ἐκ τοῦ κρύους. μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος ὁ ἄνθρωπος προσφέρων τῷ στόματι ἐφύσα αὐτό. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου, δι' ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· τὸ ἔδεσμα καταψύχω. ὑπολαβὼν δὲ ὁ σάτυρος ἀλλ' ἔγωγε, ἔφη, ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῆς φιλίας, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεις.    ὁ μῦθος δηλοῖ, ὅτι δεῖ φεύγειν ἡμᾶς τὰς φιλίας, ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

[36] ΑΝΗΡ ΚΑΚΟΠΡΑΓΜΩΝ

[1]    ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἄντικρυς ἐπηρώτα, πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄπνουν, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζῶν τὸ στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακοτεχνίαν εἶπεν· ἀλλ', ὦ οὗτος, πέπαυσο. ἐν σοὶ γάρ ἐστι τοῦτο, ὃ ἔχεις, ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον.    ὁ λόγος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.

[2]    ἀνὴρ κακοπράγμων πρὸς τὴν γνῶσιν τοῦ ἐν Δελφοῖς μαντείου ἧκε βουλόμενος ἐκπειρᾶσαι τοῦτο. καὶ δὴ λαβὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ σταθεὶς ἄντικρυς αὐτοῦ ἐν τῷ ἱερῷ ἐπηρώτησεν αὐτόν· τί ἔχω εἰς τὰς χεῖράς μου, ἔμπνουν ἢ ἄπνουν; βουλόμενος ὅτι, ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδείξῃ, εἰ δὲ ἔμπνουν ἀποπνίξας προενέγκῃ. γνοὺς δὲ ὁ θεὸς τὴν κακότεχνον αὐτοῦ γνώμην εἶπεν· ὡς θέλεις ποίησον, ὦ οὗτος. ἐν σοὶ γάρ ἐστι τοῦτο πρᾶξαι. θέλεις νεκρόν, θέλεις ζῶν ἀπόδειξον τοῦτο.    ὁ μῦθος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητον καὶ ἀλάθητόν ἐστι.

[3]    ἀνὴρ κακοπράγμων εἰς τὸν ἐν Δελφοῖς ἧκεν Ἀπόλλωνα πειρᾶσαι τοῦτον βουλόμενος. καὶ δὴ λαβὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἐσθῆτι σκεπάσας ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· Ἄπολλον, ὃ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν; βουλόμενος ὡς, εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον, εἰ δ' ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν. ὁ δέ γε θεὸς τὴν κακότεχνον αὐτοῦ γνοὺς ἐπίνοιαν εἶπεν· ὁπότερον, ὦ οὗτος, βούλει ποιῆσαι, ποίησον. παρὰ σοὶ γὰρ κεῖται τοῦτο πρᾶξαι, ἤτοι ζῶν, ὃ κατέχεις, ἢ νεκρὸν ὑποδεῖξαι.    ὁ μῦθος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαραλόγιστον καὶ ἀλάθητον.

[37] ΑΝΗΡ ΠΗΡΟΣ

[1]    ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιθέμενον εἰς τὰς χεῖρας αὐτοῦ ζῷον ἐφαπτόμενος λέγειν, ὁποῖόν τί ἐστι. καὶ δήποτε λυγκιδίου αὐτῷ ἐπιδοθέντος ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· οὐκ οἶδα, πότερον λύκου εἶ ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζῴου γέννημα. τοῦτο μέντοι σαφῶς ἐπίσταμαι, ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προβάτων ποίμνῃ συνιέναι.    οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.

[38] ΑΡΟΤΗΣ ΚΑΙ ΛΥΚΟΣ

[1]    ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ πότον ἀπήγαγε. λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρὸν ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· εἴθε γάρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης.    οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητα ἐπαγγέλλωνται, [διὰ τὸν τρόπον] οὐ πιστεύονται.

[38] ΧΕΛΙΔΩΝ ΚΑΙ ΟΡΝΙΘΕΣ

[1]    ἄρτι τοῦ ἰξοῦ φυομένου ἡ χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πτηνοῖς κίνδυνον συναθροίσασα πάντα τὰ ὄρνεα συνεβούλευεν αὐτοῖς μάλιστα μὲν τὰς ἰξοφόρους δρῦς ἐκκόψαι, εἰ δ' ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. τῶν δὲ γελασάντων αὐτὴν ὡς ματαιολογοῦσαν αὕτη παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο. οἱ δὲ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει καὶ σύνοικον αὐτοῖς προσελάβοντο. οὕτω συνέβη τὰ μὲν λοιπὰ ὄρνεα ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι.    ὁ λόγος δηλοῖ, ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τοὺς κινδύνους διακρούονται.

[39]   χελιδὼν ἐκκλησίαν τῶν ὀρνέων κινήσασα παρῄνει φάσκουσα κράτιστον εἶναι τὸ μὴ προσκόπτειν τοῖς ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. τῶν δὲ ὀρνέων τις τὰ ἐναντία αὐτῇ ἔλεγεν· ἀλλ' εἰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι δίκτυα καθ' ἡμῶν. ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἐγένετο ἐν ταῖς πόλεσι διατρίβουσα καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ' ἀνθρώποις καὶ οὐδὲν ὑπ' αὐτῶν πάσχει δεινόν. τὰ δὲ λοιπὰ ὄρνεα ὑπομείναντα κατεσθίειν τὸ σπέρμα ὡς πάντων ὄντος κακῶν αἰτίου, συμβαίνει λιπαρὰς γενέσθαι οὕτω τε ἁλίσκεσθαι καὶ κατεσθίεσθαι. ταύτην οὖν τὴν κακογνωμοσύνην ὑπομένοντα μετενόησαν μὴ μετ' ἀνθρώπων μένειν, ἀλλ' ἐν ἀέρι ἵπτασθαι.    οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο, ἀκίνδυνοι διεφυλάχθησαν.

[40] ΑΣΤΡΟΛΟΓΟΣ

[1]    ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπεῖσθαι. καὶ δήποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ. ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος παριών τις ὡς ἤκουσε τῶν στεναγμῶν, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα ἔφη πρὸς αὐτόν· ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς;    τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἳ παραδόξως ἀλαζονεύοντες οὐδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δύνανται.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:29 - flow version _RPTC_G1.3