Esopo - Favole Libro I - libro primo favole XLI a LVII

[41] ΑΛΩΠΗΞ ΚΑΙ ΚΥΩΝ [1]

ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα θηλαζόντων τῶν ἀρνίων ἓν ἀναλαβομένη προσεποιεῖτο καταφιλεῖν. ἐρωτηθεῖσα δὲ ὑπὸ κυνός· τί τοῦτο ποιεῖς; τιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. καὶ ὁ κύων ἔφη· καὶ νῦν, ἂν μὴ ἀφῇς τὸ ἀρνίον, τὰ κυνῶν σοι προσοίσω.    πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μωροκλέπτην ὁ λόγος εὔκαιρος.

[42] ΓΕΩΡΓΟΣ ΚΑΙ ΠΑΙΔΕΣ ΑΥΤΟΥ

[1]    ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὐτοῦ παῖδας ἐμπείρους εἶναι τῆς γεωργίας μετακαλεσάμενος αὐτοὺς ἔφη· τεκνία, ἐν μιᾷ τῶν ἀμπέλων μου θησαυρὸς ἀπόκειται. οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕννας τε καὶ δικέλλας λαβόντες πᾶσαν αὐτῶν τὴν γεωργίαν ὤρυξαν. καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος πολυπλασίως τὴν φορὰν αὐτοῖς ἀπεδίδου.    ὁ λόγος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις. [2]    ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι ἐν τῇ γεωργικῇ προσκαλεσάμενος αὐτοὺς ἔφη· τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ ὑπάρχει μοι, ἐν τῇ ἀμπέλῳ εὑρήσετε πάντα. οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς αὐτῶν λαβόντες δικέλλας καὶ ἀξίνας καὶ δρέπανα κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος καλῶς κατασκαφεῖσα καὶ ὠφεληθεῖσα πολυπλασίονα ἀπέδωκε τὸν καρπὸν καὶ πλοῦτον ἀνήνεγκεν.    ὁ μῦθος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις. [3]    γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας προσκαλεσάμενος αὐτοὺς ἔφη· παῖδες ἐμοί, ἐγὼ μὲν ἤδη τὸν βίον ὑπέξειμι, ὑμεῖς δ', ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται, ζητήσαντες εὑρήσετε πάντα. οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν. καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν.    ὁ μῦθος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.

[43] ΒΑΤΡΑΧΟΙ

[1]    βάτραχοι δύο ξηρανθείσης αὐτῶν τῆς λίμνης περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. ὡς δὲ ἐγένοντο κατά τι φρέαρ, ὁ ἕτερος συνεβούλευεν ἀμελετήτως καθάλλεσθαι. ὁ δὲ ἕτερος ἔλεγεν· ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀναβῆναι;    ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν. [2]    βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. ἐν ἡμέραις δὲ τοῦ θέρους ἐξηράνθη ἡ λίμνη καὶ καταλείψαντες ἐκείνην ἄλλην ἐπεζήτουν. παραχρῆμα δὲ συνήντησαν φρέατι βαθεῖ. εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ· συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε. ὑπολαβὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν;    ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν. [3]    βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. θέρους δὲ ξηρανθείσης τῆς λίμνης ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ. ὁ δὲ ὑπολαβὼν εἶπεν· ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;    ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.

[44] ΒΑΤΡΑΧΟΙ ΑΙΤΟΥΝΤΕΣ ΒΑΣΙΛΕΑ

[1]    βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον εἰς τὴν λίμνην καθῆκε. καὶ οἱ βάτραχοι τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν, ὕστερον δέ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτο καταφρονήσεως ἦλθον ὡς καὶ ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα. τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ' αὐτῶν ὕδραν αὐτοῖς ἔπεμψεν, ὑφ' ἧς συλλαμβανόμενοι κατησθίοντο.    ὁ λόγος δηλοῖ, ὅτι ἄμεινόν ἐστι νωθεῖς ἔχειν ἄρχοντας ἢ ταρακτικούς. [2]    βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν ἱκετεύοντες τὸν Δία, ὅπως αὐτοῖς βασιλέα παράσχῃ. ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον μέσον τῆς λίμνης ἔπηξεν. παραυτίκα δὲ οἱ βάτραχοι τῷ φόβῳ συστελλόμενοι εἰς τὰ βάθη ἑαυτοὺς κατέδυον. χρόνου δὲ πολλοῦ παρῳχηκότος ὡς ἀκίνητον τὸ ξύλον ἑώρων, ἀπεβάλοντο τὸν φόβον καὶ εἰς τοσοῦτον κατεφρόνησαν αὐτοῦ, ὥστε ἐπιβαίνειν καὶ ἐπικαθέζεσθαι τούτῳ. μὴ ἀξιοῦντες δὲ τοῦτον ἔχειν βασιλέα ἐκ δευτέρου ἦλθον πρὸς τὸν Δία παρακαλοῦντες αὖθις ἀλλάξαι αὐτόν. ὁ δὲ δέδωκεν αὐτοῖς ἔγχελυν εἰς βασιλέα. ἰδόντες δὲ καὶ τούτου τὴν εὐήθειαν οὐκ ἀπεδέξαντο αὐτόν. ἦλθον οὖν ἐκ τρίτου πρὸς τὸν Δία, ὅπως καὶ τοῦτον ἀλλάξῃ. ὁ δὲ Ζεὺς ἀγανακτήσας κατ' αὐτῶν ὕδραν ἔπεμψεν αὐτοῖς, ὑφ' ἧς συλληφθέντες οἱ βάτραχοι καθ' ἕνα ἠσθίοντο.    ὁ μῦθος δηλοῖ, ὅτι ἄμεινόν ἐστι θεῷ πείθεσθαι καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας καὶ ταραχοποιούς.

[45] ΒΟΕΣ ΚΑΙ ΑΞΟΝΕΣ

[1]    βόες ἅμαξαν εἷλκον. τοῦ δὲ ἄξονος τρίζοντος ἐπιστραφέντες οὗτοι ἔφασαν πρὸς αὐτόν· ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων σὺ κέκραγας;    οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν. [2]    βόες ἅμαξαν εἷλκον. τοῦ δὲ ἄξονος τρίζοντος ἐπιστραφέντες οἱ βόες εἶπον αὐτῷ· ἡμῶν ὅλον τὸ βάρος φερόντων σὺ τί κράζεις;    ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ἄλλων μοχθούντων ἕτεροι βάρος προσποιοῦνται.

[46] ΒΟΡΕΑΣ ΚΑΙ ΗΛΙΟΣ

[1]    Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον· ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι, ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἐκδύσῃ. καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος μᾶλλον ἐπέκειτο. ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμὼν ‹ὁ Βορέας› τῷ Ἡλίῳ μεταπαρέδωκε. κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου σφοδρότερον τὸ καῦμα ἐπέτεινε, μέχρις οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος ἀποδυσάμενος ποταμοῦ παραῤῥέοντος ἐπὶ λουτρὸν ἀπῄει.    ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυστικώτερόν ἐστι.

[47] ΠΑΙΔΙΟΝ ΕΜΟΥΝ ΣΠΛΑΓΧΝΑ

[1]    βοῦν τινες ἐπ' ἀγροῦ θύοντες τοὺς σύνεγγυς ἐκάλεσαν. ἐν δὲ τούτοις ἦν τις καὶ γυνὴ πενιχρά, μεθ' ἧς καὶ ὁ αὐτῆς παῖς εἰσῆλθε. προιούσης δὲ τῆς εὐωχίας τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχνων καὶ τοῦ οἴνου, ἐπειδὴ ἐξωδήκει αὐτῷ ‹ἡ γαστὴρ›, βασανιζόμενον ἔλεγεν· ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα. ἡ δὲ εἶπεν· οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες.    οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἐπάχθεται ὡς οἴκοθεν προιέμενος. [2]    βουτῆρες ἐπ' ἀγροῦ θύοντες αἶγα τοὺς σύνεγγυς ἐκάλεσαν. ἐν δὲ τούτοις ἦν καὶ γυνὴ πενιχρά, μεθ' ἧς καὶ ὁ παῖς αὐτῆς. προιούσης δὲ τῆς εὐωχίας τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν ὀδυνόμενον ἔλεγεν· ὦ μῆτερ, ‹ἐμῶ› τὰ σπλάγχνα μου. ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες.    ὁ μῦθος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων ὅταν ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς. [3]    βοτῆρες ἐν ἀγρῷ ἔθυον αἶγα. συνῆν δὲ αὐτοῖς καὶ γυνὴ πενιχρὰ μετὰ τοῦ ἑαυτῆς παιδός. τῆς δὲ εὐωχίας προιούσης καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν ὀδυνώμενον ἔλεγεν· ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· οὐχὶ τὰ σά, τέκνον, ἀλλ' ἃ κατέφαγες.    ὁ μῦθος [δηλοῖ] πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλλότρια ἑτοίμως ἀπολαμβάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.

[48] ΒΩΤΑΛΙΣ

[1]    βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς †ἀφείλετο ἀπ' αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἡ νυκτερὶς ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν, δι' ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει, ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ' ἐκείνου ἐσωφρονίσθη, [καὶ] ἡ νυκτερὶς εἶπεν· ἀλλ' οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν καὶ συλληφθῆναι.    ὁ λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν. [3]    βουταλὶς ἀπό τινος θυρίδος ἐκρέματο. νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν, δι' ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. τῆς δὲ μὴ μάτην τοῦτο ποιεῖν λεγούσης, ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη καὶ διὰ τοῦτο ἀπ' ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· ἀλλ' οὐ νῦν σε φυλάττεσθαι δεῖ, ὅτε μηδὲν ὄφελος, ἀλλὰ πρὶν ἢ συλληφθῆναι.    ὁ μῦθος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασιν ἀνόνητος ἡ μετάνοια.

[49] ΒΟΥΚΟΛΟΣ [1]    βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον. περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐὰν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον περίφοβος γενόμενος ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπε· Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω.    οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ' ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. [2]    βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, ἐὰν τὸν κλέπτην τὸν λαβόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω. καὶ δὴ ἐρχομένου αὐτοῦ εἴς τινα δρυμὸν εὑρίσκει λέοντα κατεσθίοντα τὸν τοιοῦτον μόσχον. ἔμφοβος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω.    ὁ μῦθος ἐπὶ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. [3]    βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. ὡς δὲ οὐδὲν εὑρεῖν ἐδυνήθη, ηὔξατο τῷ Διί, ἂν τὸν λαβόντα τὸν μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν. καὶ δὴ ἐρχόμενος εἴς τινα δρυμὸν εὑρίσκει λέοντα κατεσθίοντα τὸν μόσχον. ἔμφοβος οὖν γενόμενος καὶ μέγα δειλιάσας ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἐὰν τὸν κλέπτην εὕρω, νῦν ταῦρόν σοι δώσειν ὑπισχνοῦμαι, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω.    ὁ μῦθος πρὸς ἄνδρας δυστυχεῖς, οἵτινες ἀποροῦντες μὲν εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

[50] ΓΑΛΗ ΚΑΙ ΑΦΡΟΔΙΤΗ [1]    γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ. καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. καθημένων δ' αὐτῶν ἐν τῷ θαλάμῳ ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν ἐθέλουσα. καὶ ἡ θεὸς ἀγανακτήσασα κατ' αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.    οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταβάλλονται. [2]    γαλῆ ἐρασθεῖσα νεανίσκου τινὸς εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. καὶ δὴ ἐλεήσασα αὐτὴν ἡ θεὸς μετεποίησεν αὐτὴν εἰς κόρην εὐειδῆ. ἐρασθεὶς οὖν ὁ νεανίας τοῦ κάλλους αὐτῆς ἀπήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ. καθεζομένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα καὶ τὸν τρόπον ἤλλαξεν, μῦν εἰς τὸ μέσον καθῆκεν. ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἀναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν κατεδίωκεν καταφαγεῖν ἐθέλουσα. ἀγανακτήσασα οὖν ἡ θεὸς πάλιν αὐτὴν εἰς τὴν ἰδίαν φύσιν ἀπεκατέστησεν.    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐκ ἀλλάσσουσιν.

[51] ΓΕΩΡΓΟΣ ΚΑΙ ΟΦΙΣ [1]    γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. παρακύψαντος δὲ τοῦ ὄφεως κατενεγκὼν τὸν πέλεκυν τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτόν, ὅπως αὐτῷ διαλλαγῇ. ὁ δὲ εἶπεν· ἀλλ' οὔτε ἐγὼ δύναμαι σοὶ εὐνοῆσαι ὁρῶν τὴν κεχαραγμένην πέτραν οὔτε σὺ ἐμοὶ ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον.    ὁ λόγος δηλοῖ, ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥᾳδίας τὰς μεταλλαγὰς ἔχουσι. [3,delta]    ὄφις γεωργοῦ παῖδα δήξας ἐν τῷ ποδὶ παραχρῆμα νεκρὸν ἔδειξεν. ὁ δὲ πατὴρ τῇ λύπῃ συσχεθεὶς καὶ πέλεκυν ἁρπάσας ἐπειρᾶτο φονεῦσαι τὸν ὄφιν. καὶ δὴ καταλαβὼν αὐτὸν θερείοντα στερρῶς καταφέρει τὸ ξίφος κατὰ τοῦ ὄφεως. ἀστοχήσας δὲ τοῦ θανατῶσαι αὐτὸν τὴν οὐρὰν ἀπέτεμε μόνην· ὁ δὲ ὄφις ἐν τῷ φωλεῷ εἰσέδυ. φοβηθεὶς οὖν ὁ γεωργός, μή πως ἀμύνηται αὐτὸν καὶ φονεύσῃ, λαβὼν ἄλευρον καὶ μέλι ἐξεκάλει τὸν ὄφιν πρὸς εἰρήνην. ὁ δὲ ἔνδον ὢν τοῦ φωλεοῦ ἔφησε τῷ ἀνθρώπῳ· ἀπὸ τοῦ νῦν μηκέτι κάμνῃς· φιλία γὰρ ἐν ἡμῖν οὐκέτι προσγενήσεται, διότι ἐγὼ μὲν τὴν οὐρὰν βλέπων λυποῦμαι, σὺ δὲ τοῦ υἱοῦ τὸν τύμβον ὁρῶν οὐκέτι εἰρηνεύσεις.    ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἐπιλανθάνεταί τις ‹τὴν› τῶν κακῶν ἀμοιβήν, ἂν τὸ μνημόσυνον βλέπῃ, περὶ οὗ ἐλυπήθη. [3]    ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα. ὁ δὲ πατὴρ ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν ἔμελλεν τὸν ὄφιν ἐξελθόντα φονεύσειν. ὡς δὲ ἔκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτὸν ἠστόχησε μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. ἀπελθόντος δὲ τοῦ ὄφεως ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαβὼν ἄρτον καὶ ἅλας ἔθηκεν ἐν τῇ τρώγλῃ. ὁ δὲ ὄφις λεπτὸν συρίξας εἶπεν· οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τύμβον τοῦ τέκνου.    ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς μίσους ἢ ἀμύνης ἐπιλανθάνεται, ἐφ' ὅσον βλέπει μνημόσυνον, δι' οὗ ἐλυπήθη.

[52] ΓΕΩΡΓΟΣ ΚΑΙ ΚΥΝΕΣ [1]    γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν. ἐπειδὴ δὲ ἔτι ὁ χειμὼν ἐπέμενε καὶ τὰς αἶγας κατεθοινήσατο. ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους· ἀπιτέον ἡμῖν ἐστιν ἐνθένδε· ὁ δεσπότης γάρ, εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;    ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι, οἳ οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. [2]    γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ ἀπορῶν τροφῆς πρῶτον μὲν τὰ πρόβατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. ὡς δὲ ὁ χειμὼν ἐπεκράτει, ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. ἰδόντες δὲ ταῦτα οἱ κύνες ἔφησαν πρὸς ἀλλήλους· πορευθῶμεν οὖν ἡμεῖς ἔνθεν. ὡς ὁρῶμεν γάρ, ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργάτας βόας οὐκ ἐφείσατο, ἡμῶν δὲ πῶς φείσεται;    ὁ μῦθος δηλοῖ, ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρή, οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται. [3] δεσπότης καὶ κύνες    ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀποληφθεὶς πρῶτα μὲν τὰ πρόβατα κατέφαγεν, εἶτα τὰς αἶγας. τοῦ δὲ χειμῶνος ἐπικρατοῦντος καὶ τοὺς ἐργάτας βοῦς σφάξας ἐθοινήσατο. οἱ δὲ κύνες ταῦτα ἰδόντες διελέχθησαν πρὸς ἀλλήλους· φεύγωμεν ἀλλ' ἡμεῖς γε ἐντεῦθεν· εἰ γὰρ τῶν ἐργατῶν βοῶν ὁ δεσπότης ἡμῶν οὐκ ἐφείσατο, πῶς ἡμῶν φείσεται;    ὁ μῦθος δηλοῖ, ὅτι τούτους μάλιστα φεύγειν καὶ φυλάττεσθαι χρή, οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.

[53] ΓΕΩΡΓΟΥ ΠΑΙΔΕΣ [1]    γεωργοῦ παῖδες ἐστασίαζον. ὁ δέ, ὡς πολλὰ παραινῶν οὐκ ἠδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταβαλέσθαι, ἔγνω δεῖν διὰ πράγματος τοῦτο πρᾶξαι καὶ παρῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. τῶν δὲ τὸ προσταχθὲν ποιησάντων τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν. ἐπειδὴ δὲ καίπερ βιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου. τῶν δὲ ῥᾳδίως κατακλώντων ἔφη· ἀτὰρ καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε, ἐὰν δὲ στασιάζητε, εὐάλωτοι.    ὁ λόγος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια, ὅσον εὐκαταγώνιστος ἡ στάσις.    υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας τούτους ἐν μιᾷ καλέσας ὁ πατὴρ καὶ ῥάβδον αὐτοῖς ἐπιδώσας ἔφη· θέλω κατεάξαι ταύτην τὴν ῥάβδον καὶ κατέαξαν αὐτήν. ὁ δὲ πάλιν ἐπέδωκεν αὐτοῖς ῥάβδους πολλὰς κατεάξαι καὶ οὐκ ἠδυνήθησαν κατεάξαι αὐτάς. ὁ δὲ ἔφη πρὸς αὐτούς· βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαντες τὰς ῥάβδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει.    ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον. [2]    γεωργοῦ παῖδες ἐστασίαζον. ὁ δὲ πατὴρ αὐτῶν πολλὰ παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λόγοις. ἔγνω οὖν διὰ πράγματος αὐτοὺς πεῖσαι. καὶ δὴ καθημένων αὐτῶν προσέταξεν δέσμην ῥάβδων αὐτῷ κομίσαι. ἐνεχθείσης δὲ λαβὼν τὰς ῥάβδους ἔδησεν αὐτὰς δέσμην μίαν καὶ ἐκέλευσε τοὺς παῖδας ἑνὶ ἑκάστῳ λαβεῖν τὴν δέσμην καὶ συνθλάσαι. οἱ δὲ δοκιμάσαντες οὐκ ἠδυνήθησαν. ὕστερον δὲ λύσας αὐτὰς δέδωκεν ἀνὰ μίαν κλάσαι. οἱ δὲ διὰ τάχους τοῦτο ἐποίησαν. τότε λέγει αὐτοῖς ὁ πατὴρ αὐτῶν· οὕτω καὶ ὑμεῖς, ὦ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς. ἐὰν δὲ μένετε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι.    ὁ μῦθος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια, ὅσον καταφρόνητος ἡ διάστασις.

[54] ΚΟΧΛΙΑΙ

[1]    γεωργοῦ παῖς κοχλίας ὤπτει. ἀκούσας δὲ αὐτῶν τριζόντων ἔφη· ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων αὐτοὶ ᾄδετε;    ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον. [3]    γεωργοῦ παῖς ὤπτα κοχλίας. ἀκούσας δὲ αὐτῶν τρυζόντων ἔφη· ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων αὐτοὶ ᾄδετε;    ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.

[55] ΓΥΝΗ ΚΑΙ ΘΕΡΑΠΑΙΝΑΙ

[1]    γυνὴ χήρα φιλεργὸς θεραπαινίδας ἔχουσα ταύτας εἰώθει νυκτὸς ἐπὶ τὰ ἔργα ἐγείρειν πρὸς ἀλεκτοροφωνίαν. αἱ δὲ συνεχῶς καταπονούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀλέκτορα ἀποπνῖξαι· ἐκεῖνον γὰρ ᾤοντο τῶν κακῶν αἴτιον εἶναι νύκτωρ ἐγείροντα τὴν δέσποιναν. συνέβη δὲ αὐταῖς τοῦτο πραξάσαις χαλεπωτέροις τοῖς δεινοῖς περιπεσεῖν. ἡ γὰρ δέσποινα ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν ἐννυχέστερον αὐτὰς ἐξήγειρεν.    οὕτω πολλοῖς ἀνθρώποις τὰ ἴδια βουλεύματα κακῶν αἴτια γίνεται. [3]    γυνὴ χήρα φιλεργὸς θεραπαινίδας ἔχουσα ταύτας εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. αἱ δὲ συνεχῶς τῷ πόνῳ ταλαιπωρούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀποκτεῖναι ἀλεκτρυόνα ὡς ἐκείνου νύκτωρ ἐξανίσταντος τὴν δέσποιναν. συνέβη δ' αὐταῖς τοῦτο διαπραξαμέναις χαλεπωτέροις περιπεσεῖν τοῖς δεινοῖς. ἡ γὰρ δεσπότις ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν ἐννυχώτερον ταύτας ἀνίστη.    ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἀνθρώποις τὰ βουλεύματα κακῶν αἴτια γίνεται.

[56] ΓΥΝΗ ΜΑΓΟΣ

[1]    γυνὴ μάγος ἐπῳδὰς καὶ καταθέσεις θείων μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα κἀκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. ἐπὶ τούτοις γραψάμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα εἰς δίκην ὑπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν θανάτῳ. θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη πρὸς αὐτήν· σὺ τὰς τῶν δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης;    [ὁ λόγος πρὸς ἀπατεῶνας καὶ μεγάλα ὑποσχομένους· εἶτα οὗτοι ἐν μικροῖς ἐλέγχονται.] [3]    γυνὴ μάγος καὶ θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη πολλὰ διετέλει ποιοῦσα καὶ κέρδος ἐντεῦθεν ἔχουσα. γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας εἷλον καὶ καταδικαθεῖσαν ἀπῆγον εἰς θάνατον. ἰδὼν δέ τις ἀπαγομένην αὐτὴν ἔφη· ἡ τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη πῶς οὐδὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης;    ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.

[57] ΓΡΑΥΣ ΚΑΙ ΙΑΤΡΟΣ

[1]    γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχρισε, διετέλει ἐκείνης συμμυούσης καθ' ἓν ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. ἐπεὶ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· μὴ βουλομένης δ' αὐτῆς ἀποδοῦναι ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑποσχέσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς κόρας, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως ἢ πρότερον· τότε μὲν γὰρ ἔβλεπον, ἔφη, πάντα τὰ ἐπὶ τῆς οἰκίας μου σκεύη, νῦν δ' οὐδὲν ἰδεῖν δύναμαι.    οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ' ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. [2]    γυνὴ πρέσβυς τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρόν τινα ἐπὶ μισθῷ παρεκάλεσεν στοιχήσασα αὐτὸν ἐνώπιον μαρτύρων, ὅτι, ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμούς, πολὺν λήψεται παρ' αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῇ, ἀλλ' ἐπιμείνῃ τῇ ἀρρωστίᾳ, μηδὲν αὐτῷ παράσχῃ. καὶ οὕτω γενομένου ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατ' ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτεν. μετ' οὐ πολὺ δὲ θεραπεύσας αὐτὴν ἐζήτει τὸν στοιχηθέντα μισθόν. ἀναβλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς. ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτήν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. σταθεῖσα οὖν ἐνώπιον αὐτῶν ἔφη· ὁ ἄνθρωπος οὗτος, καθὼς λέγει, ἀλήθειαν λέγει. ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναβλέψω, εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. νῦν οὖν αὐτὸς φάσκει, ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με. ὅταν γὰρ τοὺς ὀφθαλμοὺς τοὺς ἐμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου. νυνὶ δέ, ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι.    ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ' ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. [3]    γυνὴ γραῦς ἀλγοῦσα τοὺς ὀφθαλμοὺς εἰσκαλεῖταί τινα τῶν ἰατρῶν ἐπὶ μισθῷ συμφωνήσασα, ὡς, εἰ μὲν θεραπεύσειεν αὐτήν, τὸν ὁμολογηθέντα μισθὸν αὐτῷ δώσειν, εἰ δὲ μή, μηδὲν δώσειν. ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ. καθ' ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσβῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων ἐκείνης μηδαμῶς ἀναβλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει. ἡ μὲν οὖν γραῦς τὴν ἑαυτῆς περιουσίαν ἑώρα καθ' ἑκάστην ἐλαττουμένην ἐπὶ τοσοῦτον, ὡς καὶ τέλος παντάπασιν αὐτῇ θεραπευθείσῃ μηδὲν ὑπολειφθῆναι. τοῦ δ' ἰατροῦ τοὺς συμφωνηθέντας μισθοὺς αὐτὴν ἀπαιτοῦντος ὡς καθαρῶς βλέπουσαν ἤδη καὶ τοὺς μάρτυρας παραγαγόντος· μᾶλλον μὲν οὖν, εἶπεν ἐκείνη, τὰ νῦν οὐδοτιοῦν βλέπω. ἡνίκα μὲν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, πολλὰ τῶν ἐμῶν κατὰ τὴν ἐμαυτῆς ἔβλεπον οἰκίαν· νῦν δ' ὅτε με σὺ βλέπειν φῇς, οὐδοτιοῦν τῶν ἐκείνων ὁρῶ.    ὁ μῦθος δηλοῖ, ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων, ἐξ ὧν πράττουσι, λανθάνουσι καθ' ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:29 - flow version _RPTC_G1.3