Platone - Le definizioni - testo greco integrale dell'opera

 

Le Definizioni - Platone - testo greco - ὍΡΟΙ

Le Definizioni sono un elenco di 200 termini filosofici, con corrispondente definizione, attribuite tradizionalmente a Platone, ma considerate non autentiche già dall'antichità e quindi annoverate fra le sue opere spurie insieme a Sulla giustizia, Sulla virtù, Demodoco, Sisifo, Erissia e Assioco. Si tratta di uno scritto di scuola circolante nell'Accademia, e per quanto riguarda il loro effettivo autore è stato avanzato il nome di Speusippo.La critica moderna ritiene apocrifi, perché dal punto di vista sia filosofico sia artistico difettano dell'impronta del grande maestro

Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται· βεβαιότης ἤθους.

Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει· ἐπιστήμη ἀληθῶν. Βούλησις ἔφεσις μετὰ λόγου ὀρθοῦ· ὄρεξις εὔλογος· ὄρεξις μετὰ λόγου κατὰ φύσιν. Συμβούλευσις παραίνεσις ἑτέρῳ ὑπὲρ πράξεως, τίνα δεῖ τρόπον πράττειν. Εὐκαιρία χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν τι ἢ ποιῆσαι. [d] Εὐλάβεια φυλακὴ κακοῦ· ἐπιμέλεια φυλακῆς. Τάξις ἐργασίας ὁμοιότης τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία κοινωνίας· αἰτία τῶν πρὸς ἄλληλα πάντων ὄντων συμμετρίας [πρὸς τὸ μαθεῖν]. Πρόσεξις συντονία ψυχῆς πρὸς τὸ καταμαθεῖν. Εὐφυΐα τάχος μαθήσεως· γέννησις φυτῶν ἀγαθή· ἀρετὴ ἐν φύσει. Εὐμάθεια εὐφυΐα ψυχῆς πρὸς τάχος μαθήσεως. Νόμος ἀπόφασις κυρία περὶ ἀμφισβητουμένου πράγματος. Δίκη ἀμφισβήτησις περὶ τοῦ ἀδικεῖν ἢ μή. [e] Εὐνομία πειθαρχία νόμων σπουδαίων. Εὐφροσύνη ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις χαρά. Τιμὴ δόσις ἀγαθῶν ἐν ταῖς δι' ἀρετὴν πράξεσιν διδομένων· ἀξίωμα ἀπ' ἀρετῆς· σχῆμα σεμνότητος· τήρησις ἀξιώματος. Προθυμία ἐμφανισμὸς προαιρέσεως πρακτικῆς. Χάρις εὐεργεσία ἑκούσιος· ἀπόδοσις ἀγαθοῦ ὑπουργίας ἐν καιρῷ. Ὁμόνοια ὁμοδοξία ἀρχόντων καὶ ἀρχομένων ὡς δεῖ ἄρχειν καὶ ἄρχεσθαι. Πολιτεία κοινωνία πλήθους ἀνθρώπων αὐτάρκης πρὸς εὐδαιμονίαν· κοινωνία πλήθους ἔννομος. [414] [a] Πρόνοια παρασκευὴ πρὸς μέλλοντά τινα. Βουλὴ σκέψις περὶ τῶν μελλόντων πῶς συμφέρει. Νίκη δύναμις κρατητικὴ περὶ ἀγωνίαν. Εὐπορία εὐκρίνεια κρατητικὴ τοῦ λεγομένου. Δωρεὰ ἀλλαγὴ χάριτος. Καιρὸς χρόνου ἀκμὴ πρὸς τὸ συμφέρον· χρόνος ἀγαθοῦ τινος συνεργός. Μνήμη διάθεσις ψυχῆς φυλακτικὴ τῆς ἐν αὐτῇ ὑπαρχούσης ἀληθείας. Ἔννοια συντονία διανοίας. Νόησις ἀρχὴ ἐπιστήμης. Ἁγνεία εὐλάβεια τῶν πρὸς τοὺς θεοὺς ἁμαρτημάτων· τῆς [b] θεοῦ τιμῆς κατὰ φύσιν θεραπεία. Μαντεία ἐπιστήμη προδηλωτικὴ πράξεως ἄνευ ἀποδείξεως. Μαντικὴ ἐπιστήμη θεωρητικὴ τοῦ ὄντος καὶ μέλλοντος ζῴῳ θνητῷ. Σοφία ἐπιστήμη ἀνυπόθετος· ἐπιστήμη τῶν ἀεὶ ὄντων· ἐπιστήμη θεωρητικὴ τῆς τῶν ὄντων αἰτίας. Φιλοσοφία τῆς τῶν ὄντων ἀεὶ ἐπιστήμης ὄρεξις· ἕξις θεωρητικὴ τοῦ ἀληθοῦς, πῶς ἀληθές· ἐπιμέλεια ψυχῆς μετὰ λόγου ὀρθοῦ. Ἐπιστήμη ὑπόληψις ψυχῆς ἀμετάπτωτος ὑπὸ λόγου· [c] δύναμις ὑποληπτική τινος ἢ τινῶν ἀμετάπτωτος ὑπὸ λόγου· λόγος ἀληθὴς ἐπὶ διανοίᾳ ἀμετάπτωτος. Δόξα ὑπόληψις μεταπειστὸς ὑπὸ λόγου· λογιστικὴ φορά· διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου. Αἴσθησις ψυχῆς φορά· νοῦ κίνησις· ψυχῆς διὰ σώματος εἰσάγγελσις εἰς ὥρας ἀνθρώπων, ἀφ' ἧς γίγνεται ψυχῆς ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος. Ἕξις διάθεσις ψυχῆς καθ' ἣν ποιοί τινες λεγόμεθα. [d] Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας. Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων· διάλεκτος συνθετὴ ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους. Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου καὶ παντὸς τοῦ μὴ καθ' ἑαυτοῦ λεγομένου. Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος· καὶ σημεῖόν τι κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους.

Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον. Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος. [e] Τεκμήριον ἀπόδειξις ἀφανοῦς. Ἀπόδειξις λόγος συλλογιστικὸς ἀληθής· λόγος ἐμφανιστικὸς διὰ προγιγνωσκομένων. Στοιχεῖον φωνῆς φωνὴ ἀσύνθετος, αἰτία ταῖς ἄλλαις φωναῖς τοῦ φωνὰς εἶναι. Ὠφέλιμον τὸ αἴτιον τοῦ εὖ πάσχειν· τὸ αἴτιον ἀγαθοῦ. Συμφέρον τὸ εἰς ἀγαθὸν φέρον. [Καλὸν τὸ ἀγαθόν.] Ἀγαθὸν τὸ αἴτιον σωτηρίας τοῖς οὖσιν· τὸ αἴτιον παντὸς τοῦ πρὸς αὑτό, ἀφ' οὗ συμβαίνει ἃ χρὴ αἱρεῖσθαι. Σῶφρον τὸ κόσμιον τῆς ψυχῆς. Δίκαιον νόμου τάγμα ποιητικὸν δικαιοσύνης. [415] [a] Ἑκούσιον τὸ αὑτοῦ προσαγωγόν· τὸ καθ' αὑτὸ αἱρετὸν κατὰ διάνοιαν ἀποτελούμενον. Ἐλεύθερον τὸ ἄρχον αὑτοῦ. Μέτριον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως καὶ κατὰ τέχνην ἀρκοῦν. Μέτρον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως. Ἆθλον ἀρετῆς γέρας τὸ ἑαυτοῦ ἕνεκα αἱρετόν. Ἀθανασία οὐσία ἔμψυχος καὶ ἀίδιος μονή. Ὅσιον θεράπευμα θεοῦ ἀρεστὸν θεῷ. Ἑορτὴ χρόνος ἱερὸς κατὰ νόμους. Ἄνθρωπος ζῷον ἄπτερον, δίπουν, πλατυώνυχον· ὃ μόνον τῶν ὄντων ἐπιστήμης τῆς κατὰ λόγους δεκτικόν ἐστιν. [b] Θυσία θεῷ δόμα θύματος. Εὐχὴ αἴτησις ἀνθρώποις ἀγαθῶν ἢ δοκούντων παρὰ θεῶν. Βασιλεὺς ἄρχων κατὰ νόμους ἀνυπεύθυνος· πολιτικῆς κατασκευῆς ἄρχων. Ἀρχὴ ἐπιμέλεια τοῦ παντός. Ἐξουσία ἐπιτροπὴ νόμου. Νομοθέτης ποιητὴς νόμων καθ' οὓς δεῖ πολιτεύεσθαι. Νόμος δόγμα πλήθους πολιτικὸν οὐκ εἴς τινα χρόνον ἀφωρισμένον. Ὑπόθεσις ἀρχὴ ἀναπόδεικτος· συγκεφαλαίωσις λόγου. Ψήφισμα δόγμα πολιτικὸν εἴς τινα χρόνον ἀφωρισμένον. [c] Πολιτικὸς ἐπιστήμων πόλεως κατασκευῆς. Πόλις οἴκησις πλήθους ἀνθρώπων κοινοῖς δόγμασιν χρωμένων· πλῆθος ἀνθρώπων ὑπὸ νόμον τὸν αὐτὸν ὄντων. Πόλεως ἀρετὴ κατάστασις ὀρθῆς πολιτείας. Πολεμικὴ ἐμπειρία πολέμου. Συμμαχία κοινωνία πολέμου. Σωτηρία περιποίησις ἀβλαβής. Τύραννος ἄρχων πόλεως κατὰ τὴν ἑαυτοῦ διάνοιαν. Σοφιστὴς νέων πλουσίων ἐνδόξων ἔμμισθος θηρευτής. Πλοῦτος κτῆσις σύμμετρος πρὸς εὐδαιμονίαν· περιουσία χρημάτων εἰς εὐδαιμονίαν συντεινόντων. Παρακαταθήκη δόμα μετὰ πίστεως. Κάθαρσις ἀπόκρισις χειρόνων ἀπὸ βελτιόνων. Νικᾶν κρατεῖν διαφερόμενον. Ἀγαθὸς ἄνθρωπος ὁ τοιοῦτος οἷος ἀνθρώπῳ τἀγαθὰ ἐπιτελεῖν. Σώφρων ὁ μετρίας ἐπιθυμίας ἔχων. Ἐγκρατὴς ὁ κρατῶν ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων τῷ ὀρθῷ λογισμῷ. Σπουδαῖος ὁ τελείως ἀγαθός· ὁ ἔχων τὴν αὑτοῦ ἀρετήν. [e] Σύννοια διάνοια μετὰ λύπης ἄνευ λόγου. Δυσμαθία βραδυτὴς ἐν μαθήσει. Δεσποτεία ἀρχὴ ἀνυπεύθυνος δικαία. Ἀφιλοσοφία ἕξις καθ' ἣν ὁ ἔχων μισολόγος ἐστίν. Φόβος ἔκπληξις ψυχῆς ἐπὶ κακοῦ προσδοκίᾳ. Θυμὸς ὁρμὴ βίαιος ἄνευ λογισμοῦ νοῦς τάξεως†ψυχῆς ἀλογίστου. Ἔκπληξις φόβος ἐπὶ προσδοκίᾳ κακοῦ. Κολακεία ὁμιλία ἡ πρὸς ἡδονὴν ἄνευ τοῦ βελτίστου· ἕξις ὁμιλητικὴ πρὸς ἡδονὴν ὑπερβάλλουσα τὸ μέτριον. Ὀργὴ παράκλησις τοῦ θυμικοῦ εἰς τὸ τιμωρεῖσθαι. Ὕβρις ἀδικία πρὸς ἀτιμίαν φέρουσα. [416] [a] Ἀκρασία ἕξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ δοκοῦντα ἡδέα εἶναι. Ὄκνος φυγὴ πόνων· δειλία ἀντιληπτικὴ ὁρμῆς. Ἀρχὴ πρώτη τοῦ εἶναι αἰτία. Διαβολὴ διάστασις φίλων λόγῳ. Καιρὸς ἐν ᾧ ἕκαστον ἐπιτήδειον παθεῖν ἢ ποιῆσαι. Ἀδικία ἕξις ὑπεροπτικὴ νόμων. Ἔνδεια ἐλάττωσις τῶν ἀγαθῶν. Αἰσχύνη φόβος ἐπὶ προσδοκίᾳ ἀδοξίας. Ἀλαζονεία ἕξις προσποιητικὴ ἀγαθοῦ ἢ ἀγαθῶν τῶν μὴ ὑπαρχόντων. Ἁμαρτία πρᾶξις παρὰ τὸν ὀρθὸν λογισμόν. Φθόνος λύπη ἐπὶ φίλων ἀγαθοῖς ἢ οὖσιν ἢ γεγενημένοις. Ἀναισχυντία ἕξις ψυχῆς ὑπομενητικὴ ἀδοξίας ἕνεκα κέρδους. Θρασύτης ὑπερβολὴ θράσους πρὸς φόβους οὓς μὴ δεῖ. Φιλοτιμία ἕξις ψυχῆς προετικὴ πάσης δαπάνης ἄνευ λογισμοῦ. Κακοφυΐα κακία ἐν φύσει καὶ ἁμαρτία τοῦ κατὰ φύσιν· νόσος τοῦ κατὰ φύσιν. Ἐλπὶς προσδοκία ἀγαθοῦ. Μανία ἕξις φθαρτικὴ ἀληθοῦς ὑπολήψεως. Λαλιὰ ἀκρασία λόγου ἄλογος. Ἐναντιότης τῶν ὑπὸ τὸ αὐτὸ γένος κατά τινα διαφορὰν πιπτόντων ἡ πλείστη διάστασις. Ἀκούσιον τὸ παρὰ διάνοιαν ἀποτελούμενον. Παιδεία δύναμις θεραπευτικὴ ψυχῆς. Παίδευσις παιδείας παράδοσις. Νομοθετικὴ ἐπιστήμη ποιητικὴ πόλεως ἀγαθῆς. Νουθέτησις λόγος ἐπιτιμητικὸς ἀπὸ γνώμης· λόγος ἁμαρτίας ἀποτροπῆς ἕνεκεν. Βοήθεια κακοῦ κώλυσις ὄντος ἢ γινομένου. Κόλασις ψυχῆς θεραπεία ἐπὶ ἁμαρτήματι γενομένῳ. Δύναμις ὑπεροχὴ ἐν πράξει ἢ ἐν λόγῳ· ἕξις καθ' ἣν τὸ ἔχον δυνατόν ἐστιν· ἰσχὺς κατὰ φύσιν. Σῴζειν τὸ περιποιεῖν ἀβλαβῆ.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:33 - flow version _RPTC_G1.3