Aristotele - Fisiognomica - testo greco e traduzione

FISOGNOMICA - ARISTOTELE

Φυσιογνωμονικά - Αριστοτέλης

Ὅτι αἱ διάνοιαι ἕπονται τοῖς σώμασι, καὶ οὐκ εἰσὶν αὐταὶ καθ᾿ ἑαυτὰς ἀπαθεῖς οὖσαι τῶν τοῦ σώματος κινήσεων. τοῦτο δὲ δῆλον πάνυ γίνεται ἔν τε ταῖς μέθαις καὶ ἐν ταῖς ἀρ- ρωστίαις. πολὺ γὰρ ἐξαλλάττουσαι φαίνονται αἱ διάνοιαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων. καὶ τοὐναντίον δὴ τοῖς τῆς ψυχῆς παθήμασι τὸ σῶμα συμπάσχον φανερὸν γίνε- ται περί τε τοὺς ἔρωτας καὶ τοὺς φόβους τε καὶ τὰς λύπας καὶ τὰς ἡδονάς. ἔτι δὲ ἐν τοῖς φύσει γινομένοις μᾶλλον ἄν τις συνίδοι ὅτι οὕτως ἔχει πρὸς ἄλληλα σῶμά τε καὶ ψυχὴ συμφυῶς ὥστε τῶν πλείστων ἀλλήλοις αἴτια γίνεσθαι παθημάτων. οὐδὲν γὰρ πώποτε ζῷον γεγένηται τοιοῦτον ὃ τὸ μὲν εἶδος ἔσχεν ἑτέρου ζῴου, τὴν δὲ διάνοιαν ἄλλου, ἀλλ᾿ ἀεὶ τοῦ αὐτοῦ τό τε σῶμα καὶ τὴν ψυχήν, ὥστε ἀναγ- καῖον ἕπεσθαι τῷ τοιῷδε σώματι τοιάνδε διάνοιαν. ἔτι δὲ καὶ τῶν ἄλλων ζῴων οἱ περὶ ἕκαστον ἐπιστήμονες ἐκ τῆς ἰδέας δύνανται θεωρεῖν, ἱππικοί τε ἵππους καὶ κυνηγέται κύνας. εἰ δὲ ταῦτα ἀληθῆ εἴη (ἀεὶ δὲ ταῦτα ἀληθῆ ἐστίν), εἴη ἂν φυσιογνωμονεῖν. οἱ μὲν οὖν προγεγενημένοι φυσιο- γνώμονες κατὰ τρεῖς τρόπους ἐπεχείρησαν φυσιογνωμονεῖν, ἕκαστος καθ᾿ ἕνα. οἱ μὲν γὰρ ἐκ τῶν γενῶν τῶν ζῴων φυ- σιογνωμονοῦσι, τιθέμενοι καθ᾿ ἕκαστον γένος εἶδός τι ζῴου καὶ διάνοιαν. οἱ δ᾿ ἐπὶ τούτοις σῶμά τι, εἶτα τὸν ὅμοιον τῷ σώματι σῶμα ἔχοντα καὶ τὴν ψυχὴν ὁμοίαν ὑπελάμβα- νον. ἄλλοι δέ τινες τοῦτο μὲν ἐποίουν, οὐκ ἐξ ἁπάντων δὲ τῶν ζῴων ἐδοκίμαζον, ἀλλ᾿ ἐξ αὐτοῦ τοῦ τῶν ἀνθρώπων γέ- νους, διελόμενοι κατὰ τὰ ἔθνη, ὅσα διέφερε τὰς ὄψεις καὶ τὰ ἤθη, οἷον Αἰγύπτιοι καὶ Θρᾷκες καὶ Σκύθαι, ὁμοίως τὴν ἐκλογὴν τῶν σημείων ἐποιοῦντο. οἱ δέ τινες ἐκ τῶν ἠθῶν τῶν ἐπιφαινομένων, οἵᾳ διαθέσει ἕπεται ἕκαστον ἦθος, τῷ ὀργιζομένῳ, τῷ φοβουμένῳ, τῷ ἀφροδισιάζοντι, καὶ τῶν ἄλλων δὴ παθημάτων ἑκάστῳ. ἔστι δὲ κατὰ πάντας τούτους τοὺς τρόπους φυσιογνωμονεῖν, καὶ ἔτι κατ᾿ ἄλλους, καὶ τὴν ἐκλογὴν τῶν σημείων ἀνομοίως ποιεῖσθαι. οἱ μὲν οὖν κατὰ τὰ ἤθη μόνον φυσιογνωμονοῦντες ἁμαρτάνουσιν, πρῶτον μὲν ὅτι ἔνιοι οὐχ οἱ αὐτοὶ ὄντες τὰ ἐπὶ τῶν προσώπων ἤθη τὰ αὐτὰ ἔχουσιν, οἷον ὅ τε ἀνδρεῖος καὶ ὁ ἀναιδὴς τὰ αὐτὰ ἔχουσι, τὰς διανοίας πολὺ κεχωρισμένοι, δεύτερον δὲ ὅτι κατὰ χρόνους τινὰς τὰ ἤθη οὐ τὰ αὐτὰ ἀλλ᾿ ἑτέρων ἔχουσιν. δυσανίοις τε γὰρ οὖσιν ἐνίοτε συνέβη τὴν ἡμέραν ἡδέως δια- γαγεῖν καὶ τὸ ἦθος λαβεῖν τὸ τοῦ εὐθύμου, καὶ τοὐναντίον εὔθυμον λυπηθῆναι, ὥστε τὸ ἦθος τὸ ἐπὶ τοῦ προσώπου μεταβαλεῖν. ἔτι πρὸς τούτοις περὶ ὀλίγων ἄν τις τοῖς ἐπιφαιvομένοις τεκμαίροιτο. οἱ δ᾿ ἐκ τῶν θηρίων φυσιογνωμονοῦντες οὐκ ὀρθῶς τὴν ἐκλογὴν τῶν σημείων ποιοῦνται. οὐ γὰρ δὴ ἑκάστου τῶν ζῴων τὴν ἰδέαν διεξελθόντα ἔστιν εἰπεῖν ὅτι, ὃς ἂν ὅμοιος τούτῳ τὸ σῶμα ἦ, καὶ τὴν ψυχὴν ὅμοιος ἔσται. πρῶτον μὲν γὰρ ὡς ἁπλῶς εἰπεῖν οὕτως ὅμοιον θηρίῳ ἄν- θρωπον οὐδεὶς ἂν εὕροι, ἀλλὰ προσεοικότα μέν τι. ἔτι πρὸς τούτοις τὰ ζῷα ὀλίγα μὲν τὰ ἴδια ἔχει σημεῖα, πολλὰ δὲ τὰ κοινά. ὥστε ἐπειδὰν ὅμοιός τις ἦ μὴ κατὰ τὸ ἴδιον ἀλλὰ κατὰ τὸ κοινόν, τί μᾶλλον οὗτος λέοντι ἢ ἐλάφῳ ὁμοιότερος; εἰκὸς γὰρ τὰ μὲν ἴδια τῶν σημείων ἴδιόν τι σημαίνειν, τὰ δὲ κοινὰ κοινόν. τὰ μὲν οὖν κοινὰ τῶν ση- μείων οὐδὲν ἂν διασαφηθείη τῷ φυσιογνωμονοῦντι. εἰ δέ τις τὰ ἴδια ἑκάστου τῶν θηρίων ἐκλέξειεν, οὐκ ἂν ἔχοι ἀποδοῦναι οὗ ἐστὶ ταῦτα σημεῖα. εἰκὸς γὰρ τοῦ ἰδίου, ἴδιον δὲ οὐδενὸς οὐδὲν τῶν ζῴων τῶν φυσιογνωμονουμένων ἔν γε τῇ διανοίᾳ ἔχοι ἄν τις λαβεῖν. οὔτε γὰρ ἀνδρεῖον μόνον ὁ λέων ἐστίν, ἀλλὰ καὶ ἄλλα πολλά, οὔτε δειλὸν ὁ λαγωός, ἀλλὰ καὶ ἄλλα μυρία. εἰ οὖν μήτε τὰ κοινὰ σημεῖα ἐκλέξαντι σα- φές τι γίνεται μήτε τὰ ἴδια, οὐκ ἂν εἴη καθ᾿ ἕκαστον τῶν ζῴων σκέπτεσθαι, ἀλλ᾿ ἐξ ἀνθρώπων τὴν ἐκλογὴν ποιητέον τῶν τὸ αὐτὸ πάθος πασχόντων, οἷον, ἂν μὲν ἀνδρείου ἐπι- σκοπῇ τις τὰ σημεῖα, τὰ ἀνδρεῖα τῶν ζῴων εἰς ἓν λα- βόντα δεῖ ἐξετάσαι, ποῖα παθήματα τούτοις μὲν ἅπασιν ὑπάρχει, τῶν δὲ ἄλλων ζῴων οὐδενὶ συμβέβηκεν. εἰ γὰρ οὕτω τις ἐκλέξειεν, ὅτι ταῦτά ἐστι τὰ σημεῖα ἀνδρείας τοῖς προκριθεῖσι ζῴοις, μὴ μόνον ἀνδρείας κοινὸν ὑπάρχειν πά- θημα τῶν ἐν τῇ διανοίᾳ, ἀλλὰ καὶ ἄλλο τι. οὕτω δ᾿ ἂν ἀπορήσειε πότερον ἀνδρείας ἢ θατέρου τὰ σημεῖά ἐστιν. ἀλλὰ δεῖ ἐκ πλείστων τε ἐκλέγεσθαι ζῴων, καὶ μηδὲν πάθος κοινὸν ἐχόντων ἐν τῇ διανοίᾳ ἄλλο τι, οὗ ἂν τὰ σημεῖα σκοπῇ. ὅσα μὲν οὖν τῶν σημείων μόνιμά ἐστι, μόνιμον ἄν τι καὶ σημαίνοι. ὅσα δὲ ἐπιγινόμενά τε καὶ ἀπολείποντα, πῶς ἂν τὸ σημεῖον ἀληθὲς εἴη τοῦ ἐν τῇ διανοίᾳ μὴ μένοντος; εἰ μὲν γὰρ μόνιμον ἐπιγινόμενόν τε καὶ ἀπολεῖπον σημεῖόν τις ὑπολάβοι, ἐνδέχοιτο μὲν ἂν αὐτὸ ἀληθὲς εἶναι, οὐ μὴν ἐπιεικὲς ἂν εἴη, μὴ ἀεὶ τῷ πράγματι παρεπόμενον. ὅσα δὲ παθήματα ἐγγινόμενα τῇ ψυχῇ μηδέν τι ἐνδιαλλάτ- τει τὰ σημεῖα τὰ ἐν τῷ σώματι, οἷς χρῆται ὁ φυσιογνώ- μων, οὐκ ἂν εἴη τὰ τοιαῦτα γνωρίσματα τῇ τέχνῃ, οἷον τὰ περὶ τὰς δόξας καὶ τὰς ἐπιστήμας ἰατρὸν ἢ κιθαριστὴν οὐκ ἐνδέχεται γνωρίζειν. ὁ γὰρ μαθὼν ὅ τι μάθημα, οὐδὲν ἐξήλλαξε τῶν σημείων οἷς χρῆται ὁ φυσιογνώμων. Δεῖ δὴ οὖν ὁρίσαι περὶ ποῖα ἄττα ἐστὶν ἡ φυσιογνω- μονία, ἐπειδὴ οὐ περὶ πάντα, καὶ ἐκ τίνων ἕκαστα σημεῖα λαμβάνεται, ἔπειτ᾿ ἐφεξῆς καθ᾿ ἓν ἕκαστον περὶ τῶν ἐπι- φανεστέρων δηλῶσαι. ἡ μὲν οὖν φυσιογνωμονία ἐστί, καθά- περ καὶ τοὔνομα αὐτῆς λέγει, περὶ τὰ φυσικὰ παθή- ματα τῶν ἐν τῇ διανοίᾳ, καὶ τῶν ἐπικτήτων ὅσα παρα- γινόμενα μεθίστησι τῶν σημείων τῶν φυσιογνωμονουμένων.

ὁποῖα δὲ ταῦτά ἐστιν, ὕστερον δηλωθήσεται. ἐξ ὧν δὲ γε- νῶν τὰ σημεῖα λαμβάνεται, νῦν ἐρῶ, καὶ ἔστιν ἅπαντα. ἔκ τε γὰρ τῶν κινήσεων φυσιογνωμονοῦσι, καὶ ἐκ τῶν σχημάτων, καὶ ἐκ τῶν χρωμάτων, καὶ ἐκ τῶν ἠθῶν τῶν ἐπὶ τοῦ προσώπου ἐμφαινομένων, καὶ ἐκ τῶν τριχωμάτων, καὶ ἐκ τῆς λειότητος, καὶ ἐκ τῆς φωνῆς, καὶ ἐκ τῆς σαρ- κός, καὶ ἐκ τῶν μερῶν, καὶ ἐκ τοῦ τύπου ὅλου τοῦ σώ- ματος. καθόλου μὲν οὖν τοιαῦτά ἐστιν ἃ λέγουσιν οἱ φυ- σιογνώμονες περὶ ὅλων τῶν γενῶν ἐν οἷς ἐστὶ τὰ σημεῖα. εἰ μὲν οὖν ἀσαφὴς ἢ μὴ εὔσημος ἦν ἡ τοιαύτη διέξοδος, ἀπέχρησεν ἂν τὰ εἰρημένα. νυνὶ δ᾿ ἴσως βέλτιόν ἐστι καθ᾿ ἕκαστον περὶ πάντων, ὅσα ἐπιφανῆ παρὰ τῶν φυσιογνω- μονουμένων, ἀκριβέστερον φράσαι, τά τε σημεῖα λέγοντα, οἷά τ᾿ ἐστὶν ἕκαστα καὶ ἐπὶ τί ἀναφέρεται, ὅσα μὴ ἐν τοῖς προειρημένοις δεδήλωται. αἱ μὲν οὖν χροιαὶ σημαίνουσιν αἱ μὲν ὀξεῖαι θερμὸν καὶ ὕφαιμον, αἱ δὲ λευκέρυθροι εὐ- φυίαν, ὅταν ἐπὶ λείου χρωτὸς συμβῇ τοῦτο τὸ χρῶμα. τὰ δὲ τριχώματα τὰ μὲν μαλακὰ δειλόν, τὰ δὲ σκληρὰ ἀνδρεῖον. τοῦτο δὲ τὸ σημεῖον εἴληπται ἐξ ἁπάντων τῶν ζῴων. δειλότατον μὲν γάρ ἐστιν ἔλαφος λαγωὸς πρόβατα, καὶ τὴν τρίχα μαλακωτάτην ἔχει. ἀνδρειότατον δὲ λέων, ὗς ἄγριος, καὶ τρίχα σκληροτάτην φέρει. ἔστι δὲ καὶ ἐν τοῖς ὄρνισι τὸ αὐτὸ τοῦτο ἰδεῖν. καθόλου τε γὰρ ὅσοι μὲν σκληρὸν τὸ πτερὸν ἔχουσιν, ἀνδρεῖοι, ὅσοι δὲ μαλακόν, δειλοί, καὶ κατὰ μέρη ἔστι ταὐτὸ τοῦτο ἰδεῖν ἔν τε τοῖς ὄρτυξι καὶ ἐν τοῖς ἀλεκτρυόσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν γενῶν τῶν ἀνθρώπων ταὐτὸ τοῦτο συμπίπτει. οἱ μὲν γὰρ ὑπὸ ταῖς ἄρκτοις οἰκοῦντες ἀνδρεῖοί τέ εἰσι καὶ σκληρότρι- χες, οἱ δὲ πρὸς μεσημβρίαν δειλοί τε καὶ μαλακὸν τρί- χωμα φέρουσιν. ἡ δὲ δασύτης ἡ περὶ τὴν κοιλίαν λα- λιὰν σημαίνει. τοῦτο δὲ ἀναφέρεται εἰς τὸ γένος τῶν ὀρνί- θων. ἴδιον γὰρ ὄρνιθος τῶν περὶ τὸ σῶμα ἡ δασύτης ἡ περὶ τὴν κοιλίαν, τῶν δὲ περὶ διάνοιαν ἡ λαλιά. ἡ δὲ σὰρξ ἡ μὲν σκληρὰ καὶ εὐεκτικὴ φύσει ἀναίσθητον ση- μαίνει, ἡ δὲ λεία καὶ εὐφυέα καὶ ἀβέβαιον, ἐὰν μὴ ἐπ᾿ ἰσχυροῦ σώματος καὶ τὰ ἀκρωτήρια ἐγκρατῆ ἔχοντος τοῦτο συμβῇ. αἱ δὲ κινήσεις αἱ μὲν νωθραὶ μαλακὴν διάνοιαν, αἱ δὲ ὀξεῖαι ἔνθερμον. ἐπὶ δὲ τῆς φωνῆς ἡ μὲν βαρεῖα καὶ ἐπιτεινομένη ἀνδρεῖον, ἡ δὲ ὀξεῖα καὶ ἀνειμένη δειλόν. τὰ δὲ σχήματα καὶ τὰ παθήματα τὰ ἐπιφαινόμενα ἐπὶ τῶν προσώπων κατὰ τὰς ὁμοιότητας λαμβάνεται τῷ πά- θει. ὅταν γὰρ πάσχῃ τι, γίνεται οἷον εἰ τοιοῦτον ἔχει ὅταν τις ὀργίζηται, ὀργίλον τὸ σημεῖον τοῦ αὐτοῦ γένους. τὸ δὲ ἄρρεν τοῦ θήλεος μεῖζον καὶ ἰσχυρότερον, καὶ τὰ ἀκρωτή- ρια τοῦ σώματος ἰσχυρότερα καὶ λιπαρώτερα καὶ εὐεκτι- κώτερα καὶ βελτίω κατὰ πάσας τὰς ἀρετάς. ἰσχυρότερα δὲ τῶν ἐπὶ τοῖς μέρεσι σημείων ἐστὶ τὰ ἐν τοῖς ἤθεσι τοῖς ἐν τοῖς ἐπιφαινομένοις λαμβανόμενα καὶ τὰ κατὰ τὰς κινήσεις καὶ τὰ σχήματα. ὅλως δὲ τὸ ἑνὶ μὲν πιστεύειν τῶν σημείων εὔηθες. ὅταν δὲ πλείω συμφωνοῦντα καθ᾿ ἑνὸς λάβῃ, μᾶλλον ἤδη κατὰ τὸ εἰκὸς ἄν τις ὑπολαμβάνοι ἀληθῆ εἶναι τὰ σημεῖα. ἔστι δὲ ἄλλος τρόπος καθ᾿ ὃν ἄν τις φυσιογνωμονοίη. οὐδεὶς μέντοι ἐπικεχείρηκεν. οἷον εἰ ἀνάγκη ἐστὶ τὸν ὀργίλον καὶ τὸν δυσάνιον καὶ μικρὸν τὸ ἦθος φθονερὸν εἶναι, εἰ καὶ μή ἐστι φθονεροῦ σημεῖα, ἐξ ἐκείνων δὲ τῶν προτέρων ἐνδέχοιτο ἂν τῷ φυσιογνώμονι καὶ τὸν φθονερὸν εὑρίσκειν, μάλιστα μὲν ἂν ὁ τοιοῦτος ἴδιος τρόπος εἴη τοῦ πεφιλοσοφηκότος. τὸ γὰρ δύνασθαι τινῶν ὄντων ἀναγκαῖον εἶναι, ἴδιον ὑπολαμβάνοιμεν φιλοσοφίας. ὅπερ ἐστὶν ὅτε ἐναντιοῦται τούτῳ κατὰ τὰ πάθη φυσιογνω- μονεῖν καὶ τὰ κακά. Περὶ φωνῆς κατὰ μὲν τὸ πάθος ἐπισκοπῶν ὀξεῖαν οἰηθείη ἄν τις δυεῖν ἕνεκεν τιθέναι τοῦ θυμοειδοῦς. ὁ γὰρ ἀγανακτῶν καὶ ὀργιζόμενος ἐπιτείνειν εἴωθε τὸν φθόγγον καὶ ὀξὺ φθέγγεσθαι, ὁ δὲ ῥαθύμως διακείμενος τόν τε τόνον ἀνίησι καὶ βαρὺ φθέγγεται. τῶν δ᾿ αὖ ζῴων τὰ μὲν ἀνδρεῖα βαρύφωνά ἐστι, τὰ δὲ δειλὰ ὀξύφωνα, λέων μὲν καὶ ταῦρος, καὶ κύων ὑλακτικός, καὶ τῶν ἀλεκτρυό- νων οἱ εὔψυχοι βαρύφωνοι φθέγγονται. ἔλαφος δὲ καὶ λαγὼς ὀξύφωνά ἐστιν. ἀλλ᾿ ἴσως καὶ ἐν τούτοις κρεῖσσόν ἐστι μὴ ἐν τῷ βαρεῖαν ἢ ὀξεῖαν εἶναι τὴν φωνὴν αὐτῶν ἀνδρεῖον ἢ δειλὸν τιθέναι, ἀλλ᾿ ἐν τῷ τὴν μὲν ἐρρωμένην ἀνδρείου τὴν δὲ ἀνειμένην καὶ ἀσθενῆ δειλοῦ ὑποληπτέον εἶναι. ἔστι δὲ κράτιστον, ὅταν τὰ σημεῖα μὴ ὁμολογούμενα ἀλλ᾿ ὑπεναντιούμενα, μηδὲν τιθέναι, εἰ μή ἐστι τῶν διῃρη- μένων ποῖα ποίων πιστότερα, καὶ μάλιστα μὲν εἰς εἴδη ἀλλὰ μὴ εἰς ὅλα τὰ γένη ἀναφέρειν. ὁμοιότερα γάρ ἐστι τῷ ζητουμένῳ. οὐ γὰρ ὅλον τὸ γένος τῶν ἀνθρώπων φυ- σιογνωμονοῦμεν, ἀλλά τινα τῶν ἐν τῷ γένει. Ἀνδρείου σημεῖα τρίχωμα σκληρόν, τὸ σχῆμα τοῦ σώματος ὀρθόν, ὀστᾶ καὶ πλευραὶ καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἰσχυρὰ καὶ μεγάλα, καὶ κοιλία πλατεῖα καὶ προσεσταλμένη. ὠμοπλάται πλατεῖαι καὶ διεστηκυῖαι, οὔτε λίαν συνδεδεμέναι οὔτε παντάπασιν ἀπολελυμέναι. τράχη- λος ἐρρωμένος, οὐ σφόδρα σαρκώδης. τὸ στῆθος σαρκῶδές τε καὶ πλατύ, ἰσχίον προσεσταλμένον, γαστροκνημίαι κάτω προσεσπασμέναι. ὄμμα χαροπόν, οὔτε λίαν ἀνεπτυγμένον οὔτε παντάπασι συμμύον. αὐχμηρότερον τὸ χρῶμα τὸ ἐπὶ τοῦ σώματος. ὀξὺ μέτωπον, εὐθύ, οὐ μέγα, ἰσχνόν, οὔτε λεῖον οὔτε παντάπασι ῥυτιδῶδες. δειλοῦ σημεῖα τριχω- μάτιον μαλακόν, τὸ σῶμα συγκεκαθικός, οὐκ ἐπισπερχής. αἱ δὲ γαστροκνημίαι ἄνω ἀνεσπασμέναι. περὶ τὸ πρόσω- πον ὕπωχρος. ὄμματα ἀσθενῆ καὶ σκαρδαμύττοντα, καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἀσθενῆ, καὶ μικρὰ σκέλη, καὶ χεῖρες λεπταὶ καὶ μακραί. ὀσφὺς δὲ μικρὰ καὶ ἀσθενής. τὸ σχῆμα σύντονον ἐκ ταῖς κινήσεσιν. οὐκ ἰταμὸς ἀλλ᾿ ὕπτιος καὶ τεθαμβηκώς. τὸ ἦθος τὸ ἐπὶ τοῦ προσώπου εὐ- μετάβολον, κατηφής. εὐφυοῦς σημεῖα σὰρξ ὑγροτέρα καὶ ἁπαλωτέρα, οὐκ εὐεκτικὴ οὐδὲ πιμελώδης σφόδρα. τὰ περὶ τὰς ὠμοπλάτας καὶ τράχηλον ἰσχνότερα, καὶ τὰ περὶ τὸ πρόσωπον, καὶ σύνδετα τὰ περὶ τὰς ὠμοπλάτας, καὶ τὰ κάτω ἀφειμένα. εὔλυτα τὰ περὶ τὰς πλευράς. καὶ τὸν νῶτον ἀσαρκότερος. τὸ σῶμα λευκέρυθρον καὶ κα- θαρόν. τὸ δερμάτιον λεπτόν, τριχωμάτιον μὴ λίαν σκλη- ρὸν μηδὲ λίαν μέλαν, ὄμμα χαροπόν, ὑγρόν. ἀναισθήτου σημεῖα τὰ περὶ τὸν αὐχένα καὶ τὰ σκέλη σαρκώδη καὶ συμπεπλεγμένα καὶ συνδεδεμένα, κοτύλη στρογγύλη, ὠμο- πλάται ἄνω ἀνεσπασμέναι, μέτωπον μέγα περιφερὲς σαρ- κῶδες, ὄμμα χλωρὸν κωφόν, κνῆμαι περὶ σφυρὸν πα- χεῖαι σαρκώδεις στρογγύλαι, σιαγόνες μεγάλαι σαρκώδεις, ὀσφὺς σαρκώδης, σκέλη μακρά, τράχηλος παχύς, πρόσω- πον σαρκῶδες, ὑπόμακρον ἱκανῶς. τὰς δὲ κινήσεις καὶ τὸ σχῆμα καὶ τὸ ἦθος τὸ ἐπὶ τοῦ προσώπου ἐπιφαινόμενον κατὰ τὰς ὁμοιότητας ἀναλαμβάνει. ἀναιδοῦς σημεῖα ὀμμάτιον ἀνεπτυγμένον καὶ λαμπρόν, βλέφαρα ὕφαιμα καὶ παχέα. μικρὸν ἔγκυρτος. ὠμοπλάται ἄνω ἐπῃρμέναι. τῷ σχήματι μὴ ὀρθὸς ἀλλὰ μικρῷ προπετέστερος, ἐν ταῖς κινήσεσιν ὀξύς, ἐπίπυρρος τὸ σῶμα. τὸ χρῶμα ὕφαιμον. στρογγυλοπρόσωπος. τὸ στῆθος ἀνεσπασμένον. κοσμίου ση- μεῖα. ἐν ταῖς κινήσεσι βραδύς, καὶ διάλεκτος βραδεῖα καὶ φωνὴ πνευματώδης καὶ ἀσμενής, ὀμμάτιον ἀλαμπὲς μέ- λαν καὶ μήτε λίαν ἀνεπτυγμένον μήτε παντάπασι συμ- μεμυκός, σκαρδαμυκτικὸν βραδέως. τὰ μὲν γὰρ ταχέως σκαρδαμύττοντα τῶν ὀμμάτων τὰ μὲν δειλὸν τὰ δὲ θερ- μὸν σημαίνει. εὐθύμου σημεῖα μέτωπον εὐμέγεθες καὶ σαρκῶδες καὶ λεῖον, τὰ περὶ τὰ ὄμματα ταπεινότερα. καὶ ὑπνωδέστερον τὸ πρόσωπον φαίνεται, μήτε δεδορκὸς μήτε σύννουν. ἔν τε ταῖς κινήσεσι βραδὺς ἔστω καὶ ἀνει- μένος. τῷ σχήματι καὶ τῷ ἤθει τῷ ἐπὶ τοῦ προσώπου μὴ ἐπισπερχὴς ἀλλὰ ἀγαθὸς φαινέσθω. ἀθύμου σημεῖα. τὰ ῥυτιδώδη τῶν προσώπων καὶ ἰσχνὰ ὄμματα κατακεκλασ- μένα, ἅμα δὲ καὶ τὰ κεκλασμένα τῶν ὀμμάτων, δύο ση- μαίνει, τὸ μὲν μαλακὸν καὶ θῆλυ, τὸ δὲ κατηφὲς καὶ ἄθυμον. ἐν τῷ σχήματι ταπεινὸς καὶ ταῖς κινήσεσιν ἀπη- γορευκώς. κιναίδου σημεῖα ὄμμα κατακεκλασμένον, γονύκροτος. ἐγκλίσεις τῆς κεφαλῆς εἰς τὰ δεξιά. αἱ φοραὶ τῶν χειρῶν ὕπτιαι καὶ ἔκλυτοι, καὶ βαδίσεις διτταί, ἡ μὲν περινεύοντος, ἡ δὲ κρατοῦντος τὴν ὀσφύν. καὶ τῶν ὀμμάτων περιβλέψεις, οἷος ἂν εἴη Διονύσιος ὁ σοφιστής. πικροῦ σημεῖα τὸ πρόσωπον σεσηρός. μελανόχρως, ἰσχνός. τὰ περὶ τὸ πρόσωπον διεξυσμένα, τὸ πρόσωπον ῥυτιδῶδες ἄσαρκον. εὐθύθριξ καὶ μελάνθριξ.

θυμώδους σημεῖα. ὀρθὸς τὸ σῶμα, τῷ σχήματι εὔπλευρος, εὔθυμος, ἐπίπυρρος. ὠμοπλάται διεστηκυῖαι καὶ μεγάλαι καὶ πλατεῖαι. ἀκρωτήρια μεγάλα καὶ ἐγκρατῆ. λεῖος καὶ περὶ τὰ στήθη καὶ περὶ βουβῶνας, εὐπώγων. εὐαυξὴς ὁ περίδρομος τῶν τριχῶν, κάτω κατεληλυθώς.

πραέος σημεῖα. ἰσχυρὸς τὸ εἶδος, εὔσαρκος. ὑγρὰ σὰρξ καὶ πολλή. εὐμεγέθης καὶ σύμμετρος. ὕπτιος τῷ σχήματι. ὁ περίδρομος τῶν τριχῶν ἀνεσπασμένος. εἴρωνος σημεῖα πίονα τὰ περὶ τὸ πρόσω- πον, καὶ τὰ περὶ τὰ ὄμματα ῥυτιδώδη. ὑπνῶδες τὸ πρόσω- πον τῷ ἤθει φαίνεται. μικροψύχου σημεῖα. μικρομελής, μικρογλάφυρος, ἰσχνός, μικρόμματος καὶ μικροπρόσωπος, οἷος ἂν εἴη Κορίνθιος ἢ Λευκάδιος. φιλόκυβοι γαλεαγκῶ- νες καὶ ὀρχησταί. φιλολοίδοροι οἷς τὸ ἄνω χεῖλος μετέω- ρον. καὶ τὰ εἴδη προπετεῖς, ἐπίπυρροι. ἐλεήμονες ὅσοι γλαφυροὶ καὶ λευκόχροοι καὶ λιπαρόμματοι καὶ τὰ ῥινία ἄνωθεν διεξυσμένοι, καὶ ἀεὶ δακρύουσιν. οἱ αὐτοὶ οὗτοι καὶ φιλογύναιοι καὶ θηλυγόνοι καὶ περὶ τὰ ἤθη ἐρωτικοὶ καὶ ἀειμνήμονες καὶ εὐφυεῖς καὶ ἔνθερμοι. τούτων δὲ σημεῖα εἴρηται. ἐλεήμων ὁ σοφὸς καὶ δειλὸς καὶ κόσμιος, ἀνε- λέητος ἀμαθὴς καὶ ἀναιδής. ἀγαθοὶ φαγεῖν οἷς τὸ ἀπὸ τοῦ ὀμφαλοῦ πρὸς στῆθος μεῖζόν ἐστιν ἢ τὸ ἐντεῦθεν πρὸς τὸν αὐχένα. λάγνου σημεῖα. λευκόχρως καὶ δασὺς εὐθείαις θριξὶ καὶ παχείαις καὶ μελαίναις. καὶ οἱ κρόταφοι δασεῖς εὐθείαις θριξί. λιπαρὸν τὸ ὀμμάτιον καὶ μάργον. φίλυπνοι οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ γυπώδεις καὶ θερμοί, εὐεκ- τικὴν σάρκα ἔχοντες, καὶ γλαφυροὶ τὰ εἴδη, καὶ δασεῖς τὰ περὶ τὴν κοιλίαν. μνήμονες οἱ τὰ ἄνω ἐλάττονα ἔχοντες καὶ γλαφυρὰ καὶ σαρκωδέστερα. Δοκεῖ δέ μοι ἡ ψυχὴ καὶ τὸ σῶμα συμπαθεῖν ἀλ- λήλοις. καὶ ἡ τῆς ψυχῆς ἕξις ἀλλοιουμένη συναλλοιοῖ τὴν τοῦ σώματος μορφήν, πάλιν τε ἡ τοῦ σώματος μορφὴ ἀλ- λοιουμένη συναλλοιοῖ τὴν τῆς ψυχῆς ἕξιν. ἐπειδὴ γάρ ἐστι ψυχῆς τὸ ἀνιᾶσθαί τε καὶ εὐφραίνεσθαι, καταφανὲς ὅτι οἱ ἀνιώμενοι σκυθρωπότεροί εἰσι καὶ οἱ εὐφραινόμενοι ἱλα- ροί. εἰ μὲν οὖν ἦν τῆς ψυχῆς λελυμένης ἔτι τὴν ἐπὶ τοῦ σώματος μορφὴν μένειν, ἦν μὲν ἂν καὶ οὕτως ἡ ψυχή τε καὶ τὸ σῶμα συμπαθῆ, οὐ μέντοι συνδιατελοῦντα ἀλλήλοις. νῦν δὲ καταφανὲς ὅτι ἑκάτερον ἑκατέρῳ ἕπεται. μάλιστα μέντοι ἐκ τοῦδε δῆλον γένοιτο. μανία γὰρ δοκεῖ εἶναι περὶ ψυχήν, καὶ οἱ ἰατροὶ φαρμάκοις καθαίροντες τὸ σῶμα καὶ διαίταις τισὶ πρὸς αὐτοῖς χρησάμενοι ἀπαλλάττουσι τὴν ψυχὴν τῆς μανίας. ταῖς δὴ τοῦ σώματος θεραπείαις καὶ ἅμα ἥ τε τοῦ σώματος μορφὴ λέλυται καὶ ἡ ψυχὴ μανίας ἀπήλλακται. ἐπειδὴ οὖν ἅμα ἀμφότερα λύονται, δῆλον ὅτι συνδιατελοῦσιν ἀλλήλοις. συμφανὲς δὲ καὶ ὅτι ταῖς δυνάμεσι τῆς ψυχῆς ὅμοιαι αἱ μορφαὶ τοῖς σώμασιν ἐπιγίνονται, ὥστ᾿ ἐστὶν ἅπαντα ἐν τοῖς ζῴοις τοῦ αὐτοῦ τινὸς δηλωτικά. πολλὰ δὲ καὶ ὧν διαπράττεται τὰ ζῷα, τὰ μὲν ἴδια ἑκάστου γένους πάθη τῶν ζῴων ἐστί, τὰ δὲ κοινά. ἐπὶ μὲν οὖν τοῖς ἰδίοις ἔργοις τῆς ψυχῆς ἴδια τὰ πάθη κατὰ τὸ σῶμα, ἐπὶ δὲ τοῖς κοινοῖς τὰ κοινά. κοινὰ μὲν οὖν ἐστὶν ὕβρις τε καὶ ἡ περὶ τὰ ἀφροδίσια ἔκστασις. τῶν μὲν οὖν λοφούρων κοινόν ἐστιν ὕβρις, τῶν δὲ ὄνων τε καὶ συῶν ἡ περὶ τὰ ἀφροδίσια ἕξις. ἴδιον δ᾿ ἐστὶν ἐπὶ μὲν τῶν κυνῶν τὸ λοίδορον, ἐπὶ δὲ τῶν ὄνων τὸ ἄλυπον. ὡς μὲν οὖν τὸ κοινόν τε καὶ τὸ ἴδιον χρὴ διελέσθαι, εἴρηται. δεῖ μέντοι πρὸς ἅπαντα πολλῆς συνηθείας, εἰ μέλλει τις αὐτὸς ἔσεσθαι ἱκανὸς περὶ τούτων ἕκαστα λέγειν. ἐπειδὴ γὰρ τὰ ὁρώμενα ἐπὶ τῶν σωμάτων λέγεται ἀναφέρεσθαι ἐπὶ τὰς ὁμοιότητας τάς τε ἀπὸ τῶν ζῴων καὶ τὰς ἀπὸ τῶν πρά- ξεων γινομένας, καὶ ἰδέαι τινὲς ἄλλαι ἀπὸ θερμοτήτων καὶ ἀπὸ ψυχροτήτων γίνονται, ἔστι τε τούτων ἔνια τῶν ἐπιφαι- νομένων ἐπί τε τοῖς σώμασι μικραῖς διαφοραῖς κεχρημένα καὶ τῷ αὐτῷ ὀνόματι προσαγορευόμενα, οἷον αἵ τε ἀπὸ φόβων ὠχρότητες καὶ ἀπὸ πόνων (αὗται γὰρ ὀνόματί τε τῷ αὐτῷ κέχρηνται, καὶ διαφορὰν μικρὰν ἔχουσι πρὸς ἀλ- λήλας), μικρᾶς δὲ οὔσης τῆς διαφορᾶς οὐ ῥᾴδιον γινώσκειν ἀλλὰ ἢ ἐκ τῆς συνηθείας τῆς μορφῆς τὴν ἐπιπρέπειαν εἰληφότα, ἔστι μὲν οὖν καὶ τάχιστος καὶ ἄριστος ὁ ἀπὸ τῆς ἐπιπρεπείας, καὶ ἔστι γε οὕτως τούτῳ χρώμενον πολλὰ δια- γινώσκειν. καὶ οὐ μόνον καθόλου χρήσιμον ἐστιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν σημείων ἐκλογήν. ἕκαστον γὰρ τῶν ἐκλεγο- μένων καὶ πρέπειν δεῖ τοιοῦτον οἷον τὸ ἐκλεγόμενον θέλει. ἔτι τε κατὰ τὴν ἐκλογὴν τῶν σημείων, καὶ τῷ συλλο- γισμῷ, ᾧ δεῖ χρῆσθαι ὅπου ἄν τι τύχῃ, προστιθέντας τοῖς προσοῦσι τὰ προσήκοντα, οἷον εἰ ἀναιδής τε εἴη καὶ μικρο- λόγος, καὶ κλέπτης ἂν εἴη καὶ ἀνελεύθερος, καὶ κλέπτης μὲν ἑπομένως τῇ ἀναιδείᾳ, τῇ δὲ μικρολογίᾳ ἀνελεύθερος. ἐπὶ μὲν οὖν τῶν τοιούτων ἑκάστου δεῖ τοῦτον τὸν τρόπον προ- σαρμόζοντα τὴν μέθοδον ποιεῖσθαι. Νυνὶ δὲ πρῶτον πειράσομαι τῶν ζῴων διελέσθαι, ὁποῖα αὐτῶν προσήκει διαλλάττειν πρὸς τὸ εἶναι ἀνδρεῖα καὶ δειλὰ καὶ δίκαια καὶ ἄδικα. διαιρετέον δὲ τὸ τῶν ζῴων γένος εἰς δύο μορφάς, εἰς ἄρσεν καὶ θῆλυ, προσάπτοντα τὸ πρέπον ἑκατέρᾳ μορφῇ. ἔστι δὲ ὅμοια. ἐπιχειροῦμεν οὖν τρέφειν τῶν θηρίων προσηνέστερα καὶ μαλακώτερα τὰς ψυχὰς τὰ θήλεα τῶν ἀρρένων, ἧττόν τε ῥωμαλεούμενα, τάς τε τροφὰς καὶ τὰς χειροηθείας μᾶλλον προσδεχόμενα. ὥστε τοιαῦτα ὄντα εἴη που ἂν ἀθυμότερα τῶν ἀρρένων. καταφανὲς δὲ τοῦτο ἐξ ἡμῶν πού ἐστιν, ὅτι ἐπὰν ὑπὸ θυμοῦ κρατηθῶμεν, δυσπαρα- πιστότεροί τε, καὶ μάλιστα ἐρρώμεθα πρὸς τὸ μηδαμῇ μηδὲν εἶξαι, ἐπὶ τὸ βιάζεσθαι δὲ καὶ πρᾶξαι φερόμεθα, πρὸς ὃ ἂν ὁ θυμὸς ὁρμήσῃ. δοκεῖ δέ μοι καὶ κακουργότερα γίνεσθαι τὰ θήλεα τῶν ἀρρένων, καὶ προπετέστερά τε καὶ ἀναλκέστερα. αἱ μὲν οὖν γυναῖκες καὶ τὰ περὶ ἡμᾶς τρεφόμενα καὶ πάνυ που φανερὰ ὄντα. τὰ δὲ περὶ τὴν ὕλην πάντες ὁμολογοῦσιν οἱ νομεῖς τε καὶ θηρευταὶ ὅτι τοιαῦτά ἐστιν οἷα προείρηται. ἀλλὰ μὴν καὶ τόδε δῆλον, ὅτι ἕκαστον ἐν ἑκάστῳ γένει θῆλυ ἄρρενος μικροκεφαλώτερόν ἐστι καὶ στενοπροσωπότερον καὶ λεπτοτραχηλότερον, καὶ τὰ στήθη ἀσθενέστερα ἔχει, καὶ ἀπλευρότερά ἐστι, τά τε ἰσχία καὶ τοὺς μηροὺς περισαρκότερα τῶν ἀρρένων, γονύκροτα δὲ καὶ τὰς κνήμας λεπτὰς ἔχοντα, τούς τε πόδας κομψοτέρους, τήν τε τοῦ σώματος ὅλην μορφὴν ἡδίω μάλιστ᾿ ἂν ἢ γενναιοτέραν, ἀνευρότερα δὲ καὶ μαλα- κώτερα, ὑγροτέραις σαρξὶ κεχρημένα. τὰ δὲ ἄρρενα τού- τοις ἅπασιν ἐναντία, τὴν φύσιν ἀνδρειοτέραν καὶ δικαιοτέ- ραν εἶναι γένει, τὴν δὲ τοῦ θήλεος δειλοτέραν καὶ ἀδικωτέραν. τούτων οὕτως ἐχόντων, φαίνεται τῶν ζῴων ἁπάντων λέων τελεώτατα μετειληφέναι τῆς τοῦ ἄρρενος ἰδέας. ἔστι γὰρ ἔχων στόμα εὐμέγεθες, τὸ δὲ πρόσωπον τετραγωνότερον, οὐκ ἄγαν ὀστῶδες, τὴν ἄνω τε γένυν οὐ προεξεστηκυῖαν ἀλλὰ ἰσορροποῦσαν τῇ κάτω, ῥῖνα δὲ παχυτέραν ἢ λεπτοτέραν, χαροποὺς ὀφθαλμοὺς ἐγκοίλους, οὐ σφόδρα περιφερεῖς οὔτε ἄγαν προμήκεις, μέγεθος δὲ μέτριον, ὀφρὺν εὐμεγέθη, μέτωπον τετράγωνον, ἐκ μέσου ὑποκοιλότερον, πρὸς δὲ τὰς ὀφρῦς καὶ τὴν ῥῖνα ὑπὸ τοῦ μετώπου οἷον νέφος ἐπανεστηκός. ἄνωθεν δὲ τοῦ μετώπου κατὰ τὴν ῥῖνα ἔχει τρίχας ἐκκλινεῖς οἷον ἂν ἄσιλον, κεφαλὴν μετρίαν, τράχηλον εὐμήκη, πάχει σύμ- μετρον, θριξὶ ξανθαῖς κεχρημένον, οὐ φριξαῖς οὔτε ἄγαν ἀπε- στραμμέναις. τὰ περὶ τὰς κλεῖδας εὐλυτώτερα μᾶλλον ἢ συμπεφραγμένα. ὤμους ῥωμαλέους, καὶ στῆθος νεανικόν, καὶ τὸ μετάφρενον πλατὺ καὶ εὔπλευρον καὶ εὔνωτον ἐπιεικῶς. ζῷον ἀσαρκότερον τὰ ἰσχία καὶ τοὺς μηρούς. σκέλη ἐρρωμένα καὶ νευρώδη, βάσιν τε νεανικήν, καὶ ὅλον τὸ σῶμα ἀρθρῶ- δες καὶ νευρῶδες, οὔτε λίαν σκληρὸν οὔτε λίαν ὑγρόν. βα- δίζον δὲ βραδέως, καὶ μεγάλα διαβαῖνον, καὶ διασαλεῦον ἐν τοῖς ὤμοις, ὅταν πορεύηται. τὰ μὲν οὖν περὶ τὸ σῶμα τοιοῦτον. τὰ δὲ περὶ τὴν ψυχὴν δοτικὸν καὶ ἐλεύθερον, με- γαλόψυχον καὶ φιλόνικον, καὶ πραὺ καὶ δίκαιον καὶ φιλό- στοργον πρὸς ἃ ἂν ὁμιλήσῃ. ἡ δὲ πάρδαλις τῶν ἀνδρείων εἶναι δοκούντων θηλυμορφότερόν ἐστιν, ὅτι μὴ κατὰ τὰ σκέλη. τούτοις δὲ συνεργεῖ καί τι ἔργον ῥώμης ἀπεργάζεται. ἔστι γὰρ ἔχον πρόσωπον μικρόν, στόμα μέγα, ὀφθαλμοὺς μικρούς, ἐκλεύκους, ἐγκοίλους, αὐτοὺς δὲ περιπολαιοτέρους. μέτωπον προμηκέστερον, πρὸς τὰ ὦτα περιφερέστερον ἢ ἐπιπεδώτε- ρον. τράχηλον μακρὸν ἄγαν καὶ λεπτόν, στῆθος ἄπλευρον, καὶ μακρὸν νῶτον, ἰσχία σαρκώδη καὶ μηρούς, τὰ δὲ περὶ τὰς λαγόνας καὶ γαστέρα ὁμαλὰ μᾶλλον. τὸ δὲ χρῶμα ποικίλον, καὶ ὅλον ἄναρθρόν τε καὶ ἀσύμμετρον. ἡ μὲν οὖν τοῦ σώματος ἰδέα τοιαύτη, τὰ δὲ περὶ τὴν ψυχὴν μικρὸν καὶ ἐπίκλοπον καὶ ὅλως εἰπεῖν δολερόν. τὰ μὲν οὖν ἐκπρε- πέστερα μετειληφότα ζῷα τῶν δοκούντων ἀνδρείων εἶναι τῆς τε τοῦ ἄρρενος ἰδέας καὶ τῆς τοῦ θήλεος εἴρηται. τὰ δ᾿ ἄλλα οἷα τυγχάνει, ῥᾴδιον ἤδη μετιέναι. ὅσα δὲ πρὸς τὸ φυ- σιογνωμονῆσαι συνιδεῖν ἁρμόττει ἀπὸ τῶν ζῴων, ἐν τῇ τῶν σημείων ἐκλογῇ ῥηθήσεται. Ἡ δὲ ἐκλογὴ τῶν σημείων ἡ κατὰ τοὺς ἀνθρώπους ὧδε λαμβάνεται. ὅσοις οἱ πόδες εὐφυεῖς τε καὶ μεγάλοι διηρθρωμένοι τε καὶ νευρώδεις, ἐρρωμένοι τὰ περὶ τὴν ψυχήν. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν γένος. ὅσοι δὲ τοὺς πόδας μικροὺς στενοὺς ἀνάρθρους ἔχουσιν, ἡδίους τε ἰδεῖν ἢ ῥωμαλεωτέρους, μαλακοὶ τὰ περὶ τὴν ψυχήν. ἀναφέρεται ἐπὶ τὸ θῆλυ γένος. οἷς τῶν ποδῶν οἱ δάκτυλοι καμπύλοι, ἀναιδεῖς, καὶ ὅσοις ὄνυχες καμπύλαι. ἀναφέρεται ἐπὶ τοὺς ὄρνεις τοὺς γαμψώνυχας. οἷς τῶν ποδῶν τὰ δάκτυλα συμπεφρα- γμένα ἐστί, δειμαλέοι. ἀναφέρεται ἐπὶ τοὺς ὄρτυγας τοὺς στενόποδας τῶν λιμναίων. ὅσοις τὰ περὶ τὰ σφυρὰ νευ- ρώδη τε καὶ διηρθρωμένα ἐστίν, εὔρωστοι τὰς ψυχάς. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν γένος. ὅσοι τὰ σφυρὰ σαρκώ- δεις καὶ ἄναρθροι, μαλακοὶ τὰς ψυχάς. ἀναφέρεται ἐπὶ τὸ θῆλυ γένος. ὅσοι τὰς κνήμας ἔχουσιν ἠρθρω- μένας τε καὶ νευρώδεις καὶ ἐρρωμένας, εὔρωστοι τὴν ψυ- χήν. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν. ὅσοι δὲ τὰς κνήμας λεπτὰς νευρώδεις ἔχουσι, λάγνοι. ἀναφέρεται ἐπὶ τοὺς ὄρνιθας. ὅσοι τὰς κνήμας περιπλέους σφόδρα ἔχουσιν, οἷον ὀλίγου διαρρηγνυμένας, βδελυροὶ καὶ ἀναιδεῖς. ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν. οἱ γονύκροτοι κίναιδοι. ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν. οἱ τοὺς μηροὺς ὀστώδεις καὶ νευρώδεις ἔχοντες εὔρωστοι. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν. οἱ δὲ τοὺς μη- ροὺς ὀστώδεις καὶ περιπλέους ἔχοντες μαλακοί. ἀναφέρεται ἐπὶ τὸ θῆλυ. ὅσοι δὲ πῦγα ὀξεῖαν ὀστώδη ἔχουσιν, εὔ- ρωστοι, ὅσοι δὲ σαρκώδη πίονα ἔχουσι, μαλακοί. ὅσοι δὲ ἔχουσιν ὀλίγην σάρκα, οἷον ἀπωμοργμένα, κακοήθεις. ἀναφέρεται ἐπὶ τοὺς πιθήκους. οἱ ζωνοὶ φιλόθηροι. ἀνα- φέρεται ἐπὶ τοὺς λέοντας καὶ τοὺς κύνας. ἴδοι δ᾿ ἄν τις καὶ τῶν κυνῶν τοὺς φιλοθηροτάτους ζωνοὺς ὄντας. οἷς τὰ περὶ τὴν κοιλίαν λαπαρά, εὔρωστοι. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν. ὅσοι δὲ μὴ λαπαροί, μαλακοί. ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν. ὅσοις τὸ νῶτον εὐμέγεθές τε καὶ ἐρρωμένον, εὔρωστοι τὰς ψυχάς. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν. ὅσοι δὲ τὸ νῶτον στενὸν καὶ ἀσθενὲς ἔχουσι, μαλακοί. ἀναφέρεται ἐπὶ τὸ θῆλυ. οἱ εὔπλευροι εὔρωστοι τὰς ψυχάς. ἀνα- φέρεται ἐπὶ τὸ ἄρρεν. οἱ δὲ ἄπλευροι μαλακοὶ τὰς ψυ- χάς. ἀναφέρεται ἐπὶ τὸ θῆλυ. ὅσοι δὲ ἐκ τῶν πλευρῶν περίογκοί εἰσιν, οἷον πεφυσημένοι, λάλοι καὶ μωρολόγοι. ἀναφέρεται ἐπὶ τοὺς βοῦς ἢ ἐπὶ τοὺς βατράχους. ὅσοι δὲ τὸ ἀπὸ τοῦ ὀμφαλοῦ πρὸς τὸ ἀκροστήθιον μεῖζον ἔχουσιν ἢ τὸ ἀπὸ τοῦ ἀκροστηθίου πρὸς τὸν τράχηλον, βοροὶ καὶ ἀναίσθη- τοι, βοροὶ μὲν ὅτι τὸ τεῦχος μέγα ἔχουσιν ᾧ δέχονται τὴν τροφήν, ἀναίσθητοι δὲ ὅτι στενώτερον τὸν τόπον ἔχουσιν αἱ αἰσθήσεις, συνενωμένον τε τῷ τὴν τροφὴν δεχομένῳ, ὥστε τὰς αἰσθήσεις βεβαρύνθαι διὰ τὰς τῶν σιτίων πληρώ- σεις ἢ ἐνδείας. ὅσοι δὲ τὰ στηθία ἔχουσι μεγάλα καὶ διηρ- θρωμένα, εὔρωστοι τὰς ψυχάς. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν. ὅσοι δὲ τὸ μετάφρενον ἔχουσι μέγα καὶ εὔσαρκον καὶ ἀρθρῶδες, εὔρωστοι τὰς ψυχάς. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν. ὅσοι δ᾿ ἀσθενὲς καὶ ἄσαρκον καὶ ἄναρθρον, μαλακοὶ τὰς ψυχάς. ἀναφέρεται ἐπὶ τὸ θῆλυ. ὅσοις δὲ τὸ μετάφρενον κυρτόν ἐστι σφόδρα οἵ τε ὦμοι πρὸς τὸ στῆθος συνηγμένοι, κακοήθεις. ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν, ὅτι ἀφανίζε- ται τὰ ἔμπροσθεν προσήκοντα φαίνεσθαι. ὅσοι δὲ τὸ μετά- φρενον ὕπτιον ἔχουσι, χαῦνοι καὶ ἀνόητοι. ἀναφέρεται ἐπὶ τοὺς ἵππους. ἐπεὶ δὲ οὔτε κυρτὸν σφόδρα δεῖ εἶναι οὔτε κοῖλον, τὸ μέσον ζητητέον τοῦ εὖ πεφυκότος. ὅσοις αἱ ἐπωμίδες ἐξηρθρωμέναι καὶ οἱ ὦμοι, εὔρωστοι τὰς ψυ- χάς. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν. ὅσοις δὲ οἱ ὦμοι ἀσθενεῖς, ἄναρθροι, μαλακοὶ τὰς ψυχάς. ἀναφέρεται ἐπὶ τὸ θῆλυ. ταὐτὰ λέγω ἅπερ περὶ ποδῶν καὶ μηρῶν. ὅσοις ὦμοι εὔ- λυτοί εἰσιν, ἐλεύθεροι τὰς ψυχάς. ἀναφέρεται δὲ ἀπὸ τοῦ φαινομένου, ὅτι πρέπει τῇ φαινομένῃ μορφῇ ἐλευθεριότης. ὅσοις δὲ οἱ ὦμοι δύσλυτοι συνεσπασμένοι, ἀνελεύθεροι. ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν. οἷς τὰ περὶ τὰς κλεῖδας εὔλυτα, αἰσθητικοί. εὐλύτων γὰρ ὄντων τῶν περὶ τὰς κλεῖ- δας εὐκόλως τὴν κίνησιν τῶν αἰσθήσεων δέχονται. οἷς δὲ τὰ περὶ τὰς κλεῖδας συμπεφραγμένα ἐστίν, ἀναίσθητοι. δυσλύτων γὰρ ὄντων τῶν περὶ τὰς κλεῖδας ἐξαδυνατοῦσι τὴν κίνησιν παραδέχεσθαι τῶν αἰσθήσεων. ὅσοι τὸν τρά- χηλον παχὺν ἔχουσιν, εὔρωστοι τὰς ψυχάς. ἀναφέρεται ἐπὶ τὸ ἄρρεν. ὅσοι δὲ λεπτόν, ἀσθενεῖς. ἀναφέρεται ἐπὶ τὸ θῆλυ. οἷς τράχηλος παχὺς καὶ πλέως, θυμοειδεῖς. ἀνα- φέρεται ἐπὶ τοὺς θυμοειδεῖς ταύρους. οἷς δὲ εὐμεγέθης μὴ ἄγαν παχύς, μεγαλόψυχοι. ἀναφέρεται ἐπὶ τοὺς λέοντας. οἷς λεπτὸς μακρός, δειλοί. ἀναφέρεται ἐπὶ τοὺς ἐλάφους. οἷς δὲ βραχὺς ἄγαν, ἐπίβουλοι. ἀναφέρεται ἐπὶ τοὺς λύκους. οἷς τὰ χείλη λεπτὰ καὶ ἐπ᾿ ἄκραις ταῖς συγχειλίαις χαλαρά, ὡς ἐπὶ τοῦ ἄνω χείλους πρὸς τὸ κάτω ἐπιβεβλῆ- σθαι τὸ πρὸς τὰς συγχειλίας, μεγαλόψυχοι. ἀναφέρεται ἐπὶ τοὺς λέοντας. ἴδοι δ᾿ ἄν τις τοῦτο καὶ ἐπὶ τῶν μεγάλων καὶ εὐρώστων κυνῶν. οἷς τὰ χείλη λεπτὰ σκληρά, κατὰ τοὺς κυνόδοντας τὸ ἐπανεστηκός, οἱ οὕτως ἔχοντες εὐγενεῖς. ἀναφέρεται ἐπὶ τοὺς ὗς. οἱ δὲ τὰ χείλη ἔχοντες παχέα καὶ τὸ ἄνω τοῦ κάτω προκρεμώμενον μωροί. ἀναφέρεται ἐπὶ τοὺς ὄνους τε καὶ πιθήκους. ὅσοι δὲ τὸ ἄνω χεῖλος καὶ τὰ οὖλα προεστηκότα ἔχουσι, φιλολοίδοροι. ἀναφέρεται ἐπὶ τοὺς κύ- νας. οἱ δὲ τὴν ῥῖνα ἄκραν παχεῖαν ἔχοντες ῥάθυμοι. ἀνα- φέρεται ἐπὶ τοὺς βοῦς. οἱ δὲ τὴν ῥῖνα ἀκρόθεν παχεῖαν ἔχον- τες ἀναίσθητοι. ἀναφέρεται ἐπὶ τοὺς ὗς. οἱ τὴν ῥῖνα ἄκραν ὀξεῖαν ἔχοντες δυσόργητοι. ἀναφέρεται ἐπὶ τοὺς κύνας. οἱ δὲ τὴν ῥῖνα περιφερῆ ἔχοντες ἄκραν, ἀμβλεῖαν δέ, μεγα- λόψυχοι. ἀναφέρεται ἐπὶ τοὺς λέοντας. οἱ δὲ τὴν ῥῖνα ἄ- κραν λεπτὴν ἔχοντες ὀρνιθώδεις. οἱ ἐπίγρυπον ἀπὸ τοῦ με- τώπου εὐθὺς ἀγομένην ἀναιδεῖς. ἀναφέρεται ἐπὶ τοὺς κόρα- κας. οἱ δὲ γρυπὴν ἔχοντες καὶ τοῦ μετώπου διηρθρωμένην μεγαλόψυχοι. ἀναφέρεται ἐπὶ τοὺς ἀετούς. οἱ δὲ τὴν ῥῖνα ἔγκοιλον ἔχοντες τὰ πρὸ τοῦ μετώπου περιφερῆ, τὴν δὲ πε- ριφέρειαν ἄνω ἀνεστηκυῖαν, λάγνοι. ἀναφέρεται ἐπὶ τοὺς ἀλεκτρυόνας. οἱ δὲ σιμὴν ἔχοντες λάγνοι. ἀναφέρεται ἐπὶ τοὺς ἐλάφους. οἷς δὲ οἱ μυκτῆρες ἀναπεπταμένοι, θυμώδεις. ἀναφέρεται ἐπὶ τὸ πάθος τὸ ἐν τῷ θυμῷ γινόμενον. οἱ τὸ πρόσωπον σαρκῶδες ἔχοντες ῥάθυμοι. ἀναφέρεται ἐπὶ τοὺς βοῦς. οἱ τὰ πρόσωπα ἰσχνὰ ἔχοντες ἐπιμελεῖς, οἱ δὲ σαρκώδη δειλοί. ἀναφέρεται ἐπὶ τοὺς ὄνους καὶ τὰς ἐλάφους. οἱ μικρὰ τὰ πρόσωπα ἔχοντες μικρόψυχοι. ἀναφέρεται ἐπὶ αἴλουρον καὶ πίθηκον. οἷς τὰ πρόσωπα μεγάλα, νω- θροί. ἀναφέρεται ἐπὶ τοὺς ὄνους καὶ βοῦς. ἐπεὶ δὲ οὔτε μικρὸν οὔτε μέγα δεῖ εἶναι, ἡ μέση ἕξις εἴη ἂν τούτων ἐπιεικής. οἷς δὲ τὸ πρόσωπον φαίνεται μικροπρεπές, ἀνελεύθεροι. ἀνα- φέρεται ἐπὶ τὴν ἐπιπρέπειαν. οἷς τὸ ἀπὸ τῶν ὀφθαλμῶν οἷον κύστιδες προκρέμανται, οἰνόφλυγες. ἀναφέρεται ἐπὶ τὸ πάθος. ἔστι γὰρ τοῖς σφόδρα ἐμπεπτωκόσι τὰ πρὸ τῶν ὀφθαλμῶν οἷον κύστιδες. ἐφεστήκασι, φίλυπνοι. ἀναφέρε- ται ἐπὶ τὸ πάθος, ὅτι τοῖς ἐξ ὕπνου ἀνεστηκόσιν ἐπικρέμα- ται τὰ ἐπὶ τοῖς ὀφθαλμοῖς. οἱ τοὺς ὀφθαλμοὺς μικροὺς ἔχοντες μικρόψυχοι. ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν καὶ ἐπὶ πίθηκον. οἱ δὲ μεγαλόφθαλμοι νωθροί. ἀναφέρεται ἐπὶ τοὺς βοῦς. τὸν ἄρα εὖ φύντα δεῖ μήτε μικροὺς μήτε με- γάλους ἔχειν τοὺς ὀφθαλμούς. οἱ δὲ κοίλους ἔχοντες κακοῦρ- γοι. ἀναφέρεται ἐπὶ πίθηκον. ὅσοι ἐξόφθαλμοι, ἀβέλτεροι. ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειάν τε καὶ τοὺς ὄνους. ἐπεὶ δὲ οὔτε ἐξόφθαλμον οὔτε κοιλόφθαλμον δεῖ εἶναι, ἡ μέση ἕξις ἂν κρατοίη. ὅσοις ὀφθαλμοὶ μικρὸν ἐγκοιλότεροι, μεγαλό- ψυχοι. ἀναφέρεται ἐπὶ τοὺς λέοντας. οἷς δ᾿ ἐπὶ πλεῖον, πραεῖς. ἀναφέρεται ἐπὶ τοὺς βοῦς. οἱ τὸ μέτωπον μικρὸν ἔχοντες ἀμαθεῖς. ἀναφέρεται ἐπὶ τοὺς ὗς. οἱ δὲ μέγα ἄγαν ἔχοντες νωθροί. ἀναφέρεται ἐπὶ τοὺς βοῦς. οἱ δὲ περιφερὲς ἔχοντες ἀναίσθητοι. ἀναφέρεται ἐπὶ τοὺς ὄνους. οἱ μακρό- τερον ἐπίπεδον ἔχοντες ἀναίσθητοι. ἀναφέρεται ἐπὶ τοὺς κύ- νας. οἱ δὲ τετράγωνον σύμμετρον τῷ μετώπῳ ἔχοντες με- γαλόψυχοι. ἀναφέρεται ἐπὶ τοὺς λέοντας. οἱ δὲ συννεφὲς ἔχοντες αὐθάδεις. ἀναφέρεται ἐπὶ ταῦρον καὶ λέοντα. οἱ δ᾿ ἀτενὲς ἔχοντες κόλακες. ἀναφέρεται ἐπὶ τὸ γιγνόμενον πάθος. ἴδοι δ᾿ ἄν τις ἐπὶ τῶν κυνῶν, ὅτι οἱ κύνες ἐπειδὰν θωπεύωσι, γαληνὲς τὸ μέτωπον ἔχουσιν. ἐπειδὴ οὖν ἥ τε συννεφὴς ἕξις αὐθάδειαν ἐμφαίνει ἥ τε γαληνὴ κολακείαν, ἡ μέση ἂν τούτων ἕξις εὐαρμόστως ἔχοι. οἱ σκυθρωπὰ μέ- τωπα ἔχοντες δυσάνιοι. ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι οἱ ἀνιώμενοι σκυθρωποί εἰσιν. οἱ δὲ κατηφεῖς ὀδύρται. ἀνα- φέρεται ἐπὶ τὸ πάθος, ὅτι οἱ ὀδυρόμενοι κατηφεῖς. οἱ τὴν κεφαλὴν μεγάλην ἔχοντες αἰσθητικοί. ἀναφέρεται ἐπὶ τοὺς κύνας. οἱ δὲ μικρὰν ἀναίσθητοι. ἀναφέρεται ἐπὶ τοὺς ὄνους. οἱ τὰς κεφαλὰς φοξοὶ ἀναιδεῖς. ἀναφέρεται ἐπὶ τοὺς γαμψώνυχας. οἱ τὰ ὦτα μικρὰ ἔχοντες πιθηκώδεις, οἱ δὲ μεγάλα ὀνώδεις. ἴδοι δ᾿ ἄν τις καὶ τῶν κυνῶν τοὺς ἀρί- στους μέτρια ἔχοντας ὦτα. Οἱ ἄγαν μέλανες δειλοί. ἀναφέρεται ἐπὶ τοὺς Αἰ- γυπτίους, Αἰθίοπας. οἱ δὲ λευκοὶ ἄγαν δειλοί. ἀναφέρεται ἐπὶ τὰς γυναῖκας. τὸ δὲ πρὸς ἀνδρείαν συντελοῦν χρῶμα μέσον δεῖ τούτων εἶναι. οἱ ξανθοὶ εὔψυχοι. ἀναφέρεται ἐπὶ τοὺς λέοντας. οἱ πυρροὶ ἄγαν πανοῦργοι. ἀναφέρεται ἐπὶ τὰς ἀλώπεκας. οἱ δὲ ἔνωχροι καὶ τεταραγμένοι τὸ χρῶμα δει- λοί. ἀναφέρεται ἐπὶ τὸ πάθος τὸ ἐκ τοῦ φόβου γιγνόμενον. οἱ δὲ μελίχλωροι ἀπεψυγμένοι εἰσίν. τὰ δὲ ψυχρὰ δυσ- κίνητα. δυσκινήτων δὲ ὄντων τῶν κατὰ τὸ σῶμα εἶεν ἂν βραδεῖς. οἷς τὸ χρῶμα ἐρυθρόν, ὀξεῖς, ὅτι πάντα τὰ κατὰ τὸ σῶμα ὑπὸ κινήσεως ἐκθερμαινόμενα ἐρυθραίνεται. οἷς δὲ τὸ χρῶμα φλογοειδές, μανικοί, ὅτι τὰ κατὰ τὸ σῶμα σφόδρα ἐκθερμανθέντα φλογοειδῆ χροιὰν ἴσχει. οἱ δὲ ἄκρως θερμανθέντες μανικοὶ ἂν εἴησαν. οἷς δὲ περὶ τὰ στήθη ἐπι- φλεγές ἐστι τὸ χρῶμα, δυσόργητοι. ἀναφέρεται ἐπὶ τὸ πάθος. τοῖς γὰρ ὀργιζομένοις ἐπιφλέγεται τὰ περὶ τὰ στήθη. οἷς τὰ περὶ τὸν τράχηλον καὶ τοὺς κροτάφους αἱ φλέβες κατατεταμέναι εἰσί, δυσόργητοι. ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι τοῖς ὀργιζομένοις ταῦτα συμβαίνει. οἷς τὸ πρόσωπον ἐπιφοινίσσον ἐστίν, αἰσχυντηλοί εἰσιν. ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι τοῖς αἰσχυνομένοις ἐπιφοινίσσεται τὸ πρόσωπον. οἷς αἱ γνάθοι ἐπιφοινίσσουσιν, οἰνόφλυγες. ἀνα- φέρεται ἐπὶ τὸ πάθος, ὅτι τοῖς μεθύουσιν ἐπιφοινίσσουσιν αἱ γνάθοι. οἷς δὲ οἱ ὀφθαλμοὶ ἐπιφοινίσσουσιν, ἐκστατικοὶ ὑπὸ ὀργῆς. ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι οἱ ὑπ᾿ ὀργῆς ἐξεστηκότες ἐκφοινίσσονται τοὺς ὀφθαλμούς. οἷς δὲ οἱ ὀφθαλ- μοὶ ἄγαν μέλανες, δειλοί. ἡ γὰρ ἄγαν μελαίνη χρόα ἐφάνη δειλίαν σημαίνουσα. οἱ δὲ μὴ ἄγαν μέλανες ἀλλὰ κλίνοντες πρὸς τὸ ξανθὸν χρῶμα εὔψυχοι. οἷς δὲ οἱ ὀφθαλ- μοὶ γλαυκοὶ ἢ λευκοί, δειλοί. ἐφάνη γὰρ τὸ λευκὸν χρῶ- μα δειλίαν σημαῖνον. οἱ δὲ μὴ γλαυκοὶ ἀλλὰ χαροποὶ εὔψυχοι. ἀναφέρεται ἐπὶ λέοντα καὶ ἀετόν. οἷς δὲ οἰνω- ποί, μάργοι. ἀναφέρεται ἐπὶ τὰς αἶγας. οἷς δὲ πυρώδεις, ἀναιδεῖς. ἀναφέρεται ἐπὶ τοὺς κύνας. οἱ ὠχρόμματοι ἐντε- ταραγμένους ἔχοντες τοὺς ὀφθαλμοὺς δειλοί. ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι οἱ φοβηθέντες ἔνωχροι γίνονται χρώματι οὐχ ὁμαλῷ. οἱ δὲ τοὺς ὀφθαλμοὺς στιλπνοὺς ἔχοντες λάγνοι. ἀναφέρεται ἐπὶ τοὺς ἀλεκτρυόνας καὶ κόρακας. Οἱ δασείας ἔχοντες τὰς κνήμας λάγνοι. ἀναφέρεται ἐπὶ τοὺς τράγους. οἱ δὲ περὶ τὰ στήθη καὶ τὴν κοιλίαν ἄγαν δασέως ἔχοντες οὐδέποτε πρὸς τοῖς αὐτοῖς διατελοῦσιν. ἀνα- φέρεται ἐπὶ τοὺς ὄρνιθας, ὅτι ταῦτα τὰ στήθη καὶ τὴν κοι- λίαν δασυτάτην ἔχουσιν. οἱ τὰ στήθη ψιλὰ ἄγαν ἔχοντες ἀναιδεῖς. ἀναφέρεται ἐπὶ τὰς γυναῖκας. ἐπειδὴ οὖν οὔτε ἄγαν δασέα δεῖ εἶναι οὔτε ψιλά, ἡ μέση ἕξις κρατίστη. οἱ τοὺς ὤμους δασεῖς ἔχοντες οὐδέποτε πρὸς τοῖς αὐτοῖς διατε- λοῦσιν. ἀναφέρεται ἐπὶ τοὺς ὄρνιθας. οἱ τὸν νῶτον δασὺν ἔχοντες ἄγαν ἀναιδεῖς. ἀναφέρεται ἐπὶ τὰ θηρία. οἱ δὲ τὸν αὐχένα ὄπισθεν δασὺν ἔχοντες ἐλευθέριοι. ἀναφέρεται ἐπὶ τοὺς λέοντας. οἱ δὲ ἀκρογένειοι εὔψυχοι. ἀναφέρεται ἐπὶ τοὺς κύνας. οἱ δὲ συνόφρυες δυσάνιοι. ἀναφέρεται ἐπὶ τὴν τοῦ πάθους ὁμοιότητα. οἱ δὲ τὰς ὀφρῦς κατεσπασμένοι πρὸς τῆς ῥινός, ἀνεσπασμένοι δὲ πρὸς τὸν κρόταφον εὐήθεις. ἀναφέ- ρεται ἐπὶ τοὺς σῦς. οἱ φριξὰς τὰς τρίχας ἔχοντες ἐπὶ τῆς κεφαλῆς δειλοί. ἀναφέρεται ἐπὶ τὸ πάθος, ὅτι καὶ οἱ ἔκ- φοβοι γιγνόμενοι φρίσσουσιν. οἱ τὰς τρίχας σφόδρα οὔλας ἔχοντες δειλοί. ἀναφέρεται ἐπὶ τοὺς Αἰθίοπας. ἐπειδὴ οὖν αἵ τε φριξαὶ καὶ αἱ σφόδρα οὖλαι δειλίαν ἀναφέρουσιν, αἱ ἄκρουλοι ἂν εἶεν πρὸς εὐψυχίαν ἄγουσαι. ἀναφέρεται δὲ καὶ ἐπὶ τὸν λέοντα. οἱ τοῦ μετώπου τὸ πρὸς τῇ κε- φαλῇ ἀναστεῖλον ἔχοντες ἐλευθέριοι. ἀναφέρεται ἐπὶ τοὺς λέοντας. οἱ ἐπὶ τῆς κεφαλῆς προσπεφυκυίας ἔχοντες τὰς τρίχας ἐπὶ τοῦ μετώπου κατὰ τὴν ῥῖνα ἀνελεύθεροι. ἀνα- φέρεται ἐπὶ τὴν ἐπιπρέπειαν, ὅτι δουλοπρεπὲς τὸ φαινό- μενον. Μακροβάμων καὶ βραδυβάμων εἴη ἂν νωθρεπιθέτης τελεστικός, ὅτι τὸ μακρὰ βαίνειν ἀνυστικόν, τὸ βραδέως δὲ μελλητικόν. βραχυβάμων βραδυβάμων νωθρεπιθέτης οὐ τε- λεστικός, ὅτι τὸ βραχέα βαίνειν καὶ βραδέως οὐκ ἀνυστικόν. μακροβάμων ταχυβάμων οὐκ ἐπιθετικός, τελεστικός, ὅτι τὸ μὲν τάχος τελεστικόν, ἡ δὲ μακρότης οὐκ ἀνυστικόν. βραχυ- βάμων ταχυβάμων ἐπιθετικός, οὐ τελεστικός. περὶ δὲ χει- ρὸς καὶ πήχεος καὶ βραχίονος φορᾶς, αἱ αὐταὶ ἀναφέρον- ται. οἱ δὲ τοῖς ὤμοις ἐπισαλεύοντες ὀρθοῖς ἐκτεταμένοις γαλεαγκῶνες. ἀναφέρεται ἐπὶ τοὺς ἵππους. οἱ τοῖς ὤμοις ἐπενσαλεύοντες ἐγκεκυφότες μεγαλόφρονες. ἀναφέρεται ἐπὶ τοὺς λέοντας. οἱ δὲ τοῖς ποσὶν ἐξεστραμμένοις πορευόμενοι καὶ ταῖς κνήμαις θηλείαις. ἀναφέρεται ἐπὶ τὰς γυναῖκας. οἱ δὲ τοῖς σώμασι περικλώμενοι καὶ ἐντριβόμενοι κόλακες. ἀναφέρεται ἐπὶ τὸ πάθος. οἱ ἐγκλινόμενοι εἰς τὰ δεξιὰ ἐν τῷ πορεύεσθαι κίναιδοι. ἀναφέρεται ἐπὶ τὴν ἐπιπρέπειαν. οἱ εὐκινήτους τοὺς ὀφθαλμοὺς ἔχοντες ὀξεῖς, ἁρπαστικοί. ἀνα- φέρεται ἐπὶ τοὺς ἱέρακας. οἱ σκαρδαμύκται δειλοί, ὅτι ἐν τοῖς ὄμμασι πρῶτα τρέπονται. οἱ κατιλλαντιωρίαν τε, καὶ οἷς τὸ ἕτερον βλέφαρον ἐπιβέβηκε τοῖς ὀφθαλμοῖς, κατὰ μέσον τῆς ὄψεως ἑστηκυίας, καὶ οἱ ὑπὸ βλέφαρα τὰ ἄνω τὰς ὀψίας ἀνάγοντες, μαλακόν τε βλέποντες, καὶ οἱ τὰ βλέφαρα ἐπιβεβληκότες, ὅλως τε πάντες οἱ μαλακόν τε καὶ διακεχυμένον βλέποντες, ἀναφέρονται ἐπὶ τὴν ἐπιπρέ- πειαν καὶ τὰς γυναῖκας. οἱ τοὺς ὀφθαλμοὺς διὰ συχνοῦ χρόνου κινοῦντες, ἔχοντές τε βάμμα λευκώματος ἐπὶ τῷ ὀφθαλμῷ, ὡς προσεστηκότας, ἐννοητικοί. ἂν γὰρ πρός τινι ἐννοίᾳ σφόδρα γένηται ἡ ψυχή, ἵσταται καὶ ἡ ὄψις. Οἱ μέγα φωνοῦντες βαρύτονον ὑβρισταί. ἀναφέρεται ἐπὶ τοὺς ὄνους. ὅσοι δὲ φωνοῦσιν ἀπὸ βαρέος ἀρξάμενοι, τε- λευτῶσι δὲ εἰς ὀξύ, δυσθυμικοί, ὀδύρται. ἀναφέρεται ἐπὶ τοὺς βοῦς καὶ ἐπὶ τὸ πρέπον τῇ φωνῇ. ὅσοι δὲ ταῖς φωναῖς ἀξείαις μαλακαῖς κεκλασμέναις διαλέγονται, κίναιδοι. ἀνα- φέρεται ἐπὶ τὰς γυναῖκας καὶ ἐπὶ τὴν ἐπιπρέπειαν. ὅσοι βαρύτονον φωνοῦσι μέγα, μὴ πεπλεγμένον, ἀναφέρεται ἐπὶ τοὺς εὐρώστους κύνας καὶ ἐπὶ τὴν ἐπιπρέπειαν. ὅσοι μαλακὸν ἄτο- νον φωνοῦσι, πραεῖς. ἀναφέρεται ἐπὶ τὰς ὄϊς. ὅσοι δὲ φω- νοῦσιν ὀξὺ καὶ ἐγκεκραγός, μάργοι. ἀναφέρεται ἐπὶ τὰς αἶγας. Οἱ μικροὶ ἄγαν ὀξεῖς. τῆς γὰρ τοῦ αἵματος φορᾶς μικρὸν τόπον κατεχούσης καὶ αἱ κινήσεις ταχὺ ἄγαν ἀφικ- νοῦνται ἐπὶ τὸ φρονοῦν. οἱ δὲ ἄγαν μεγάλοι βραδεῖς. τῆς γὰρ τοῦ αἵματος φορᾶς μέγαν τόπον κατεχούσης αἱ κινήσεις βραδέως ἀφικνοῦνται ἐπὶ τὸ φρονοῦν. ὅσοι τῶν μικρῶν ξη- ραῖς σαρξὶ κεχρημένοι εἰσὶν ἢ καὶ χρώμασιν, ἃ διὰ θερ- μότητα τοῖς σώμασιν ἐπιγίνονται, οὐδὲν ἀποτελοῦσιν. οὔσης γὰρ τῆς φορᾶς ἐν μικρῷ καὶ ταχείας διὰ τὸ πυρῶδες, οὐδέ- ποτε κατὰ ταὐτόν ἐστι τὸ φρονεῖν, ἀλλὰ ἄλλοτ᾿ ἐπ᾿ ἄλλων, πρὶν τὸ ὑπερέχον περᾶναι. ὅσοι δὲ τῶν μεγάλων ὑγραῖς σαρξὶ κεχρημένοι, ἢ καὶ χρώμασιν ἃ διὰ ψυχρότητα ἐγ- γίνονται, οὐδὲν ἐπιτελοῦσιν. οὔσης γὰρ τῆς φορᾶς ἐν μεγάλῳ τόπῳ καὶ βραδείας διὰ τὴν ψυχρότητα, οὐ συνανύει ἀφι- κνουμένην ἐπὶ τὸ φρονοῦν. ὅσοι δὲ τῶν μικρῶν ὑγραῖς σαρξὶ κεχρημένοι εἰσὶ καὶ χρώμασι διὰ ψυχρότητα, γίνονται ἐπι- τελεστικοί. οὔσης γὰρ τῆς κινήσεως ἐν μικρῷ, τὸ δυσκίνητον τῆς κράσεως συμμετρίαν παρέσχε τὸ πρῶτον ἐπιτελεῖν. ὅσοι δὲ τῶν μεγάλων ξηραῖς σαρξὶ κεχρημένοι εἰσὶ καὶ χρώμασι διὰ θερμότητα, γίνονται ἐπιτελεστικοὶ καὶ αἰσθητικοί. τὴν γὰρ τοῦ μεγέθους ὑπερβολὴν σαρκῶν τε καὶ χρώματος ἡ θερμό- της ἠκέσατο, ὥστε σύμμετρον εἶναι πρὸς τὸ ἐπιτελεῖν. τὰ μὲν οὖν μεγέθεσιν ὑπερβάλλοντα τῶν σωμάτων ἢ σμικρό- τησιν ἐλλείποντα, ὡς τυχόντα ἐπιτελεστικά ἐστι καὶ ὡς ἀτελῆ, εἴρηται. ἡ δὲ τούτων μέση φύσις πρὸς τὰς αἰσθήσεις κρατίστη καὶ τελεστικωτάτη, οἷς ἂν ἐπιθῆται. αἱ γὰρ κινή- σεις οὐ διὰ πολλοῦ οὖσαι ῥᾳδίως ἀφικνοῦνται πρὸς τὸν νοῦν. οὖσαί τε οὐ κατὰ μικρὸν ὑπερχωροῦσιν. ὥστε τὸν τελεώτατον πρὸς τὸ ἐπιτελεῖν τε ἃ ἂν προθῆται καὶ αἰσθάνεσθαι μέλ- λοντα μέτριον δεῖ εἶναι τὸ μέγεθος. οἱ ἀσύμμετροι πανοῦρ- γοι. ἀναφέρεται ἐπὶ τὸ πάθος καὶ τὸ θῆλυ. εἰ γὰρ οἱ ἀσύμμετροι πανοῦργοι, οἱ σύμμετροι δίκαιοι ἂν εἴησαν καὶ ἀνδρεῖοι. τὴν δὲ τῆς συμμετρίας ἀναφορὰν πρὸς τὴν τῶν σωμάτων εὐαγωγίαν καὶ εὐφυίαν ἀνοιστέον, ἀλλ᾿ οὐ πρὸς τὴν τοῦ ἄρρενος ἰδέαν, ὥσπερ ἐν ἀρχῇ διῃρέθη. καλῶς δ᾿ ἔχει καὶ πάντα τὰ σημεῖα, ὅσα προείρηται, ἀναφέρειν ἐπὶ τὴν ἐπιπρέπειαν καὶ εἰς ἄρρεν καὶ θῆλυ. ταῦτα γὰρ τελεω- τάτην διαίρεσιν διῄρηται, καὶ ἐδείχθη ἄρρεν θήλεος δικαιότε- ρον καὶ ἀνδρειότερον καὶ ὅλως εἰπεῖν ἄμεινον. ἐν ἁπάσῃ δὲ τῇ τῶν σημείων ἐκλογῇ ἕτερα ἑτέρων σημεῖα μᾶλλον δη- λοῦσιν ἐναργῶς τὸ ὑποκείμενον. ἐναργέστερα δὲ τὰ ἐν ἐπι- καιροτάτοις τόποις ἐγγινόμενα. ἐπικαιρότατος δὲ τόπος ὁ περὶ τὰ ὄμματά τε καὶ τὸ μέτωπον καὶ κεφαλὴν καὶ πρόσωπον, δεύτερος δὲ ὁ περὶ τὰ στήθη καὶ ὤμους, ἔπ- ειτα περὶ τὰ σκέλη τε καὶ πόδας. τὰ δὲ περὶ τὴν κοιλίαν ἥκιστα. ὅλως δὲ εἰπεῖν οὗτοι οἱ τόποι ἐναργέστατα σημεῖα παρέχονται, ἐφ᾿ ὧν καὶ φρονήσεως πλείστης ἐπιπρέπεια γίνεται.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:22 - flow version _RPTC_G1.3