Dione Cassio Storia Romana Libro I

Dione Cassio Storia ROMANA LIBRO 1
Δίων Κάσσιος Ρωμαϊκή Ιστορία I.

[Ἀνέγνωκα] πάντα ὡς εἰπεῖν τὰ περὶ αὐτῶν τισι γεγραμμένα· συνέγραψα δὲ οὐ πάντα, ἀλλ' ὅσα ἐξέκρινα. Μὴ μέντοι μηδ' ὅτι κεκαλλιεπημένοις, ἐς ὅσον γε καὶ τὰ πράγματα ἐξεπέτρεψε, λόγοις κέχρημαι, ἐς τὴν ἀλήθειαν αὐτῶν διὰ τοῦτό τις ὑποπτεύσῃ, ὅπερ ἐπ' ἄλλων τινῶν συμβέβηκεν· ἐγὼ γὰρ ἀμφότερα, ὡς οἷόν τε ἦν, ὁμοίως ἀκριβῶσαι ἐσπούδασα. Ἄρξομαι δὲ ὅθενπερ τὰ σαφέστατα τῶν περὶ τήνδε τὴν γῆν, ἣν κατοικοῦμεν, συμβῆναι λεγομένων παρελάβομεν τὴν χώραν ταύτην, ἐν ᾗ τὸ τῶν Ρωμαίων ἄστυ πεπόλισται. II. Αὐσονία δὲ κυρίως, ὡς Δίων γράφει ὁ Κοκκειανός, ἡ τῶν Αὐρούγκων γῆ μόνη λέγεται, μέσον Καμπανῶν καὶ Οὐόλσκων παρὰ θάλασσαν κειμένη. Συχνοὶ δὲ καὶ μέχρι τοῦ Λατίου Αὐσονίαν εἶναι ἐνόμισαν· ὥστε καὶ πᾶσαν τὴν Ἰταλίαν ἐκ τούτου Αὐσονίαν κληθῆναι. III. Οἱ δὲ Λίγυες τὴν παραλίαν ἀπὸ Τυρσηνίδος μέχρι τῶν Ἄλπεων καὶ ἄχρι Γαλατῶν νέμονται, ὥς φησι Δίων. IV. Οἱ γὰρ Ἰάπυγες καὶ Ἄπουλοι περὶ τὸν Ἰόνιον κόλπον οἰκοῦσιν. Ἀπούλων δὲ ἔθνη, κατὰ τὸν Δίωνα, Πευκέτιοι, Πεδίκουλοι, καὶ Δαύνιοι, καὶ Ταραντῖνοι, καὶ Κάνναι. Διομήδους πεδίον ἔστι περὶ τὴν Ἀπουλίαν τῶν Δαυνίων. V. Ἡ δὲ Μεσσαπία καὶ Ἰαπυγία ὕστερον Σαλεντία, εἶτα Καλαβρία ἐκλήθη. Ἡ δὲ Ἀργύριππα, πόλις τοῦ Διομήδους, μετεκλήθη Ἀπούλοις Ἄρποι. VI. Ἔνθα νῦν ἡ Χώνη ἐστί, χωρίον ἦν πρῶτον λεγόμενον Οἴνωτρον, ὅπου ὁ Φιλοκτήτης κατῴκησε μετὰ τὴν τῆς Ἰλίου πόρθησιν· καθὰ Διονύσιος καὶ Δίων ὁ Κοκκειανὸς καὶ πάντες οἱ τὰ Ῥωμαιικὰ γράψαντες ἱστοροῦσιν. VII. Εὕανδρος Ἀρκὰς ἀπὸ Παλλαντίου ἐστάλη μετὰ Ἀρκάδων εἰς ἀποικίαν, καὶ παρὰ τῷ Θύβρι πόλιν ᾦκισε, Ῥωμαίων μέρος της καθ' ἡμᾶς πόλεως· καί ὄνομα ἔσχε Παλλάντιον κατὰ μνήμην τοῦ ἐν Ἀρκαδίᾳ· χρόνῳ δὲ ὕστερον, μετέπεσε τὸ ὅνομα ἐν ἀναιρέσει γραμμάττων τοῦ τε λ καὶ τοῦ ν. VIII. Πεντηκοστῷ δὲ πέμπτῳ ἔτει ἀφ' Ἡρακλέους, οὗτος ὁ Αἰνείας, μετὰ τὴν τῆς Τροίας ἅλωσιν, εἰς Ἰταλίαν, ὡς ἔφημεν, καὶ Λατίνους παραγίνεται. Περὶ Λαύρεντον δὲ προσώκειλε, τὸ καὶ Τροίαν καλούμενον, περὶ Νουμίκιον ποταμόν· ἔχων καὶ τὸν ἐκ Κρεούσης υἱὸν αὐτοῦ Ἀσκάνιον ἢ Ἶλον. Ὅπου φαγόντων τῶν μετ' αὐτοῦ τὰς τραπέζας σελινίνας οὔσας, ἢ ἐκ τῶν σκληροτέρων μερῶν τῶν ἄρτων (οὐ γὰρ εἶχον τραπέζας), ἔτι δὲ καὶ χοίρου λευκῆς ἀπὸ τοῦ πλοίου αὐτοῦ ἀποσκιρτησάσης ἐπὶ τὸ ἀπ' αὐτῆς (ὠνομασμένον) Ἀλβανὸν ὄρος, καὶ τριάκοντα τετοκυίας· ἅπερ ἐδήλουν ὅτι τριακοστῷ ἔτει οἱ παῖδες αὐτοῦ καὶ γῆν καὶ κράτος ἄμεινον ἕξουσιν, ἐπαύθη τῆς ἀλητείας, ἐκ χρησμοῦ τοῦτο προακηκοώς, θύσας δὲ καὶ τὴν χοῖρον παρεσκευάζετο κτίζειν πόλιν. Ὁ δὲ Λατῖνος τοῦτον οὐκ εἴα· ἡττηθεὶς δὲ πολέμῳ δίδωσιν αἰνείᾳ πρὸς γάμον Λαβινίαν τὴν αὑτοῦ θυγατέρα. Αἰνείας δὲ κτίσας πόλιν Λαβινίον ὠνόμασε. Λατίνου δὲ καὶ Τύρνου τοῦ Ῥουτούλων βασιλέως πολέμῳ ὑπ' ἀλλήλων ἀποθανόντων αἰνείας ἐβασίλευσεν. Ἀνῃρημένου δὲ καὶ Αἰνείου πολέμῳ ἐν Λαυρέντῳ ὑπὸ τῶν αὐτῶν Ῥουτούλων καὶ Μεζεντίου τοῦ Τυῤῥηνοῦ, ἐγκύου οὔσης τῆς Αἰνείου γυναικὸς Λαβινίας τὸν Σίλβιον, Ἀσκάνιος ὁ ἐκ Κρεούσης παῖς βασιλεύει. Ὃς καὶ τὸν Μεζέντιον πολέμῳ συμβαλόντα νικᾷ τελέως, μὴ δεχόμενον τὰς πρεσβείας, ἀλλὰ τὰ τοῦ Λατίνου πάντα εἰς ἐτήσιον δασμὸν ζητοῦντα. Αὐξηθέντες δὲ οἱ Λατῖνοι, ἐπεὶ καὶ τὸ τριακοστὸν ἔτος ἐνέστη, Λαβινίου μὲν ὑπερεφρόνησαν, Ἄλβαν δὲ Λόγγαν ἑτέραν πόλιν ἔκτισαν ἀπὸ τῆς χοίρου, τουτέστι Λευκὴν Μακράν, καὶ τὸ ἐκεῖσε ὄρος Ἀλβανὸν ἐκάλεσαν ὁμοίως· τὰ δὲ ἐκ Τροίας ἀγάλματα μόνα πρὸς τὸ Λαβίνιον δεύτερον ὑπεστράφησαν. Μετὰ δὲ Ἀσκανίου τελευτὴν οὐχ ὁ αὐτοῦ παῖς Ἰοῦλος ἐβασίλευσεν, ἀλλ' ὁ ἐκ Λαβινίας Αἰνείου υἱὸς Σίλβιος, ἢ κατά τινας Ἀσκανίου υἱὸς Σίλβιος. Σιλβίου πάλιν ἄλλο ς Αἰνείας, οὗ Λατῖνος, οὗ Κάπυς· Κάπυος δὲ παῖς Τιβερῖνος, οὗ Ἀμύλιος, οὗ Ἀβεντῖνος. Μέχρι τούτου τὰ περὶ Ἄλβης καὶ Ἀλβανῶν. Τὰ δὲ περὶ Ῥώμης ἐντεῦθεν. Ἀβεντῖνος γεννᾷ Νομήτορα καὶ Ἀμούλιον. Βασιλεύοντα δὲ τὸν Νομήτορα ὁ Ἀμούλιος ἐξήλασε, καὶ Αἰγέστην τὸν Νομήτορος υἱὸν ἐν κυνηγεσίῳ ἀναιρεῖ. Τὴν δὲ ἀδελφὴν Αἰγέστου, θυγατέρα δὲ τοῦ προῤῥηθέντος Νομήτορος, Σιλουίαν ἢ Ῥέαν Ἰλίαν, ἱέρειαν τῆς θεᾶς Ἑστίας ποιεῖ, ὡς ἂν παρθένος διαμείνῃ. Ἐδεδίει γάρ τινα χρησμὸν λέγοντα ὑπὸ τῶν Νομήτορος παίδων αὐτὸν ἀναιρεθῆναι. Διά τοι τοῦτο τὸν μὲν Αἰγέστην ἀνεῖλε, τὴν δὲ ἱέρειαν τῆς Ἑστίας ἐποίησεν, ὅπως παρθένος καὶ ἄπαις διαμείνῃ. Ἡ δὲ ἐν Ἄρεος ἄλσει ὑδρευομένη ἔγκυος γίνεται, καὶ γεννᾷ Ῥωμύλον καὶ Ῥήμον. Καὶ τήνδε μὲν ἐξαιτεῖται μὴ ἀποθανεῖν ἡ τοῦ Ἀμουλίου θυγάτηρ, τὰ δὲ βρέφη Φαιστύλῳ ποιμένι, Λαυρεντίας ἀνδρί, ἔδοντο ῥῖψαι περὶ τὸν Τίβεριν ποταμόν. Ἃ ἡ τούτου γυνὴ λαβοῦσα ἀνέτρεφεν· ἔτυχε γὰρ αὐτὴν τότε νεκρὸν βρέφος τεκεῖν. Αὐξηθέντες δὲ ὁ Ῥωμύλος καὶ ὁ Ῥήμος ἐποίμαινον κατὰ τοὺς τοῦ Ἀμουλίου ἀγρούς, ἀνελόντες δέ τινας τῶν τοῦ πάππου Νομήτορος ποιμένων ἐπετηροῦντο. Κατασχεθέντος δὲ τοῦ Ῥώμου δραμὼν ὁ Ῥωμύλος τῷ Φαιστύλῳ λέγει, καὶ ὃς δραμὼν τῷ Νομήτορι πάντα διηγεῖται. Τέλος ἔγνω Νομήτωρ τῆς θυγατρὸς αὑτοῦ παῖδας ὄντας αὐτούς. Οἱ δὲ συναραμένων πολλῶν ἀναιροῦσι τὸν Ἀμούλιον. Τῷ δὲ Νομήτορι πάππῳ αὑτῶν τὴν βασιλείαν τῆς Ἄλβης παρασχόντες, αὐτοὶ τὴν Ῥώμην κτίζειν ἀπήρξαντο, ὀκτωκαιδεκάτῳ ἔτει τῆς Ῥωμύλου ἡλικίας. Πρὸ δὲ τῆς μεγάλης ταύτης Ῥώμης, ἣν ἔκτισε Ῥωμύλος περὶ τὴν Φαιστύλου οἰκίαν, ἐν ὄρει Παλατίῳ, τετράγωνος ἐκτίσθη Ῥώμη παρὰ Ῥώμου καὶ Ῥωμύλου παλαιοτέρων τούτων. IX. Ὅτι περὶ Τυῤῥηνῶν φησιν ὁ Δίων· Ταῦτα γὰρ καὶ προσῆκεν ἐνταῦθα τοῦ λόγου περὶ αὐτῶν γεγράφθαι· καὶ ἄλλο τι, καὶ αὖθις αὖ ἕτερον ὅτῳ ποτ' ἂν ἡ διέξοδος τῆς συγγραφῆς τὸ ἀεὶ παρὸν εὐτρεπίζουσα προστύχῃ, κατὰ καιρὸν εἰρήσεται. Τὸ δ' αὐτὸ τοῦτο καὶ περὶ τῶν ἄλλων τῶν ἀναγκαίων ἀρκούντως ἔχοντες· τὰ μὲν γὰρ τῶν Ῥωμαίων πάντα κατὰ δύναμιν ἐπέξειμι, τῶν δὲ δὴ λοιπῶν τὰ πρόσφορα αὐτοῖς μόνα γεγράψεται. X. Οὐ γὰρ ἔστιν οὔτε προιιδέσθαι πάντα ἀνθρώπῳ ὄντι, οὔτ' ἀποτροπὴν τῶν ἀναγκαίως ἐσομένων εὑρεῖν· τιμωρούς τινας τῆς ἀδικίας αὐτοῦ ἐκ τῆς κόρης ἐκείνης γεννηθῆναι. XI. Ὅτι στασιάσαντες πρὸς ἀλλήλους Ῥύμος καὶ Ῥωμύλος· Ἔκδημον ἐποίησαν. Ὅτι τινὲς καὶ πάνυ ἀσφαλέστερον τοὺς κινδύνους τῶν εὐτυχιῶν συνδιαφέρουσιν. Καὶ αὐτοί τε ἐξέμαθον καὶ τοὺς ἄλλους ἐξεδίδαξαν. Ὅτι οὔθ' οἱ τιμωρούμενοί τινας κατορθοῦσι πάντως, ὅτι προηδίκηνται, οὔθ' οἱ παρὰ τῶν κρειττόνων ἀπαιτοῦντές τινα ἀπολαμβάνουσιν αὐτά, ἀλλὰ πολλάκις καὶ τὰ λοιπὰ προσαπολλύουσιν. XII. Ὅτι Ῥωμύλος ἐπὶ τοῦ Παλλαντίου τὸ τῆς μελλούσης ἔσεσθαι Ῥώμης σχῆμα διαφράφων, ταῦρον δαμάλει συνέζευσε· τὸν μὲν ταῦρον ἔξω πρὸς τὸ πεδίον νεύοντα, τὴν δὲ δάμαλιν πρὸς τὴν πόλιν· ύσυμβολικῶς διὰ τούτων εὐχόμενος, τοὺς μὲν ἄνδρας φοβεροὺς εἶναι τοῖς ἔξω, τὰς δὲ γυναῖκας γονίμους καὶ πιστὰς οἰκουρούς· εἶτα βῶλον λαβὼν ἔξωθεν ἔσω ῥίπτει τῆς πόλεως εὐχόμενος ἀπὸ τῶν ἀλλοτρίων τὰ ταύτης αὔξειν. XIII. Ὅτι ἡ Ἑρσιλία καὶ αἱ ἄλλαι αἱ ὁμόφυλοι γυναῖκες τηρήσασαί ποτε ἀντιπαρατεταγμένους σφᾶς κατέδραμον ἀπὸ τοῦ Παλατίου μετὰ τῶν παιδίων· ἤδη γάρ τινα ἐγεγέννητο· καὶ ἐς τὸ μεταίχμιον ἐξαπίνης ἐσπεσοῦσαι πολλὰ καὶ οἰκτρὰ καὶ εἶπον καὶ ἐποίησαν· τοτὲ μὲν γὰρ πρὸς τούτους τοτὲ δὲ πρὸς ἐκείνους βλέπουσαι· τί ταῦτα, ἔφασαν, ποιεῖτε, πατέρες; Τί ταῦτα, ἄνδρες; Μέχρι ποῦ μαχεῖσθε; Μέχρι ποῦ μισήσετε ἀλλήλους; Καταλλάγητε τοῖς γαμβροῖς, καταλλάγητε τοῖς πενθεροῖς· φείσασθε πρὸς τοῦ Πανὸς τῶν τέκνων, φείσασθε πρὸς τοῦ Κυρίνου τῶν ἐκγόνων, ἐλεήσατε τὰς θυγατέρας, ἐλεήσατε τὰς γυναῖκας· ὡς εἴγε ἀκαταλλάκτως ἔχετε καί τις ὑμᾶς σκηπτὸς μανίας ἐσπεσὼν οἰστρεῖ, ἡμᾶς τε, δι' ἃς μάχεσθε, προαποκτείνατε, καὶ τὰ παιδία ταῦτα ἃ μισεῖτε προαποσφάξατε· ἵνα μηδὲν ἔτι μήτ' ὄνομα μήτε σύνδεσμον συγγενείας πρὸς ἀλλήλους ἔχοντες κερδάνητε τὸ μέγιστον τῶν κακῶν, τὸ τούς τε πάππους τῶν παίδων καὶ τοὺς πατέρας τῶν ἐκγόνων φονεύειν. Ταῦτά τε ἔλεγον καὶ τὰ ἱμάτια καταῤῥηξάμεναι· τούς τε μαστοὺς καὶ τὰς γαστέρας γυμνώσασαι, αἱ μὲν αὐταὶ τοῖς ξίφεσί σφων ἐνεχρίμπτοντο· αἱ δὲ καὶ τὰ παιδία αὐτοῖς προσεῤῥίπτουν· ὥστε ἐκείνους καὶ ἐξ ὧν ἤκουον καὶ ἐξ ὧν ἑώρων κλαῦσαι καὶ τῆς τε μάχης ἐπισχεῖν, καὶ ἐς λόγους αὐτοῦ, ὥσπερ εἶχον, ἐν τῷ κομιτίῳ δι' αὐτὸ τοῦτο κληθέντι, συνελθεῖν. XIV. Τρίβους, τριττὺς ἢ τρίτον μέρος. Τρισχίλιοι γὰρ ὄντες ὁπλῖται Ῥωμύλου, ὥς φησι Δίων ἐν τῷ πρώτῳ λόγῳ τῆς ἱστορίας, εἰς τρεῖς ἐνεμήθησαν μοίρας κληθείσας τρίβους. Τοῦτ' ἔστι τριττύας, ἃς καὶ φυλὰς ὠνόμασαν Ἕλληνες. Ἑκάστη δὲ τριττὺς εἰς δέκα διῃρέθη κουρίας ἤτοι φροντιστήρια. Κοῦρα μὲν γὰρ ἡ φροντὶς λέγεται· καθ' ἑκάστην δὲ κουρίαν συνιόντες οἱ εἰς αὐτὴν τεταγμένοι τινὰ τῶν καθηκόντων ἐξεφρόν τιζον. Λέγονται δὲ καθ' Ἕλληνας αἱ κουρίαι φρατρίαι καὶ φατρίαι, [οἱονεὶ ἑταιρεῖαι ἀδελφότητες συναλλάγματα συστήματα] παρὰ τὸ τοὺς φρατριάζοντας φράζειν ἢ φαίνειν ἀτρέπτως καὶ ἀφόβως [ἀλλήλοις] τὰ ἴδια βουλήματα. [Ὅθεν καὶ φράτορες οἱ πατέρες ἢ συγγενεῖς ἢ διδάσκαλοι, οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες]. τάχα δὲ καὶ ἀπὸ τῆς ῥωμαιικῆς μετηνέχθη λέξεως τοῦ φράτερ, ὃ δηλοῖ τὸν ἀδελφόν. Πολὺ γὰρ διαφέρει ἐκ καινῆς τινας κατασταθῆναι ἢ καὶ πρότερον οὔσας ἐπικληθῆναι. XV. Ὅτι ὁ Ῥωμύλος πρὸς τὴν γερουσίαν τραχύτερον διέκειτο καὶ τυραννικώτερον αὐτῇ προσεφέρετο, καὶ τοὺς ὀμήρους τοῖς Οὐηίοις ἀπέδωκεν καθ' ἑαυτὸν καὶ οὐκ ἀπὸ κοινῆς γνώμης· ὥσπερ τὰ πολλὰ ἐγίγνετο. Ἀγανακτοῦντάς τε, ἐπὶ τούτῳ αἰσθόμενος ἄλλα τε ἐπαχθῆ καὶ τέλος εἶπεν, ὅτι ἐγὼ ὑμᾶς, ὦ πατέρες, ἐξελεξάμην, οὐχ ἵνα ὑμεῖς ἐμοὶ ἄρχοιτε, ἀλλ' ἵνα ἐγὼ ὑμῖν ἐπιτάττοιμι. XVI. Ὅτι ὁ Νουμᾶς ᾦκει ἐν κολωνῷ τῷ Κυριναλίῳ ὠνομασμένῳ ἅτε καὶ Σαβῖνος ὤν· τὰ δὲ δὴ ἀρχεῖα ἐν τῇ ἱερᾷ ὁδῷ εἶχε, καὶ τάς τε διατριβὰς πλησίον τοῦ Ἑστιαίου ἐποιεῖτο· καὶ ἔστιν ὅτε καὶ κατὰ χώραν ἔμενεν. Ὁ δὲ Δίων φησὶν ὅτι σπουδὴν ἔχω συγγράψαι πάνθ' ὅσα τοῖς Ῥωμαίοις καὶ εἰρηνοῦσι καὶ πολεμοῦσι ἀξίως μνήμης ἐπράχθη, ὥστε μηδὲν τῶν ἀναγκαίων μήτε ἐκείνων τινὰ μήτε τῶν ἄλλων ποθῆσαι. Ἔπειτα καὶ ὅτι δι' ἑαυτῶν τότε κατέστησαν, πίστιν τοῦ θείου λαβόντες, κἀκ τούτου αὐτοί τε ἐν εἰρήνῃ καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἀλλοφύλους παρὰ πᾶσαν τὴν τοῦ Νουμᾶ ἀρχὴν διεγένοντο. Καὶ ἐκεῖνος οὐκ ἀθεεί σφισι ἐξ ἴσου τῷ Ῥωμύλῳ ὑπάρξαι ἔδοξεν. Φασὶ δὲ αὐτὸν οἱ τὰ σαφέστατα Σαβίνων εἰδότες ἐν τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἡ Ῥώμη ἐκτίσθη, γεγεννῆσθαι. Οὕτω μὲν δὴ δι' ἀμφοτέρους αὐτοὺς καὶ ἰσχυρὰ ταχὺ καὶ εὔκοσμος ἡ πόλις ἐγένετο· τοῦ μὲν τὰ πολεμικὰ αὐτὴν ἀναγκαίως, ἅτε καὶ νεόκτιστον οὖσαν ἀσκήσαντος· τοῦ δὲ τὰ εἰρηνικὰ προσεκδιδάξαντος, ὥστ' αὐτὴν ἐν ἑκατέρῳ ὁμοίως διαπρέψαι. XVII. Ἐπειδὴ γὰρ εὖ ἠπίστατο τοὺς πολλοὺς τῶν ἀνθρώπων τὸ μὲν ὁμοφυές σφισι καὶ σύννομον ἐν ὀλιγωρίᾳ ὡς μηδὲν βέλτιον ἑαυτῶν ὂν ποιουμένους· τὸ δὲ ἀφανὲς καὶ ἀλλοῖον ὡς καὶ κρεῖσσον πίστει τοῦ θείου θεραπεύοντας, χωρίον τέ τι ταῖς Μούσαις ἱέρωσεν. XVIII. Δίων ὁ Ῥωμαῖος ἀρχαῖόν τινα ἥρωα Ἰανὸν λέγει διὰ τὴν Κρόνου ξένισιν λαβόντα τὴν γνῶσιν τῶν μελλόντων καὶ τῶν προῦραρχόντων, καὶ διὰ τοῦτο διπρόσωπον ὑπὸ Ῥωμαίων πλάττεσθαι. Ἐξ οὖ τόν τε μῆνα κληθῆναι Ἰανουάριον, καὶ τὴν τοῦ ἔτους ἀρχὴν ἀπὸ τοῦ αὐτου μηνὸς γίγνεσθαι.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-03-30 00:03:40