Dione Cassio Storia Romana Libro II

Dione Cassio Storia ROMANA LIBRO 2
Δίων Κάσσιος Ρωμαϊκή Ιστορία II

ὅτι ὁ Τοῦλλος καὶ ὁ Μέττιος οὐδέτεροι συνεχώρουν τὴν μετανάστασιν, ἀμφότεροι δὲ τὰ σφέτερα περιέστελλον· ὅ τε γὰρ Τοῦλλος πρός τε τὴν φήμην τὴν περὶ Ῥωμύλου καὶ πρὸς τὴν δύναμιν τὴν παροῦσαν καὶ ὁ Φουφήτιος πρός τε τὴν ἀρχαιότητα τῆς Ἄλβης καὶ ὅτι καὶ μητρόπολις ἄλλων τε πολλῶν καὶ αὐτῶν τῶν Ῥωμαίων ἦν, ἐπαιρόμενοι μικρὸν οὐδὲν ἐφρόνουν. Δι' οὖν ταῦτα τῆς ἀμφισβητήσεως ἐκείνης ἀπέστησαν, περὶ δὲ τῆς ἡγεμονίας διηνέχθησαν· ἀστασίαστοι γὰρ ἐπὶ τοῖς ἴσοις ἀσφαλῶς συμβῆναί σφας ἑώρων. - Τὸν ἐκ τῆς ἐμφύτου τοῖς ἀνθρώποις πρός τε τὸ ὅμοιον φιλονεικίας καὶ πρὸς τὸ ἄρχειν ἑτέρων ἐπιθυμίας. - Πολλάς τε καὶ περὶ τούτου δικαιώσεις ἀλλήλοις προσήνεγκον, εἴ πως ἐκείνης γε οἱ ἕτεροι ὁποτεροιοῦν ἐθελούσιοι τοῖς ἑτέροις παραχωρήσειαν, οὐδὲν δ' ἐπέραναν, ἀλλ' ὑπὲρ αὐτῆς ἀγωνίσασθαι συνέθεντο. XX. Ὅτι ὁ Τοῦλλος πρὸς τοὺς πολεμίους κράτιστος ἐνομίζετο. Τοῦ δὲ δὴ θείου πάνυ καταφρονήσας παρημέλει, μέχρις οὗ νόσου λοιμώδους γενομένης καὶ αὐτὸς ἠῤῥώστησε. Τότε γὰρ τῶν τε ἄλλων θεῶν δι' ἀκριβείας ἐπεμελήθη, καὶ τοὺς Σαλίους τοὺς Κολλίνους προσκατέστησε. XXI. Ὅτι συνεὶς ὁ Μάρκιος ὡς τοῖς βουλομένοις εἰρηνεῖν οὐκ ἐξαρκεῖ τὸ μηδὲν ἀδικεῖν, οὐδέ ἐστι τὸ ἄπραγμον ἄνευ τοῦ δραστηρίου σωτήριον, ἀλλ' ὅσῳ τις αὐτοῦ ὀριγνᾶται, εὐεπιθετώτερος τοῖς πολλοῖς γίγνεται, μετεβάλετο: οὔτε γὰρ τὸ ἐπιθυμοῦν ἡσυχίας ἰσχυρὸν πρὸς φυλακὴν ἄνευ τῶν πρὸς τὸν πόλεμον παρασκευῶν ἑώρα ὄν, καὶ τὸ τερπνὸν τῆς ἀπραγμοσύνης τάχιστα καὶ ῥᾷστα τοῖς πέρα τοῦ καιροῦ σπουδάζουσιν αὐτὴν ἀπολλύμενον ᾔσθάνετο. Καὶ διὰ ταῦτα καὶ καλλίω καὶ ἀσφαλεστέραν καὶ παρασκευὴν καὶ φροντίδα τῆς εἰρήνης τὸν πόλεμον νομίσας εἶναι, πάνθ' ὅσα παρ' ἑκόντων τῶν Λατίνων μηδέν σφας ἀδικῶν οὐκ ἠδυνήθη κομίσασθαι, παρὰ ἀκόντων στρατεύσας ἀπέλαβεν. XXII. Ὅτι Ταρκύνιος πλούτῳ καὶ συνέσει, καὶ εὐτραπελίᾳ πολλῇ πανταχοῦ κατὰ καιρὸν χρώμενος, οὕτω τὸν Μάρκιον διέθηκεν, ὥστε καὶ ἐς τοὺς εὐπατρίδας καὶ ἐς τὴν βουλὴν ὑπ' αὐτοῦ καταλεχθῆναι, στρατηγός τε πολλάκις ἀποδειχθῆναι, καὶ τὴν ἐπιτροπείαν τῶν παίδων αὐτοῦ καὶ τῆς βασιλείας πιστευθῆναι. Καὶ γὰρ τοῖς ἄλλοις προσφιλὴς οὐδὲν ἧττον ἦν, καὶ διὰ τοῦτο καὶ ἑκόντων αὐτῶν ἐπρώτευσεν. Αἴτιον δὲ ὅτι πάντα ἀφ' ὧν ἰσχύειν ἔμελλε πράττων οὐκ ἐξεφρόνει, ἀλλ' ἐν τοῖς πρῶτος ὢν συνεστέλλετο. Καὶ τὰ μὲν ἐπίπονα καὶ ἀνθ' ἑτέρων καὶ ἐν τῷ φανερῷ ὑπέμενεν· τῶν δὲ δὴ ἡδέων τοῖς τε ἄλλοις ἐθελοντὴς παρεχώρει καὶ γὰρ αὐτὸς ἢ οὐδὲν ἢ ὀλίγα, καὶ ταῦτα λανθάνων, ἐκαρποῦτο. Καὶ τῶν μὲν ἀμεινόνων τήν τε αἰτίαν ἐς πάντας μᾶλλον ἢ ἐς αὑτὸν ἀνῆγε καὶ τὴν ἀπόλαυσιν ἐς τὸ μέσον τῷ δεομένῳ κατετίθει. Τὰ δὲ ἀτοπώτερα οὔτ' ἀνέφερεν ἔς τινα οὔτε ἐκοινοῦτό τινι. Πρὸς δὲ τούτοις, ἐχαρίζετο μὲν πᾶσι τοῖς ἀμφὶ τὸν Μάρκιον ὡς ἑκάστοις, καὶ τῷ ἔργῳ καὶ τοῖς λόγοις. Τῶν τε γὰρ χρημάτων ἀφειδῶς ἀνήλισκε, καὶ ταῖς σπουδαῖς, εἴ τίς τι αὐτοῦ δεηθείη, ἑτοίμως ἐχρῆτο. Φαῦλον δέ τι ἐς οὐδένα οὔτε ἔλεγεν, οὔτε ἔπραττεν. Οὐδὲ ἐς ἀπέχθειαν ἑκὼν οὐδενὶ καθίστατο. Καὶ προσέτι, ἃ μὲν εὖ ὑπό τινων ἔπασχεν, ἐπὶ τὸ μεῖζον ἀεὶ ἐλάμβανεν. Τὰ δὲ δυσχερέστερα ἤτοι τὴν ἀρχὴν οὐδὲ προσεποιεῖτο, ἢ καὶ φαυλίσας παρ' ἐλάχιστον ἦγε· καὶ οὐχ ὅσον οὐκ ἠμύνετό τινα ἐπ' αὐτοῖς, ἀλλὰ καὶ εὐηργέτει, μέχρι περ καὶ ἐκεῖνον ἐξενίκησεν. Ἐκ μὲν οὖν τούτων σοφίας τινὰ δόξαν, ἅτε καὶ τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν πάντας χειρωσάμενος, ἐκτήσατο. Ἐκ δὲ δὴ τῶν ἔπειτα, ἀπιστεῖσθαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐποίησεν, ὡς ἤτοι δολεροὺς φύσει ὄντας, ἢ καὶ πρὸς τὰς δυνάμεις τάς τε τύχας καὶ τὴν γνώμην ἀλλοιουμένους. XXIII. Ὅτι ὁ Ταρκύνιος, ἐπεὶ ἱκανῶς ὡς καὶ ἀκόντων τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους πρῶτον μὲν τῶν βουλευτῶν, ἔπειτα καὶ τῶν ἄλλων συλλαμβάνων, πολλοὺς μὲν φανερῶς, οἷς γε αἰτίαν τινὰ εὐπρεπῆ ἐπενεγκεῖν ἐδύνατο, πολλοὺς δὲ καὶ λάθρᾳ ἀπεκτίννυε καί τινας ὑπερώριζεν. Οὐ γὰρ ὅτι τὸν Τούλλιόν τινες αὐ τῶν μᾶλλον ἢ ἐκεῖνον ἠγάπησαν, οὐδ' ὅτι γένη καὶ πλούτους ἢ καὶ φρόνημα εἶχον, ἀνδρείᾳ τε ἐπιφανεῖ ἢ καὶ σοφίᾳ διαπρεπεῖ ἐχρῶντο, τοὺς μὲν ἀμυνόμενος τοὺς δὲ προκαταλαμβάνων, φθόνῳ τε καὶ ὑποψίᾳ ἅμα μίσους ἐκ τοῦ μὴ ὁμοήθους ἔφθειρεν· ἀλλὰ καὶ τοὺς πάνυ φίλους πρός τε τὴν μοναρχίαν οἱ σπουδάσαντας, οὐδὲν ἧττον τῶν ἑτέρων ἀπώλλυεν, νομίζων σφᾶς ὑπό τε τῆς θρασύτητος, καὶ ὑπὸ τῆς νεωτεροποιίας, ὑφ' ἧς ἑαυτῷ τὴν ἀρχὴν συγκατέπραξαν, κἂν ἄλλῳ τινὶ αὐτὴν δοῦναι. Κἀκ τούτου τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀπανάλωσεν· οὐδ' ἀντικαθίστη τὸ παράπαν ἐς αὐτοὺς ἀντὶ τῶν ἀπολλυμένων οὐδένα· μισεῖσθαί τε γὰρ ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε, καὶ τὰ τέλη ἐκεῖνα ἀσθενέστατα ἐκ τῆς ὀλιγανθρωπίας ποιῆσαι ἐπεθύμει. Καὶ τήν γε γερουσίαν καὶ καταλῦσαι παντελῶς ἐπεχείρησεν· πᾶν ἄθροισμα ἀνθρώπων, ἄλλως τε καὶ ἐπιλέκτων καὶ πρόσχημα προστατείας τινὸς ἀπὸ παλαιοῦ ἐχόντων, πολεμιώτατον τυράννῳ νομίζων εἶναι. Δείσας δὲ μή πώς οἱ τὸ πλῆθος ἢ καὶ αὐτοὶ οἱ δορυφόροι, οἷά που πολῖται ὄντες, ἀγανακτήσει τοῦ τὴν πολιτείαν σφῶν μεθίστασθαι ἐπαναστῶσιν, ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐποίησεν τοῦτο, ἐν τρόπῳ δέ τινι ἐπιτηδείῳ καὶ πάνυ αὐτὸ κατέπραξεν. Οὔτε γὰρ ἀντεσῆγεν ἐς αὐτὴν οὐδένα, οὔτε τοῖς καταλοίποις λόγου τι ἄξιον ἐπεκοίνου. Συνεκάλει μὲν γὰρ αὐτούς· οὐ μὴν ὥστε καὶ συνδιοικεῖν τι τῶν ἀναγκαίων. Ἀλλὰ καὶ αὐτὸ τοῦτο πρός τε τὸν ἔλεγχον τῆς ὀλιγότητός σφων καὶ διὰ τοῦτο καὶ ταπεινότητα καὶ καταφρόνησιν ἐξεπίτηδες ἐποίει. Τὰ δὲ δὴ πλεῖστα καθ' ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων, τοῦτο μὲν ὅπως μηδεὶς τῶν ἄλλων μηδὲν δύναιτο, τοῦτο δὲ καὶ κατοκνῶν δημοσιεύειν ἐν οἷς ἐκακούργει, ἔπραττεν. Δυσπρόσοδός τε καὶ δυσπροσήγορος ἦν· καὶ τῇ ὑπεροψίᾳ τῇ τε ὠμότητι τοσαύτῃ πρὸς πάντας ὁμοίως ἐχρῆτο ὥστε καὶ Ὑπερήφανος ἀπ' αὐτῶν ἐπικληθῆναι. Τά τε γὰρ ἄλλα καὶ αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ τυραννικώτερον ἔπραττον· καί ποτε πολιτῶν τινὰς ἔν τε τῇ ἀγορᾷ καὶ ἐν τοῖς τοῦ δήμου ὄμμασι σταυροῖς τε γυμνοὺς προσέδησεν, καὶ ῥάβδοις αἰκισάμενος ἀπέκτεινεν. Καὶ τοῦθ' ὑπ' ἐκείνου τότε ἐξευρεθὲν καὶ πολλάκις ἐγένετο. XXIV. Ὁτι Λεύκιος Ἰούνιος, ἀδελφῆς Ταρκυνίου παῖς, φοβηθεὶς, ἐπειδὴ τόν τε πατέρα αὐτοῦ ἀπεκτόνει καὶ προσέτι καὶ τὰς οὐσίας αὐ τῶν ἀφῄρητο, μωρίαν προσεποιήσατο, εἴ πως αὐτός γε περιγένοιτο· καὶ γὰρ εὖ ἠπίστατο ὅτι πᾶν τὸ ἔμφρον, ἄλλως τε καὶ ὅταν ἐν λαμπρότητι γένους ᾗ, δι' ὑποψίας τοῖς τυραννοῦσι γίγνεται· καὶ ἐπειδή γε ἅπαξ ἐπὶ τοῦτο ὥρμησεν, ἀκριβέστατα αὐτὴν ὑπεκρίνετο, καὶ διὰ τοῦτο καὶ Βροῦτος ἐκλήθη· τοὺς γὰρ εὐήθεις οὕτω πως οἱ Λατῖνοι προσηγόρευον. Τῷ τε Τίτῳ καὶ Ἀῤῥοῦντι ὥσπερ τι ἄθυρμα συμπεμφθεὶς βακτηρίαν τινὰ ἀνάθημα τῷ θεῷ φέρειν ἔλεγεν μηδὲν μέγα ὅσα γε ἰδεῖν ἔχουσαν. Ὅτι τοῦ Βρούτου τό τε δῶρον, τοῦτ' ἔστι τὴν βακτηρίαν ἔσκωπτον· καὶ ὅτι τοῦ θεοῦ τοῖς θεωροῖς περὶ τῆς τοῦ πατρὸς βασιλείας, ὅστις αὐτὴν διαδέξεται ἐπερωτήσασι, θεσπίσαντος τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος τὸ τῶν Ῥωμαίων ἕξειν, τὴν γῆν ὡς καὶ καταπεσὼν ἄλλως κατεφίλησε, νομίσας αὐτὴν μητέρα ἁπάντων τῶν ἀνθρώπων εἶναι. XXV. Ὅτι ἐν Ῥώμῃ θεμελίων ὀρυσσομένων ναοῦ κεφαλὴ νεοσφαγοῦς ἀνθρώπου εὑρέθη λελυθρωμένη· πρὸς ὅπερ Τυῤῥηνὸς μάντις ἔφη τὴν πόλιν κεφαλὴν πολλῶν ἐθνῶν ἔσεσθαι, πλὴν δι' αἵματος καὶ σφαφῶν· κἀντεῦθεν ὁ Ταρπήιος λόφος μετωνομάσθη Καπιτωλῖνος. Ὅτι σημεῖον τὸ μίλιον λέγεται χιλίοις βήμασι μετρούμενον· μίλια γὰρ τὰ χίλια. XXVI. Ὅτι ὁ Βροῦτος τοὺς Ταρκυνίους ἐκ τοιᾶσδε αἰτίας κατέλυσε. Συνδειπνοῦντές ποτε ἐν τῇ τῶν Ἀρδεατῶν πολιορκίᾳ οἵ τε τοῦ Ταρκυνίου παῖδες, καὶ Κολλατῖνος καὶ Βροῦτος, ἅτε καὶ ἡλικιῶται καὶ συγγενεῖς αὐτῶν ὄντες, ἐς λόγον τινὰ περὶ τῆς σωφροσύνης τῶν γυναικῶν σφῶν, κἀκ τούτου καὶ ἐς ἔριν, τὴν ἑαυτοῦ γαμετὴν ἑκάστου προκρίνοντος, ἦλθον. Καὶ (ἐτύγχανον γὰρ πᾶσαι ἀπὸ τοῦ στρατοπέδου ἀποῦσαι) ἔδοξεν αὐτοῖς αὐτίκα τῆς νυκτός, πρὶν καταγγέλτους σφᾶς γενέσθαι, πρὸς πάσας ἅμα αὐτὰς ἀφιππεῦσαι. Ποιήσαντες δὲ τοῦτο, τὰς μὲν ἄλλας ἐν λόγῳ τινὶ εὗρον, Λουκρητίαν δὲ τὴν τοῦ Κολλατίνου γυναῖκα ἐριουργοῦσαν κατέλαβον. Περιβόητον οὖν ἐπὶ τούτῳ γενομένην ὁ Σέξτος αἰσχῦναι ἐπεθύμησεν. Τάχα μὲν γὰρ καὶ ἔρωτα αὐτῆς ἔσχε ὑπερκαλλοῦς οὔσης· ἐπὶ πλέον δὲ ὅμως τὴν δόξαν μᾶλλον ἢ τὸ σῶμα διαφθεῖραι ἠθέλησε. Καί ποτε τηρήσας τὸν Κολλατῖνον πρὸς τοῖς Ῥουτούλοις ὄντα, ἠπείχθη μὲν ἐς τὴν Κολλατίαν, καὶ νυκτὸς πρὸς αὐτὴν ὡς καὶ πρὸς οἰκείαν γυναῖκα ἐλθὼν καὶ σίτου καὶ καταλύσεως ἔτυχε. Καὶ τὰ μὲν πρῶτα ἀναπείθειν αὐτὴν ἐπειρᾶτο συγγενέσθαι οἱ, ὡς δὲ οὐδὲν ἐπέραινεν, ἐβιάζετο. Ἐπειδὴ δὲ οὐδὲν οὐδὲ οὕτως αὐτῷ προεχώρει, καινὸν δή τινα τρόπον ἐξεῦρεν, ὑφ' οὗ τὸ παραδοξότατον ἠνάγκασεν αὐτὴν ἑκοῦσαν ὑβρισθῆναι. Ὅτι μὲν γὰρ ἀποσφάξειν αὐτὴν εἶπε, παρ' οὐδὲν ἔθετο. Καὶ ὅτι καὶ τῶν οἰκετῶν τινα προσκαταχρήσεσθαι ἔφη, καὶ τοῦτο ὀλιγώρως ἤκουσεν. Ἐπεὶ μέντοι παρακατακλινεῖν τε αὐτῇ τὸ τοῦ δούλου σῶμα, καὶ λόγον ὡς καὶ συγκαθεύδοντάς σφας εὑρὼν ἀποκτείνειε διαδώσειν ἐπηπείλησεν, οὐκέτ' ἀνεκτὸν ἐποιήσατο. Ἀλλὰ φοβηθεῖσα μὴ καὶ πιστευθῇ τοῦθ' οὕτω γεγονέναι, εἵλετο μιχθεῖσα αὐτῷ καὶ τὸ πραχθὲν ἐξειποῦσα ἀποθανεῖν μᾶλλον ἢ παραχρῆμα τελευτήσασα ἀδοξῆσαι. Διὰ μὲν οὖν ταῦτ' οὐκ ἄκουσα δὴ ἐμοιχεύθη. Παρασκευάσασα δὲ ἐκ τούτου ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον, μετεπέμψατο τόν τε ἄνδρα καὶ τὸν πατέρα· καὶ ἐπειδὴ τάχιστα ἦλθον, κατεδάκρυε. ·αὶ μετὰ τοῦτ' ἀναστενάξασα · Πάτερ, εἶπε, (τὸν γὰρ ἄνδρα μᾶλλον ἢ σὲ αἰσχύνομαι) οὐδέν μοι χρηστὸν ἐν τῇ νυκτὶ ταύτῃ πέπρακται. Ἀλλά με Σέξτος ἐβιάσατο ἀπειλήσας δούλῳ τινὶ συναποκτενεῖν ὡς καὶ μετ' αὐτοῦ καθεύδουσαν λαβών. Αὕτη γάρ με ἡ ἀπειλὴ ἁμαρτεῖν ἠνάγκασεν, ἵνα μὴ καὶ πιστεύσητε τοῦθ' οὕτω γεγονέναι. Καὶ ἐγὼ μέν γυνὴ γάρ εἰμι τὰ πρέποντα ἐμαυτῇ ποιήσω. Ὑμεῖς δ' εἴπερ ἄνδρες ἐστὲ καὶ τῶν γαμετῶν τῶν τε παίδων ὑμῶν προορᾶσθε, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οἵων ἄρα ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν. Τοιαῦτα ἄττα εἰποῦσα οὐκ ἀνέμεινεν ἀντακοῦσαί τι, ἀλλ' εὐθέως τὸ ξιφίδιον ὑφελκύσασα αὐτὴ ἑαυτὴν ἐφόνευσεν. XXVII. Ὅτι οἱ ὅμιλοι πάντες τὰ πράγματα πρὸς τοὺς μεταχειρίζοντας αὐτὰ κρίνουσι, καὶ ὁποίους ἂν τούτους αἰσθάνωνται ὄντας, τοιαῦτα καὶ ἐκεῖνα νομίζουσιν εἶναι. Πᾶς γάρ τις τὸ ἀπείρατον πρὸ τοῦ κατεγνωσμένου προαιρεῖται, μεγάλην ἐς τὸ ἄδηλον ἐλπίδα παρὰ τὸ μεμισημένον ἤδη ποιούμενος. Πᾶσαι μὲν γὰρ μεταβολαὶ σφαλερώταταί εἰσι, μάλιστα δὲ αἱ ἐν ταῖς πολιτείαις· πλεῖστα δὴ καὶ μέγιστα καὶ ἰδιώτας καὶ πόλεις βλάπτουσι· διὸ οἱ νοῦν ἔχοντες ἐν τοῖς αὐτοῖς ἀεί, κἂν μὴ βέλτιστα ᾖ, ἀξιοῦσιν ἐμμένειν ἢ μεταλαμβάνοντες ἄλλοτε ἄλλα ἀεὶ πλανᾶσθαι. ὅτι καὶ τὰ βουλήματα καὶ τὰς ἐπιθυμίας πρὸς τὰς τύχας ἕκαστοι κτῶνται, καὶ ὁποῖα ἂν τὰ παρόντα αὐτοῖς ἦἦ, τοιαῦτα καὶ τὰ οἰήματα λαμβάνουσιν. Ὅτι τὸ τῆς βασιλείας πρᾶγμα οὐκ ἀρετῆς μόνον, ἀλλὰ καὶ ἐπιστήμης καὶ συνηθείας, εἴπερ τι ἄλλο, πολλῆς δεῖται, καὶ οὐχ οἷόν τέ ἐστιν ἄνευ ἐκείνων ἁψάμενόν τινα σωφρονῆσαι. Πολλοὶ γοῦν ὥσπερ ἐς ὕψος τι μέγα παρὰ λόγον ἀρθέντες οὐκ ἤνεγκαν τὴν μετεώρισιν, ἀλλ' αὐτοί τε καταπεσόντες ὑπ' ἐκπλήξεως ἔπταισαν καὶ τὰ τῶν ἀρχομένων πάντα συνηλόησαν. Καὶ περὶ τῶν μελλόντων ἐξ ὧν ἔπραξαν τεκμήρασθε, ἀλλὰ μὴ ἐξ ὧν πλάττονται ἱκετεύοντες, ἱνὰ μὴὶ ἀπατηθῆτε· τὰ μὲν γὰρ ἀνόσια ἔργα ἀπὸ γνώμης ἀληθοῦς ἑκάστῳ γίγνεται, συλλαβὰς δ' ἄν τις εὐπρεπεῖς συμπλάσειεν· καὶ διὰ τοῦτ' ἀφ' ὧν ἐποίησέ τις, ἀλλ' οὐκ ἀφ' ὧν φησὶ ποιήσειν, κρίνεται.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-12 19:53:20 - flow version _RPTC_G1.3