Iperide - Apologia per Licofrone

Iperide - Apologia per Licofrone ΑΠΟΛΟΓΙΑ ΥΠΕΡ ΛΥΚΟΦΡΟΝΟΣ

[fr. 1] [col.

41] [καὶ ἰδίᾳ] ἕκαστος καὶ κοινῇ], ἔπειτα τῶι νόμω]ι καὶ τῶι ὅρκωι, ὃς κελεύει] ὑμᾶς ὁμοίως ἀκούειν] τῶν τε κατηγόρων καὶ τῶ]ν ἀπολογουμένων] καὶ (desunt v. XXI?) [fr. 2] [col. 42] ............ε̣ου (desunt v. IV) ............σ̣ω ...........α̣ι̣εν .............ν (desunt v. XX?) [col. 43] τῆι κατηγορίαι χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι· καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι· τί τοῦθ' ἡμῖν λέγεις; μηδὲ προστίθετε τῆι κατ[ηγορίαι παρ' ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ μᾶ̣]λλον τῆι ἀπολογίᾳ. ..μ̣εν......ι̣κ....... (desunt v. XIV?) [fr. 3] [col. 44] (desunt v. X?) οὐδ]ὲ̣ ὁ νόμος σ[υ]γκατηγο]ρεῖ‹ν› μὲν τῶι βουλομ]ένωι̣ κατὰ τῶν κριν]ομένων ἐξουσίαν] δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει. ἵνα δὲ μὴ π[ρ̣]ὸ τοῦ πράγματος πο[λλ̣]ο̣[ὺ̣σ̣ λόγους ἀναλ[ώσω, ἐπ' αὐτὴν τὴν [ἀπολογ]ίαν πορεύσομα̣ι̣, τ̣οῖς μὲν θεοῖς εὐξάμενος βοηθ̣ῆσαί μοι καὶ σῶσαι ἐ̣[κ̣] τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δὲ ὦ ἄνδρες δικασταὶ ἐκεῖνο παρ̣αιτ]η̣σάμενος, πρῶτ̣[ο̣]ν [col. 45] (desunt v. XXI?) ε.............. δ.............. κε̣............. τω̣............ αυ............. κρο............ ἢ νεωρίων προδοσίαν ἢ ἀρ   χαίων ἐμπυρισμὸν ἢ κα   τάληψιν ἄκρας [fr. 4] [col. 46] (desunt v. XV?) ............ ὁ Εὔφημος] ....πρ[ῶτον ..... ἐπε̣]ιδὴ ἐτελεύτησεν ἐκ̣]ε̣ῖνος ........ρος ὁ Φλυεὺς] ..... ἐξ̣ αὐτοῦ .......κ̣ρ̣αν τοῦ ........καὶ ἠξίουν].........ννε̣ ...........ες εγ...........σ̣ειν ..........ε̣]ξελ̣.. ..........α το[ῦ̣ [col. 47] ..... ὅτι ἡ γυν[ὴ.. .....τ̣ον κα̣ὶ το[.. ...τ̣ο ἐκεῖνος [κ̣υοῦ̣]σαν τὴν γυνα[ῖ̣κα ἐξ] αὑτοῦ καταλέ[λοιπε]ν, οὐ παρὰ τοὺς ν[όμο]υ̣ς γενόμενον. [εἰ δ', ὥς]περ Ἀρίστων ἐ̣[ν τῆι ε̣]ἰσαγγελίαι γράφει], οὕτως ὑπέλα̣βον τ]ὰ περὶ το[ύτων εἶν]α̣ι, οὐκ ἔδει δήπ[ου αὐτ]οὺς κωλύε̣ιν [τ̣οὺς ἐγγυ]τάτω γένου[ς ἐξά]γειν τὸν Εὔφ[ημον, ἀλλ' ἐᾶν. νῦν̣ δὲ τοῦτο ποιήσαν̣τες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν ἡ αἰτία κατ' ἐμοῦ. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον ἢ γιγνόμενον ἢ καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς [col. 48] (desunt v. XX?) κ̣α.............. τὸν Εὔφη[μ̣ον.... ἐκώλυε ε......... τοντ̣.......[παρέχοντα̣.......[μαρτυρίας α........ τερων̣.......... σκε........... ‑ ‑ ‑ οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι. ‑ ‑ ‑ νωθρεύεσθαι ‑ ‑ ‑ [fr. Ar] [col. 1] ‑ ντην ‑ τ̣αερω ‑ διατι ‑ ααυ ‑ α̣ιου ‑ ημεν ‑ υεις ‑ ν̣ου ‑ γ]υναικὸς] ‑ ο̣υν ‑ με ‑ εως ‑ μ̣ης ‑ δε ‑ ου ‑ ἑ̣ώ̣ρω ‑ δ̣ε ‑ ω̣ν ‑ σις ‑ μ̣ενος ‑ ιως ‑ νη ‑ ἄνδ]ρες δικασταὶ] ‑ υσιος ‑ υ̣νφι ‑ σ̣το ‑ ο̣ς ........... Ἀρίστωνος [col. 2] δὲ ἀνδ[ράποδα εἶχεν ἐν το̣[ῖς ἔργοις· καὶ ταῦτ̣α α̣[ὐτὸς ὑμῖν ἐμαρτύ[ρησεν ἐπὶ τοῦ δικασ[τ̣ηρίου, ὅτ' ἦν τού̣[τ]ωι̣ ὁ ἀγὼν πρὸς Ἀ[ρχεστρατίδην. το̣ιο[ῦ̣το γάρ ἐστι τὸ Ἀρίστ[ω̣νος τουτουῒ πρᾶγμα· [οὗτος προσκαλε̣ῖ̣τα[ι μὲν περιὼν πά[ν̣τας ἀνθρώπο̣υσ̣, τῶν δ' ὅσοι μὲν̣ [ἂν μὴ διδῶσιν αὐ[τῶι ἀργύριον, κρίν[ει καὶ κατηγορεῖ, ὁπ[όσοι δ' ἂν ἐθέλωσιν̣ [ἀποτίνειν, ἀφίησιν̣, [τὸ δ' ἀργύριον Θεο̣[μνήστῳ δίδωσιν· ἐκ̣[ε̣ῖνος δὲ λαμβάνω[ν ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς ληισταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτωι ὑπὲρ ἑκάστου τοῦ ἀνδραπόδου [col. 3] ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης. Ἄξιον δ' ἐστὶν ὦ ἄνδρες δικασταὶ κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφ' ὧν ἐν τῶι δήμωι τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιά̣σ̣αντο· ἐμοὶ γὰρ ‹οἱ› οἰκε̣[ῖ]οι ἀπέστειλαν γράψαν̣τ̣ες τήν τε εἰσαγ[γ]ελίαν καὶ τὰς αἰτίας, ἃς ἐν τῇ ἐκ̣κλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγε̣λί[αν̣] ἐδίδ̣οσ[α̣]ν̣, ἐν α[ἷς ἦ]ν γεγρα[μ]μ̣ένον, ὅτι Λυκο̣[ῦ]ργος λέ̣γ[ει], φάσ̣κ̣ω̣[ν̣ τ]ῶν ο]ἰκ[ε̣ίω̣]ν ἀκ[η̣κ]οέ̣ναι, ὡ]ς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῆι, ὅπως μὴ πλησιάσῃ Χαρίππωι, ἀλλὰ διαφυλάξει αὑτήν. ἐ̣γὼ δ̣ὲ ἃ καὶ πρὸς τοὺς [col. 4] ἐπιτηδείου̣[ς καὶ πρὸς τοὺς ο[ἰ̣κείους τοὺς ἐμαυτ[οῦ εὐθὺς ἥκων ἔλεγ[ον, κ]α̣ὶ νῦν πρὸς ὑμ[ᾶς λέ]γ̣ω, ὅτι, εἰ ἔστιν̣ τ[αῦ]τ̣α ἀληθῆ, ὁμολ[ογ]ῶ καὶ τἆλλα πάν[τα π]ε̣ποιηκέναι τὰ [ἐν τῆι εἰσαγγελίᾳ γε̣[γραμμένα· ὅτι δὲ [ψεύδη ἐστίν, ῥάιδιον̣ [οἶμαι εἶναι ἅπασι[ν ἰδεῖν· τίς γὰρ οὕτω̣[ς ἐστὶν τῶν ἐν τῆι π̣[όλει ἀλόγιστος, ὅσ[τις ἂν πιστεύσαι τού̣[τοις τοῖς λόγοις; ἀνάγ̣[κη γὰρ ὦ ἄνδρες δικ[ασταὶ πρῶτον μὲν̣ ὀρεωκόμον καὶ π̣ρ̣οηγητὴν ἀκολουθε[ῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, [col. 5] ἔπ[ε]ιτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐγδίδοσθαι αὐτήν. εἶτ' ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔ̣[τ̣]' ᾐσχυνόμην τοι̣ο̣ύτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντ̣ων ἀκουόντων, οὔτ̣'] ἐδεδίειν μὴ παραχρ]ῆμα ἀπόλωμαι πνι]γόμενος; τίς γὰρ] ἂ̣ν ἠνέσχετο τοι]α̣ῦτα περὶ τῆς αὑτοῦ [col. 6] ἀδελφ[ῆς ἀκού]ων οἷά με ο[ὗτοι αἰτι]ῶνται εἰρηκ[έναι καὶ οὐ̣κ ἂν ἀπέ[κτεινε τὸν λέγοντα; [καὶ τὸ κεφ]ά̣λαιον ἁπ[άντων, ὡ̣]ς καὶ μικρῶ[ι πρότερο]ν̣ εἶπον, εἰς [τ̣οῦτο ἀν]α̣ισθησίας ὁ Χ[άριππ̣]ος, ὡς ἔοικεν, [ἦλθ]ε̣ν, ὥστε πρότ[ερον] μέν, ὡς φασίν, [τῆς γυν]αικὸς προλε̣[γ̣ο̣ύσης], ὅτι συνομωμο[κ̣υῖα εἰ]η πρὸς ἐμέ, πά[λιν δ]ὲ ἀκούων ἐμο[ῦ παρακελευομένο[υ αὐτῆι, ὅπως ἐμμ̣[είνειεν τοῖς ὅρκοις οἷ̣[ς ὤμοσεν, ἐλάμβανε̣ [τὴν] γυναῖκα; καὶ ταῦ̣[τα δοκεῖ ἂν ὑμῖν ἢ [Ὀρέστη]σ̣ ἐκεῖνος ὁ μαιν̣[όμενος ποιῆσαι [ἢ Μαργίτης ὁ πάντ̣[ων ἀβελτερώτατος; [Ἀλλ' οἶμαι ὦ ἄνδρε[ς δικασταὶ πολλὰ πλεονεκτοῦσιν [col. 7] ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων· οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥαιδίως ὅ τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὑτοῖς εἰπεῖν ἐπιλανθάνονται· ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον λόγον λάβωσιν, οὐ μόνον ἃ ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας, ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕ̣τερον, ἢ περὶ τῶν ἔξωθεν διαβολῶν [col. 8] ἀπο[λογου]μένοις τῆς [π̣ερὶ το]ῦ πράγματος ἀ̣[πολογία]ς ἀπολελ[εῖφθαι, ἢ] μὴ μεμνη[μένοις] τῶν προκ[ατηγορηθ̣]έντων ο[ἴ̣ησι]ν̣ καταλείπ[ειν παρ]ὰ τοῖς δικαστ[αῖς, ὅτι] ἀλ̣ηθῆ ἐστιν [τὰ εἰρ]ημένα· πρὸς δ[ὲ τού]τοις τούς τε μέ[λλοντα]ς βοηθεῖν το̣[ῖς φε]ύγουσι προδιαβ[άλλ]ουσι καὶ αὐτοῦ το[ῦ̣ κριν]ομένου τὴν [ἀπολο̣]γίαν διαστρ[έφουσιν]· οἷον καὶ Ἀ[ρίστων] οὑτοσὶ ἐνεχεί[ρ̣ησε ποιῆ]σ̣α̣ι̣ ἐν τῇ κα[τηγορίᾳ, ὃς] ο̣ὐδ' ἀπολ[αύειν δίδω̣σι τῶν ἀ[ναβαινόν̣των ὑπὲ[ρ ἐμοῦ καὶ συναπολ[ογησομένων. δι[ὰ τί δ' οὗτοι μὴ ἀπο[λογήσονται; πότερ' οὐ δ̣[ίκαιόν ἐστι [col. 9] τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἢ ἔστιν τι τῶν ἐν τῆι πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν; σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις, καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν ‹καὶ› κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, προειδότα [col. 10] δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν; καὶ ἐμὲ μὲν αἰτιᾶι ἐν τῆι εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίν̣[ον]τα τοὺς νόμους, αὐ̣[τὸς] δ̣' ὑπερπηδήσ[ας ἅπ]αντας τοὺς ν̣[όμο]υς εἰσαγγελία[ν δέδ]ωκας ὑπὲρ ὧν̣ [γρα]φαὶ πρὸς τοὺς θεσ[μοθ̣]έτας ἐκ τῶν νό[μ̣ων] εἰσίν, ἵνα π[ρ̣ῶ̣τον μ̣]ὲν ἀκίνδ[υνος εἰς]ίῃς εἰς τὸ[ν̣ ἀγῶνα,] ἔπε[ι̣τ̣]α ἐξ[ῆι σοι τραγ]ῳδίας γρ[άψαι εἰς τὴ]ν εἰσαγγελ[ίαν οἵας]π̣ερ νῦν γέγρ[αφας, ὅς μ' α̣]ἰτιᾶι ὅτι [π̣ολλὰς μὲν γ]υνα[ῖκας ποιῶ] ἀγάμ[ους ἔνδον κα]τ̣αγηρ[άσκειν, πολλ]ὰς δὲ σ[υνοικεῖν ο]ἷ̣ς [col. 11] οὐ προσήκει παρὰ τοὺς νόμους. οὐκοῦν ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου προσήκειν συνοικεῖν ἐγδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέγδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῆι Εὐφήμου, δῆλον ὅτι οὐ διὰ πονηρίαν, ἀλλὰ δι' ἐπιείκειαν; Τούτῳ μὲν οὖν ἔξεστιν ἄνδρες δικασταὶ καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δ' οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου διαβολῶν [col. 12] περὶ ἐμοῦ δικάζειν, ἀλλ' ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας· λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλ' ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστωι τοῦ τρόπου ἀ̣κριβέστατος, ἄλλως τ̣ε δὴ καὶ περὶ τούτων τ]ῶ̣ν αἰτιῶν οἵα αὕτη ἐστ̣]ίν. ὅσα μὲν γὰρ τῶ]ν̣ ἀδικημάτων ἐν ἁ̣]πάσηι τ‹ῆι› ἡλικίαι τῇ το̣]ῦ ἀν̣θρώπου ἐνδέ]χετ̣α̣ι ἀδικῆσαι, τα]ῦ̣τα μὲν δεῖ σκοπεῖ̣]ν ἀπ' αὐτοῦ τοῦ ἐγκλή]ματος οὗ ἂν ἔχηι τις· μο]ιχεύειν δ' οὐκ ἐνδέ]χεται ἀπὸ πεντήκο]ντα ἐτῶν ἀρξάμενον], ἀλλ' ἢ πάλαι τοιοῦ]τ̣ός ἐστιν, [col. 13] ὃ δειξάτωσαν οὗτοι, ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι. ἐγὼ τοίνυν ὦ ἄνδρες δικασταὶ μεθ' ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτ' ἔλαβον, οὔτ' ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδ' ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτ[ί̣μως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ· ἐστεφάνωμαι δ' ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα καὶ ὑπὸ τῶν συναρχόντων. ὑμεῖς γάρ με ὦ ἄνδρες δικασταὶ πρῶτον [col. 14] μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον, καὶ ἦρξα μὲν αὐτόθι δύ' ἔτη τῶν πώποθ' ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους. καὶ ἐν τούτωι μοι τῶι χρόνωι ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δ[ήμ]ου τοῦ ἐν Ἡφαισ̣[τί]αι καὶ ἑτέροις ὑ[πὸ̣] τοῦ ἐν Μυρρίνηι· ἃ [χρ]ὴ̣ τεκμήρια ὑμῖν ε[ἶν]α̣ι εἰς τοῦτον τὸν [col. 15] ἀγῶνα, ὡς ψευδεῖς κατ' ἐμοῦ ‹αἱ› αἰτίαι εἰσίν· οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδ' ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν. Ὅσα μὲν οὖν ἐγὼ εἶχον ὦ ἄνδρες δικασταὶ ὑπὲρ ἐμαυτοῦ εἰπεῖν, σχεδὸν ἀκηκόατε· ἐπ[ει]δὴ δὲ ὁ κατήγορ̣[ο]ς οὐκ ἀπείρως ἔχων τοῦ λέγειν, εἰωθὼς δὲ πολλάκις ἀγωνίζεσθαι, ἐκάλει συνηγόρους τοὺς συναπολοῦντάς τινα τῶν πολιτῶν ἀδίκως, δέομαι ὑμῶν καὶ ἐγὼ καὶ ἀντιβολῶ κελεῦσαι κἀμὲ καλέσαι τοὺς συνεροῦντας [col. 16] ἐμοὶ ὑπὲρ τηλικούτου ἀγῶνος καὶ ἀκοῦσαι εὐνοϊκῶς, εἴ τίς μοι ἔχει τῶν οἰκείων ἢ τῶν φίλων βοηθῆσαι, πολίτηι μὲν ὄντι ὑμετέρωι, ἰδιώτηι δὲ καὶ οὐκ εἰωθότι λέγειν, ἀγωνιζομένῳ δὲ καὶ κινδυνεύοντι οὐ μόνον περὶ θανάτου, (ἐλάχιστον γὰρ τοῦτό ἐστιν τοῖς ὀρθῶς λογιζομένοις) ἀλλ' ὑπὲρ τοῦ ἐξορισθῆναι καὶ ἀποθανόντα μηδὲ ἐν τῆι πατρίδι ταφῆναι. ἐὰν οὖν κελεύητε ὦ ἄνδρες δικασταί, καλῶ τινα βοηθήσοντα. ἀνάβηθί μοι Θεόφιλε καὶ σύνειπε ὅ τι ἔχεις· κελεύουσιν οἱ δικασταί. Ἀπολογία ὑπὲρ Λυκόφρονος.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:29 - flow version _RPTC_G1.3