Plutarco Moralia - In che modo qualcuno avverta i suoi progressi nella virtù

In che modo qualcuno avverta i suoi progressi nella virtù

Plutarco - Moralia

Quomodo quis suos in virtute sentiat profectus (75a-86a)

ΠΩΣ ΑΝ ΤΙΣ ΑΙΣΘΟΙΤΟ ΕΑΥΤΟΥ ΠΡΟΚΟΠΤΟΝΤΟΣ
ΕΠ' ΑΡΕΤΗΙ

Τίς τῶν λόγων, ὦ Σόσσιε Σενεκίων, σώσει[b] τὴν ἑαυτοῦ βελτιουμένου πρὸς ἀρετὴν συναίσθησιν, εἰ μηδεμίαν αἱ προκοπαὶ ποιοῦσι τῆς ἀφροσύνης ἄνεσιν, ἀλλ' ἴσῳ σταθμῷ πᾶσιν ἡ κακία περικειμένη

μολυβδὶς ὥστε δίκτυον κατέσπασεν;

οὐδὲ γὰρ ἐν μουσικοῖς τις ἢ γραμματικοῖς ἐπιδιδοὺς ἂν γνοίη μηδὲν ἐν τῷ μανθάνειν ἀπαρύτων τῆς περὶ ταῦτα ἀμαθίας ἀλλ' ἴσης ἀεὶ τῆς ἀτεχνίας αὐτῷ παρούσης, οὐδὲ κάμνοντι θεραπεία μὴ ποιοῦσα ῥᾳστώνην μηδὲ κουφισμὸν ἁμωσγέπως τοῦ νοσήματος ὑπείκοντος καὶ χαλῶντος αἴσθησιν ἂν[c] παρέχοι διαφορᾶς, πρὶν εἰλικρινῆ τὴν ἐναντίαν ἕξιν ἐγγενέσθαι παντάπασιν ἀναρρωσθέντος τοῦ σώματος. ἀλλ' ὥσπερ ἐν τούτοις οὐ προκόπτουσιν, ἂν προκόπτοντες ἀνέσει τοῦ βαρύνοντος οἷον ἐπὶ ζυγοῦ πρὸς τοὐναντίον ἀναφερόμενοι μὴ γιγνώσκωσι τὴν μεταβολήν, οὕτως ἐν τῷ φιλοσοφεῖν οὔτε προκοπὴν οὔτε τινὰ προκοπῆς αἴσθησιν ὑποληπτέον, εἰ μηδὲν ἡ ψυχὴ μεθίησι μηδ' ἀποκαθαίρεται τῆς ἀβελτερίας, ἄχρι δὲ τοῦ λαβεῖν ἄκρατον τὸ ἀγαθὸν καὶ τέλειον ἀκράτῳ τῷ κακῷ χρῆται. καὶ γὰρ ἀκαρεὶ χρόνου[d] καὶ ὥρας ἐκ τῆς ὡς ἔνι μάλιστα φαυλότητος εἰς οὐκ ἔχουσαν ὑπερβολὴν ἀρετῆς διάθεσιν μεταβαλὼν ὁ σοφός, ἧς οὐδ' ἐν χρόνῳ πολλῷ μέρος ἀφεῖλε κακίας ἅμα πᾶσαν ἐξαίφνης ἐκπέφευγε.

Καίτοι ἤδη τοὺς ταῦτά γε λέγοντας οἶσθα δήπου πάλιν πολλὰ παρέχοντας αὑτοῖς πράγματα καὶ μεγάλας ἀπορίας περὶ τοῦ διαλεληθότος, ὃς αὐτὸς ἑαυτὸν οὐδέπω κατείληφε γεγονὼς σοφός, ἀλλ' ἀγνοεῖ κἀμφιδοξεῖ τῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν καθάπερ πορείαν τῇ ἀρετῇ λαθεῖν ἀτρέμα προσμείξασαν. εἰ δέ γε ἦν τάχος τοσοῦτον[e] τῆς μεταβολῆς καὶ μέγεθος, ὥστε τὸν πρωῒ κάκιστον ἑσπέρας γεγονέναι κράτιστον, ἢ ἂν οὕτω τινὶ συντύχῃ τὰ τῆς μεταβολῆς, καταδαρθόντα φαῦλον ἀνεγρέσθαι σοφὸν καὶ προσειπεῖν ἐκ τῆς ψυχῆς μεθεικότα τὰς χθιζὰς ἀβελτερίας καὶ ἀπάτας

ψευδεῖς ὄνειροι, χαίρετ'· οὐδὲν ἦτ' ἄρα,

τίς ἂν ἀγνοήσειεν ἑαυτοῦ διαφορὰν ἐν αὑτῷ τοσαύτην γενομένην καὶ φρόνησιν ἀθρόον ἐκλάμψασαν; ἐμοὶ μὲν γὰρ δοκεῖ μᾶλλον ἄν τις, ὡς ὁ Καινεύς, γενόμενος κατ' εὐχὴν ἀνὴρ ἐκ γυναικὸς ἀγνοῆσαι τὴν μετακόσμησιν, ἢ σώφρων καὶ φρόνιμος καὶ[f] ἀνδρεῖος ἐκ δειλοῦ καὶ ἀνοήτου καὶ ἀκρατοῦς ἀποτελεσθεὶς καὶ μεταβαλὼν εἰς θεῖον ἐκ θηριώδους βίον ἀκαρὲς διαλαθεῖν αὑτόν.

Ἀλλ' ὀρθῶς μὲν εἴρηται τὸ

πρὸς στάθμῃ

πέτρον τίθεσθαι, μή τι πρὸς πέτρῳ στάθμην.

οἱ δὲ μὴ τιθέμενοι τὰ δόγματα πρὸς τοῖς πράγμασιν ἀλλὰ τὰ πράγματα πρὸς τὰς ἑαυτῶν ὑποθέσεις ὁμολογεῖν μὴ πεφυκότα καταβιαζόμενοι πολλῶν ἀποριῶν ἐμπεπλήκασι τὴν φιλοσοφίαν, μεγίστης δὲ[76] [a] τῆς εἰς μίαν ὁμοῦ κακίαν πάντας ἀνθρώπους πλὴν ἑνὸς τοῦ τελείου τιθεμένης, ὑφ' ἧς αἴνιγμα γέγονεν ἡ λεγομένη προκοπή, μικρὸν ἀπολείπουσα ἀφροσύνης ἐσχάτης, τοὺς δὲ πάντων ἅμα παθῶν καὶ νοσημάτων ἀφειμένους ὑπ' αὐτῆς ἔτι τοῖς μηδενὸς ἀπηλλαγμένοις τῶν κακίστων ὁμοίως παρέχουσα κακοδαιμονοῦντας. οὗτοι μὲν οὖν ἑαυτοὺς ἐλέγχουσιν, ἐν μὲν ταῖς σχολαῖς ἴσην ἀδικίαν τὴν Ἀριστείδου τῇ Φαλάριδος τιθέμενοι, καὶ δειλίαν τὴν[b] Βρασίδου τῇ Δόλωνος, καὶ νὴ Δία τῆς Μελήτου μηδ' ὁτιοῦν τὴν Πλάτωνος ἀγνωμοσύνην διαφέρουσαν, ἐν δὲ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐκείνους μὲν ἐκτρεπόμενοι καὶ φεύγοντες ὡς ἀμειλίκτους, τούτοις δ' ὡς ἀξίοις πολλοῦ τὰ μέγιστα καὶ χρώμενοι καὶ πιστεύοντες.

Ἡμεῖς δὲ παντὶ γένει κακοῦ, μάλιστα δὲ τῷ περὶ ψυχὴν ἀτάκτῳ καὶ ἀορίστῳ τὸ μᾶλλον καὶ ἧττον προσγιγνόμενον ὁρῶντες (ᾗ καὶ διαφέρουσιν αἱ προκοπαί, καθάπερ, σκιᾶς ἀνέσει τῆς μοχθηρίας τοῦ λόγου διαφωτίζοντος ἀτρέμα τὴν ψυχὴν καὶ διακαθαίροντος) οὐκ ἄλογον οἰόμεθα τὴν συναίσθησιν εἶναι τῆς μεταβολῆς ὥσπερ ἐκ βυθοῦ τινὸς ἀναφερομένοις, [c] ἀλλ' ἔχουσαν ἐπιλογισμούς. ὧν σκόπει τὸν πρῶτον εὐθύς. εἰ καθάπερ οἱ πρὸς ἀχανὲς θέοντες ἱστίοις πέλαγος ἅμα τῷ χρόνῳ πρὸς τὴν τοῦ πνεύματος ῥώμην ἀναμετροῦνται τὸν δρόμον, ὅσον εἰκὸς ἐν τοσούτῳ γεγονόσιν ὑπὸ τοσαύτης κομιζομένοις ἠνύσθαι δυνάμεως, οὕτως ἄν τις ἐν φιλοσοφίᾳ τὸ ἐνδελεχὲς καὶ τὸ συνεχὲς τῆς πορείας καὶ μὴ πολλὰς διὰ μέσου ποιούμενον ἐπιστάσεις, εἶτ' αὖθις ὁρμὰς καὶ ἐπιπηδήσεις, ἀλλὰ λείως καὶ ὁμαλῶς τοῦ πρόσθεν ἐπιλαμβανόμενον ἀεὶ καὶ διϊὸν ἀπταίστως διὰ τοῦ λόγου τεκμήριον ἑαυτῷ ποιήσαιτο προκοπῆς. τὸ γὰρ

εἰ καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο

καὶ θαμὰ τοῦθ' ἕρδοις

[d]οὐ πρὸς ἀργυρίου μόνον αὔξησιν εἴρηται καλῶς, ἀλλ' εἰς ἅπαντα ποιεῖ, μάλιστα δ' εἰς ἀρετῆς ἐπίδοσιν, πολὺ καὶ τελεσιουργὸν ἔθος τοῦ λόγου προσλαμβάνοντος· αἱ δ' ἀνωμαλίαι καὶ ἀμβλύτητες τῶν φιλοσοφούντων οὐ μόνον μονὰς ποιοῦσι καὶ ἐποχὰς ὥσπερ ἐν ὁδῷ τῆς προκοπῆς, ἀλλὰ καὶ ἀναλύσεις, ἀεὶ τῷ παρείκοντι κατὰ σχολὴν τῆς κακίας ἐπιτιθεμένης καὶ πρὸς τοὐναντίον ἀνθυποφερούσης.

Τοὺς μὲν γὰρ πλάνητας οἱ μαθηματικοὶ στηρίζειν λέγουσι παυσαμένης τῆς εἰς τοὔμπροσθεν αὐτῶν πορείας, ἐν δὲ τῷ φιλοσοφεῖν οὐκ ἔστι ληγούσης[e] διάλειμμα προκοπῆς οὐδὲ στηριγμός, ἀλλ' ἀεί τινας ἔχουσα κινήσεις ἡ φύσις ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν ἐθέλει καὶ κατατείνεσθαι ταῖς βελτίοσιν, ἢ ταῖς ἐναντίαις πρὸς τὸ χεῖρον οἴχεται φερομένη. ἂν οὖν κατὰ τὸν δοθέντα χρησμὸν ὑπὸ τοῦ θεοῦ "Κιρραίοις πάντ' ἤματα καὶ πάσας νύκτας πολεμεῖν" οὕτω συνειδῇς σεαυτὸν ἡμέρας τε καὶ νύκτωρ ἀεὶ τῇ κακίᾳ διαμεμαχημένον, ἢ μὴ πολλάκις γε τὴν φρουρὰν ἀνεικότα μηδὲ συνεχῶς παρ' αὐτῆς οἱονεὶ κήρυκας ἡδονάς τινας ἢ ῥᾳστώνας ἢ ἀσχολίας ἐπὶ σπονδαῖς προσδεδεγμένον, εἰκότως ἂν εὐθαρσὴς καὶ πρόθυμος βαδίζοις ἐπὶ τὸ λειπόμενον.

[f] Οὐ μὴν ἀλλὰ κἂν ᾖ διαλείμματα γιγνόμενα τοῦ φιλοσοφεῖν, τὰ δ' ὕστερα τῶν πρότερον ἑδραιότερα καὶ μακρότερα, σημεῖον οὐ φαῦλόν ἐστιν ἐκθλιβομένης πόνῳ καὶ ἀσκήσει τῆς ῥᾳθυμίας· τὸ δ' ἐναντίον πονηρόν, αἱ μετ' οὐ πολὺν χρόνον πολλαὶ καὶ συνεχεῖς ἀνακοπαί, τῆς προθυμίας οἷον ἀπομαραινομένης. ὡς γὰρ ἡ τοῦ καλάμου βλάστησις, [77][a] ὁρμὴν ἔχουσα πλείστην ἀπ' ἀρχῆς εἰς μῆκος ὁμαλὸν καὶ συνεχές, τὸ πρῶτον ἐν διαστήμασι μεγάλοις ὀλίγας λαμβάνουσα προσκρούσεις καὶ ἀντικοπάς, εἶθ' οἷον ὑπ' ἄσθματος ἄνω δι' ἀσθένειαν ἀπαγορεύουσα πολλοῖς ἐνίσχεται καὶ πυκνοῖς τοῖς γόνασι, τοῦ πνεύματος πληγὰς καὶ τρόμους λαμβάνοντος, οὕτως ὅσοι τὸ πρῶτον μεγάλαις ἐκδρομαῖς ἐχρήσαντο πρὸς φιλοσοφίαν, εἶτα πολλὰ καὶ συνεχῆ προσκρούματα καὶ διασπάσματα λαμβάνουσι μηδενὸς[b] διαφόρου πρὸς τὸ βέλτιον ἐπαισθανόμενοι, τελευτῶντες ἐξέκαμον καὶ ἀπηγόρευσαν. "τῷ δ' αὖτε πτερὰ γίγνετο" δι' ὠφέλειαν φερομένῳ καὶ διακόπτοντι τὰς προφάσεις ὥσπερ ὄχλον ἐμποδὼν ὄντα ῥώμῃ καὶ προθυμίᾳ τῆς ἀνύσεως. καθάπερ οὖν ἔρωτος ἀρχομένου σημεῖόν ἐστιν οὐ τὸ χαίρειν τῷ καλῷ παρόντι (τοῦτο γὰρ κοινόν) ἀλλὰ τὸ δάκνεσθαι καὶ ἀλγεῖν ἀποσπώμενον, οὕτως ἄγονται μὲν ὑπὸ φιλοσοφίας πολλοὶ καὶ σφόδρα γε φιλοτίμως ἀντιλαμβάνεσθαι τοῦ μανθάνειν δοκοῦσιν, ἂν δ' ἀπελαθῶσι ὑπὸ πραγμάτων ἄλλων καὶ ἀσχολιῶν, ἐξερρύη τὸ πάθος αὐτῶν ἐκεῖνο, καὶ ῥᾳδίως φέρουσιν.

ὅτῳ δ' ἔρωτος δῆγμα παιδικῶν

[c]πρόσεστι, μέτριος μὲν ἄν σοι φανείη καὶ πρᾶος ἐν τῷ παρεῖναι καὶ συμφιλοσοφεῖν ὅταν δ' ἀποσπασθῇ καὶ χωρὶς γένηται, θεῶ φλεγόμενον καὶ ἀδημονοῦντα καὶ δυσκολαίνοντα πᾶσι πράγμασι καὶ ἀσχολίαις, μνήμην δὲ φιλῶν ὥσπερ ἄλογος ἐλαύνεται πόθῳ τῷ πρὸς φιλοσοφίαν. οὐ γὰρ δεῖ τοῖς λόγοις εὐφραίνεσθαι μὲν παρόντας ὥσπερ τοῖς μύροις, ἀποστάντας δὲ μὴ ζητεῖν μηδ' ἀσχάλλειν, ἀλλὰ πείνῃ τινὶ καὶ δίψῃ πάθος ὅμοιον ἐν τοῖς ἀποσπασμοῖς πάσχοντας ἔχεσθαι τοῦ προκόπτοντος ἀληθῶς, ἄν τε γάμος ἄν τε πλοῦτος ἄν τε φιλία τις ἄν τε στρατεία[d]προσπεσοῦσα ποιήσῃ τὸν χωρισμόν. ὅσῳ γὰρ πλέον ἐστὶ τὸ προσειλημμένον ἐκ φιλοσοφίας, τοσούτῳ πλέον ἐνοχλεῖ τὸ ἀπολειπόμενον.

Τούτῳ δ' ὁμοῦ τι ταὐτόν ἐστιν ἢ σύνεγγυς τὸ πρεσβύτατον δήλωμα προκοπῆς τοῦ Ἡσιόδου, μηκέτι προσάντη μηδ' ὄρθιον ἄγαν ἀλλὰ ῥᾳδίαν καὶ λείαν καὶ δι' εὐπετείας εἶναι τὴν ὁδόν, οἷον ἐκλεαινομένην τῇ ἀσκήσει καὶ φῶς ἐν τῷ φιλοσοφεῖν καὶ λαμπρότητα ποιοῦσαν ἐξ ἀπορίας καὶ πλάνης καὶ μεταμελειῶν, αἷς προστυγχάνουσιν οἱ φιλοσοφοῦντες τὸ πρῶτον, ὥσπερ οἱ γῆν ἀπολιπόντες[e] ἣν ἴσασι, μηδέπω δὲ καθορῶντες ἐφ' ἣν πλέουσι. προέμενοι γὰρ τὰ κοινὰ καὶ συνήθη πρὶν ἢ τὰ βελτίονα γνῶναι καὶ λαβεῖν, ἐν μέσῳ περιφέρονται πολλάκις ὑποτρεπόμενοι. καθάπερ φασὶ Σέξτιον τὸν Ῥωμαῖον ἀφεικότα τὰς ἐν τῇ πόλει τιμὰς καὶ ἀρχὰς διὰ φιλοσοφίαν, ἐν δὲ τῷ φιλοσοφεῖν αὖ πάλιν δυσπαθοῦντα καὶ χρώμενον τῷ λόγῳ χαλεπῷ τὸ πρῶτον, ὀλίγου δεῆσαι καταβαλεῖν ἑαυτὸν ἔκ τινος διήρους. καὶ περὶ Διογένους ὅμοια τοῦ Σινωπέως ἱστοροῦσιν ἀρχομένου φιλοσοφεῖν, ὡς Ἀθηναίοις ἦν ἑορτὴ καὶ δεῖπνα δημοτελῆ καὶ θέατρα[f] καὶ συνουσίας μετ' ἀλλήλων ἔχοντες ἐχρῶντο κώμοις καὶ παννυχίσιν, ὁ δ' ἔν τινι γωνίᾳ συνεσπειραμένος ὡς καθευδήσων ἐνέπιπτεν εἰς λογισμοὺς τρέποντας αὐτὸν οὐκ ἀτρέμα καὶ θραύοντας, ὡς ἀπ' οὐδεμιᾶς ἀνάγκης εἰς ἐπίπονον καὶ ἀλλόκοτον ἥκων βίον αὐτὸς ὑφ' ἑαυτοῦ κάθηται τῶν ἀγαθῶν ἁπάντων ἐστερημένος. εἶτα μέντοι μῦν τινα προσερπύσαντα λέγεται περὶ τὰς ψίχας αὐτοῦ τῆς μάζης ἀναστρέφεσθαι, τὸν δ' αὖθις ἀναφέρειν τῷ φρονήματι καὶ[78] [a] λέγειν πρὸς ἑαυτὸν οἷον ἐπιπλήττοντα καὶ κακίζοντα "τί φῄς, ὦ Διόγενες; τοῦτον μὲν εὐωχεῖ τὰ σὰ λείμματα, σὺ δ' ὁ γενναῖος ὅτι μὴ μεθύεις ἐκεῖ κατακείμενος ἐν ἁπαλοῖς καὶ ἀνθίνοις στρώμασιν ὀδύρῃ καὶ θρηνεῖς σεαυτόν;" ὅταν οὖν οἱ τοιοῦτοι κατασπασμοὶ γένωνται μὴ πολλάκις, αἵ τε πρὸς αὐτοὺς ἐξαιρέσεις καὶ ἀνακρούσεις τοῦ φρονήματος ὥσπερ ἐκ τροπῆς ταχεῖαι παρῶσι καὶ διαλύωσι ῥᾳδίως τὸν ἄλυν καὶ τὴν ἀδημονίαν, ἔν τινι βεβαίῳ τὴν προκοπὴν εἶναι δεῖ νομίζειν.

Ἐπεὶ δ' οὐ μόνον ἐξ αὑτῶν τὰ κατασείοντα καὶ στρέφοντα πρὸς τοὐναντίον ὑπ' ἀσθενείας ἐπιγίγνεται[b] τοῖς φιλοσοφοῦσιν, ἀλλὰ καὶ φίλων συμβουλαὶ μετὰ σπουδῆς καὶ διαφόρων ἀντιλήψεις ἐν γέλωτι καὶ παιδιᾷ γιγνόμεναι κάμπτουσι καὶ μαλάσσουσιν, ἐνίους δὲ καὶ τέλεον ἤδη φιλοσοφίας ἐξέσεισαν, οὐ φαῦλον ἄν τι προκοπῆς εἴη σημεῖον ἡ πρὸς ταῦτα πραότης ἑκάστου καὶ τὸ μὴ ταραττόμενον μηδὲ κνιζόμενον ὑπὸ τῶν λεγόντων καὶ ὀνομαζόντων ἥλικάς τινας ἐν αὐλαῖς βασιλέων εὐημεροῦντας ἢ φερνὰς ἐπὶ γάμοις λαμβάνοντας ἢ κατιόντας ὑπὸ πλήθους εἰς ἀγορὰν ἐπ' ἀρχήν τινα ἢ συνηγορίαν. ὁ γὰρ ἀνέκπληκτος ἐν τούτοις καὶ ἄτεγκτος ἤδη δῆλός ἐστιν εἰλημμένος ἣν προσήκει[c] λαβὴν ὑπὸ φιλοσοφίας. οὐ γὰρ οἷόν τε παύσασθαι ζηλοῦντας ἅπερ οἱ πολλοὶ θαυμάζουσιν, οἷς ἂν μὴ τὸ θαυμάζειν ἀρετὴν ἐγγένηται. πρὸς μὲν γὰρ ἀνθρώπους θρασύνεσθαι καὶ δι' ὀργὴν ἐνίοις παρέστη καὶ διὰ παραφροσύνην· ὧν δὲ θαυμάζουσιν ἄνθρωποι πραγμάτων οὐκ ἔστιν ἄνευ φρονήματος ἀληθινοῦ καὶ βεβαίου καταφρονῆσαι. διὸ καὶ ταῦτα παραβάλλοντες ἐκείνοις ἐπιγαυροῦσιν ἑαυτούς, ὥσπερ ὁ Σόλων

ἀλλ' ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,

χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.

καὶ Διογένης τὴν εἰς Ἀθήνας ἐκ Κορίνθου καὶ[d] πάλιν εἰς Κόρινθον ἐξ Ἀθηνῶν μετάβασιν ἑαυτοῦ παρέβαλλε ταῖς βασιλέως ἔαρος μὲν ἐν Σούσοις καὶ χειμῶνος ἐν Βαβυλῶνι, θέρους δ' ἐν Μηδίᾳ διατριβαῖς. καὶ Ἀγησίλαος περὶ τοῦ μεγάλου βασιλέως "τί γὰρ ἐμοῦ μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος;" ὁ δ' Ἀριστοτέλης πρὸς Ἀντίπατρον περὶ Ἀλεξάνδρου γράφων ἔφη μὴ μόνον ἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν, ἀλλ' οὐδὲν ἧττον εἴ[e] τις ὀρθῶς γιγνώσκει περὶ θεῶν. ὁ δὲ Ζήνων ὁρῶν τὸν Θεόφραστον ἐπὶ τῷ πολλοὺς ἔχειν μαθητὰς θαυμαζόμενον, "ὁ ἐκείνου μὲν χορός," ἔφη, "μείζων, οὑμὸς δὲ συμφωνότερος."

Ὅταν οὖν οὕτω τὰ τῆς ἀρετῆς πρὸς τὰ ἐκτὸς ἀντιτιθεὶς ὑπεκχέῃς φθόνους καὶ ζηλοτυπίας καὶ τὰ κνίζοντα καὶ ταπεινοῦντα πολλοὺς τῶν ἀρχομένων φιλοσοφεῖν, μέγα καὶ τοῦτο δήλωμα σεαυτῷ τοῦ προκόπτειν ποιεῖς. οὐκ ἔστι δὲ μικρὸν οὐδ' ἡ περὶ τοὺς λόγους μεταβολή. πάντες γὰρ ὡς εἰπεῖν οἱ φιλοσοφεῖν ἀρχόμενοι τοὺς πρὸς δόξαν διώκουσι μᾶλλον, οἱ μὲν ὥσπερ ὄρνιθες ἐπὶ τὴν λαμπρότητα τῶν φυσικῶν καὶ τὸ ὕψος ὑπὸ κουφότητος καὶ φιλοτιμίας καταίροντες, οἱ δ' "ὥσπερ τὰ σκυλάκια,"

[f] φησὶν ὁ Πλάτων, "τῷ ἕλκειν καὶ σπαράττειν χαίροντες" ἐπὶ τὰς ἔριδας καὶ τὰς ἀπορίας χωροῦσι καὶ τὰ σοφίσματα, οἱ δὲ πλεῖστοι τοῖς διαλεκτικοῖς ἐνδύντες εὐθὺς ἐπισιτίζονται πρὸς σοφιστείαν, ἔνιοι δὲ χρείας καὶ ἱστορίας ἀναλεγόμενοι περιίασιν, ὥσπερ Ἀνάχαρσις ἔλεγε τῷ νομίσματι τοὺς Ἕλληνας πρὸς οὐδὲν ἕτερον ἢ τὸ ἀριθμεῖν χρωμένους ὁρᾶν, οὕτω τοὺς λόγους παραριθμούμενοι καὶ παραμετροῦντες, ἄλλο δ' οὐδὲν εἰς ὄνησιν αὑτῶν τιθέμενοι. [79] [a]συμβαίνει δὴ τὸ τοῦ Ἀντιφάνους, ὅ τις εἶπεν ἐπὶ τῶν Πλάτωνος συνήθων. ὁ γὰρ Ἀντιφάνης ἔλεγε παίζων ἔν τινι πόλει τὰς φωνὰς εὐθὺς λεγομένας πήγνυσθαι διὰ ψῦχος, εἶθ' ὕστερον ἀνιεμένων ἀκούειν θέρους ἃ τοῦ χειμῶνος διελέχθησαν· οὕτω δὴ τῶν ὑπὸ Πλάτωνος ἔφη νέοις οὖσιν ἔτι λεχθέντων μόλις ὀψὲ τοὺς πολλοὺς αἰσθάνεσθαι γέροντας γενομένους. καὶ πρὸς ὅλην δὲ τοῦτο τὴν φιλοσοφίαν πεπόνθασιν, ἄχρι οὗ κατάστασιν ὑγιεινὴν ἡ κρίσις λαβοῦσα τοῖς ἦθος ἐμποιοῦσι καὶ μέγεθος ἄρξηται συμφέρεσθαι καὶ ζητεῖν λόγους, ὧν κατὰ τὸν Αἴσωπον εἴσω μᾶλλον ἢ[b]ἔξω τὰ ἴχνη τέτραπται. ὥσπερ γὰρ ὁ Σοφοκλῆς ἔλεγε τὸν Αἰσχύλου διαπεπαιχὼς ὄγκον εἶτα τὸ πικρὸν καὶ κατάτεχνον τῆς αὐτοῦ κατασκευῆς τρίτον ἤδη τὸ τῆς λέξεως μεταβάλλειν εἶδος, ὅπερ ἠθικώτατόν ἐστι καὶ βέλτιστον, οὕτως οἱ φιλοσοφοῦντες, ὅταν ἐκ τῶν πανηγυρικῶν καὶ κατατέχνων εἰς τὸν ἁπτόμενον ἤθους καὶ πάθους λόγον μεταβῶσιν, ἄρχονται τὴν ἀληθῆ προκοπὴν προκόπτειν καὶ ἄτυφον.

Ὅρα δὴ μὴ μόνον φιλοσόφων συγγράμματα[c] διεξιὼν καὶ λόγους ἀκούων εἰ μὴ πλέον τοῖς ὀνόμασι μόνοις προσέχεις ἢ τοῖς πράγμασι μηδὲ μᾶλλον ἐπιπηδᾷς τοῖς τὸ δύσκολον ἔχουσι καὶ περιττὸν ἢ τοῖς τὸ χρήσιμον καὶ σάρκινον καὶ ὠφέλιμον, ἀλλὰ καὶ ποιήμασιν ὁμιλῶν καὶ ἱστορίᾳ παραφύλαττε σεαυτὸν εἰ μηδέν σε διαφεύγει τῶν πρὸς ἐπανόρθωσιν ἤθους ἢ πάθους κουφισμὸν ἐμμελῶς λεγομένων. ὥσπερ γὰρ ἄνθεσιν ὁμιλεῖν ὁ Σιμωνίδης φησὶ τὴν μέλιτταν

ξανθὸν μέλι μηδομέναν,

οἱ δ' ἄλλοι χρόαν αὐτῶν καὶ ὀσμὴν ἕτερον δ' οὐδὲν ἀγαπῶσιν, οὐδὲ λαμβάνουσιν, οὕτω τῶν ἄλλων ἐν ποιήμασιν ἡδονῆς ἕνεκα καὶ παιδιᾶς ἀναστρεφομένων αὐτὸς εὑρίσκων τι καὶ συνάγων σπουδῆς ἄξιον ἔοικεν ἤδη γνωριστικὸς ὑπὸ συνηθείας καὶ φιλίας τοῦ καλοῦ καὶ οἰκείου γεγονέναι. τοὺς μὲν γὰρ Πλάτωνι καὶ Ξενοφῶντι χρωμένους διὰ τὴν λέξιν, ἕτερον δὲ μηδὲν ἀλλ' ἢ τὸ καθαρόν τε καὶ Ἀττικὸν ὥσπερ δρόσον καὶ χνοῦν ἀποδρεπομένους τί ἂν ἄλλο φαίης ἢ φαρμάκων τὸ μὲν εὐῶδες καὶ ἀνθηρὸν ἀγαπᾶν, τὸ δ' ἀνώδυνον καὶ καθαρτικὸν μὴ προσίεσθαι μηδὲ διαγιγνώσκειν; ἀλλ' οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι[d]δύνανται καὶ συνάγειν τὸ οἰκεῖον καὶ χρήσιμον, οἷα καὶ περὶ Αἰσχύλου λέγουσι καὶ περὶ ἄλλων ὁμοίων. Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον "ὁρᾷς," ἔφη, "οἷον ἡ ἄσκησίς ἐστιν; ὁ πεπληγὼς σιωπᾷ, οἱ δὲ θεώμενοι βοῶσιν." Βρασίδας δὲ μῦν τινα συλλαβὼν ἐν ἰσχάσι καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς ἑαυτόν "ὦ Ἡράκλεις," ἔφη, "ὡς οὐδέν ἐστι μικρὸν οὐδ' ἀσθενές, ὃ μὴ ζήσεται τολμῶν ἀμύνεσθαι." Διογένης δὲ τὸν πίνοντα ταῖς χερσὶ θεασάμενος τῆς πήρας[e] ἐξέβαλε τὸ ποτήριον. οὕτω τὸ προσέχειν καὶ τετάσθαι τὴν ἄσκησιν αἰσθητικοὺς καὶ δεκτικοὺς ποιεῖ τῶν πρὸς ἀρετὴν φερόντων ἁπανταχόθεν. γίγνεται δὲ τοῦτο μᾶλλον ἂν τοὺς λόγους ταῖς πράξεσι μιγνύωσι, μὴ μόνον, ὡς Θουκυδίδης ἔλεγε, "μετὰ κινδύνων ποιούμενοι τὰς μελέτας," ἀλλὰ καὶ πρὸς ἡδονὰς καὶ πρὸς ἔριδας καὶ περὶ κρίσεις καὶ συνηγορίας καὶ ἀρχάς, οἷον ἀπόδειξιν αὑτοῖς τῶν δογμάτων διδόντες, μᾶλλον δὲ τῷ χρῆσθαι ποιοῦντες τὰ[80] [a]δόγματα. ὡς τούς γε μανθάνοντας ἔτι καὶ πραγματευομένους καὶ σκοποῦντας ὃ λαβόντες ἐκ φιλοσοφίας εὐθὺς εἰς ἀγορὰν ἢ νέων διατριβὴν ἢ βασιλικὸν συμπόσιον ἐκκυκλήσουσιν, οὐ μᾶλλον οἴεσθαι χρὴ φιλοσοφεῖν ἢ τοὺς τὰ φάρμακα πωλοῦντας ἰατρεύειν· μᾶλλον δ' ὅλως οὐδὲν ὁ τοιοῦτος σοφιστὴς διαφέρει τῆς Ὁμηρικῆς ὄρνιθος, ὅ τι ἂν λάβῃ τοῖς μαθηταῖς ὥσπερ "ἀπτῆσι νεοσσοῖς" προσφέρων διὰ τοῦ στόματος.

κακῶς δέ τέ οἱ πέλει αὐτῷ

μηδὲν εἰς ὄνησιν οἰκείαν ἀναδιδόντι μηδὲ καταπέττοντι τῶν λαμβανομένων.

[b] Ὅθεν ἐπισκοπεῖν ἀναγκαῖον εἰ χρώμεθα τῷ λόγῳ πρὸς ἑαυτοὺς μὲν χρηστικῶς, πρὸς ἑτέρους δὲ μὴ δόξης εἰκαίας ἕνεκα μηδ' ἐκ φιλοτιμίας, ἀλλὰ μᾶλλον ἀκοῦσαί τι καὶ διδάξαι βουλόμενοι, μάλιστα δ' εἰ τὸ φιλόνεικον καὶ δύσερι περὶ τὰς ζητήσεις ὑφεῖται καὶ πεπαύμεθα τοὺς λόγους ὥσπερ ἱμάντας ἢ σφαίρας ἐπιδούμενοι πρὸς ἀλλήλους καὶ τῷ πατάξαι καὶ καταβαλεῖν μᾶλλον ἢ τῷ μαθεῖν τι καὶ διδάξαι χαίροντες· ἡ γὰρ ἐν τούτοις ἐπιείκεια καὶ πραότης καὶ τὸ μὴ μετ' ἀγῶνος συνίστασθαι μήτε[c] διαλύεσθαι μετ' ὀργῆς τὰς κοινολογίας μηδ' οἷον ἐφυβρίζειν ἐλέγξαντας ἢ χαλεπαίνειν ἐλεγχθέντας ἱκανῶς προκόπτοντός ἐστιν. ἐδήλωσε δ' Ἀρίστιππος ἔν τινι λόγῳ κατασοφισθεὶς ὑπ' ἀνθρώπου τόλμαν μὲν ἔχοντος, ἄλλως δ' ἀνοήτου καὶ μανικοῦ. χαίροντα γὰρ ὁρῶν αὐτὸν καὶ τετυφωμένον "ἐγὼ μὲν οὖν," εἶπεν, "ὁ ἐλεγχθεὶς ἄπειμι σοῦ τοῦ ἐλέγξαντος ἥδιον καθευδήσων."

Ἔστι δὲ καὶ λέγοντας ἑαυτῶν λαμβάνειν διάπειραν, εἰ μήτε πολλῶν παρὰ προσδοκίαν συνελθόντων ὑπὸ δειλίας ἀναδυόμεθα, μήτ' ἐν ὀλίγοις ἀθυμοῦμεν[d] ἀγωνιζόμενοι, μήτε πρὸς δῆμον ἢ πρὸς ἀρχὴν εἰπεῖν δεῆσαν ἐνδείᾳ τῆς περὶ τὴν λέξιν παρασκευῆς προϊέμεθα τὸν καιρόν, οἷα περὶ Δημοσθένους λέγουσι καὶ Ἀλκιβιάδου. καὶ γὰρ οὗτος νοῆσαι μὲν πράγματα δεινότατος ὢν περὶ δὲ τὴν λέξιν ἀθαρσέστερος ἑαυτὸν διέκρουεν ἐν τοῖς πράγμασι, καὶ πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητῶν καὶ διώκων ὄνομα καὶ ῥῆμα διαφεῦγον ἐξέπιπτεν· Ὅμηρος δὲ τὸν πρῶτον οὐ διηνέχθη τῶν στίχων ἐξενεγκὼν ἄμετρον· τοσοῦτο περιῆν αὐτῷ φρονήματος εἰς τὰ λοιπὰ διὰ[e] τὴν δύναμιν. οὐκοῦν μᾶλλον εἰκός ἐστιν, οἷς πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἡ ἅμιλλα, τῷ καιρῷ καὶ τοῖς πράγμασι χρῆσθαι τῶν ἐπὶ ταῖς λέξεσι θορύβων καὶ κρότων ἐλάχιστα φροντίζοντας.

Οὐ μόνον δὲ δεῖ τοὺς λόγους ἀλλὰ καὶ τὰς πράξεις ἕκαστον ἐπισκοπεῖν εἰ τὸ χρειῶδες τοῦ πανηγυρικοῦ καὶ τοῦ πρὸς ἐπίδειξιν αὐταῖς πλέον ἔνεστι τὸ πρὸς ἀλήθειαν. εἰ γὰρ ἀληθινὸς ἔρως παιδὸς ἢ γυναικὸς οὐ ζητεῖ μάρτυρας, ἀλλὰ καρποῦται τὸ ἡδὺ κἂν κρύφα κατεργάσηται τὸν πόθον, ἔτι μᾶλλον εἰκός ἐστι τὸν φιλόκαλον καὶ φιλόσοφον συνόντα διὰ τῶν πράξεων τῇ ἀρετῇ καὶ χρώμενον αὐτὸν ἐν ἑαυτῷ σιωπῇ μέγα φρονεῖν, ἐπαινετῶν καὶ[f] ἀκροατῶν μηδὲν δεόμενον. ὥσπερ οὖν ὁ καλῶν ἐκεῖνος οἴκοι τὴν θεραπαινίδα καὶ βοῶν "θέασαι, Διονυσία, πέπαυμαι τετυφωμένος," οὕτως ὁ ποιήσας τι χαρίεν καὶ ἀστεῖον εἶτα τοῦτο διηγούμενος καὶ περιφέρων ἁπανταχόσε δῆλός ἐστιν ἔξω βλέπων ἔτι καὶ πρὸς δόξαν ἑλκόμενος, οὔπω δὲ τῆς ἀρετῆς γεγονὼς θεατής, οὐδ' ὕπαρ ἀλλ' ὄναρ αὐτῆς ἐν σκιαῖς καὶ εἰδώλοις ῥεμβόμενος, εἶθ' ὥσπερ ζωγράφημα προτιθεὶς ἐπὶ θέαν τὸ πεπραγμένον. ἔστιν[81] [a] οὖν τοῦ προκόπτοντος οὐ μόνον δόντα τῷ φίλῳ καὶ γνώριμον εὐεργετήσαντα μὴ φράσαι πρὸς ἑτέρους, ἀλλὰ καὶ ψῆφον ἐν πολλαῖς θέμενον ἀδίκοις δικαίαν καὶ πρὸς ἔντευξιν αἰσχρὰν πλουσίου τινὸς ἢ ἄρχοντος ἀπισχυρισάμενον καὶ δωρεὰς ὑπεριδόντα καὶ νὴ Δία διψήσαντα νύκτωρ καὶ μὴ πιόντα ἢ πρὸς φίλημα καλῆς ἢ καλοῦ διαμαχεσάμενον, ὡς ὁ Ἀγησίλαος, ἐν ἑαυτῷ κατασχεῖν καὶ σιγῆσαι. οὗτος γὰρ αὐτὸς εὐδοκιμῶν παρ' ἑαυτῷ μὴ καταφρονῶν ἀλλὰ χαίρων κἀγαπῶν ὡς ἱκανὸς ὢν μάρτυς ἅμα καὶ[b] θεατὴς τῶν καλῶν δείκνυσι τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῷ καὶ κατὰ Δημόκριτον αὐτὸν "ἐξ ἑαυτοῦ λαμβάνειν τὰς τέρψιας ἐθιζόμενον." οἱ μὲν οὖν γεωργοὶ τῶν σταχύων ἥδιον ὁρῶσι τοὺς κεκλιμένους καὶ νεύοντας ἐπὶ γῆν, τοὺς δ' ὑπὸ κουφότητος αἰρομένους ἄνω κενοὺς ἡγοῦνται καὶ ἀλαζόνας· οὕτω δὲ καὶ τῶν φιλοσοφεῖν βουλομένων νέων οἱ μάλιστα κενοὶ καὶ βάρος οὐκ ἔχοντες θράσος ἔχουσι καὶ σχῆμα καὶ βάδισμα καὶ πρόσωπον ὑπεροψίας καὶ ὀλιγωρίας μεστὸν ἀφειδούσης ἁπάντων, ἀρχόμενοι δὲ πληροῦσθαι καὶ συλλέγειν καρπὸν ἀπὸ τῶν λόγων τὸ σοβαρὸν καὶ[c] φλοιῶδες ἀποτίθενται. ‑ καὶ καθάπερ ἀγγείων κενῶν ὑγρὸν δεχομένων ὁ ἐντὸς ἀὴρ ὑπέξεισιν ἐκθλιβόμενος, οὕτως ἀνθρώποις πληρουμένοις τῶν ἀληθινῶν ἀγαθῶν ἐνδίδωσιν ὁ τῦφος καὶ γίγνεται τὸ οἴημα μαλακώτερον, καὶ παυόμενοι τοῦ διὰ πώγωνα καὶ τρίβωνα φρονεῖν μέγα τὴν ἄσκησιν ἐπὶ τὴν ψυχὴν μεταφέρουσι, καὶ τῷ δηκτικῷ καὶ πικρῷ χρῶνται πρὸς ἑαυτοὺς μάλιστα, τοῖς δ' ἄλλοις πραότερον ἐντυγχάνουσι. τὸ δὲ φιλοσοφίας ὄνομα καὶ τὴν τοῦ φιλοσοφεῖν δόξαν οὐχ ἁρπάζουσιν ἑαυτοῖς ὡς[d] πρότερον οὐδὲ προσγράφουσιν, ἀλλὰ καὶ προσαγορευθεὶς ὑφ' ἑτέρου τῇ προσηγορίᾳ ταύτῃ φθάσας ἂν εὐφυὴς νέος εἴποι μετ' ἐρυθήματος,

οὔ τίς τοι θεός εἰμι· τί μ' ἀθανάτοισιν ἐίσκεις;

"νέας" μὲν γὰρ "γυναικός," ὡς Αἰσχύλος φησίν, "οὔ τι λανθάνει φλέγων

ὀφθαλμός, ἥτις ἀνδρὸς ᾖ γεγευμένη·"

νέῳ δ' ἀνδρὶ γευσαμένῳ προκοπῆς ἀληθοῦς ἐν φιλοσοφίᾳ τὰ Σαπφικὰ ταυτὶ παρέπεται

κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον δ'

αὔτικα χρῷ πῦρ ὑποδεδρόμακεν,

ἀθόρυβον δ' ὄψει καὶ πρᾶον ὄμμα, φθεγγομένου δ' ἂν ἀκοῦσαι ποθήσειας. ὥσπερ γὰρ οἱ τελούμενοι κατ' ἀρχὰς μὲν ἐν θορύβῳ καὶ βοῇ συνίασι πρὸς[e] ἀλλήλους ὠθούμενοι, δρωμένων δὲ καὶ δεικνυμένων τῶν ἱερῶν προσέχουσιν ἤδη μετὰ φόβου καὶ σιωπῆς, οὕτω καὶ φιλοσοφίας ἐν ἀρχῇ καὶ περὶ θύρας πολὺν θόρυβον ὄψει καὶ λαλιὰν καὶ θρασύτητα, ὠθουμένων πρὸς τὴν δόξαν ἐνίων ἀγροίκως τε καὶ βιαίως· ὁ δ' ἐντὸς γενόμενος καὶ μέγα φῶς ἰδών, οἷον ἀνακτόρων ἀνοιγομένων, ἕτερον λαβὼν σχῆμα καὶ σιωπὴν καὶ θάμβος ὥσπερ θεῷ τῷ λόγῳ "ταπεινὸς συνέπεται καὶ κεκοσμημένος." εἰς δὲ τούτους ἔοικε καὶ τὸ Μενεδήμῳ πεπαιγμένον καλῶς λέγεσθαι·[f] καταπλεῖν γὰρ ἔφη τοὺς πολλοὺς ἐπὶ σχολὴν Ἀθήναζε, σοφοὺς τὸ πρῶτον, εἶτα γίγνεσθαι φιλοσόφους, εἶτα ῥήτορας, τοῦ χρόνου δὲ προϊόντος ἰδιώτας, ὅσῳ μᾶλλον ἅπτονται τοῦ λόγου, μᾶλλον τὸ οἴημα καὶ τὸν τῦφον κατατιθεμένους.

Τῶν τοίνυν δεομένων ἰατρείας οἱ μὲν ὀδόντα πονοῦντες ἢ δάκτυλον αὐτόθεν βαδίζουσι παρὰ τοὺς θεραπεύοντας, οἱ δὲ πυρέττοντες οἴκαδε καλοῦσι καὶ δέονται βοηθεῖν, οἱ δ' εἰς μελαγχολίαν ἢ φρενῖτιν ἢ παρακοπὴν ἥκοντες οὐδὲ φοιτῶντας ἐνιαχοῦ πρὸς αὐτοὺς ἀνέχονται, ἀλλ' ἐξελαύνουσιν ἢ φεύγουσιν, [82] [a] μηδ' ὅτι νοσοῦσιν ὑπὸ τοῦ σφόδρα νοσεῖν αἰσθανόμενοι. οὕτω δὴ καὶ τῶν ἁμαρτανόντων ἀνήκεστοι μέν εἰσιν οἱ πρὸς τοὺς ἐλέγχοντας καὶ νουθετοῦντας ἐχθρῶς καὶ ἀγρίως διατιθέμενοι καὶ χαλεπαίνοντες· οἱ δ' ὑπομένοντες καὶ προσιέμενοι πραότερον ἔχουσι. τὸ δ' ἑαυτὸν ἁμαρτάνοντα παρέχειν τοῖς ἐλέγχουσι καὶ τὸ πάθος λέγειν καὶ τὴν μοχθηρίαν ἀποκαλύπτειν καὶ μὴ χαίρειν λανθάνοντα μηδ' ἀγαπᾶν ἀγνοούμενον ἀλλ' ὁμολογεῖν καὶ δεῖσθαι τοῦ ἁπτομένου καὶ νουθετοῦντος οὐ φαῦλον ἂν εἴη προκοπῆς σημεῖον. ὥς που Διογένης ἔλεγε τῷ σωτηρίας δεομένῳ ζητεῖν προσήκειν ἢ φίλον σπουδαῖον ἢ διάπυρον ἐχθρόν, ὅπως ἐλεγχόμενος ἢ[b]θεραπευόμενος ἐκφεύγοι τὴν κακίαν. ἄχρι δ' οὗ τις ἐπιδεικνύμενος ῥύπον ἢ κηλῖδα χιτῶνος ἢ διερρωγὸς ὑπόδημα καλλωπίζεται πρὸς τοὺς ἐκτὸς ἀτυφίᾳ κενῇ καὶ διασκώπτων αὐτὸς ἑαυτὸν ὡς μικρὸν ἢ ὡς κυρτὸν οἴεται νεανιεύεσθαι, τὰ δ' ἐντὸς αἴσχη τῆς ψυχῆς καὶ τὰ περὶ τὸν βίον ἐγχρέμματα καὶ μικρολογίας καὶ φιληδονίας καὶ κακοηθείας καὶ φθόνους ὥσπερ ἕλκη περιστέλλων καὶ ἀποκρύπτων οὐδένα θιγεῖν οὐδὲ προσιδεῖν ἐᾷ δεδιὼς τὸν ἔλεγχον, ὀλίγον αὐτῷ προκοπῆς μέτεστι, μᾶλλον δ' οὐδέν.

[c] ἀλλ' ὁ τούτοις ὁμόσε χωρῶν καὶ μάλιστα μὲν αὐτὸς ἑαυτὸν ἀλγύνειν ἁμαρτάνοντα καὶ κακίζειν, δεύτερον δὲ παρέχειν ἑτέρου νουθετοῦντος ἐγκαρτεροῦντα καὶ καθαιρόμενον ὑπὸ τῶν ἐλέγχων καὶ δυνάμενος καὶ βουλόμενος, οὗτος ἀποτριβομένῳ καὶ βδελυττομένῳ τὴν μοχθηρίαν ἀληθῶς ἔοικε. δεῖ μὲν γὰρ ἀμέλει καὶ τὸ δοκεῖν εἶναι πονηρὸν αἰδεῖσθαι καὶ φεύγειν· ὁ δὲ τὴν οὐσίαν μᾶλλον τῆς μοχθηρίας ἢ τὴν ἀδοξίαν δυσχεραίνων οὐ φεύγει τὸ κακῶς ἀκοῦσαι καὶ εἰπεῖν ἐπὶ τῷ βελτίων γενέσθαι. χαρίεν γὰρ τὸ τοῦ Διογένους πρός τινα νεανίσκον ὀφθέντα μὲν ἐν καπηλείῳ, καταφυγόντα δ' εἰς τὸ[d] καπηλεῖον, "ὅσῳ," γὰρ εἶπεν, "ἐνδοτέρω φεύγεις, μᾶλλον ἐν τῷ καπηλείῳ γίγνῃ." καὶ τῶν φαύλων ἕκαστος ὅσῳ μᾶλλον ἀρνεῖται, τοσούτῳ μᾶλλον ἐνδύεται καὶ καθείργνυσιν εἰς τὴν κακίαν ἑαυτόν. ἀμέλει τῶν πενομένων οἱ προσποιούμενοι πλουτεῖν ἔτι μᾶλλον πένονται διὰ τὴν ἀλαζονείαν· ὁ δὲ προκόπτων ἀληθῶς καὶ τὸν Ἱπποκράτη ποιεῖται παράδειγμα, τὸ περὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἀγνοηθὲν αὐτῷ καὶ ἐξαγορεύσαντα καὶ γράψαντα, λογιζόμενος ὅτι δεινόν ἐστιν ἐκεῖνον μέν, ὅπως ἂν ἕτεροι[e] μὴ τὸ αὐτὸ πάθωσιν, ἑαυτοῦ τὴν ἁμαρτίαν κατειπεῖν, αὐτὸν δέ τινα μέλλοντα σῴζεσθαι μὴ τολμᾶν ἐλέγχεσθαι μηδ' ὁμολογεῖν τὴν ἀβελτερίαν καὶ ἀμαθίαν. καὶ μὴν τά γε Βίωνος καὶ Πύρρωνος οὐ προκοπῆς ἄν τις ἀλλ' ἀμείνονος ἕξεως σημεῖα θεῖτο καὶ τελειοτέρας. ὁ μὲν γὰρ ἠξίου τοὺς συνήθεις οἴεσθαι προκόπτειν ὅταν τῶν λοιδορούντων οὕτως ἀκούωσιν ὡς λεγόντων

ὦ ξέν' ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας,

οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.

[f]Πύρρωνα δέ φασι πλέοντα καὶ κινδυνεύοντα χειμῶνος δελφάκιόν τι δεῖξαι χρώμενον ἀσμένως κριθαῖς παρεγκεχυμέναις, καὶ πρὸς τοὺς ἑταίρους εἰπεῖν ὅτι τοιαύτην ἀπάθειαν παρασκευαστέον ἐκ λόγου καὶ φιλοσοφίας τὸν ὑπὸ τῶν προστυγχανόντων ταράττεσθαι μὴ βουλόμενον.

Ὅρα δὴ καὶ τὸ τοῦ Ζήνωνος ὁποῖόν ἐστιν. ἠξίου γὰρ ἀπὸ τῶν ὀνείρων ἕκαστον αὑτοῦ συναισθάνεσθαι προκόπτοντος, εἰ μήθ' ἡδόμενον αἰσχρῷ τινι ἑαυτὸν μήτε τι προσιέμενον ἢ πράττοντα τῶν δεινῶν καὶ ἀτόπων ὁρᾷ κατὰ τοὺς ὕπνους, ἀλλ' οἷον ἐν βυθῷ γαλήνης ἀκλύστου καταφανεῖ διαλάμπει τῆς ψυχῆς τὸ φανταστικὸν καὶ παθητικὸν διακεχυμένον[83] [a] ὑπὸ τοῦ λόγου. τοῦτο δὲ καὶ Πλάτων, ὡς ἔοικε, συνιδὼν πρότερος ἐξεμόρφωσε καὶ διετύπωσε τῆς φύσει τυραννικῆς ψυχῆς τὸ φανταστικὸν καὶ ἄλογον οἷα κατὰ τοὺς ὕπνους δρᾷ. "μητρί τε γὰρ ἐπιχειρεῖ μίγνυσθαι" καὶ περὶ βρώσεις ὁρμᾷ παντοδαπάς, παρανομοῦν καὶ χρώμενον ἑαυτοῦ ταῖς ἐπιθυμίαις οἷον λελυμέναις, ἃς μεθ' ἡμέραν ὁ νόμος αἰσχύνῃ καὶ φόβῳ καθείργνυσιν. ὥσπερ οὖν τὰ πεπαιδευμένα καλῶς τῶν ὑποζυγίων, οὐδ' ἂν ἀφῇ τὰς ἡνίας ὁ ἄρχων, ἐπιχειρεῖ παρατρέπεσθαι καὶ[b] ἀπολείπειν τὴν ὁδόν, ἀλλ' ὥσπερ εἴθισται πρόεισιν ἐν τάξει, διαφυλάττοντα τὴν πορείαν ἄπταιστον, οὕτως οἷς ἂν εὐπειθὲς τὸ ἄλογον ἤδη καὶ πρᾶον ᾖ γεγονὸς ὑπὸ τοῦ λόγου καὶ κεκολασμένον, οὔτε καθ' ὕπνους οὔθ' ὑπὸ νόσων ἔτι ῥᾳδίως ἐξυβρίζειν ἢ παρανομεῖν ἐθέλει ταῖς ἐπιθυμίαις, ἀλλὰ τηρεῖ καὶ διαμνημονεύει τὸν ἐθισμόν, ἰσχὺν ἐμποιοῦντα τῇ προσοχῇ καὶ τόνον. εἰ γὰρ καὶ τὸ σῶμα τῇ ἀσκήσει τῆς ἀπαθείας ὑπήκοον ἑαυτὸ καὶ τὰ μέρη παρέχειν πέφυκεν, ὡς ὀφθαλμούς τε πρὸς οἶκτον ἴσχεσθαι δακρύων καὶ καρδίαν πηδήματος ἐν φόβοις, [c] αἰδοῖά τε σωφρόνως ἔχειν ἀτρέμα καὶ μηδὲν ἐνοχλεῖν παρὰ καλοῖς ἢ καλαῖς, πῶς οὐ μᾶλλον εἰκός ἐστι τῆς ψυχῆς τοῦ παθητικοῦ τὴν ἄσκησιν ἐπιλαβομένην οἷον ἐκλεαίνειν καὶ συσχηματίζειν τὰ φαντάσματα καὶ τὰ κινήματα μέχρι τῶν ὕπνων πιέζουσαν; οἷα λέγεται καὶ περὶ τοῦ φιλοσόφου Στίλπωνος, ὃς ἰδεῖν ἔδοξε κατὰ τοὺς ὕπνους ὀργιζόμενον αὐτῷ τὸν Ποσειδῶνα μὴ θύσαντι βοῦν, ὥσπερ ἔθος ἦν ἱερεύειν· αὑτὸν δὲ μηδὲν ἐκπλαγέντα "τί λέγεις," φάναι, "ὦ Πόσειδον; ὥσπερ παῖς ἥκεις μεμψιμοιρῶν ὅτι μὴ δανεισάμενος ἐνέπλησα[d] κνίσης τὴν πόλιν, ἀλλ' ἀφ' ὧν εἶχον ἔθυσά σοι μετρίως οἴκοθεν;" καὶ μέντοι δοκεῖν αὐτῷ τὸν Ποσειδῶνα μειδιάσαντα τὴν δεξιὰν προτεῖναι καὶ εἰπεῖν ὡς ἀφύων φορὰν Μεγαρεῦσι ποιήσει δι' ἐκεῖνον. οἷς οὖν οὕτως εὐόνειρα καὶ φανὰ καὶ ἄλυπα, φοβερὸν δὲ μηδὲν ἢ τραχὺ μηδὲ κακόηθες ἢ σκολιὸν ἐκ τῶν ὕπνων ἐπαναφέρεται, ταῦτα τῆς προκοπῆς ἀπαυγασμούς τινας εἶναι λέγουσιν, οἴστρους δὲ καὶ πτοίας καὶ φυγὰς ἀγεννεῖς καὶ παιδικὰς περιχαρείας καὶ ὀλοφύρσεις ἐνυπνίων οἰκτρῶν καὶ ἀλλοκότων ῥαχίαις τέ τισι καὶ σάλοις ἐοικέναι, ψυχῆς οὔπω τὸ κοσμοῦν ἐχούσης οἰκεῖον, ἀλλὰ πλαττομένης ἔτι δόξαις καὶ νόμοις, ὧν ἀπωτάτω γιγνομένη[e] κατὰ τοὺς ὕπνους αὖθις ἀναλύεται καὶ ἀνελίττεται τοῖς πάθεσι. ταῦτα μὲν οὖν συνεπισκόπει καὶ αὐτός, εἴτε προκοπῆς ἐστιν εἴτε τινὸς ἕξεως ἤδη βεβαιότητα καὶ κράτος ἐχούσης ἐπὶ τοῖς λόγοις ἀσάλευτον.

Ἐπεὶ δ' ἡ παντελὴς ἀπάθεια μέγα καὶ θεῖον, ἡ προκοπὴ δ' ὡς λέγουσιν ἔοικεν ἐνδόσει τινὶ παθῶν καὶ πραότητι, δεῖ καὶ πρὸς αὐτὰ καὶ πρὸς ἄλληλα τὰ πάθη σκοποῦντας κρίνειν τὰς διαφοράς· πρὸς αὐτὰ μέν, εἰ νῦν ἐπιθυμίαις τε χρώμεθα μαλακωτέραις[f] τῶν πάλαι καὶ φόβοις καὶ ὀργαῖς, ταχὺ τῷ λόγῳ τὸ ἐξάπτον αὐτῶν καὶ φλεγμαῖνον ἀφαιροῦντες· πρὸς ἄλληλα δέ, εἰ μᾶλλον αἰσχυνόμεθα νῦν ἢ φοβούμεθα καὶ ζηλοῦμεν μᾶλλον ἢ φθονοῦμεν καὶ φιλοδοξοῦμεν ἢ φιλοχρηματοῦμεν, καὶ ὅλως εἰ Δωρίοις μᾶλλον ἢ Λυδίοις ὥσπερ οἱ μελῳδοῦντες ὑπερβολαῖς ἁμαρτάνομεν, σκληρότεροι περὶ τὴν δίαιταν ὄντες ἢ μαλακώτεροι, καὶ βραδύτεροι περὶ τὰς πράξεις ἢ προπετέστεροι, καὶ θαυμασταὶ παρ' ὃ δεῖ[84] [a] λόγων καὶ ἀνθρώπων ἢ καταφρονηταί. καθάπερ γὰρ αἱ τῶν νόσων εἰς τὰ μὴ κύρια μέρη τοῦ σώματος ἐκτροπαὶ σημεῖόν εἰσιν οὐ φαῦλον, οὕτως ἡ κακία τῶν προκοπτόντων ἔοικεν εἰς ἐπιεικέστερα πάθη μεθισταμένη κατὰ μικρὸν ἐξαλείφεσθαι. Φρῦνιν μὲν γὰρ οἱ ἔφοροι ταῖς ἑπτὰ χορδαῖς δύο παρεντεινάμενον ἠρώτων πότερον τὰς ἄνωθεν ἢ τὰς κάτωθεν ἐκτεμεῖν αὐτοῖς ἐθέλει παρασχεῖν· ἡμῶν δὲ δεῖται μέν πως τὰ ἄνω καὶ τὰ κάτω περικοπῆς, εἰ μέλλομεν εἰς τὸ μέσον καθίστασθαι καὶ μέτριον· ἡ δὲ προκοπὴ τὰς ὑπερβολὰς πρότερον καὶ τὰς ὀξύτητας τῶν παθῶν ἀνίησι

[b] πρὸς ἅσπερ οἱ μαργῶντες ἐντονώτατοι

κατὰ Σοφοκλέα.

Καὶ μὴν ὅτι τὸ τὰς κρίσεις ἐπὶ τὰ ἔργα μετάγειν καὶ τοὺς λόγους μὴ λόγους ἐᾶν ἀλλὰ πράξεις ποιεῖν μάλιστα τῆς προκοπῆς ἴδιόν ἐστιν εἴρηται. δήλωμα δ' αὐτοῦ πρῶτον μὲν ὁ πρὸς τὰ ἐπαινούμενα ζῆλος καὶ τὸ ποιεῖν εἶναι προθύμους ἃ θαυμάζομεν, ἃ δὲ ψέγομεν μὴ ἐθέλειν μηδ' ὑπομένειν. ἐπεὶ πάντας μὲν Ἀθηναίους εἰκὸς ἦν ἐπαινεῖν τὴν Μιλτιάδου τόλμαν καὶ ἀνδρείαν, Θεμιστοκλῆς[c] δ' εἰπὼν ὡς οὐκ ἐᾷ καθεύδειν αὐτὸν ἀλλ' ἐκ τῶν ὕπνων ἀνίστησι τὸ Μιλτιάδου τρόπαιον, οὐκ ἐπαινῶν μόνον οὐδὲ θαυμάζων ἀλλὰ καὶ ζηλῶν καὶ μιμούμενος εὐθὺς ἦν καταφανής. σμικρὸν οὖν οἴεσθαι χρὴ προκόπτειν, ἄχρι οὗ τὸ θαυμάζειν τοὺς κατορθοῦντας ἀργὸν ἔχομεν καὶ ἀκίνητον ἐξ ἑαυτοῦ πρὸς μίμησιν. οὔτε γὰρ ἔρως σώματος ἐνεργός, εἰ μὴ μετὰ ζηλοτυπίας ἔνεστιν, οὔτ' ἔπαινος ἀρετῆς διάπυρος καὶ δραστήριος ὁ μὴ νύττων μηδὲ κεντρίζων μηδὲ ποιῶν ἀντὶ φθόνου ζῆλον ἐπὶ τοῖς καλοῖς, [d] ἀναπληρώσεως ὀρεγόμενον. οὐ γὰρ ὑπὸ τῶν λόγων δεῖ τοῦ φιλοσοφοῦντος μόνον ὥσπερ Ἀλκιβιάδης ἔλεγε τὴν καρδίαν στρέφεσθαι καὶ δάκρυα ἐκπίπτειν, ἀλλ' ὅ γε προκόπτων ἀληθῶς, μᾶλλον ἔργοις καὶ πράξεσιν ἀνδρὸς ἀγαθοῦ καὶ τελείου παραβάλλων ἑαυτόν, ἅμα τῷ συνειδότι τοῦ ἐνδεοῦς δακνόμενος καὶ δι' ἐλπίδα καὶ πόθον χαίρων καὶ μεστὸς ὢν ὁρμῆς οὐκ ἠρεμούσης οἷός ἐστι κατὰ Σιμωνίδην

ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχειν,

[e]τῷ ἀγαθῷ μονονουχὶ συμφῦναι γλιχόμενος. καὶ γὰρ τοῦτο προκοπῆς ἀληθοῦς ἴδιόν ἐστι πάθος, ὧν ζηλοῦμεν τὰ ἔργα τὴν διάθεσιν φιλεῖν καὶ ἀγαπᾶν καὶ μετ' εὐνοίας ἀεὶ τιμὴν εὔφημον ἀποδιδούσης ἐξομοιοῦσθαι. φιλονεικία δ' ὅτῳ καὶ φθόνος ἐνέστακται πρὸς τοὺς κρείττονας, οὗτος ἴστω δόξης τινὸς ἢ δυνάμεως ζηλοτυπίᾳ κνιζόμενος, ἀρετὴν δὲ μὴ τιμῶν μηδὲ θαυμάζων.

Ὅταν οὖν οὕτως ἀρχώμεθα τῶν ἀγαθῶν ἐρᾶν, ὥστε μὴ μόνον κατὰ Πλάτωνα μακάριον μὲν αὐτὸν ἡγεῖσθαι τὸν σώφρονα, "μακάριον δὲ τὸν ξυνήκοον τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων," ἀλλὰ καὶ σχῆμα καὶ βάδισμα καὶ βλέμμα καὶ μειδίαμα θαυμάζοντες αὐτοῦ καὶ ἀγαπῶντες οἷον συναρμόττειν καὶ συγκολλᾶν ἑαυτοὺς ὦμεν[f]πρόθυμοι, τότε χρὴ νομίζειν ἀληθῶς προκόπτειν. ἔτι δὲ μᾶλλον, ἂν μὴ μόνον εὐημεροῦντας τοὺς ἀγαθοὺς θαυμάζωμεν, ἀλλ' ὥσπερ οἱ ἐρῶντες καὶ τραυλότητας ἀσπάζονται τῶν ἐν ὥρᾳ καὶ ὠχρότητας, τῆς δὲ Πανθείας καὶ δάκρυα καὶ κατήφεια πενθούσης ἄρα καὶ κεκακωμένης ἐξέπληξε τὸν Ἀράσπην, οὕτως ἡμεῖς μήτε φυγὴν Ἀριστείδου μήθ' εἱργμὸν Ἀναξαγόρου μήτε πενίαν Σωκράτους ἢ Φωκίωνος καταδίκην ὑποδειμαίνωμεν, ἀλλὰ καὶ μετὰ τούτων ἀξιέραστον ἡγούμενοι τὴν ἀρετὴν ὁμόσε χωρῶμεν αὐτῇ, τὸ Εὐριπίδειον ἐφ' ἑκάστῳ φθεγγόμενοι

[85]

[a] φεῦ, τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν.

τὸν γὰρ ἄχρι τοῦ καὶ τὰ φαινόμενα δεινὰ μὴ δυσχεραίνειν ἀλλὰ θαυμάζειν καὶ ζηλοῦν ἐνθουσιασμὸν οὐκ ἂν ἔτι γε τῶν καλῶν οὐδεὶς ἀποτρέψειεν. ἤδη δὲ τοῖς τοιούτοις παρέπεται τὸ βαδίζουσιν ἐπὶ πράξεις τινὰς ἢ λαβοῦσιν ἀρχὴν ἢ χρησαμένοις τύχῃ τίθεσθαι πρὸ ὀφθαλμῶν τοὺς ὄντας ἀγαθοὺς ἢ γενομένους, καὶ διανοεῖσθαι "τί δ' ἂν ἔπραξεν ἐν τούτῳ Πλάτων, τί δ' ἂν εἶπεν Ἐπαμεινώνδας, ποῖος[b] δ' ἂν ὤφθη Λυκοῦργος ἢ Ἀγησίλαος," οἷόν τι πρὸς ἔσοπτρα κοσμοῦντας ἑαυτοὺς ἢ μεταρρυθμίζοντας ἢ φωνῆς ἀγεννεστέρας αὑτῶν ἐπιλαμβανομένους ἢ πρός τι πάθος ἀντιβαίνοντας. οἱ μὲν γὰρ ἐκμεμαθηκότες τὰ τῶν Ἰδαίων ὀνόματα Δακτύλων χρῶνται πρὸς τοὺς φόβους αὐτοῖς ὡς ἀλεξικάκοις, ἀτρέμα καταλέγοντες ἕκαστον· ἡ δὲ τῶν ἀγαθῶν ἀνδρῶν ἐπίνοια καὶ μνήμη ταχὺ παρισταμένη καὶ διαλαμβάνουσα τοὺς προκόπτοντας, ἐν πᾶσι πάθεσι καὶ ἀπορίαις ἁπάσαις ὀρθούς τε καὶ ἀπτῶτας διαφυλάττει. ὅθεν ἔστω σοι καὶ τοῦτο σημεῖον τοῦ πρὸς ἀρετὴν ἐπιδιδόντος.

Πρὸς δὲ τούτῳ τὸ μηκέτι ταράττεσθαι σφόδρα[c] μηδ' ἐρυθριᾶν μηδὲ κατακρύπτειν ἢ μετασχηματίζειν τι τῶν καθ' ἑαυτόν, ἀνδρὸς ἐνδόξου καὶ σώφρονος ἐξαπίνης ἐπιφανέντος, ἀλλὰ θαρρεῖν ὁμόσε χωροῦντα τοῖς τοιούτοις ἔχει τοῦ συνειδότος τινὰ βεβαίωσιν. Ἀλέξανδρος μὲν γὰρ ὡς ἔοικεν ἄγγελον ἰδὼν περιχαρῆ προσθέοντα καὶ τὴν δεξιὰν προτείνοντα "τί μοι μέλλεις," εἶπεν, "ὦ τᾶν ἀπαγγελεῖν; ἢ ὅτι Ὅμηρος ἀναβεβίωκεν;" οὐδενὸς αὐτῷ τὰ πράγματα πλὴν ὑστεροφημίας ἐνδεῖν οἰόμενος. νέῳ δ' ἀνδρὶ βελτιουμένῳ τὸ ἦθος οὐδενὸς[d] ἔρως ἐμφύεται μᾶλλον ἢ καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐγκαλλωπίσασθαι καὶ παρασχεῖν οἰκίαν αὑτοῦ καταφανῆ, τράπεζαν, γυναῖκα, παιδία, σπουδήν, λόγους λεγομένους ἢ γραφομένους, ὥστε καὶ δάκνεσθαι πατρὸς τεθνεῶτος ἢ καθηγητοῦ μεμνημένον οὐκ ἐπιδόντος αὐτὸν ἐν διαθέσει τοιαύτῃ, καὶ μηδὲν ἂν οὕτως εὔξασθαι παρὰ τῶν θεῶν, ὡς ἐκείνους ἀναβιώσαντας αὐτῷ γενέσθαι τοῦ βίου καὶ τῶν πράξεων θεατάς. ὥσπερ αὖ τοὐναντίον οἱ καταμελήσαντες ἑαυτῶν καὶ διαφθαρέντες οὐδ' ἐν ὕπνῳ τοὺς προσήκοντας ἀτρέμα καὶ ἀδεῶς ὁρῶσιν.

[e] Ἔτι τοίνυν πρόσλαβε τοῖς εἰρημένοις σημεῖον οὐ μικρόν, εἰ βούλει, τὸ μηδὲν ἔτι μικρὸν ἡγεῖσθαι τῶν ἐξαμαρτανομένων ἀλλ' ἐξευλαβεῖσθαι καὶ προσέχειν ἅπασιν. ὥσπερ γὰρ οἱ τὸ πλουτήσειν ἀπεγνωκότες ἐν οὐδενὶ τίθενται τὰ μικρὰ δαπανήματα, μηδὲν οἰόμενοι ποιήσειν μέγα τὸ μικρῷ τινι προστιθέμενον, ἡ δ' ἐλπὶς ἐγγυτέρω τοῦ τέλους βαδίζουσα τῷ πλούτῳ συναύξει τὴν φιλοπλουτίαν, οὕτως ἐν τοῖς πρὸς ἀρετὴν πράγμασιν ὁ μὴ πολλὰ συγχωρῶν τῷ "τί γὰρ τὸ παρὰ τοῦτο;" καὶ "νῦν μὲν οὕτως αὖθις δὲ βέλτιον," ἀλλὰ προσέχων ἑκάστῳ κἂν εἰς τὸ σμικρότατον ἡ κακία ποτὲ τῶν ἁμαρτημάτων[f] ἐνδῦσα συγγνώμην πορίζηται δυσανασχετῶν καὶ δυσκολαίνων, δῆλός ἐστιν ἤδη τι καθαρὸν κτώμενος ἑαυτῷ καὶ οὐδ' ὁπωσοῦν ἀξιῶν ῥυπαίνεσθαι· τὸ δὲ μηδὲν οἴεσθαι καταισχύνειν μέγα μηδ' ἔχειν εὐχερεῖς ποιεῖ καὶ ὀλιγώρους πρὸς τὰ μικρά. καὶ γὰρ αἱμασιάν τινα καὶ θριγκὸν οἰκοδομοῦσιν οὐ διαφέρει ξύλον τὸ τυχὸν ἢ λίθον ὑποβαλεῖν χυδαῖον ἢ στήλην ὑποθεῖναι παραπεσοῦσαν ἀπὸ μνήματος, οἷα ποιοῦσιν οἱ φαῦλοι, πᾶσαν ἐργασίαν καὶ πρᾶξιν ὡς ἔτυχε συμφοροῦντες εἰς ταὐτὸ καὶ[86] [a] σωρεύοντες· ἀλλ' οἵ γε προκόπτοντες, οἷς ἤδη, καθάπερ ἱεροῦ τινος οἰκοδομήματος καὶ βασιλικοῦ τοῦ βίου

κεκρότηται χρυσέα κρηπίς,

οὐδὲν εἰκῇ προσίενται τῶν γιγνομένων, ἀλλ' οἷον ἀπὸ στάθμης τοῦ λόγου προσάγουσι καὶ προσαρμόττουσιν ἕκαστον. ὑπὲρ οὗ τὸν Πολύκλειτον οἰόμεθα λέγειν ὡς ἔστι χαλεπώτατον τὸ ἔργον οἷς ἂν εἰς ὄνυχα ὁ πηλὸς ἀφίκηται.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-12 19:53:24 - flow version _RPTC_G1.3