La tranquillità dell'anima, Plutarco

La tranquillità dell'anima - Plutarco

[464]   Πλούταρχος Πακκίῳ εὖ πράττειν.    Ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν ᾗ παρεκάλεις περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως. ἅμα δέ πως τὸν ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα. μήτε δὲ [f] χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήθ' ὑπομένων κεναῖς παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆναί σοι παρ' ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον, ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως ἕνεκα [465] [a] θηρωμένης καλλιγραφίαν ἀλλὰ χρείας βοηθητικῆς ἐπιζητεῖν καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας, οὐδ' ὡς ἐκεῖνον  'εὐδαιμονίζων σ' ὄχλος ἐξέπληξε' τῶν φυσικῶν παθῶν, ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει κάλτιος οὔτε δακτύλιος πολυτελὴς παρωνυχίας οὐδὲ διάδημα κεφαλαλγίας. πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων ὄφελος ἢ δόξης ἢ δυνάμεως ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον [b] εὐχάριστον ᾖ τοῖς ἔχουσι καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ; τί δὲ τοῦτ' ἐστὶν ἄλλο ἢ λόγος εἰθισμένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ περιορᾶν ἀπορρέον καὶ καταφερόμενον ἀπὸ τῶν παρόντων; ὥσπερ οὖν ὁ Ξενοφῶν παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους, οὕτω καὶ τῶν λόγων, ὅσοι πρὸς τὰ πάθη βοηθοῦσι, δεῖ πρὸ τῶν παθῶν ἐπιμελεῖσθαι τοὺς νοῦν ἔχοντας, ἵν' ἐκ πολλοῦ παρεσκευασμένοι [c] μᾶλλον ὠφελῶσιν. ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι ῥᾳδίως οὐκ ἔστιν, ἂν μὴ λόγοι παρόντες οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων.    Ὁ μὲν οὖν εἰπὼν ὅτι 'δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ,' πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γινομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ    'μέν', ὦ ταλαίπωρ', ἀτρέμα σοῖς ἐν δεμνίοις.' καίτοι κακὸν μὲν ἀναισθησία σώματι φάρμακον ἀπονίας, [d] οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας. ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δ' ὁ μὲν βορέας    'διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν' ὥς φησιν Ἡσίοδος , λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν· ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθ' [e] αὑτὸν ἐν ἀγρῷ διαιτώμενος 'γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτίθει' , τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετ' ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. ἐνίους δὲ καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον ·    'αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι    διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς·    οὔτε ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν,    οὔτε ποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ    αὖθι μένων, ποθέεσκε δ' ἀυτήν τε πτόλεμόν τε·' [f] καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός    'ἀλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.' ὅθεν οὐδ' Ἐπίκουρος οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπ' [466] [a] ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. ἀλλ' ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους· δεῖ δὲ μὴ πλήθει μηδ' ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται.    Τοὺς μὲν γὰρ ἀφωρισμένως ἕνα βίον ἄλυπον νομίζοντας, ὡς ἔνιοι τὸν τῶν γεωργῶν ἢ τὸν τῶν ἠιθέων ἢ τὸν τῶν βασιλέων, ἱκανῶς ὁ Μένανδρος ὑπομιμνήσκει λέγων [b]    'ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία,    οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν    τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω    'οἴμοι' λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα    ὕπνον καθεύδειν·' εἶτα προσδιελθὼν ὡς καὶ τοὺς πλουσίους ὁρᾷ ταὐτὰ πάσχοντας τοῖς πένησιν    'ἆρ' ἐστί' φησί 'συγγενές τι λύπη καὶ βίος;    τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ    πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ.' ἀλλ' ὥσπερ οἱ δειλοὶ καὶ ναυτιῶντες ἐν τῷ πλεῖν, εἶτα ῥᾷον οἰόμενοι διάξειν, ἐὰν εἰς γαῦλον ἐξ ἀκάτου καὶ πάλιν [c] ἐὰν εἰς τριήρη μεταβῶσιν, οὐδὲν περαίνουσι τὴν χολὴν καὶ τὴν δειλίαν συμμεταφέροντες αὑτοῖς, οὕτως αἱ τῶν βίων ἀντιμεταλήψεις οὐκ ἐξαιροῦσι τῆς ψυχῆς τὰ λυποῦντα καὶ ταράττοντα· ταῦτα δ' ἐστὶν ἀπειρία πραγμάτων, ἀλογιστία, τὸ μὴ δύνασθαι μηδ' ἐπίστασθαι χρῆσθαι τοῖς παροῦσιν ὀρθῶς. ταῦτα καὶ πλουσίους χειμάζει καὶ πένητας, ταῦτα καὶ γεγαμηκότας ἀνιᾷ καὶ ἀγάμους· διὰ ταῦτα φεύγουσι τὴν ἀγορὰν εἶτα τὴν ἡσυχίαν οὐ φέρουσι, διὰ ταῦτα προαγωγὰς ἐν αὐλαῖς διώκουσι καὶ παρελθόντες εὐθὺς βαρύνονται.    'δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο'· καὶ γὰρ ἡ γυνὴ λυπεῖ καὶ τὸν ἰατρὸν αἰτιῶνται καὶ δυσχεραίνουσι τὸ κλινίδιον, [d]    'φίλων δ' ὅ τ' ἐλθὼν λυπρὸς ὅ τ' ἀπιὼν βαρύς' ὡς ὁ Ἴων φησίν εἶτα τῆς νόσου διαλυθείσης καὶ κράσεως ἑτέρας ἐγγενομένης ἦλθεν ἡ ὑγίεια φίλα πάντα ποιοῦσα καὶ προσηνῆ. ὁ γὰρ ἐχθὲς ᾠὰ καὶ ἀμύλια καὶ σητάνειον ἄρτον διαπτύων τήμερον αὐτόπυρον ἐπ' ἐλαίαις ἢ καρδαμίδι σιτεῖται προσφιλῶς καὶ προθύμως.    Τοιαύτην ὁ λογισμὸς εὐκολίαν καὶ μεταβολὴν ἐγγενόμενος ποιεῖ πρὸς ἕκαστον βίον. Ἀλέξανδρος Ἀναξάρχου περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε, καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, 'οὐκ ἄξιον' ἔφη 'δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω [e] κύριοι γεγόναμεν;' Κράτης δὲ πήραν ἔχων καὶ τριβώνιον παίζων καὶ γελῶν ὥσπερ ἐν ἑορτῇ τῷ βίῳ διετέλεσε. καὶ μὴν καὶ τὸν Ἀγαμέμνονα τὸ πολλῶν βασιλεύειν ἐλύπει    'γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα, τὸν περὶ πάντων Ζεὺς    ἐνέηκε πόνοισι διαμπερές·' Διογένης δὲ πωλούμενος ἔσκωπτε τὸν κήρυκα κατακείμενος· ἀναστῆναι δ' οὐκ ἐβούλετο κελεύοντος, ἀλλὰ παίζων καὶ καταγελῶν ἔλεγεν 'εἰ δ' ἰχθῦν ἐπίπρασκες, ‑ ;' καὶ Σωκράτης μὲν ἐν δεσμωτηρίῳ φιλοσοφῶν διελέγετο τοῖς ἑταίροις, ὁ δὲ Φαέθων ἀναβὰς εἰς τὸν οὐρανὸν ἔκλαιεν, εἰ [f] μηδεὶς αὐτῷ τοὺς τοῦ πατρὸς ἵππους καὶ τὰ ἅρματα παραδίδωσιν. ὥσπερ οὖν τὸ ὑπόδημα τῷ ποδὶ συνδιαστρέφεται καὶ οὐ τοὐναντίον, οὕτω τοὺς βίους αἱ διαθέσεις συνεξομοιοῦσιν αὑταῖς. οὐ γὰρ ἡ συνήθεια ποιεῖ τοῖς ἑλομένοις τὸν ἄριστον βίον ἡδὺν ὥς τις εἶπεν, ἀλλὰ τὸ φρονεῖν ἅμα [467] [a] τὸν αὐτὸν βίον ποιεῖ καὶ ἄριστον καὶ ἥδιστον. διὸ τὴν πηγὴν τῆς εὐθυμίας ἐν αὐτοῖς οὖσαν ἡμῖν ἐκκαθαίρωμεν, ἵνα καὶ τὰ ἐκτὸς ὡς οἰκεῖα καὶ φίλια μὴ χαλεπῶς χρωμένοις συμφέρηται·    'τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών·    μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ' οὑντυγχάνων    τὰ πράγματ' ὀρθῶς ἂν τιθῇ, πράξει καλῶς'    Κυβείᾳ γὰρ ὁ Πλάτων τὸν βίον ἀπείκασεν, ἐν ᾧ καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι. τούτων δὲ τὸ μὲν βάλλειν οὐκ ἐφ' ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γινόμενα [b] παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν ᾧ καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ τὸ ἀβούλητον ἥκιστα λυπήσει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν. τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους, ἐξίστησι μὲν εὐτυχία συστέλλει δὲ δυστυχία, ταράττονται δ' ὑπ' ἀμφοτέρων, μᾶλλον δ' ὑφ' αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς. Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους, οἱ δ' ἀπαίδευτοι πολλάκις τὴν τύχην [c] δεξιὰν παρισταμένην ἐπαριστέρως μεταλαμβάνοντες ἀσχημονοῦσιν. οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις μέλι φέρει τὸ δριμύτατον καὶ ξηρότατον ὁ θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ χρήσιμον αὑτοῖς λαμβάνουσι.    Τοῦτ' οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας 'οὐδ' οὕτως' ἔφη 'κακῶς·' ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης· 'οὐδ' οὕτως κακῶς'· ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν. [d] Ζήνωνι τῷ Κιτιεῖ μία ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν 'εὖγ'' εἶπεν 'ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνουσ' ἡμᾶς.' τί οὖν κωλύει μιμεῖσθαι τούτους; ἀρχὴν παραγγέλλων διήμαρτες; ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης; ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας;    'οὐδὲ θερμὸν ὕδωρ τόσον γε τεύξει μαλθακὰ γυῖα' κατὰ Πίνδαρον ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως 'πόνον ἡδὺν κάματόν τ' εὐκάματον' [e]. ἀλλά τις ἀπήντηκεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός; ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν, ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν.    Διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. οἷον ἀπαιδία τὸ λυποῦν ἐστι; τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς υἱῷ τὴν ἀρχὴν ἀπέλιπε. πενίᾳ δυσφορεῖς παρούσῃ; καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι Βοιωτῶν ἢ Ἐπαμεινώνδας; τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος; 'ἀλλὰ διέφθαρταί μου τὸ γύναιον.' οὐκ ἀνέγνωκας οὖν τὸ ἐπίγραμμα τὸ ἐν Δελφοῖς [f]    'ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μ' ἀνέθηκεν,' οὐδ' ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας; ἀλλὰ τοῦτ' Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι καὶ μέγιστον· ὥσπερ [468] [a] οὐδὲ Στίλπωνα τῶν κατ' αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖσ' ἡ θυγάτηρ· ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος 'ἐμὸν οὖν' ἔφη 'ἁμάρτημα τοῦτ' ἐστὶν ἢ ἐκείνης;' εἰπόντος δὲ τοῦ Μητροκλέους 'ἐκείνης μὲν ἁμάρτημα σὸν δ' ἀτύχημα' 'πῶς λέγεις;' εἶπεν 'οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματ' ἐστί;' 'πάνυ μὲν οὖν' ἔφη. 'τὰ δὲ διαπτώματ' οὐχ ὧν διαπτώματα, καὶ ἀποτεύγματα;' συνωμολόγησεν ὁ Μητροκλῆς. 'τὰ δ' ἀποτεύγματ' οὐχ ὧν ἀποτεύγματ', ἀτυχήματα;' πράῳ λόγῳ καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα τὴν τοῦ κυνικοῦ βλασφημίαν. [b]    Τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει κακά. βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων κῆρες, ἐνοχλοῦσι δὲ καὶ παροξύνουσι τοὺς ἀνοήτους· ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθηρίαι τινές. ὑφ' ὧν οὐχ ἥκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιταραττόμενος, ὥσπερ οἱ Σοφοκλέους ἰατροί 'πικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ,' οὕτως ἀντιχαλεπαίνειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ [c] νοσήμασιν, οὐκ εὐλόγως. ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκολιοῖς διακονεῖται. τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε σὸν ἔργον εἶναι μηδ' ἄλλως ῥᾴδιον· ἂν δ' ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανεῖ τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις, ὥσπερ κύνας ἂν ὑλακτῶσι, τὸ προσῆκον αὐτοῖς ἐκείνους οἰόμενος περαίνειν †ἐπὶ λήσεις πολλὰ λυπηρὰ συνάγων ὥσπερ εἰς χωρίον κοῖλον καὶ [d] ταπεινὸν ἐπιρρέοντα τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλάμενος κακῶν. ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυχοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος, ὃ δὲ μεῖζόν ἐστιν, οὐδ' αὑτῶν ἁμαρτανόντων καὶ διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν ᾗ δεῖ, σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ πάντες εἰσὶν οἱ χρώμενοι καὶ προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ [e] χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας. ἀλλ' ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι καὶ δεδοικότες. αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρ' ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ διαβολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκολίας, ὑφ' ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν· ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς ἐλαφρῶς συμπεριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν [f] γίγνεται καὶ πραότατος.    Ὅθεν ἐκεῖνον αὖθις τὸν περὶ τῶν πραγμάτων λόγον ἀναλάβωμεν. ὡς γὰρ ἐν τῷ πυρέττειν πικρὰ πάντα καὶ ἀηδῆ φαίνεται γευομένοις, ἀλλ' ὅταν ἴδωμεν ἑτέρους τὰ αὐτὰ προσφερομένους καὶ μὴ δυσχεραίνοντας, οὐκέτι τὸ σιτίον οὐδὲ τὸ ποτὸν ἀλλ' αὑτοὺς αἰτιώμεθα καὶ τὴν [469] [a] νόσον, οὕτως καὶ τοῖς πράγμασι παυσόμεθα μεμφόμενοι καὶ δυσχεραίνοντες, ἂν ἑτέρους τὰ αὐτὰ προσδεχομένους ἀλύπως καὶ ἱλαρῶς ὁρῶμεν. ἀγαθὸν τοίνυν ἐν τοῖς ἀβουλήτοις συμπτώμασι πρὸς εὐθυμίαν καὶ τὸ μὴ παρορᾶν ὅσα προσφιλῆ καὶ ἀστεῖα πάρεστιν ἡμῖν, ἀλλὰ μιγνύντας ἐξαμαυροῦν τὰ χείρονα τοῖς βελτίοσι. νῦν δὲ τὰς μὲν ὄψεις ὑπὸ τῶν ἄγαν λαμπρῶν τιτρωσκομένας ἀποστρέφοντες ταῖς ἀνθηραῖς καὶ ποώδεσι χροιαῖς παρηγοροῦμεν, τὴν δὲ διάνοιαν ἐντείνομεν εἰς τὰ λυπηρὰ καὶ προσβιαζόμεθα τοῖς τῶν ἀνιαρῶν ἐνδιατρίβειν ἀναλογισμοῖς, [b] μονονοὺ βίᾳ τῶν βελτιόνων ἀποσπάσαντες. καίτοι τό γε πρὸς τὸν πολυπράγμονα λελεγμένον οὐκ ἀηδῶς δεῦρ' ἔστι μετενεγκεῖν    'τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,    κακὸν ὀξυδορκεῖς, τὸ δ' ἴδιον παραβλέπεις;' τί τὸ σεαυτοῦ κακόν, ὦ μακάριε, λίαν καταβλέπεις καὶ ποιεῖς ἐναργὲς ἀεὶ καὶ πρόσφατον ἀγαθοῖς δὲ παροῦσιν οὐ προσάγεις τὴν διάνοιαν, ἀλλ' ὥσπερ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ κάκιστα τῶν ἰδίων συνάγεις ἐπὶ σαυτόν, οὐδέν τι τοῦ Χίου βελτίων γινόμενος ὃς πολὺν καὶ χρηστὸν οἶνον ἑτέροις πιπράσκων ἑαυτῷ [c] πρὸς τὸ ἄριστον ὀξίνην ἐζήτει διαγευόμενος, οἰκέτης δέ τις ἐρωτηθεὶς ὑφ' ἑτέρου τί ποιοῦντα τὸν δεσπότην καταλέλοιπεν 'ἀγαθῶν' ἔφη 'παρόντων κακὸν ζητοῦντα;' καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαίνοντες ἐπὶ τὰ δυσχερῆ καὶ μοχθηρὰ τρέχουσιν. ὁ δ' Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλ' ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων ἐξαναφέρειν καὶ ἀνακουφίζειν αὑτόν· χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ προσποιουμένων συνάχθεσθαι καὶ συναγανακτεῖν 'οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται;' συνομολογήσαντος δ' ἐκείνου, 'τί [d] οὖν' εἶπεν 'οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα;' μανικὸν γάρ ἐστι τοῖς ἀπολλυμένοις ἀνιᾶσθαι μὴ χαίρειν δὲ τοῖς σῳζομένοις, ἀλλ' ὥσπερ τὰ μικρὰ παιδάρια, ἀπὸ πολλῶν παιγνίων ἂν ἕν τις ἀφέληταί τι, καὶ τὰ λοιπὰ πάντα προσρίψαντα κλαίει καὶ βοᾷ, τὸν αὐτὸν τρόπον ἡμᾶς περὶ ἓν ὀχληθέντας ὑπὸ τῆς τύχης καὶ τἄλλα πάντα ποιεῖν ἀνόνητα ἑαυτοῖς ὀδυρομένους καὶ δυσφοροῦντας.    'Καὶ τί' φήσαι τις ἂν 'ἔχομεν, τί δ' οὐκ ἔχομεν'; ὁ μὲν δόξαν ὁ δ' οἶκον ὁ δὲ γάμον, τῷ δὲ φίλος ἀγαθός ἐστιν. Ἀντίπατρος δ' ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην [e] εἰς Ἀθήνας. δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλ' ἔν τινι λόγῳ τίθεσθαι καὶ χάριν ἔχειν, ὅτι ζῶμεν ὑγιαίνομεν τὸν ἥλιον ὁρῶμεν· οὐ πόλεμος οὐ στάσις ἐστίν· ἀλλὰ καὶ ἡ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα πλεῖν ἀδεῶς τοῖς βουλομένοις· καὶ λέγειν ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν. εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν, ἀναμιμνήσκοντες αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη καὶ κτήσασθαι δόξαν [f] ἐν πόλει τηλικαύτῃ καὶ φίλους ἀγνῶτι καὶ ξένῳ, καὶ τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν. οὐ γὰρ τότε γίνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηθέν ἐστιν (οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστίθησιν), οὐδὲ δεῖ κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ [470] [a] παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων, ἀλλὰ χρῆσθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον φέρωμεν. οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατὰ μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεωρεῖν, τὸν δ' ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀναθεωρήσεις ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖκας, αὑτῶν δὲ καὶ τῶν ἰδίων καταφρονοῦντες.    Καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, τὸ [b] μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθ' αὑτόν, εἰ δὲ μὴ, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολλοὶ πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν. οἷον εὐθὺς οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ τοὺς ἐλευθέρους οἱ δ' ἐλεύθεροι τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονονουχὶ βροντᾶν καὶ ἀστράπτειν ἐθέλοντες. εἶθ' οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθ' ἑαυτοὺς χάριν ἔχουσιν.    'οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει [c]    οὐδ' εἷλέ πώ με ζῆλος οὐδ' ἀγαίομαι    θεῶν ἔργα, μεγάλης δ' οὐκ ἐρῶ τυραννίδος·    ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν'. 'Θάσιος γὰρ ἦν ἐκεῖνος'· ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἢ δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους· ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρατηγεῖ Ῥωμαίων· ἐὰν δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει· καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλ' ὕστερος ἀνηγορεύθη. τοῦτο δ' ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας [d] ἐπὶ τὴν τύχην αὐτὸν ὑφ' αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην; ἀλλ' ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος    'εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός,' οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλ' ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον [ἐν] ὁδῷ πρόεισιν. ἐν Ὀλυμπίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν ἐκλεγόμενον ἀντιπάλους, ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν φρονεῖν καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους, ἄν γε [e] δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυτὸν ἀνταγωνιστήν. ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας· καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακαρίσῃς τὸν Ξέρξην ἐκεῖνον ὡς ὁ Ἑλλησπόντιος , ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυθῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν σὸν βίον καὶ τὰ σὰ πράγματα μακαρίζουσιν. ὁ Σωκράτης ἀκούσας τινὸς τῶν [f] φίλων λέγοντος ὡς πολυτελὴς ἡ πόλις 'μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν' λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις 'ὀβολοῦ τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις·' εἶτα ταῖς ἐλαίαις 'δύο χαλκῶν ἡ χοῖνιξ', εἶτα ταῖς ἐξωμίσι 'δέκα δραχμῶν, εὐτελὴς ἡ πόλις.' οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθ' ἡμᾶς πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδ' ἐπιτροπευόντων, [471] [a] ἔξεστιν εἰπεῖν 'λαμπρὰ τὰ καθ' ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος· οὐ προσαιτοῦμεν οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν.'    Οὐ μὴν ἀλλ' ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς αὑτοὺς ὑπ' ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζηλον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις, ὅσον ἀνιᾶται τοῖς ἀλλοτρίοις ἀγαθοῖς, μὴ μόνον ὅρα τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλ' ἀνακαλύψας καὶ διαστείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν ἐντὸς γενοῦ, καὶ κατόψει πολλὰ δυσχερῆ [b] καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς. ὁ γοῦν Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους· ἐπελθοῦσα δ' ἡ γυνὴ μετ' ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν· τῶν δὲ ξένων διατραπέντων 'ἑκάστῳ τι' ἔφη 'ἡμῶν κακὸν ἔστιν· ᾧ δὲ τοὐμόν, ἄριστα πράττει.'    'οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται,    ὅταν δ' ἀνοίξῃ τὴν θύραν, τρισάθλιος·    γυνὴ κρατεῖ πάντων, ἐπιτάσσει, μάχετ' ἀεί.    ἀπὸ πλειόνων ὀδυνᾶτ', ἐγὼ δ' ἀπ' οὐδενός'. τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ πρόσεστιν ἄδηλα τοῖς πολλοῖς· ἐπιπροσθεῖ γὰρ ὁ τῦφος. [c]    'ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον' ‑ ἔξωθεν οὗτος ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρατιᾶς περικεχυμένης· αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι    'Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ' καί    'ζηλῶ σε, γέρον,    ζηλῶ δ' ἀνδρῶν ὃς ἀκίνδυνον    βίον ἐξεπέρασ' ἀγνὼς ἀκλεής'. ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλοντος. [d]    Οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτ' ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν αὑτῶν ἀβελτερίαν. οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγῶ κυνηγετεῖν δυστυχής ἐστιν οὐδὲ τῷ γρίφοις καὶ σαγήναις ἐλάφους μὴ λαμβάνοντι μηδὲ ὗς δαίμων ἐναντιοῦται μοχθηρός, ἀλλ' ἀβελτερίᾳ καὶ μωρίᾳ τοῖς ἀδυνάτοις ἐπιχειροῦσιν. αἴτιον δ' ἡ φιλαυτία μάλιστα, φιλοπρώτους ποιοῦσα καὶ φιλονίκους ἐν πᾶσι καὶ πάντων ἐπιδραττομένους ἀπλήστως. [e] οὐ γὰρ πλούσιοι μόνον ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι βασιλέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν, ἀλλ' εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ ἀλεκτρυόνας ἀθυμοῦσι. Διονύσιος ὁ πρεσβύτερος οὐκ ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων, ἀλλ' ὅτι Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον ᾖδε μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι Πλάτωνος, ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δ' ἀπέδοτο πέμψας εἰς Αἴγιναν. οὐ τοιοῦτος ὁ Ἀλέξανδρος, ἀλλ' ἐπεὶ Κρίσων ὁ σταδιοδρόμος ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν ἑκὼν παρεῖναι, [f] σφόδρα διηγανάκτησεν. εὖ δὲ καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼν 'τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων' ἐπήνεγκεν 'ἐν πολέμῳ· ἀγορῇ δέ τ' ἀμείνονές εἰσι καὶ ἄλλοι' . Μεγάβυζον δὲ τὸν Πέρσην εἰς τὸ [472] [a] ζωγραφεῖον ἀναβάντα τὸ Ἀπελλοῦ καὶ λαλεῖν ἐπιχειρήσαντα περὶ τῆς τέχνης ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών 'ἕως μὲν ἡσυχίαν ἦγες, ἐδόκεις τις εἶναι διὰ τὰ χρυσία καὶ τὴν πορφύραν, νυνὶ δὲ καὶ ταυτὶ τὰ τρίβοντα τὴν ὤχραν παιδάρια καταγελᾷ σου φλυαροῦντος.' ἀλλ' ἔνιοι τοὺς μὲν Στωικοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρ' αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρεῖον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον , αὑτοὺς δὲ πάντων ἀξιοῦσι τούτων, κἂν μὴ τυγχάνωσιν, ἀνιῶνται. καίτοι καὶ τῶν θεῶν ἄλλος ἄλλην ἔχων δύναμιν ὁ μὲν [b] ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος ἐπονομάζεται· καὶ τὴν Ἀφροδίτην ὁ Ζεύς, ὡς οὐ μετὸν αὐτῇ πολεμικῶν ἔργων, ἐπὶ γάμους ἀποστέλλει καὶ θαλάμους .    Τινὰ γὰρ οὐδὲ συνυπάρχειν ἀλλὰ μᾶλλον ὑπεναντιοῦσθαι πέφυκεν ἀλλήλοις τῶν σπουδαζομένων. οἷον ἄσκησις λόγων καὶ μαθημάτων ἀνάληψις ἀπραγμοσύνης δεῖται καὶ σχολῆς, δυνάμεις δὲ πολιτικαὶ καὶ φιλίαι βασιλέων οὐκ ἄνευ πραγμάτων οὐδ' ἀσχολιῶν περιγίγνονται. καὶ μήν 'οἶνός τε καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ἰσχυρὸν ποιοῦσι καὶ ῥωμαλέον, ψυχὴν δ' ἀσθενῆ·' καὶ χρημάτων ἐπιμέλεια μὲν συνεχὴς καὶ τήρησις αὔξει πλοῦτον, [c] ὑπεροψία δὲ καὶ περιφρόνησις μέγα πρὸς φιλοσοφίαν ἐφόδιον. ὅθεν οὐ πάντα πάντων ἐστίν, ἀλλὰ δεῖ τῷ Πυθικῷ γράμματι πειθόμενον αὑτὸν καταμαθεῖν, εἶτα χρῆσθαι πρὸς ἓν ὃ πέφυκε, καὶ μὴ πρὸς ἄλλον ἄλλοτε βίου ζῆλον ἕλκειν καὶ παραβιάζεσθαι τὴν φύσιν·    'ἐν ἅρμασιν ἵππος,    ἐν δ' ἀρότρῳ βοῦς, παρὰ ναῦν δ' ἰθύει τάχιστα δελφίς,    κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν'   . ὁ δ' ἀσχάλλων καὶ λυπούμενος, ὅτι μὴ καὶ λέων ἐστίν 'ὀρεσίτροφος ἀλκὶ πεποιθώς' ἅμα καὶ κυνίδιον Μελιταῖον ἐν κόλπῳ χήρας γυναικὸς τιθηνούμενον, ἀπόπληκτός [d] ἐστι. τούτου δ' οὐδέν τι βελτίων ὁ βουλόμενος ἅμα μὲν Ἐμπεδοκλῆς ἢ Πλάτων ἢ Δημόκριτος εἶναι περὶ κόσμου γράφων καὶ τῆς τῶν ὄντων ἀληθείας, ἅμα δὲ πλουσίᾳ γραῒ συγκαθεύδειν ὡς Εὐφορίων, ἢ τῶν ἐπικώμων ‹ὢν› Ἀλεξάνδρῳ συμπίνειν ὡς Μήδειος, ἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται διὰ πλοῦτον ὡς Ἰσμηνίας καὶ δι' ἀρετὴν ὡς Ἐπαμεινώνδας. οὐδὲ γὰρ οἱ δρομεῖς, ὅτι μὴ τοὺς τῶν παλαιστῶν φέρονται στεφάνους, ἀθυμοῦσιν ἀλλὰ τοῖς αὑτῶν ἀγάλλονται καὶ χαίρουσι. 'Σπάρταν ἔλαχες, ταύταν κόσμει.' καὶ γὰρ ὁ Σόλων    'ἀλλ' ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα    τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδόν ἐστιν,    χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.' καὶ Στράτων ὁ φυσικός, ἀκούσας ὅτι πολλαπλασίους ἔχει Μενέδημος μαθητάς, 'τί οὖν' ἔφη 'θαυμαστόν, εἰ πλείονές εἰσιν οἱ λούεσθαι τῶν ἀλείφεσθαι βουλομένων;' Ἀριστοτέλης δὲ πρὸς Ἀντίπατρον γράφων 'οὐκ Ἀλεξάνδρῳ μόνον' ἔφη 'προσήκει μέγα φρονεῖν, ὅτι κρατεῖ πολλῶν ἀνθρώπων, ἀλλ' οὐχ ἧττον οἷς ὑπάρχει περὶ θεῶν ἃ δεῖ δοξάζειν.' τοὺς γὰρ οὕτω τὰ οἰκεῖα σεμνύνοντας οὐκ ἐνοχλήσει τὰ τῶν πλησίον. νῦν δὲ τὴν μὲν ἄμπελον σῦκα [e] φέρειν οὐκ ἀξιοῦμεν οὐδὲ τὴν ἐλαίαν βότρυς, αὐτοὶ δ' ἑαυτούς, ἐὰν μὴ καὶ τὰ τῶν πλουσίων ἅμα καὶ τὰ τῶν λογίων καὶ τὰ τῶν στρατευομένων καὶ τὰ τῶν φιλοσοφούντων καὶ τὰ τῶν κολακευόντων καὶ τὰ τῶν παρρησιαζομένων καὶ τὰ τῶν φειδομένων καὶ τὰ τῶν δαπανώντων ἔχωμεν προτερήματα, συκοφαντοῦμεν καὶ ἀχαριστοῦμεν αὑτοῖς καὶ καταφρονοῦμεν ὡς ἐνδεῶς καὶ εὐτελῶς βιούντων. [473] [a] πρὸς δὲ τούτοις καὶ τὴν φύσιν ὁρῶμεν ὑπομιμνήσκουσαν ἡμᾶς. ὡς γὰρ τῶν θηρίων ἑτέροις ἀφ' ἑτέρων παρεσκεύασε τὴν τροφὴν εἶναι καὶ οὐ πάντα σαρκοφαγεῖν ἢ σπερμολογεῖν ἢ ῥιζωρυχεῖν ἐποίησεν, οὕτω τοῖς ἀνθρώποις ποικίλας πρὸς τὸν βίον ἀφορμὰς ἔδωκε,    'μηλοβότᾳ τ' ἀρότᾳ τ' ὀρνιθολόχῳ τε καὶ ὃν πόντος    τρέφει' . δεῖ δὴ τὸ πρόσφορον ἑαυτοῖς ἑλομένους καὶ διαπονοῦντας ἐᾶν τὰ τῶν ἄλλων, καὶ μὴ τὸν Ἡσίοδον ἐλέγχειν ἐνδεέστερον εἰπόντα 'καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων.' οὐ γὰρ μόνον τοὺς ὁμοτέχνους καὶ τοὺς ὁμοτρόπους [b] ζηλοτυποῦντες, ἀλλὰ καὶ λογίους πλούσιοι καὶ πλουσίους ἔνδοξοι καὶ δικολόγοι σοφιστάς, καὶ ναὶ μὰ Δία κωμῳδοὺς εὐημεροῦντας ἐν θεάτροις καὶ ὀρχηστὰς καὶ θεράποντας ἐν αὐλαῖς βασιλέων ἐλεύθεροι καὶ εὐπατρίδαι κατατεθαμβημένοι καὶ μακαρίζοντες οὐ μετρίως λυποῦσιν αὑτοὺς καὶ ταράττουσιν.    Ὅτι δ' ἕκαστος ἐν ἑαυτῷ τὰ τῆς εὐθυμίας καὶ δυσθυμίας ἔχει ταμιεῖα, καὶ τοὺς τῶν ἀγαθῶν καὶ κακῶν πίθους οὐκ 'ἐν Διὸς οὔδει κατακειμένους' ἀλλ' ἐν τῇ ψυχῇ κειμένους αἱ διαφοραὶ τῶν παθῶν δηλοῦσιν. οἱ μὲν γὰρ ἀνόητοι καὶ παρόντα τὰ χρηστὰ παρορῶσι καὶ [c] ἀμελοῦσιν ὑπὸ τοῦ συντετάσθαι πρὸς τὸ μέλλον ἀεὶ ταῖς φροντίσιν, οἱ δὲ φρόνιμοι καὶ τὰ μηκέτ' ὄντα τῷ μνημονεύειν ἐναργῶς ὄντα ποιοῦσιν ἑαυτοῖς. τὸ γὰρ παρὸν τῷ ἐλαχίστῳ τοῦ χρόνου μορίῳ θιγεῖν παρασχὸν εἶτα τὴν αἴσθησιν ἐκφυγὸν οὐκέτι δοκεῖ πρὸς ἡμᾶς οὐδ' ἡμέτερον εἶναι τοῖς ἀνοήτοις· ἀλλ' ὥσπερ ὁ ζωγραφούμενος ἐν Ἅιδου σχοινοστρόφος ὄνῳ τινὶ παρίησιν ἐπιβοσκομένῳ καταναλίσκειν τὸ πλεκόμενον, οὕτω τῶν πολλῶν ἀναίσθητος καὶ ἀχάριστος ὑπολαμβάνουσα λήθη καὶ κατανεμομένη πρᾶξίν τε πᾶσαν ἀφανίζουσα καὶ κατόρθωμα καὶ [d] σχολὴν ἐπίχαριν καὶ συμπεριφορὰν καὶ ἀπόλαυσιν οὐκ ἐᾷ τὸν βίον ἕνα γενέσθαι συμπλεκομένων τοῖς παροῦσι τῶν παρῳχημένων, ἀλλ' ὥσπερ ἕτερον τὸν ἐχθὲς ὄντα τοῦ σήμερον καὶ τὸν αὔριον ὁμοίως οὐ τὸν αὐτὸν τῷ σήμερον διαιροῦσα πᾶν τὸ γιγνόμενον εὐθὺς εἰς τὸ ἀγένητον τῷ ἀμνημονεύτῳ καθίστησιν. οἱ μὲν γὰρ ἐν ταῖς σχολαῖς τὰς αὐξήσεις ἀναιροῦντες, ὡς τῆς οὐσίας ἐνδελεχῶς ῥεούσης, λόγῳ ποιοῦσιν ἡμῶν ἕκαστον ἄλλον ἑαυτοῦ καὶ ἄλλον, οἱ δὲ τῇ μνήμῃ τὰ πρότερον μὴ στέγοντες μηδ' ἀναλαμβάνοντες ἀλλ' ὑπεκρεῖν ἐῶντες ἔργῳ ποιοῦσιν ἑαυτοὺς καθ' ἡμέραν ἀποδεεῖς καὶ κενοὺς καὶ τῆς αὔριον ἐκκρεμαμένους, [e] ὡς τῶν πέρυσι καὶ πρῴην καὶ χθὲς οὐ πρὸς αὐτοὺς ὄντων οὐδ' ὅλως αὐτοῖς γενομένων.    Καὶ τοῦτ' οὖν τὴν εὐθυμίαν ἐπιταράσσει κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται καὶ ταῖς ἀμυχαῖς, οὕτως ἄνθρωποι τῶν ἱλαρῶν καὶ προσηνῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνήσεσι, μᾶλλον δ' ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγουσιν εἴς τι χωρίον ἐμβαλόντας ὃ καλεῖται 'κανθαρώλεθρον', ἐκβῆναι μὴ δυναμένους ἀλλ' ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας [f] ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδ' ἀναπνεῦσαι. δεῖ δ' ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ λαμπρὰ καὶ φαιδρὰ προβάλλοντας ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν. ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδ' ἀπαλλαγῆναι· 'παλίντροπος γὰρ ἁρμονίη κόσμου, [474] [a] ὅκωσπερ λύρης καὶ τόξου', καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδ' ἀμιγές. ἀλλ' ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλ' ὁ πᾶσι χρῆσθαι καὶ μειγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος, οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων (ἐπεὶ κατὰ τὸν Εὐριπίδην 'οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,    ἀλλ' ἔστι τις σύγκρασις, ὥστ' ἔχειν καλῶς'), οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδ' ἀπαγορεύειν, ἀλλ' [b] ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ χείρονα καὶ τὰ φαῦλα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς.    Οὐ γάρ, ὡς ὁ Μένανδρός φησιν     'ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται    εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου    ἀγαθός,' ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον ἡμῶν γινόμενον παραλαμβάνουσι καὶ κατάρχονται μοῖραι καὶ δαίμονες·    'ἔνθ' ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις,    Δῆρίς θ' αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,    Καλλιστώ τ' Αἴσχρη τε Θόωσά τε Δηναίη τε, [c]    Νημερτής τ' ἐρόεσσα μελάγκαρπός τ' Ἀσάφεια.'    ὥστε τούτων ἑκάστου σπέρματα τῶν παθῶν ἀνακεκραμένα δεδεγμένης ἡμῶν τῆς γενέσεως καὶ διὰ τοῦτο πολλὴν ἀνωμαλίαν ἐχούσης, εὔχεται μὲν ὁ νοῦν ἔχων τὰ βελτίονα προσδοκᾷ δὲ καὶ θάτερα, χρῆται δ' ἀμφοτέροις τὸ ἄγαν ἀφαιρῶν. οὐ γὰρ μόνον 'ὁ τῆς αὔριον ἥκιστα δεόμενος' ὥς φησιν Ἐπίκουρος 'ἥδιστα πρόσεισι πρὸς τὴν αὔριον,' ἀλλὰ καὶ πλοῦτος εὐφραίνει καὶ δόξα καὶ δύναμις καὶ ἀρχὴ [καὶ] μάλιστα τοὺς ἥκιστα τἀναντία ταρβοῦντας. ἡ γὰρ σφοδρὰ περὶ ἕκαστον ἐπιθυμία σφοδρότατον [d] φόβον ἐμποιοῦσα τοῦ μὴ παραμένειν ἀσθενῆ τὴν χάριν ποιεῖ καὶ ἀβέβαιον ὥσπερ φλόγα καταπνεομένην· ᾧ δὲ δίδωσι πρὸς τὴν τύχην ἀδεῶς καὶ ἀτρόμως εἰπεῖν ὁ λογισμός    'ἡδὺ μὲν ἄν τι φέρῃς, ὀλίγον δ' ἄχος ἂν ἀπολείπῃς,' τοῦτον ἥδιστα ποιεῖ χρῆσθαι τοῖς παροῦσι τὸ θαρραλέον καὶ μὴ δεδιὸς αὐτῶν τὴν ἀποβολὴν ὡς ἀφόρητον. ἔξεστι γὰρ τὴν Ἀναξαγόρου διάθεσιν, ἀφ' ἧς ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς ἀνεφώνησεν 'ᾔδειν θνητὸν γεννήσας', μὴ θαυμάζοντας μόνον ἀλλὰ καὶ μιμουμένους ἐπιλέγειν ἑκάστῳ τῶν τυχηρῶν 'οἶδα τὸν πλοῦτον ἐφήμερον ἔχων καὶ [e] οὐ βέβαιον·' 'οἶδα τὴν ἀρχὴν ἀφελέσθαι δυναμένους τοὺς δεδωκότας·' 'οἶδα τὴν γυναῖκα χρηστὴν γυναῖκα δ' οὖσαν· καὶ τὸν φίλον ἄνθρωπον ὄντα', 'ζῷον φύσει εὐμετάβολον' ὡς ὁ Πλάτων εἶπεν ). αἱ γὰρ τοιαῦται παρασκευαὶ καὶ διαθέσεις, ἐάν τι συμβῇ τῶν ἀβουλήτων μὲν οὐκ ἀπροσδοκήτων δέ, μὴ δεχόμεναι τὸ 'οὐκ ἂν ᾤμην' καὶ τὸ 'ἄλλ' ἤλπιζον' καὶ τὸ 'ταῦτ' οὐ προσεδόκων,' οἷον πηδήματα καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσι καὶ ταχὺ πάλιν τὸ μανιῶδες καὶ ταραττόμενον ἱδρύουσιν. ὁ μὲν οὖν Καρνεάδης ἐπὶ πραγμάτων μεγάλων ὑπεμίμνησκεν, ὅτι [f] πᾶν καὶ ὅλον ἐστὶν εἰς λύπην καὶ ἀθυμίαν τὸ ἀπροσδόκητον. ἡ γὰρ Μακεδόνων βασιλεία τῆς Ῥωμαίων ἡγεμονίας πολλοστημόριον ἦν· ἀλλὰ Περσεὺς μὲν ἀποβαλὼν Μακεδονίαν αὐτός τε κατεθρήνει τὸν ἑαυτοῦ δαίμονα καὶ πᾶσιν ἐδόκει δυστυχέστατος ἀνθρώπων γεγονέναι καὶ βαρυποτμότατος, [475] [a] ὁ δὲ τούτου κρατήσας Αἰμίλιος ἑτέρῳ παραδιδοὺς τὴν ὁμοῦ τι γῆς καὶ θαλάττης ἄρχουσαν δύναμιν ἐστεφανοῦτο καὶ ἔθυεν εὐδαιμονιζόμενος, εἰκότως. οὗτος μὲν γὰρ ᾔδει λαμβάνων ἀρχὴν ἀποδοθησομένην, ἐκεῖνος δ' ἀπέβαλε μὴ προσδοκήσας. εὖ δὲ καὶ ὁ ποιητὴς οἷόν ἐστι τὸ παρὰ προσδοκίαν ἐδίδαξεν· ὁ γὰρ Ὀδυσσεὺς τοῦ μὲν κυνὸς σαίνοντος ἐξεδάκρυσε, τῇ δὲ γυναικὶ κλαιούσῃ παρακαθήμενος οὐδὲν ἔπαθε τοιοῦτον· ἐνταῦθα μὲν γὰρ ἀφῖκτο τῷ λογισμῷ τὸ πάθος ὑποχείριον ἔχων καὶ προκατειλημμένον, εἰς δ' ἐκεῖνον μὴ προσδοκήσας ἀλλ' ἐξαίφνης διὰ τὸ παράδοξον ἐνέπεσε. [b]    Καθόλου δ' ἐπεὶ τῶν ἀβουλήτων τὰ μὲν φύσει τὸ λυποῦν καὶ βαρῦνον ἐπιφέρει, τὰ δὲ πλεῖστα δόξῃ δυσχεραίνειν ἐθιζόμεθα καὶ μανθάνομεν, καὶ οὐκ ἄχρηστόν ἐστι πρὸς ταῦτα μὲν ἔχειν ἀεὶ τὸ τοῦ Μενάνδρου πρόχειρον   'οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ' (τί γὰρ πρὸς σέ ἐστι, φησίν, ἂν μήτε σαρκὸς ἅπτηται μήτε ψυχῆς, οἷόν ἐστι δυσγένεια πατρὸς ἢ μοιχεία γυναικὸς ἢ στεφάνου τινὸς ἢ προεδρίας ἀφαίρεσις, ὧν οὐ κωλύεται παρόντων ἄνθρωπος καὶ τὸ σῶμα βέλτιστα διακείμενον ἔχειν καὶ τὴν ψυχήν;), πρὸς δὲ τὰ φύσει δοκοῦντα λυπεῖν, οἷα νόσοι καὶ πόνοι καὶ θάνατοι φίλων καὶ τέκνων, [c] ἐκεῖνο τὸ Εὐριπίδειον   'οἴμοι· ‑ τί δ' οἴμοι; θνητά τοι πεπόνθαμεν.' οὐδεὶς γὰρ οὕτω τοῦ παθητικοῦ καταφερομένου καὶ ὀλισθάνοντος ἀντιλαμβάνεται λόγος ὡς ὁ τῆς κοινῆς καὶ φυσικῆς ἀνάμνησιν ποιῶν ἀνάγκης, ᾗ διὰ τὸ σῶμα μεμειγμένος ὁ ἄνθρωπος μόνην ταύτην τῇ τύχῃ λαβὴν δίδωσιν, ἐν δὲ τοῖς κυριωτάτοις καὶ μεγίστοις ἀσφαλὴς ἕστηκεν. ὁ Δημήτριος τὴν Μεγαρέων πόλιν καταλαβὼν ἠρώτησε τὸν Στίλπωνα, μή τι τῶν ἐκείνου διήρπασται· καὶ ὁ Στίλπων ἔφη μηδέν' ἰδεῖν 'τἀμά' φέροντα. καὶ τοίνυν τῆς τύχης πάντα τἄλλα λεηλατούσης καὶ περιαιρουμένης, ἔχομέν τι [d] τοιοῦτον ἐν ἑαυτοῖς 'οἷόν κ' οὔτε φέροιεν Ἀχαιοὶ οὔτ' ἂν ἄγοιεν.' ὅθεν οὐ δεῖ παντάπασιν ἐκταπεινοῦν οὐδὲ καταβάλλειν τὴν φύσιν ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον μηδ' ὑπὲρ τὴν τύχην ἔχουσαν, ἀλλὰ τοὐναντίον εἰδότας, ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου τὸ σαθρὸν καὶ τὸ ἐπίκηρον, ᾧ δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυθέντα, δόξαι τε χρησταὶ καὶ μαθήματα καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν, ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον, ἀνεκπλήκτους πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην [e] λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους [Ἄνυτον καὶ Μέλητον] λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δ' οὐ δύνανται. καὶ γὰρ ἡ τύχη δύναται νόσῳ περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν πρὸς δῆμον ἢ τύραννον· κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι τὸν ἀγαθὸν καὶ ἀνδρώδη καὶ μεγαλόψυχον οὐδὲ παρελέσθαι τὴν διάθεσιν, ἧς ἀεὶ παρούσης πλέον ἢ κυβερνήτου πρὸς θάλατταν ὄφελός ἐστι πρὸς τὸν βίον. κυβερνήτῃ γὰρ οὔτε [f] κῦμα πραῧναι τραχὺ καὶ πνεῦμα δυνατόν ἐστιν, οὔθ' ὅποι βούλεται δεομένῳ λιμένος τυχεῖν οὔτε θαρραλέως καὶ ἀτρόμως ὑπομεῖναι τὸ συμβαῖνον· ἀλλ' ἕως οὐκ ἀπέγνωκε τῇ τέχνῃ χρώμενος,    'φεύγει μέγα λαῖφος ὑποστολίσας ἐς ἐνέρτερον ἰστὸν    ἐρεβώδεος ἐκ θαλάσσης', ‹ἐπειδὰν δὲ τὸ πέλαγος› ὑπέρσχῃ, τρέμων κάθηται καὶ [476] [a] παλλόμενος. ἡ δὲ τοῦ φρονίμου διάθεσις τοῖς τε σωματικοῖς παρέχει γαλήνην ἐπὶ πλεῖστον, ἐκλύουσα τὰς τῶν νόσων κατασκευὰς ἐγκρατείᾳ καὶ διαίτῃ σώφρονι καὶ μετρίοις πόνοις, κἄν τις ἔξωθεν ἀρχὴ πάθους ὥσπερ διαδρομὴ γένηται σπιλάδος, 'εὐσταλεῖ καὶ κούφῃ κεραίᾳ παρήνεγκεν' ὥς φησιν Ἀσκληπιάδης· παραλόγου δέ τινος καὶ μεγάλου καταλαβόντος καὶ κρατήσαντος, ἐγγὺς ὁ λιμὴν καὶ πάρεστιν ἀπονήξασθαι τοῦ σώματος ὥσπερ ἐφολκίου μὴ στέγοντος.    Τὸν μὲν γὰρ ἀνόητον ὁ τοῦ θανάτου φόβος οὐχ ὁ τοῦ ζῆν πόθος ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ, περιπεπλεγμένον [b] ὥσπερ τὸν Ὀδυσσέα τῷ ἐρινεῷ , δεδοικότα τὴν Χάρυβδιν ὑποκειμένην,    'ἔνθ' οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ', καὶ πρὸς ταῦτα δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς ἔχοντα. ὁ δὲ τὴν τῆς ψυχῆς φύσιν ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον αὐτῆς ἢ μηθὲν κάκιον ἐν τῇ τελευτῇ μεταβολὴν ἐπιλογιζόμενος οὐ μικρὸν ἔχει τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον τὴν πρὸς τὸν θάνατον ἀφοβίαν. ᾧ γὰρ ἔξεστι τῆς μὲν ἀρεστῆς καὶ οἰκείας μερίδος ἐπικρατούσης ἡδέως ζῆν, τῶν δ' ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων ἀδεῶς ἀπελθεῖν εἰπόντα    'λύσει μ' ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω,' [c] τί ἂν τούτῳ χαλεπὸν ἢ δύσκολον ἢ ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν; ὁ γὰρ εἰπών 'προκατείλημμαί σ', ὦ τύχη, καὶ πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσιν' οὐ μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν ἐθάρρυνεν ἑαυτόν, ἀλλὰ δόγμασι καὶ λόγοις ὧν πᾶσι μέτεστι τοῖς βουλομένοις. καὶ δεῖ μηδὲν ἀπογινώσκειν μηδ' ἀπιστεῖν τῶν οὕτω λεγομένων, ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ συνενθουσιῶντα πεῖραν ἅμα λαμβάνειν ἑαυτοῦ καὶ κατανόησιν ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα, μὴ φεύγοντα μηδ' ἀπωθοῦντα τῆς ψυχῆς τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ διαδιδράσκοντ' [d] ‹εἰς τὸ› 'τάχα δ' οὐδὲν ἔσται δυσχερέστερον.' ἀτονίαν γὰρ ἐμποιεῖ καὶ μαλακίαν ἀγύμναστον ἡ περὶ τὸ ῥᾷστον ἀεὶ διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς· ἡ δὲ καὶ νόσου καὶ πόνου καὶ φυγῆς μελετῶσα φαντασίαν ὑφίστασθαι καὶ προσβιαζομένη τῷ λογισμῷ πρὸς ἕκαστον εὑρήσει πολὺ τὸ κατεψευσμένον καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι χαλεποῖς καὶ φοβεροῖς, ὡς ὁ καθ' ἕκαστον ἀποδείκνυσι λόγος.    Καίτοι πολλοὶ καὶ τὸ τοῦ Μενάνδρου πεφρίκασιν    'οὐκ ἔστιν εἰπεῖν ζῶντα. Τοῦτ' οὐ πείσομαι,' ἀγνοοῦντες ὅσον ἐστὶ πρὸς ἀλυπίαν ἀγαθὸν τὸ μελετᾶν [e] καὶ δύνασθαι πρὸς τὴν τύχην ἀνεῳγόσι τοῖς ὄμμασιν ἀντιβλέπειν καὶ μὴ ποιεῖν ἐν αὑτῷ τὰς φαντασίας ἀτρίπτους καὶ ἁπαλὰς ὥσπερ ἐνσκιατραφούμενον πολλαῖς ἐλπίσιν ὑπεικούσαις ἀεὶ καὶ πρὸς μηθὲν ἀντιτεινούσαις. ἐκεῖνο μέντοι καὶ πρὸς τὸν Μένανδρον ἔχομεν εἰπεῖν· 'οὐκ ἔστιν εἰπεῖν ζῶντα 'τοῦτ' οὐ πείσομαι,'' ἀλλ' ἔστιν εἰπεῖν ζῶντα 'τοῦτ' οὐ ποιήσω. οὐ ψεύσομαι, οὐ ῥᾳδιουργήσω, οὐκ ἀποστερήσω, οὐκ ἐπιβουλεύσω.' τοῦτο γὰρ ἐφ' ἡμῖν κείμενον οὐ μικρὸν ἀλλὰ μέγα πρὸς εὐθυμίαν πάρεστιν. ὥσπερ αὖ τοὐναντίον    'ἡ σύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος'  , [f] οἷον ἕλκος ἐν σαρκὶ τῇ ψυχῇ τὴν μεταμέλειαν αἱμάσσουσαν ἀεὶ καὶ νύσσουσαν ἐναπολείπει. τὰς μὲν γὰρ ἄλλας ἀναιρεῖ λύπας ὁ λόγος, τὴν δὲ μετάνοιαν αὐτὸς ἐνεργάζεται δακνομένην σὺν αἰσχύνῃ καὶ κολαζομένην ὑφ' αὑτῆς. ὡς γὰρ οἱ [477] [a] ῥιγοῦντες ἠπιάλοις καὶ πυρετοῖς διακαόμενοι τῶν ταῦτα πασχόντων ἔξωθεν ὑπὸ καύματος ἢ κρύους μᾶλλον ἐνοχλοῦνται καὶ κάκιον ἔχουσιν, οὕτως ἐλαφροτέρας ἔχει τὰ τυχηρὰ τὰς λύπας ὥσπερ ἔξωθεν ἐπιφερομένας, τὸ δέ    'οὔ τις ἐμοὶ τῶνδ' ἄλλος ἐπαίτιος, ἀλλ' ἐγὼ αὐτός' ἐπιθρηνούμενον τοῖς ἁμαρτανομένοις ἔνδοθεν ἐξ αὐτοῦ βαρύτερον ποιεῖ τῷ αἰσχρῷ τὸ ἀλγεινόν. ὅθεν οὔτ' οἰκία πολυτελὴς οὔτε χρυσίου πλῆθος οὔτ' ἀξίωμα γένους οὔτε μέγεθος ἀρχῆς, οὐ λόγου χάρις ἢ δεινότης εὐδίαν παρέχει βίῳ καὶ γαλήνην τοσαύτην, ὅσην ψυχὴ καθαρεύουσα πραγμάτων καὶ βουλευμάτων πονηρῶν καὶ τὴν τοῦ βίου [b] πηγὴν τὸ ἦθος ἀτάραχον ἔχουσα καὶ ἀμίαντον· ἀφ' ἧς αἱ καλαὶ πράξεις ῥέουσαι καὶ τὴν ἐνέργειαν ἐνθουσιώδη καὶ ἱλαρὰν μετὰ τοῦ μέγα φρονεῖν ἔχουσι καὶ τὴν μνήμην ἡδίονα καὶ βεβαιοτέραν τῆς Πινδαρικῆς γηροτρόφου ἐλπίδος. οὐ γάρ 'αἱ μὲν λιβανωτρίδες' ὡς ἔλεγε Καρνεάδης 'κἂν ἀποκενωθῶσι, τὴν εὐωδίαν ἐπὶ πολὺν χρόνον ἀναφέρουσιν,' ἐν δὲ τῇ ψυχῇ τοῦ νοῦν ἔχοντος αἱ καλαὶ πράξεις οὐκ ἀεὶ κεχαρισμένην καὶ πρόσφατον ἐναπολείπουσι τὴν ἐπίνοιαν, ὑφ' ἧς τὸ χαῖρον ἄρδεται καὶ τέθηλε καὶ καταφρονεῖ τῶν ὀδυρομένων καὶ λοιδορούντων τὸν [c] βίον, ὥς τινα κακῶν χώραν ἢ φυγαδικὸν τόπον ἐνταῦθα ταῖς ψυχαῖς ἀποδεδειγμένον.    Ἄγαμαι δὲ τοῦ Διογένους, ὃς τὸν ἐν Λακεδαίμονι ξένον ὁρῶν παρασκευαζόμενον εἰς ἑορτήν τινα καὶ φιλοτιμούμενον 'ἀνὴρ δ'' εἶπεν 'ἀγαθὸς οὐ πᾶσαν ἡμέραν ἑορτὴν ἡγεῖται;' καὶ πάνυ γε λαμπράν, εἰ σωφρονοῦμεν. ἱερὸν μὲν γὰρ ἁγιώτατον ὁ κόσμος ἐστὶ καὶ θεοπρεπέστατον· εἰς δὲ τοῦτον ὁ ἄνθρωπος εἰσάγεται διὰ τῆς γενέσεως οὐ χειροκμήτων οὐδ' ἀκινήτων ἀγαλμάτων θεστής, ἀλλ' οἷα νοῦς θεῖος αἰσθητὰ μιμήματα νοητῶν, φησὶν ὁ Πλάτων, ἔμφυτον ἀρχὴν ζωῆς ἔχοντα καὶ κινήσεως ἔφηνεν, [d] ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ποταμοὺς νέον ὕδωρ ἐξιέντας ἀεὶ καὶ γῆν φυτοῖς τε καὶ ζῴοις τροφὰς ἀναπέμπουσαν. ὧν τὸν βίον μύησιν ὄντα καὶ τελετὴν τελειοτάτην εὐθυμίας δεῖ μεστὸν εἶναι καὶ γήθους· οὐχ ὥσπερ οἱ πολλοὶ Κρόνια καὶ Διάσια καὶ Παναθήναια καὶ τοιαύτας ἄλλας ἡμέρας περιμένουσιν, ἵν' ἡσθῶσι καὶ ἀναπνεύσωσιν, ὠνητὸν ‹γελῶντες› γέλωτα μίμοις καὶ ὀρχησταῖς μισθοὺς τελέσαντες. εἶτ' ἐκεῖ μὲν εὔφημοι καθήμεθα κοσμίως (οὐδεὶς γὰρ ὀδύρεται μυούμενος οὐδὲ θρηνεῖ Πύθια θεώμενος ἢ πίνων ἐν Κρονίοις), ἃς δ' ὁ θεὸς ἡμῖν ἑορτὰς [e] χορηγεῖ καὶ μυσταγωγεῖ καταισχύνουσιν, ἐν ὀδυρμοῖς τὰ πολλὰ καὶ βαρυθυμίαις καὶ μερίμναις ἐπιπόνοις διατρίβοντες. καὶ τῶν μὲν ὀργάνων χαίρουσι τοῖς ἐπιτερπὲς ἠχοῦσι καὶ τῶν ὀρνέων τοῖς ᾄδουσι, καὶ τὰ παίζοντα καὶ σκιρτῶντα τῶν ζῴων ἡδέως ὁρῶσι, καὶ τοὐναντίον ὠρυομένοις καὶ βρυχωμένοις καὶ σκυθρωπάζουσιν ἀνιῶνται, τὸν δ' ἑαυτῶν βίον ἀμειδῆ καὶ κατηφῆ καὶ τοῖς ἀτερπεστάτοις πάθεσι καὶ πράγμασι καὶ φροντίσι μηδὲν πέρας ἐχούσαις πιεζόμενον ἀεὶ καὶ συνθλιβόμενον ὁρῶντες αὐτοὶ [f] μὲν αὑτοῖς ἀναπνοήν τινα καὶ ῥᾳστώνην πορίζειν ποθὲν ‹οὐκ ἐθέλουσιν›, ἀλλ' οὐδ' ἑτέρων παρακαλούντων προσδέχονται λόγον, ᾧ χρώμενοι καὶ τοῖς παροῦσιν ἀμέμπτως συνοίσονται καὶ τῶν γεγονότων εὐχαρίστως μνημονεύσουσι καὶ πρὸς τὸ λοιπὸν ἵλεω τὴν ἐλπίδα καὶ φαιδρὰν ἔχοντες ἀδεῶς καὶ ἀνυπόπτως προσάξουσιν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:53 - flow version _RPTC_G1.3