La Virtù delle donne - Plutarco

ἄξια διαπέφευγεν. ἐπεὶ δὲ πολλὰ καὶ κοινῇ καὶ ἰδίᾳ γυναιξὶν ἄξια λόγου πέπρακται, [243E] βραχέα τῶν κοινῶν οὐ χεῖρόν ἐστι προϊστορῆσαι. [242E] Περὶ ἀρετῆς, ὦ Κλέα, γυναικῶν οὐ τὴν αὐτὴν τῷ Θουκυδίδῃ γνώμην ἔχομεν. ὁ μὲν γάρ, ἧς ἂν ἐλάχιστος ᾖ παρὰ τοῖς ἐκτὸς ψόγου πέρι ἢ ἐπαίνου λόγος, ἀρίστην ἀποφαίνεται, καθάπερ τὸ σῶμα καὶ τοὔνομα τῆς ἀγαθῆς γυναικὸς οἰόμενος δεῖν κατάκλειστον εἶναι καὶ ἀνέξοδον. [242F] ἡμῖν δὲ κομψότερος μὲν ὁ Γοργίας φαίνεται, κελεύων μὴ τὸ εἶδος ἀλλὰ τὴν δόξαν εἶναι πολλοῖς γνώριμον τῆς γυναικός· ἄριστα δ’ ὁ Ῥωμαίων δοκεῖ νόμος ἔχειν, ὥσπερ ἀνδράσι καὶ γυναιξὶ δημοσίᾳ μετὰ τὴν τελευτὴν τοὺς προσήκοντας ἀποδιδοὺς ἐπαίνους. διὸ καὶ Λεοντίδος τῆς ἀρίστης ἀποθανούσης, εὐθύς τε μετὰ σοῦ τότε πολὺν λόγον εἴχομεν οὐκ ἀμοιροῦντα παραμυθίας φιλοσόφου καὶ νῦν, ὡς ἠβουλήθης, τὰ ὑπόλοιπα τῶν λεγομένων εἰς τὸ μίαν εἶναι καὶ τὴν αὐτὴν ἀνδρός τε καὶ γυναικὸς ἀρετὴν [243A] προσανέγραψά σοι, τὸ ἱστορικὸν ἀποδεικτικὸν ἔχοντα καὶ πρὸς ἡδονὴν μὲν ἀκοῆς οὐ συντεταγμένον, εἰ δὲ τῷ πείθοντι καὶ τὸ τέρπον ἔνεστι φύσει τοῦ παραδείγματος, οὐ φεύγει χάριν ἀποδείξεως συνεργὸν ὁ λόγος οὐδ’ αἰσχύνεται «ταῖς Μούσαις τὰς Χάριτας συγκαταμιγνὺς καλλίστην συζυγίαν» ὡς Εὐριπίδης φησίν, ἐκ τοῦ φιλοκάλου μάλιστα τῆς ψυχῆς ἀναδούμενος τὴν πίστιν. Φέρε γάρ, εἰ λέγοντες τὴν αὐτὴν εἶναι ζωγραφίαν ἀνδρῶν καὶ γυναικῶν παρειχόμεθα τοιαύτας γραφὰς γυναικῶν, [243B] οἵας Ἀπελλῆς ἀπολέλοιπεν ἢ Ζεῦξις ἢ Νικόμαχος, ἆρ’ ἄν τις ἐπετίμησεν ἡμῖν, ὡς τοῦ χαρίζεσθαι καὶ ψυχαγωγεῖν μᾶλλον ἢ τοῦ πείθειν στοχαζομένοις; ἐγὼ μὲν οὐκ οἶμαι. τί δέ; ἐὰν ποιητικὴν πάλιν ἢ μαντικὴν ἀποφαίνοντες οὐχ ἑτέραν μὲν ἀνδρῶν ἑτέραν δὲ γυναικῶν οὖσαν, ἀλλὰ τὴν αὐτήν, τὰ Σαπφοῦς μέλη τοῖς Ἀνακρέοντος ἢ τὰ Σιβύλλης λόγια τοῖς Βάκιδος ἀντιπαραβάλλωμεν, ἕξει τις αἰτιάσασθαι δικαίως τὴν ἀπόδειξιν, ὅτι χαίροντα καὶ τερπόμενον ἐπάγει τῇ πίστει τὸν ἀκροατήν; οὐδὲ τοῦτ’ ἂν εἴποις. καὶ μὴν οὐκ ἔστιν ἀρετῆς γυναικείας [243C] καὶ ἀνδρείας ὁμοιότητα καὶ διαφορὰν ἄλλοθεν καταμαθεῖν μᾶλλον, ἢ βίους βίοις καὶ πράξεσι πράξεις ὥσπερ ἔργα μεγάλης τέχνης παρατιθέντας ἅμα καὶ σκοποῦντας, εἰ τὸν αὐτὸν ἔχει χαρακτῆρα καὶ τύπον ἡ Σεμιράμεως μεγαλοπραγμοσύνη τῇ Σεσώστριος ἢ ἡ Τανακυλλίδος σύνεσις τῇ Σερουίου τοῦ βασιλέως ἢ τὸ Πορκίας φρόνημα τῷ Βρούτου καὶ τῷ Πελοπίδου τὸ Τιμοκλείας, κατὰ τὴν κυριωτάτην κοινότητα καὶ δύναμιν· ἐπειδὴ διαφοράς γέ τινας ἑτέρας ὥσπερ χροιὰς ἰδίας αἱ ἀρεταὶ διὰ τὰς φύσεις λαμβάνουσι καὶ συνεξομοιοῦνται τοῖς ὑποκειμένοις ἔθεσι καὶ κράσεσι σωμάτων καὶ τροφαῖς καὶ διαίταις· [243D] ἄλλως γὰρ ἀνδρεῖος ὁ Ἀχιλλεὺς ἄλλως ὁ Αἴας· καὶ φρόνησις Ὀδυσσέως οὐχ ὁμοία τῇ Νέστορος, οὐδὲ δίκαιος ὡσαύτως Κάτων καὶ Ἀγησίλαος, οὐδ’ Εἰρήνη φίλανδρος ὡς Ἄλκηστις οὐδὲ Κορνηλία μεγαλόφρων ὡς Ὀλυμπιάς. ἀλλὰ μὴ παρὰ τοῦτο πολλὰς καὶ διαφόρους ποιῶμεν ἀνδρείας καὶ φρονήσεις καὶ δικαιοσύνας, ἂν μόνον τοῦ λόγου τοῦ οἰκείου μηδεμίαν αἱ καθ’ ἕκαστον ἀνομοιότητες ἐκβιβάζωσι. τὰ μὲν οὖν ἄγαν περιβόητα καὶ ὅσων οἶμαί σε βεβαίαν ἄλλοις βιβλίοις ἐντυχοῦσαν ἱστορίαν ἔχειν καὶ γνῶσιν ἤδη, παρήσω· πλὴν εἰ μή τινα τοὺς τὰ κοινὰ καὶ δεδημευμένα πρὸ ἡμῶν ἱστορήσαντας ἀκοῆς ἄξια διαπέφευγεν. ἐπεὶ δὲ πολλὰ καὶ κοινῇ καὶ ἰδίᾳ γυναιξὶν ἄξια λόγου πέπρακται, [243E] βραχέα τῶν κοινῶν οὐ χεῖρόν ἐστι προϊστορῆσαι.

Τρωϊάδες[Επεξεργασία] Τῶν ἀπ’ Ἰλίου περὶ τὴν ἅλωσιν ἐκφυγόντων οἱ πλεῖστοι χειμῶνι χρησάμενοι καὶ δι’ ἀπειρίαν τοῦ πλοῦ καὶ ἄγνοιαν τῆς θαλάττης ἀπενεχθέντες εἰς τὴν Ἰταλίαν καὶ περὶ τὸν Θύμβριν ποταμὸν ὅρμοις καὶ ναυλόχοις ἀναγκαίοις μόλις ὑποδραμόντες, αὐτοὶ μὲν ἐπλανῶντο περὶ τὴν χώραν φραστήρων δεόμενοι, [243F] ταῖς δὲ γυναιξὶν ἐμπίπτει λογισμός, ὡς ἡτισοῦν ἵδρυσις ἐν γῇ πάσης πλάνης καὶ ναυτιλίας εὖ τε καὶ καλῶς πράττουσιν ἀνθρώποις ἀμείνων ἐστί, καὶ πατρίδα δεῖ ποιεῖν αὑτοῖς τοὺς ἀπολαβεῖν ἣν ἀπολωλέκασι μὴ δυναμένους. ἐκ δὲ τούτου συμφρονήσασαι κατέφλεξαν τὰ πλοῖα, μιᾶς καταρξαμένης ὥς φασι Ῥώμης. πράξασαι δὲ ταῦτα τοῖς ἀνδράσιν ἀπήντων βοηθοῦσι πρὸς τὴν θάλασσαν, καὶ φοβούμεναι τὴν ὀργὴν αἱ μὲν ἀνδρῶν αἱ δ’ οἰκείων ἀντιλαμβανόμεναι καὶ καταφιλοῦσαι λιπαρῶς, [244A] ἐξεπράυναν τῷ τρόπῳ τῆς φιλοφροσύνης. διὸ καὶ γέγονε καὶ παραμένει ταῖς Ῥωμαίων γυναιξὶν ἔτι νῦν ἔθος ἀσπάζεσθαι μετὰ τοῦ καταφιλεῖν τοὺς κατὰ γένος προσήκοντας αὐταῖς. συνιδόντες γὰρ ὡς ἔοικε τὴν ἀνάγκην οἱ Τρῶες καὶ ἅμα πειρώμενοι τῶν ἐγχωρίων, εὐμενῶς καὶ φιλανθρώπως προσδεχομένων, ἠγάπησαν τὸ πραχθὲν ὑπὸ τῶν γυναικῶν καὶ συγκατῴκησαν αὐτόθι τοῖς Λατίνοις. Φωκίδες[Επεξεργασία] Τὸ δὲ τῶν Φωκίδων ἐνδόξου μὲν οὐ τετύχηκε συγγραφέως, [244B] οὐδενὸς δὲ τῶν γυναικείων ἔλαττον εἰς ἀρετήν ἐστι, μαρτυρούμενον ἱεροῖς τε μεγάλοις, ἃ δρῶσι Φωκεῖς ἔτι νῦν περὶ Ὑάμπολιν, καὶ δόγμασι παλαιοῖς, ὧν τὸ μὲν καθ’ ἕκαστον τῆς πράξεως ἐν τῷ Δαϊφάντου βίῳ γέγραπται, τὸ δὲ τῶν γυναικῶν τοιοῦτόν ἐστιν. ἄσπονδος ἦν Θετταλοῖς πρὸς Φωκέας πόλεμος· οἱ μὲν γὰρ ἄρχοντας αὐτῶν καὶ τυράννους ἐν ταῖς Φωκικαῖς πόλεσιν ἡμέρᾳ μιᾷ πάντας ἀπέκτειναν, οἱ δὲ πεντήκοντα καὶ διακοσίους ἐκείνων ὁμήρους κατηλόησαν· εἶτα πανστρατιᾷ διὰ Λοκρῶν ἐνέβαλον, δόγμα θέμενοι μηδενὸς φείδεσθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσασθαι. [244C] Δαΐφαντος οὖν ὁ Βαθυλλίου, τρίτος αὐτὸς ἄρχων, ἔπεισε τοὺς Φωκεῖς αὐτοὺς μὲν ἀπαντήσαντας τοῖς Θετταλοῖς μάχεσθαι, τὰς δὲ γυναῖκας ἅμα τοῖς τέκνοις εἰς ἕνα που τόπον συναγαγόντας ἐξ ἁπάσης τῆς Φωκίδος, ὕλην τε περινῆσαι ξύλων καὶ φυλακὰς καταλιπεῖν, πρόσταγμα δόντας, ἂν αἴσθωνται νικωμένους αὐτούς, κατὰ τάχος τὴν ὕλην ἀνάψαι καὶ καταπρῆσαι τὰ σώματα. ψηφισαμένων δὲ ταῦτα τῶν ἄλλων, εἷς ἐξαναστὰς ἔφη δίκαιον εἶναι ταῦτα συνδοκεῖν καὶ ταῖς γυναιξίν· [244D] εἰ δὲ μή, χαίρειν ἐᾶν καὶ μὴ προσβιάζεσθαι. τούτου τοῦ λόγου διελθόντος εἰς τὰς γυναῖκας, αὐταὶ καθ’ ἑαυτὰς συνελθοῦσαι ταὐτὰ ἐψηφίσαντο καὶ τὸν Δαΐφαντον ἀνέδησαν, ὡς τὰ ἄριστα τῇ Φωκίδι βεβουλευμένον· τὰ δ’ αὐτὰ καὶ τοὺς παῖδας ἰδίᾳ φασὶν ἐκκλησιάσαντας ἐπιψηφίσασθαι. πραχθέντων δὲ τούτων, συμβαλόντες οἱ Φωκεῖς περὶ Κλεωνὰς τῆς Ὑαμπόλιδος ἐνίκησαν. τὸ μὲν οὖν ψήφισμα Φωκέων Ἀπόνοιαν οἱ Ἕλληνες ὠνόμασαν· [244E] ἑορτὴν δ’ ἐκ πασῶν μεγίστην τὰ Ἐλαφηβόλια μέχρι νῦν τῇ Ἀρτέμιδι τῆς νίκης ἐκείνης ἐν Ὑαμπόλιδι τελοῦσιν. Χῖαι[Επεξεργασία] Χῖοι Λευκωνίαν ἐπῴκησαν ἐκ τοιαύτης αἰτίας. ἐγάμει τις ἐν Χίῳ τῶν δοκούντων γνωρίμων εἶναι· ἀγομένης δὲ τῆς νύμφης ἐπὶ ζεύγους ὁ βασιλεὺς Ἵπποκλος, ἐπιτήδειος ὢν τῷ γαμοῦντι καὶ παρὼν ὥσπερ οἱ λοιποί, μέθης οὔσης καὶ γέλωτος, ἀνεπήδησεν ἐπὶ τὸ ζεῦγος, οὐδὲν ὑβριστικὸν πράξων, ἀλλ’ ἔθει κοινῷ καὶ παιδιᾷ χρώμενος· οἱ δὲ φίλοι τοῦ γαμοῦντος ἀπέκτειναν αὐτόν. μηνιμάτων δὲ τοῖς Χίοις προφαινομένων καὶ τοῦ θεοῦ κελεύσαντος τοὺς Ἵπποκλον ἀνελόντας ἀνελεῖν, [244F] ἅπαντες ἔφασαν Ἵπποκλον ἀνῃρηκέναι. πάντας οὖν αὖθις ὁ θεὸς ἐκέλευσε τὴν πόλιν ἐκλιπεῖν, εἰ πᾶσι τοῦ ἄγους μέτεστιν. οὕτω δὴ τοὺς αἰτίους καὶ μετασχόντας τοῦ φόνου καὶ συνεπαινέσαντας ἁμωσγέπως, οὐκ ὀλίγους γενομένους οὐδ’ ἀδυνάτους ὄντας, ἀπῴκισαν εἰς Λευκωνίαν, ἣν Κορωνεῖς ἀφελόμενοι πρότερον ἐκτήσαντο μετ’ Ἐρυθραίων. ὕστερον δὲ πολέμου πρὸς τοὺς Ἐρυθραίους αὐτοῖς γενομένου, μέγιστον Ἰώνων δυναμένους τότε, [245A] κἀκείνων ἐπὶ τὴν Λευκωνίαν στρατευσάντων ἀντέχειν μὴ δυνάμενοι συνεχώρησαν ἐξελθεῖν ὑπόσπονδοι, χλαῖναν | μίαν ἑκάστου καὶ ἱμάτιον ἄλλο δὲ μηδὲν ἔχοντος. αἱ δὲ γυναῖκες ἐκάκιζον αὐτούς, εἰ προέμενοι τὰ ὅπλα γυμνοὶ διὰ τῶν πολεμίων ἐξίασιν· ὀμωμοκέναι δὲ φασκόντων, ἐκέλευον αὐτοὺς τὰ μὲν ὅπλα μὴ καταλιπεῖν, λέγειν δὲ πρὸς τοὺς πολεμίους ὅτι χλαῖνα μέν ἐστι τὸ ξυστόν, χιτὼν δ’ ἡ ἀσπὶς ἀνδρὶ θυμὸν ἔχοντι. πεισθέντων δὲ ταῦτα τῶν Χίων καὶ πρὸς τοὺς Ἐρυθραίους παρρησιαζομένων καὶ τὰ ὅπλα δεικνυόντων, ἐφοβήθησαν οἱ Ἐρυθραῖοι τὴν τόλμαν αὐτῶν καὶ οὐδεὶς προσῆλθεν οὐδ’ ἐκώλυσεν, [245B] ἀλλ’ ἠγάπησαν ἀπαλλαγέντων. οὗτοι μὲν οὖν θαρρεῖν διδαχθέντες ὑπὸ τῶν γυναικῶν οὕτως ἐσώθησαν. Τούτου δ’ οὐδέν τι λειπόμενον ἔργον ἀρετῇ καὶ χρόνοις ὕστερον πολλοῖς ἐπράχθη ταῖς Χίων γυναιξίν, ὁπηνίκα Φίλιππος ὁ Δημητρίου πολιορκῶν τὴν πόλιν ἐκήρυξε κήρυγμα βάρβαρον καὶ ὑπερήφανον, ἀφίστασθαι τοὺς οἰκέτας πρὸς ἑαυτὸν ἐπ’ ἐλευθερίᾳ καὶ γάμῳ τῆς κεκτημένης, ὡς συνοικιῶν αὐτοὺς ταῖς τῶν δεσποτῶν γυναιξί. δεινὸν δ’ αἱ γυναῖκες καὶ ἄγριον θυμὸν λαβοῦσαι, μετὰ τῶν οἰκετῶν καὶ αὐτῶν συναγανακτούντων καὶ συμπαρόντων ὥρμησαν ἀναβαίνειν ἐπὶ τὰ τείχη, [245C] καὶ λίθους καὶ βέλη προσφέρουσαι καὶ παρακελευόμεναι καὶ προσλιπαροῦσαι τοῖς μαχομένοις, τέλος δ’ ἀμυνόμεναι καὶ βάλλουσαι τοὺς πολεμίους, ἀπώσαντο τὸν Φίλιππον, οὐδενὸς δούλου τὸ παράπαν ἀποστάντος πρὸς αὐτόν. Ἀργεῖαι[Επεξεργασία] Οὐδενὸς δ’ ἧττον ἔνδοξόν ἐστι τῶν κοινῇ διαπεπραγμένων γυναιξὶν ἔργων ὁ πρὸς Κλεομένη περὶ Ἄργους ἀγών, ὃν ἠγωνίσαντο Τελεσίλλης τῆς ποιητρίας προτρεψαμένης. ταύτην δέ φασιν οἰκίας οὖσαν ἐνδόξου τῷ δὲ σώματι νοσηματικὴν εἰς θεοῦ πέμψαι περὶ ὑγιείας· [245D] καὶ χρησθὲν αὐτῇ Μούσας θεραπεύειν, πειθομένην τῷ θεῷ καὶ ἐπιθεμένην ᾠδῇ καὶ ἁρμονίᾳ τοῦ τε πάθους ἀπαλλαγῆναι ταχὺ καὶ θαυμάζεσθαι διὰ ποιητικὴν ὑπὸ τῶν γυναικῶν. ἐπεὶ δὲ Κλεομένης ὁ βασιλεὺς τῶν Σπαρτιατῶν πολλοὺς ἀποκτείνας (οὐ μήν, ὡς ἔνιοι μυθολογοῦσιν, ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχιλίοις) ἐβάδιζε πρὸς τὴν πόλιν, ὁρμὴ καὶ τόλμα δαιμόνιος παρέστη ταῖς ἀκμαζούσαις τῶν γυναικῶν ἀμύνεσθαι τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος. ἡγουμένης δὲ τῆς Τελεσίλλης ὅπλα λαμβάνουσαι καὶ παρ’ ἔπαλξιν ἱστάμεναι κύκλῳ τὰ τείχη περιέστεψαν, [245E] ὥστε θαυμάζειν τοὺς πολεμίους. τὸν μὲν οὖν Κλεομένη πολλῶν πεσόντων ἀπεκρούσαντο· τὸν δ’ ἕτερον βασιλέα Δημάρατον, ὡς Σωκράτης φησίν, ἐντὸς γενόμενον καὶ κατασχόντα τὸ Παμφυλιακὸν ἐξέωσαν. οὕτω δὲ τῆς πόλεως περιγενομένης, τὰς μὲν πεσούσας ἐν τῇ μάχῃ τῶν γυναικῶν ἐπὶ τῆς ὁδοῦ τῆς Ἀργείας ἔθαψαν, ταῖς δὲ σωθείσαις ὑπόμνημα τῆς ἀριστείας ἔδοσαν ἱδρύσασθαι τὸν Ἐνυάλιον. τὴν δὲ μάχην οἱ μὲν ἑβδόμῃ λέγουσιν ἱσταμένου μηνός, οἱ δὲ νουμηνίᾳ γενέσθαι τοῦ νῦν μὲν τετάρτου, πάλαι δ’ Ἑρμαίου παρ’ Ἀργείοις, καθ’ ἣν μέχρι νῦν τὰ Ὑβριστικὰ τελοῦσι, γυναῖκας μὲν ἀνδρείοις χιτῶσι καὶ χλαμύσιν, [245F] ἄνδρας δὲ πέπλοις γυναικῶν καὶ καλύπτραις ἀμφιεννύντες. ἐπανορθούμενοι δὲ τὴν ὀλιγανδρίαν οὐχ, ὡς Ἡρόδοτος ἱστορεῖ, τοῖς δούλοις, ἀλλὰ τῶν περιοίκων ποιησάμενοι πολίτας τοὺς ἀρίστους, συνῴκισαν τὰς γυναῖκας· ἐδόκουν δὲ καὶ τούτους ἀτιμάζειν καὶ περιορᾶν ἐν τῷ συγκαθεύδειν ὡς χείρονας. ὅθεν ἔθεντο νόμον τὸν κελεύοντα πώγωνα δεῖν ἐχούσας συναναπαύεσθαι τοῖς ἀνδράσι τὰς γεγαμημένας. Περσίδες[Επεξεργασία] [246A] Πέρσας Ἀστυάγου βασιλέως καὶ Μήδων ἀποστήσας Κῦρος ἡττήθη μάχῃ· φεύγουσι δὲ τοῖς Πέρσαις εἰς τὴν πόλιν, ὀλίγον ἀπεχόντων συνεισπεσεῖν τῶν πολεμίων, ἀπήντησαν αἱ γυναῖκες πρὸ τῆς πόλεως καὶ τοὺς πέπλους ἐκ τῶν κάτω μερῶν ἐπάρασαι «ποῖ φέρεσθε» εἶπον, «ὦ κάκιστοι πάντων ἀνθρώπων; οὐ γὰρ ἐνταῦθά γε δύνασθε καταδῦναι φεύγοντες, ὅθεν ἐξεγένεσθε.» ταύτην τὴν ὄψιν ἅμα καὶ τὴν φωνὴν αἰδεσθέντες οἱ Πέρσαι καὶ κακίσαντες ἑαυτοὺς ἀνεστρέψαντο καὶ συμβαλόντες ἐξ ἀρχῆς ἐτρέψαντο τοὺς πολεμίους. [246B] ἐκ τούτου κατέστη νόμος, εἰσελάσαντος βασιλέως εἰς τὴν πόλιν ἑκάστην γυναῖκα χρυσοῦν λαμβάνειν, Κύρου νομοθετήσαντος. Ὦχον δέ φασι, τά τ’ ἄλλα μοχθηρὸν καὶ φιλοκερδέστατον βασιλέων ὄντα, περικάμψαι τὴν πόλιν ἀεὶ καὶ μὴ παρελθεῖν ἀλλ’ ἀποστερῆσαι τῆς δωρεᾶς τὰς γυναῖκας. Ἀλέξανδρος δὲ καὶ δὶς εἰσῆλθε καὶ ταῖς κυούσαις διπλοῦν ἔδωκε. Κελταί[Επεξεργασία] Κελτοῖς, πρὶν ὑπερβαλεῖν Ἄλπεις καὶ κατοικῆσαι τῆς Ἰταλίας ἣν νῦν νέμονται χώραν, στάσις ἐμπεσοῦσα δεινὴ καὶ δυσκατάπαυστος εἰς πόλεμον ἐμφύλιον προῆλθεν. [246C] αἱ δὲ γυναῖκες ἐν μέσῳ τῶν ὅπλων γενόμεναι καὶ παραλαβοῦσαι τὰ νείκη διῄτησαν οὕτως ἀμέμπτως καὶ διέκριναν, ὥστε φιλίαν πᾶσι θαυμαστὴν καὶ κατὰ πόλεις καὶ κατ’ οἴκους γενέσθαι πρὸς πάντας. ἐκ τούτου διετέλουν περί τε πολέμου καὶ εἰρήνης βουλευόμενοι μετὰ τῶν γυναικῶν καὶ τὰ πρὸς τοὺς συμμάχους ἀμφίβολα δι’ ἐκείνων βραβεύοντες. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις ἐγράψαντο, Κελτῶν μὲν ἐγκαλούντων Καρχηδονίοις τοὺς ἐν Ἰβηρίᾳ Καρχηδονίων ἐπάρχους καὶ στρατηγοὺς εἶναι δικαστάς· ἂν δὲ Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι, [246D] τὰς Κελτῶν γυναῖκας. Μηλίαι[Επεξεργασία] Μήλιοι γῆς χρῄζοντες ἀμφιλαφοῦς Νυμφαῖον ἡγεμόνα τῆς ἀποικίας ἐποιήσαντο, νέον ἄνδρα καὶ κάλλει διαφέροντα· τοῦ δὲ θεοῦ πλεῖν κελεύσαντος αὐτούς, ὅπου δ’ ἂν ἀποβάλωσι τοὺς κομιστῆρας, ἐκεῖ κατοικεῖν, συνέπεσε τῇ Καρίᾳ προσβαλοῦσιν αὐτοῖς καὶ ἀποβᾶσι τὰς ναῦς ὑπὸ χειμῶνος διαφθαρῆναι. τῶν δὲ Καρῶν οἱ Κρύασσαν οἰκοῦντες, εἴτε τὴν ἀπορίαν οἰκτείραντες εἴτε δείσαντες αὐτῶν τὴν τόλμαν, [246E] ἐκέλευον οἰκεῖν παρ’ αὐτοῖς καὶ τῆς χώρας μετέδωκαν· εἶτα πολλὴν ἐν ὀλίγῳ χρόνῳ λαμβάνοντας αὔξησιν ὁρῶντες, ἐπεβούλευον ἀνελεῖν εὐωχίαν τινὰ καὶ θοίνην παρασκευάσαντες. ἔτυχε δὲ Καρίνη παρθένος ἐρῶσα τοῦ Νυμφαίου [καὶ] λανθάνουσα τοὺς ἄλλους· ἐκαλεῖτο δὲ Καφένη· πραττομένων δὲ τούτων οὐ δυναμένη τὸν Νυμφαῖον περιορᾶν ἀπολλύμενον ἐξήγγειλε τὴν διάνοιαν αὐτῷ τῶν πολιτῶν. ὡς οὖν ἧκον οἱ Κρυασσεῖς καλοῦντες αὐτούς, οὐκ ἔφη νόμον ὁ Νυμφαῖος Ἕλλησιν εἶναι βαδίζειν ἐπὶ δεῖπνον ἄνευ γυναικῶν· ἀκούσαντες δ’ οἱ Κᾶρες ἐκέλευον ἄγειν καὶ τὰς γυναῖκας. [246F] οὕτω δὴ φράσας τὰ πεπραγμένα Μηλίοις ἐκέλευσεν αὐτοὺς μὲν ἀνόπλους ἐν ἱματίοις βαδίζειν, τῶν δὲ γυναικῶν ἑκάστην ξίφος ἐν τῷ κόλπῳ κομίζειν καὶ καθέζεσθαι παρὰ τὸν αὑτῆς. ἐπεὶ δὲ τοῦ δείπνου μεσοῦντος ἐδόθη τὸ σύνθημα τοῖς Καρσὶ καὶ συνῄσθοντο τὸν καιρὸν οἱ Ἕλληνες, αἱ μὲν γυναῖκες ἅμα πᾶσαι τοὺς κόλπους διέσχον, οἱ δὲ τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διέφθειραν αὐτοὺς ἅμα πάντας· κτησάμενοι δὲ τὴν χώραν καὶ τὴν πόλιν ἐκείνην καταβαλόντες ᾤκισαν ἑτέραν, ἣν Νέαν Κρύασσαν ὠνόμασαν. [247A] ἡ δὲ Καφένη τῷ Νυμφαίῳ γαμηθεῖσα τιμὴν καὶ χάριν ἔσχε ταῖς εὐεργεσίαις πρέπουσαν. ἄξιον οὖν ἄγασθαι τῶν γυναικῶν καὶ τὴν σιωπὴν καὶ τὸ θάρσος καὶ τὸ μηδεμίαν ἐν πολλαῖς μηδ’ ἄκουσαν ὑπὸ δειλίας κακὴν γενέσθαι. Τυρρηνίδες[Επεξεργασία] Τυρρηνῶν τοίνυν τῶν Λῆμνον καὶ Ἴμβρον κατασχόντων, ἁρπασάντων δὲ Βραυρωνόθεν τὰς Ἀθηναίων γυναῖκας, ἐγένοντο παῖδες, οὓς ἐξήλασαν Ἀθηναῖοι μιξοβαρβάρους ὄντας ἐκ τῶν νήσων. οἱ δ’ εἰς Ταίναρον κατάραντες ἐγένοντο χρήσιμοι Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον, [247B] καὶ διὰ τοῦτο πολιτείας καὶ γάμων τυχόντες, οὐκ ἀξιούμενοι δ’ ἀρχείων καὶ βουλῆς, ὑπόνοιαν ἔσχον ὡς ἐπὶ νεωτερισμῷ συνερχόμενοι καὶ διανοούμενοι τὰ καθεστῶτα κινεῖν. συλλαβόντες οὖν αὐτοὺς οἱ Λακεδαιμόνιοι καὶ καθείρξαντες ἐφύλαττον ἰσχυρῶς, ζητοῦντες ἑλεῖν σαφέσι καὶ βεβαίοις ἐλέγχοις· αἱ δὲ τῶν καθειργμένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν παραγενόμεναι, πολλαῖς ἱκεσίαις καὶ δεήσεσι παρείθησαν ὑπὸ τῶν φυλάκων ὅσον ἀσπάσασθαι καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δ’ εἰσῆλθον, ἐκέλευον αὐτοὺς μεταμφιέννυσθαι ταχὺ τὰ ἱμάτια καὶ τὰ μὲν αὑτῶν ἐκείναις ἀπολιπεῖν, [247C] τὰ δ’ ἐκείνων ἐνδύντας αὐτοὺς ἀπιέναι περικαλυψαμένους. γενομένων δὲ τούτων, αἱ μὲν ὑπέμειναν αὐτοῦ παραταξάμεναι πρὸς πάντα τὰ δεινά, τοὺς δ’ ἄνδρας ἐξαπατηθέντες οἱ φύλακες παρῆκαν ὡς δὴ γυναῖκας. ἐκ δὴ τούτου καταλαβομένων αὐτῶν τὰ Ταΰγετα καὶ τὸ εἱλωτικὸν ἀφιστάντων καὶ προσδεχομένων, οἱ Σπαρτιᾶται εἰς πολὺν φόβον καταστάντες ἐπεκηρυκεύσαντο καὶ διηλλάγησαν ἐπὶ τῷ κομίσασθαι μὲν αὐτοὺς τὰς γυναῖκας, χρήματα δὲ καὶ ναῦς λαβόντας ἐκπλεῦσαι καὶ γῆς τυχόντας ἀλλαχόθι καὶ πόλεως ἀποίκους Λακεδαιμονίων καὶ συγγενεῖς νομίζεσθαι. [247D] ταῦτ’ ἔπραττον οἱ Πελασγοὶ Πόλλιν ἡγεμόνα καὶ Δελφὸν καὶ Κραταΐδαν Λακεδαιμονίους λαβόντες· καὶ μέρος μὲν αὐτῶν ἐν Μήλῳ κατῴκησαν· τοὺς δὲ πλείστους οἱ περὶ Πόλλιν ἔχοντες εἰς Κρήτην ἔπλευσαν, ἀποπειρώμενοι τῶν λογίων. ἐχρήσθη γὰρ αὐτοῖς, ὅταν τὴν θεὸν καὶ τὴν ἄγκυραν ἀπολέσωσι, παύσασθαι πλάνης καὶ πόλιν ἐκεῖ συνοικίζειν. ὁρμισθεῖσιν οὖν πρὸς τῇ λεγομένῃ Χερρονήσῳ θόρυβοι πανικοὶ προσέπεσον νύκτωρ, ὑφ’ ὧν διαπτοηθέντες ἐνεπήδησαν εἰς τὰς ναῦς ἀκόσμως, [247E] ἀπολιπόντες ἐν τῇ γῇ ξόανον τῆς Ἀρτέμιδος, ὃ πατρῷον ἦν αὐτοῖς εἰς Λῆμνον ἐκ Βραύρωνος κομισθέν, ἐκ δὲ Λήμνου πανταχοῦ συμπεριαγόμενον. ἐπεὶ δὲ τοῦ θορύβου λήξαντος ἐπόθησαν αὐτὸ κατὰ πλοῦν, ἅμα δ’ ὁ Πόλλις κατέμαθε τῇ ἀγκύρᾳ τὸν ὄνυχα μὴ προσόντα (βίᾳ γὰρ ἑλκομένης ὡς ἔοικεν ἐν τόποις ὑποπέτροις ἀποσπασθεὶς ἔλαθε), περαίνεσθαι τὰ πυθόχρηστα φήσας ἐσήμαινεν ἀναστρέφειν· καὶ κατέσχε τὴν χώραν, καὶ μάχαις πολλαῖς τῶν ἀντιταξαμένων ἐπικρατήσας Λύκτον ᾤκησε καὶ πόλεις ἄλλας ἔλαβεν ὑποχειρίους. διὸ καὶ νομίζουσιν αὑτοὺς Ἀθηναίοις τε διὰ τὰς μητέρας κατὰ γένος προσήκειν καὶ Σπαρτιατῶν ἀποίκους εἶναι. Λυκίαι[Επεξεργασία] Τὸ δ’ ἐν Λυκίᾳ γενέσθαι λεγόμενον μυθῶδες μέν ἐστιν, ἔχει δέ τινα φήμην ὁμοῦ μαρτυροῦσαν. Ἀμισώδαρος γάρ, ὥς φασιν, ὃν Ἰσάραν Λύκιοι καλοῦσιν, ἧκεν ἐκ τῆς περὶ Ζέλειαν ἀποικίας Λυκίων, λῃστρίδας ἄγων ναῦς, ὧν Χίμαρρος ἡγεῖτο, πολεμιστὴς μὲν ἀνὴρ ὠμὸς δὲ καὶ θηριώδης. ἔπλει δὲ πλοίῳ λέοντα μὲν ἔχοντι πρῴραθεν ἐπίσημον, ἐκ δὲ πρύμνης δράκοντα, [248A] καὶ πολλὰ κακὰ τοὺς Λυκίους ἐποίει, καὶ πλεῦσαι τὴν θάλατταν οὐκ ἦν οὐδὲ τὰς ἐγγὺς θαλάττης πόλεις οἰκεῖν. τοῦτον οὖν ἀποκτείνας ὁ Βελλεροφόντης φεύγοντα τῷ Πηγάσῳ διώξας, ἐκβαλὼν δὲ καὶ τὰς Ἀμαζόνας, οὐδενὸς ἐτύγχανε τῶν δικαίων, ἀλλ’ ἦν ἀδικώτατος περὶ αὐτὸν Ἰοβάτης· ὅθεν εἰς τὴν θάλατταν ἐμβὰς ηὔξατο κατ’ αὐτοῦ τῷ Ποσειδῶνι τὴν χώραν ἄκαρπον γενέσθαι καὶ ἀνόνητον. εἶθ’ ὁ μὲν ἀπῄει κατευξάμενος, κῦμα δὲ διαρθὲν ἐπέκλυζε τὴν γῆν, καὶ θέαμα δεινὸν ἦν ἑπομένης μετεώρου τῆς θαλάττης καὶ ἀποκρυπτούσης τὸ πεδίον. [248B] ἐπεὶ δὲ τῶν ἀνδρῶν δεομένων τὸν Βελλεροφόντην ἐπισχεῖν οὐδὲν ἔπειθον, αἱ γυναῖκες ἀνασυράμεναι τοὺς χιτωνίσκους ἀπήντησαν αὐτῷ· πάλιν οὖν ὑπ’ αἰσχύνης ἀναχωροῦντος ὀπίσω καὶ τὸ κῦμα λέγεται συνυποχωρῆσαι. τινὲς δὲ τοῦ λόγου τούτου παραμυθούμενοι τὸ μυθῶδες οὔ φασι κατάραις ὑπαγαγέσθαι τὴν θάλασσαν αὐτόν, ἀλλὰ τοῦ πεδίου τὸ πιότατον ὑποκεῖσθαι τῇ θαλάσσῃ ταπεινότερον· ὀφρὺν δὲ παρατείνουσαν ἀκτῆς, ἣ διεῖργε τὴν θάλασσαν, [248C] ἐκρῆξαι τὸν Βελλεροφόντην, καὶ βίᾳ τοῦ πελάγους ἐπιφερομένου καὶ κατακλύζοντος τὸ πεδίον τοὺς μὲν ἄνδρας οὐδὲν περαίνειν δεομένους αὐτοῦ, τὰς δὲ γυναῖκας ἀθρόας περιχυθείσας αἰδοῦς τυχεῖν καὶ ἀποπαῦσαι τὴν ὀργήν. οἱ δ’ ὅλως τὴν λεγομένην Χίμαιραν ὄρος ἀντήλιον γεγονέναι φασὶ καὶ ποιεῖν ἀνακλάσεις [καὶ ἀνακαύσεις] ἐν τῷ θέρει χαλεπὰς καὶ πυρώδεις, ὑφ’ ὧν ἀνὰ τὸ πεδίον σκεδαννυμένων μαραίνεσθαι τοὺς καρπούς. τὸν δὲ Βελλεροφόντην συμφρονήσαντα διακόψαι τοῦ κρημνοῦ τὸ λειότατον καὶ μάλιστα τὰς ἀνακλάσεις ἀνταποστέλλον· ἐπεὶ δ’ οὐκ ἐτύγχανε χάριτος, ὀργῇ πρὸς ἄμυναν τραπέσθαι τῶν Λυκίων, πεισθῆναι δ’ ὑπὸ τῶν γυναικῶν. [248D] ἣν δὲ Νύμφις ἐν τῷ τετάρτῳ περὶ Ἡρακλείας αἰτίαν εἴρηκεν, ἥκιστα μυθώδης ἐστί· λέγει γάρ, ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης οὐδεμιᾶς ἐτύγχανεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρι οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι. διὸ καὶ νόμος ἦν τοῖς Ξανθίοις μὴ πατρόθεν ἀλλ’ ἀπὸ μητέρων χρηματίζειν. Σαλματίδες[Επεξεργασία] [248E] Ἀννίβα δὲ τοῦ Βάρκα, πρὶν ἐπὶ Ῥωμαίους στρατεύειν, ἐν Ἰβηρίᾳ πόλει μεγάλῃ Σαλματικῇ προσμαχομένου, πρῶτον μὲν ἔδεισαν οἱ πολιορκούμενοι καὶ συνέθεντο ποιήσειν τὸ προσταττόμενον Ἀννίβᾳ τριακόσια δόντες ἀργυρίου τάλαντα καὶ τριακοσίους ὁμήρους. ἀνέντος δὲ τὴν πολιορκίαν ἐκείνου μεταγνόντες οὐδὲν ἔπραττον ὧν ὡμολόγησαν. [248F] αὖθις οὖν ἐπιστρέψαντος αὐτοῦ καὶ τοὺς στρατιώτας ἐπὶ διαρπαγῇ χρημάτων κελεύσαντος ἐπιχειρεῖν τῇ πόλει, παντάπασι καταπλαγέντες οἱ βάρβαροι συνεχώρησαν ἐξελθεῖν ἐν ἱματίῳ τοὺς ἐλευθέρους, ὅπλα καὶ χρήματα καὶ ἀνδράποδα καὶ τὴν πόλιν καταλιπόντας. αἱ δὲ γυναῖκες οἰόμεναι τῶν μὲν ἀνδρῶν φωράσειν ἕκαστον ἐξιόντα τοὺς πολεμίους, αὐτῶν δ’ οὐκ ἂν ἅψασθαι, ξίφη λαβοῦσαι καὶ ἀποκρύψασαι συνεξέπιπτον τοῖς ἀνδράσιν. ἐξελθόντων δὲ πάντων ὁ Ἀννίβας φρουρὰν Μασαισυλίων ἐπιστήσας ἐν τῷ προαστείῳ συνεῖχεν αὐτούς, οἱ δ’ ἄλλοι τὴν πόλιν ἀτάκτως ἐμπεσόντες διήρπαζον. πολλῶν δ’ ἀγομένων οἱ Μασαισύλιοι καρτερεῖν οὐκ ἠδύναντο βλέποντες [249A] οὐδὲ τῇ φυλακῇ τὸν νοῦν προσεῖχον, ἀλλ’ ἠγανάκτουν καὶ ἀπεχώρουν ὡς μεθέξοντες τῆς ὠφελείας. ἐν τούτῳ δ’ αἱ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδοσαν, ἔνιαι δὲ καὶ δι’ ἑαυτῶν ἐπετίθεντο τοῖς φρουροῦσι· μία δὲ καὶ λόγχην ἐξαρπάσασα Βάνωνος τοῦ ἑρμηνέως αὐτὸν ἐκεῖνον ἔπαισεν· ἔτυχε δὲ τεθωρακισμένος· τῶν δ’ ἄλλων τοὺς μὲν καταβαλόντες, τοὺς δὲ τρεψάμενοι διεξέπεσον ἀθρόοι μετὰ τῶν γυναικῶν. πυθόμενος δ’ ὁ Ἀννίβας καὶ διώξας τοὺς μὲν καταληφθέντας ἀνεῖλεν· οἱ δὲ τῶν ὀρῶν ἐπιλαβόμενοι παραχρῆμα μὲν διέφυγον, [249B] ὕστερον δὲ πέμψαντες ἱκετηρίαν εἰς τὴν πόλιν ὑπ’ αὐτοῦ κατήχθησαν, ἀδείας καὶ φιλανθρωπίας τυχόντες. Μιλήσιαι[Επεξεργασία] Τὰς Μιλησίων ποτὲ παρθένους δεινὸν πάθος καὶ ἀλλόκοτον κατέσχεν ἐκ δή τινος αἰτίας ἀδήλου· μάλιστα δ’ εἰκάζετο κρᾶσιν ἐκστατικὴν καὶ φαρμακώδη λαβὼν ὁ ἀὴρ τροπὴν αὐταῖς καὶ παραφορὰν τῆς διανοίας ἐνεργάσασθαι. πάσαις μὲν γὰρ ἐξαίφνης ἐπιθυμία θανάτου καὶ πρὸς ἀγχόνην ὁρμὴ περιμανὴς ἐνέπιπτε, πολλαὶ δ’ ἀπήγχοντο λανθάνουσαι· [249C] λόγοι δὲ καὶ δάκρυα γονέων καὶ παρηγορίαι φίλων οὐδὲν ἐπέραινον, ἀλλὰ περιῆσαν ἐπινοίας καὶ πανουργίας ἁπάσης τῶν φυλαττόντων ἑαυτὰς διαχρώμεναι. καὶ τὸ κακὸν ἐδόκει δαιμόνιον εἶναι καὶ κρεῖττον ἀνθρωπίνης βοηθείας, ἄχρις οὗ γνώμῃ νοῦν ἔχοντος ἀνδρὸς ἐγράφη προβούλευμα, τὰς ἀπαγχομένας γυμνὰς ἐκκομίζεσθαι διὰ τῆς ἀγορᾶς· καὶ τοῦτο κυρωθὲν οὐ μόνον ἐπέσχεν, ἀλλὰ καὶ παντελῶς ἔπαυσε θανατώσας τὰς παρθένους. μέγα δὴ τεκμήριον εὐφυΐας καὶ ἀρετῆς ἡ τῆς ἀδοξίας εὐλάβεια καὶ τὸ πρὸς τὰ δεινότατα τῶν ὄντων, [249D] θάνατον καὶ πόνον, ἀδεῶς ἐχούσας αἰσχροῦ φαντασίαν μὴ ὑπομεῖναι μηδ’ ἐνεγκεῖν αἰσχύνην μετὰ θάνατον ἐσομένην. Κῖαι[Επεξεργασία] Ταῖς Κίων παρθένοις ἔθος ἦν εἰς ἱερὰ δημόσια συμπορεύεσθαι καὶ διημερεύειν μετ’ ἀλλήλων, οἱ δὲ μνηστῆρες ἐθεῶντο παιζούσας καὶ χορευούσας· ἑσπέρας δὲ πρὸς ἑκάστην ἀνὰ μέρος βαδίζουσαι διηκονοῦντο τοῖς ἀλλήλων γονεῦσι καὶ ἀδελφοῖς ἄχρι τοῦ καὶ τοὺς πόδας ἀπονίζειν. τῶν δὲ μνηστήρων ἤρων πολλάκις μιᾶς πλείονες οὕτω κόσμιον ἔρωτα καὶ νόμιμον, ὥστε τῆς κόρης ἐγγυηθείσης ἑνὶ τοὺς ἄλλους εὐθὺς πεπαῦσθαι. κεφάλαιον δὲ τῆς εὐταξίας τῶν γυναικῶν τὸ μήτε μοιχείαν μήτε φθορὰν ἀνέγγυον [249E] ἐτῶν ἑπτακοσίων μνημονεύεσθαι παρ’ αὐτοῖς γενομένην. Φωκίδες[Επεξεργασία] Τῶν ἐν Φωκεῦσι τυράννων κατειληφότων Δελφοὺς καὶ τὸν ἱερὸν κληθέντα πόλεμον Θηβαίων πολεμούντων πρὸς αὐτούς, αἱ περὶ τὸν Διόνυσον γυναῖκες, ἃς Θυιάδας ὀνομάζουσιν, ἐκμανεῖσαι καὶ περιπλανηθεῖσαι νυκτὸς ἔλαθον ἐν Ἀμφίσσῃ γενόμεναι· κατάκοποι δ’ οὖσαι καὶ μηδέπω τοῦ φρονεῖν παρόντος αὐταῖς ἐν τῇ ἀγορᾷ προέμεναι τὰ σώματα σποράδην ἔκειντο καθεύδουσαι. [249F] τῶν δ’ Ἀμφισσέων αἱ γυναῖκες, φοβηθεῖσαι μὴ διὰ τὸ σύμμαχον τὴν πόλιν Φωκέων γεγονέναι καὶ συχνοὺς στρατιώτας παρεῖναι τῶν τυράννων ἀγνωμονηθῶσιν αἱ Θυιάδες, ἐξέδραμον εἰς τὴν ἀγορὰν ἅπασαι καὶ κύκλῳ περιστᾶσαι σιωπῇ κοιμωμέναις μὲν οὐ προσῄεσαν, ἐπεὶ δ’ ἐξανέστησαν, ἄλλαι περὶ ἄλλας ἐγίνοντο θεραπεύουσαι καὶ τροφὴν προσφέρουσαι· τέλος δὲ πείσασαι τοὺς ἄνδρας ἐπηκολούθησαν αὐταῖς ἄχρι τῶν ὅρων ἀσφαλῶς προπεμπομέναις. Οὐαλερία καὶ Κλοιλία[Επεξεργασία] [250A]Ταρκύνιον Σούπερβον, ἕβδομον ἀπὸ Ῥωμύλου βασιλεύοντα Ῥωμαίων, ἐξήλασεν ὕβρις καὶ ἀρετὴ Λουκρητίας, γυναικὸς ἀνδρὶ γεγαμημένης λαμπρῷ καὶ κατὰ γένος προσήκοντι τοῖς βασιλεῦσιν. ἐβιάσθη μὲν γὰρ ὑφ’ ἑνὸς τῶν Ταρκυνίου παίδων ἐπιξενωθέντος αὐτῇ· φράσασα δὲ τοῖς φίλοις καὶ οἰκείοις τὸ πάθος εὐθὺς ἀπέσφαξεν ἑαυτήν. [250B] ἐκπεσὼν δὲ τῆς ἀρχῆς ὁ Ταρκύνιος ἄλλους τε πολλοὺς ἐπολέμησε πολέμους, πειρώμενος ἀναλαβεῖν τὴν ἡγεμονίαν, καὶ τέλος ἄρχοντα Τυρρηνῶν Πορσίναν ἔπεισεν ἐπὶ τὴν Ῥώμην στρατεῦσαι μετὰ πολλῆς δυνάμεως. ἅμα δὲ τῷ πολέμῳ καὶ λιμοῦ συνεπιτιθεμένου τοῖς Ῥωμαίοις, πυνθανόμενοι τὸν Πορσίναν οὐ πολεμικὸν εἶναι μόνον, ἀλλὰ καὶ δίκαιον ἄνδρα καὶ χρηστόν, ἐβούλοντο χρῆσθαι <τούτῳ- δικαστῇ πρὸς τὸν Ταρκύνιον. ἀπαυθαδισαμένου δὲ τοῦ Ταρκυνίου καὶ τὸν Πορσίναν, εἰ μὴ μενεῖ σύμμαχος βέβαιος, οὐδὲ κριτὴν δίκαιον ἔσεσθαι φάσκοντος, ἀφεὶς ἐκεῖνον ὁ Πορσίνας ἔπραττεν, ὅπως φίλος ἄπεισι Ῥωμαίων, τῆς τε χώρας ὅσην ἀπετέτμηντο Τυρρηνῶν καὶ τοὺς αἰχμαλώτους κομισάμενος. [250C] ἐπὶ τούτοις ὁμήρων αὐτῷ δοθέντων δέκα μὲν ἀρρένων παίδων δέκα δὲ θηλειῶν (ἐν αἷς ἦν ἡ Ποπλικόλα τοῦ ὑπάτου θυγάτηρ Οὐαλερία), πᾶσαν εὐθὺς ἀνῆκε τὴν πρὸς τὸν πόλεμον παρασκευήν, καίπερ οὔπω τέλος ἐχούσης τῆς ὁμολογίας. αἱ δὲ παρθένοι κατέβησαν μὲν ἐπὶ τὸν ποταμὸν ὡς λουσόμεναι μικρὸν ἀπωτέρω τοῦ στρατοπέδου· μιᾶς δ’ αὐτῶν ὄνομα Κλοιλίας προτρεψαμένης ἀναδησάμεναι περὶ τὰς κεφαλὰς τοὺς χιτωνίσκους παρεβάλοντο πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας νέουσαι <καὶ- διεπέρασαν ἀλλήλων ἐχόμεναι πολυπόνως καὶ μόλις. [250D] εἰσὶ δ’ οἱ λέγοντες ἵππου τὴν Κλοιλίαν εὐπορήσασαν αὐτὴν μὲν ἐπιβῆναι καὶ διεξελαύνειν ἠρέμα, ταῖς δ’ ἄλλαις ὑφηγεῖσθαι παραθαρσύνουσαν νηχομένας καὶ παραβοηθοῦσαν. ᾧ δὲ τεκμηρίῳ χρῶνται, μετ’ ὀλίγον ἐροῦμεν. ἐπεὶ δὲ σωθείσας εἶδον οἱ Ῥωμαῖοι, τὴν μὲν ἀρετὴν καὶ τὴν τόλμαν ἐθαύμασαν, τὴν δὲ κομιδὴν οὐκ ἠγάπησαν οὐδ’ ὑπέμειναν ἐν πίστει χείρονες ἀνδρὸς ἑνὸς γενέσθαι. πάλιν οὖν τὰς κόρας ἐκέλευσαν ἀπιέναι καὶ συνέπεμψαν αὐταῖς ἀγωγούς, [250E] οἷς διαβᾶσι τὸν ποταμὸν ἐνέδραν ὑφεὶς ὁ Ταρκύνιος ὀλίγον ἐδέησεν ἐγκρατὴς γενέσθαι τῶν παρθένων. ἡ μὲν οὖν τοῦ ὑπάτου Ποπλικόλα θυγάτηρ Οὐαλερία μετὰ τριῶν προεξέφυγεν οἰκετῶν εἰς τὸ τοῦ Πορσίνα στρατόπεδον, τὰς δ’ ἄλλας ὁ τοῦ Πορσίνα υἱὸς Ἄρρους ταχὺ προσβοηθήσας ἐξείλετο τῶν πολεμίων. ἐπεὶ δ’ ἤχθησαν, ἰδὼν αὐτὰς ὁ Πορσίνας ἐκέλευσεν εἰπεῖν, ἥτις ἐστὶν ἡ προτρεψαμένη καὶ κατάρξασα τοῦ βουλεύματος. αἱ μὲν οὖν ἄλλαι φοβηθεῖσαι περὶ τῆς Κλοιλίας ἐσιώπησαν· αὐτῆς δὲ τῆς Κλοιλίας εἰπούσης ἑαυτήν, ἀγασθεὶς ὁ Πορσίνας ἐκέλευσεν ἵππον ἀχθῆναι κεκοσμημένον εὐπρεπῶς, [250F] καὶ τῇ Κλοιλίᾳ δωρησάμενος ἀπέπεμψεν εὐμενῶς καὶ φιλανθρώπως πάσας. τοῦτο ποιοῦνται σημεῖον οἱ πολλοὶ τοῦ τὴν Κλοιλίαν ἵππῳ διεξελάσαι τὸν ποταμόν· οἱ δ’ οὔ φασιν, ἀλλὰ τὴν ῥώμην θαυμάσαντα καὶ τὴν τόλμαν αὐτῆς ὡς κρείττονα γυναικὸς ἀξιῶσαι δωρεᾶς ἀνδρὶ πολεμιστῇ πρεπούσης. ἀνέκειτο γοῦν ἔφιππος εἰκὼν γυναικὸς ἐπὶ τῆς ὁδοῦ τῆς ἱερᾶς λεγομένης, ἣν οἱ μὲν τῆς Κλοιλίας οἱ δὲ τῆς Οὐαλερίας λέγουσιν εἶναι. Μίκκα καὶ Μεγιστώ[Επεξεργασία] Ἀριστότιμος Ἠλείοις ἐπαναστὰς τύραννος ἴσχυε μὲν δι’ Ἀντιγόνου τοῦ βασιλέως, ἐχρῆτο δὲ τῇ δυνάμει πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον· καὶ γὰρ αὐτὸς ἦν φύσει θηριώδης, [251A] καὶ τοῖς φυλάττουσι τὴν ἀρχὴν καὶ τὸ σῶμα βαρβάροις μιγάσι δουλεύων ὑπὸ φόβου, πολλὰ μὲν ὑβριστικὰ πολλὰ δ’ ὠμὰ τοὺς πολίτας ὑπ’ αὐτῶν περιεώρα πάσχοντας· οἷον ἦν καὶ τὸ Φιλοδήμου πάθος. ἔχοντος γὰρ αὐτοῦ θυγατέρα καλὴν ὄνομα Μίκκαν ἐπεχείρησέ τις τῶν περὶ τὸν τύραννον ξεναγῶν ὄνομα Λεύκιος ὕβρει μᾶλλον ἢ ἔρωτι συγγενέσθαι· καὶ πέμψας ἐκάλει τὴν παρθένον. οἱ μὲν οὖν γονεῖς τὴν ἀνάγκην ὁρῶντες ἐκέλευον βαδίζειν· [251B] ἡ δὲ παῖς οὖσα γενναία καὶ μεγαλόφρων ἐδεῖτο τοῦ πατρὸς περιπλεκομένη καὶ καθικετεύουσα μᾶλλον αὐτὴν περιιδεῖν ἀποθανοῦσαν ἢ τὴν παρθενίαν αἰσχρῶς καὶ παρανόμως ἀφαιρεθεῖσαν. καὶ διατριβῆς γενομένης σπαργῶν καὶ μεθύων ὁ Λεύκιος αὐτὸς ἐξανέστη μεταξὺ πίνων πρὸς ὀργήν· καὶ τὴν Μίκκαν εὑρὼν ἐν τοῖς γόνασι τοῦ πατρὸς τὴν κεφαλὴν ἔχουσαν ἐκέλευεν αὐτῷ συνακολουθεῖν· οὐ βουλομένης δὲ τὸ χιτώνιον περιρρήξας ἐμαστίγου γυμνήν, αὐτὴν μὲν ἐγκαρτεροῦσαν σιωπῇ ταῖς ἀλγηδόσιν· ὁ δὲ πατὴρ καὶ ἡ μήτηρ, ὡς οὐδὲν ἀντιβολοῦντες καὶ δακρύοντες ἐπέραινον, [251C] ἐτράποντο πρὸς θεῶν καὶ ἀνθρώπων ἀνάκλησιν ὡς δεινὰ καὶ παράνομα πάσχοντες. ὁ δὲ βάρβαρος ἐκμανεὶς παντάπασιν ὑπὸ τοῦ θυμοῦ καὶ μέθης ἀποσφάττει τὴν παρθένον, ὡς ἔτυχεν ἐν τοῖς κόλποις τοῦ πατρὸς ἔχουσα τὸ πρόσωπον. Ἀλλ’ οὐδὲ τούτοις ὁ τύραννος ἐκάμπτετο, πολλοὺς δ’ ἀνῄρει καὶ πλείονας ἐφυγάδευεν· ὀκτακόσιοι γοῦν λέγονται καταφυγεῖν ἐπ’ Αἰτωλοὺς δεόμενοι τὰς γυναῖκας αὑτοῖς καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου. ὀλίγῳ δ’ ὕστερον αὐτὸς ἐκήρυξε τὰς βουλομένας γυναῖκας ἀπιέναι πρὸς τοὺς ἄνδρας, ὅσα βούλονται τῶν γυναικείων χρημάτων ἐπιφερομένας. [251D] ἐπεὶ δὲ πάσας ᾔσθετο μεθ’ ἡδονῆς τὸ κήρυγμα δεδεγμένας (ἐγένοντο γὰρ ὑπερεξακόσιαι τὸ πλῆθος), ἐκέλευσεν ἀθρόας ἡμέρᾳ ῥητῇ βαδίζειν, ὡς τὴν ἀσφάλειαν αὐτὸς παρέξων. ἐνστάσης δὲ τῆς ἡμέρας αἱ μὲν ἐπὶ τὰς πύλας ἠθροίζοντο τὰ χρήματα συσκευασάμεναι, καὶ τῶν τέκνων τὰ μὲν ἐν ταῖς ἀγκάλαις φέρουσαι τὰ δ’ ἐπὶ τῶν ἁμαξῶν ἔχουσαι, καὶ περιέμενον ἀλλήλας· ἄφνω δὲ πολλοὶ τῶν τοῦ τυράννου ἐπεφέροντο, μένειν βοῶντες ἔτι πόρρωθεν. ὡς δ’ ἐγγὺς ἐγένοντο, τὰς μὲν γυναῖκας ἐκέλευον ἀναχωρεῖν ὀπίσω, τὰ δὲ ζεύγη καὶ τὰς ἁμάξας ὑποστρέψαντες ἔωσαν εἰς αὐτὰς καὶ διὰ μέσων ἀφειδῶς διήλαυνον, [251E] οὔτ’ ἀκολουθεῖν οὔτε μένειν ἐῶντες οὔτε τοῖς νηπίοις βοηθεῖν ἀπολλυμένοις (τὰ μὲν γὰρ ἐκπίπτοντα τῶν ἁμαξῶν τὰ δ’ ὑποπίπτοντα διεφθείροντο), βοῇ καὶ μάστιξιν ὥσπερ πρόβατα τῶν μισθοφόρων ἐπειγόντων ἀνατρεπομένας ὑπ’ ἀλλήλων, ἕως εἰς τὸ δεσμωτήριον ἐνέβαλον ἁπάσας, τὰ δὲ χρήματα πρὸς τὸν Ἀριστότιμον ἀπεκομίσθη. χαλεπῶς δὲ τῶν Ἠλείων ἐπὶ τούτοις ἐχόντων αἱ περὶ τὸν Διόνυσον ἱεραὶ γυναῖκες, ἃς <τὰς- ἑκκαίδεκα καλοῦσιν, ἱκετηρίας καὶ στέμματα τῶν ἀπὸ τοῦ θεοῦ λαβοῦσαι περὶ τὴν ἀγορὰν ἀπήντησαν τῷ Ἀριστοτίμῳ, [251F] καὶ τῶν δορυφόρων ὑπ’ αἰδοῦς διαστάντων, ἔστησαν τὸ πρῶτον σιωπῇ <καὶ- ὁσίως προϊσχόμεναι τὰς ἱκετηρίας. ἐπεὶ δ’ ἐγένοντο φανεραὶ δεόμεναι καὶ παραιτούμεναι τὴν ὀργὴν ὑπὲρ τῶν γυναικῶν, παροξυνθεὶς πρὸς τοὺς δορυφόρους καὶ κεκραγὼς ὅτι προσελθεῖν εἴασαν αὐτὰς ἐποίησε τὰς μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας ἐξελάσαι [ἐκ] τῆς ἀγορᾶς, ἑκάστην δὲ δυσὶ ταλάντοις ἐζημίωσε. Γενομένων δὲ τούτων, ἐν μὲν τῇ πόλει συνέστησε πρᾶξιν ἐπὶ τὸν τύραννον Ἑλλάνικος, ἀνὴρ διὰ γῆρας ἤδη καὶ δύο τέκνων θάνατον ὡς οὐδὲν ἂν πράξας ὑπὸ τοῦ τυράννου περιορώμενος. [252A] ἐκ δ’ Αἰτωλίας διαπεράσαντες οἱ φυγάδες καταλαμβάνουσι τῆς χώρας ἐπιτήδειον ἐμπολεμεῖν ἔρυμα τὴν Ἀμυμώνην, καὶ συχνοὺς προσεδέχοντο τῶν πολιτῶν ἐκ τῆς Ἤλιδος ἀποδιδράσκοντας. ταῦτα δὲ δείσας ὁ Ἀριστότιμος εἰσῆλθε πρὸς τὰς γυναῖκας, καὶ νομίζων φόβῳ μᾶλλον ἢ χάριτι διαπράξεσθαι προσέταττε πέμπειν καὶ γράφειν αὐτὰς τοῖς ἀνδράσιν ὅπως ἀπίωσιν ἐκ τῆς χώρας· [252B] εἰ δὲ μή, κατασφάξειν ἠπείλει πάσας αἰκισάμενος καὶ προανελὼν τοὺς παῖδας. αἱ μὲν οὖν ἄλλαι, πολὺν χρόνον ἐφεστῶτος καὶ κελεύοντος εἰπεῖν εἴ τι πράξουσι τούτων, οὐδὲν ἀπεκρίναντο πρὸς ἐκεῖνον, ἀλλὰ προσέβλεψαν ἀλλήλαις σιωπῇ καὶ διένευσαν, ἀνθομολογούμεναι τὸ μὴ δεδιέναι μηδ’ ἐκπεπλῆχθαι τὴν ἀπειλήν. Μεγιστὼ δ’ ἡ Τιμολέοντος γυνὴ καὶ διὰ τὸν ἄνδρα καὶ τὴν ἀρετὴν ἡγεμονικὴν ἔχουσα τάξιν, διαναστῆναι μὲν οὐκ ἠξίωσεν οὐδ’ εἴασε τὰς ἄλλας· καθεζομένη δ’ ἀπεκρίνατο πρὸς αὐτόν «εἰ μὲν ἦς ἀνὴρ φρόνιμος, οὐκ ἂν διελέγου γυναιξὶ περὶ ἀνδρῶν, ἀλλὰ πρὸς ἐκείνους ἂν ὡς κυρίους ἡμῶν ἔπεμπες, ἀμείνονας λόγους εὑρὼν ἢ δι’ ὧν ἡμᾶς ἐξηπάτησας· [252C] εἰ δ’ αὐτὸς ἐκείνους πεῖσαι ἀπεγνωκὼς δι’ ἡμῶν ἐπιχειρεῖς παραλογίζεσθαι, μήθ’ ἡμᾶς ἔλπιζε πάλιν ἐξαπατήσειν μήτ’ ἐκεῖνοι κακῶς οὕτω φρονήσειαν, ὥστε φειδόμενοι παιδαρίων καὶ γυναικῶν ἐγκαταλιπεῖν τὴν τῆς πατρίδος ἐλευθερίαν· οὐ γὰρ τοσοῦτο κακὸν αὐτοῖς ἡμᾶς ἀπολέσαι μηδὲ νῦν ἔχοντας, ὅσον ἀγαθὸν ἐξελέσθαι τῆς σῆς ὠμότητος καὶ ὕβρεως τοὺς πολίτας.» ταῦτα τῆς Μεγιστοῦς λεγούσης, οὐκ ἀνασχόμενος ὁ Ἀριστότιμος ἐκέλευσε τὸ παιδίον αὐτῆς ὡς ἀποκτενῶν ἐν ὄψει κομισθῆναι. ζητούντων δὲ τῶν ὑπηρετῶν ἀναμεμιγμένον ἐν τοῖς ἄλλοις παίζουσι καὶ διαπαλαίουσιν, ἡ μήτηρ ὀνομαστὶ προσκαλεσαμένη «δεῦρο» ἔφη «τέκνον, [252D] πρὶν αἰσθέσθαι καὶ φρονεῖν ἀπαλλάγηθι τῆς πικρᾶς τυραννίδος· ὡς ἐμοὶ βαρύτερόν ἐστι δουλεύοντά σε παρ’ ἀξίαν ἐφορᾶν ἢ ἀποθνήσκοντα.» τοῦ δ’ Ἀριστοτίμου σπασαμένου τὴν μάχαιραν ἐπ’ αὐτὴν ἐκείνην καὶ μετ’ ὀργῆς ἐπιφερομένου, τῶν συνήθων τις αὐτῷ Κύλλων ὄνομα πιστὸς δοκῶν εἶναι, μισῶν δὲ καὶ μετέχων τῆς συνωμοσίας τοῖς περὶ τὸν Ἑλλάνικον, [252E] ἀντέστη καὶ ἀπέστρεψε δεόμενος καὶ λέγων ἀγεννὲς εἶναι καὶ γυναικῶδες, οὐκ ἀνδρὸς ἡγεμονικοῦ καὶ πράγμασι χρῆσθαι μεμαθηκότος τὸ ἔργον· ὥστε μόλις ἔννουν γενόμενον τὸν Ἀριστότιμον ἀπελθεῖν. γίγνεται δὲ σημεῖον αὐτῷ μέγα· μεσημβρία μὲν γὰρ ἦν καὶ μετὰ τῆς γυναικὸς ἀνεπαύετο· παρασκευαζομένων δὲ τῶν περὶ τὸ δεῖπνον, ἀετὸς μετέωρος ὤφθη δινούμενος ὑπὲρ τῆς οἰκίας, εἶθ’ ὥσπερ ἐκ προνοίας καὶ στοχασμοῦ λίθον ἀφῆκεν εὐμεγέθη κατ’ ἐκεῖνο τῆς στέγης τὸ μέρος, οὗ τὸ δωμάτιον ἦν, ἐν ᾧ κατακείμενος ἐτύγχανεν ὁ Ἀριστότιμος. ἅμα δ’ ἄνωθεν ψόφου μεγάλου καὶ κραυγῆς ἔξωθεν ὑπὸ τῶν ἰδόντων τὸν ὄρνιν γενομένης, ἐκπλαγεὶς καὶ πυθόμενος τὸ γεγονὸς μετεπέμψατο μάντιν, [252F] ᾧ χρώμενος διετέλει κατ’ ἀγοράν, καὶ διηρώτα περὶ τοῦ σημείου συντεταραγμένος. ὁ δ’ ἐκεῖνον μὲν παρεκάλει ὡς τοῦ Διὸς αὐτὸν ἐξεγείροντος καὶ βοηθοῦντος, οἷς δ’ ἐπίστευε τῶν πολιτῶν ἔφρασεν ὅσον οὔπω τὴν δίκην αἰωρουμένην ὑπὲρ κεφαλῆς ἐμπεσεῖσθαι τῷ τυράννῳ. διὸ καὶ τοῖς περὶ τὸν Ἑλλάνικον ἔδοξε μὴ μέλλειν, ἀλλ’ ἐπιτίθεσθαι τῇ ὑστεραίᾳ. τῆς δὲ νυκτὸς Ἑλλάνικος ἐδόκει κατὰ τοὺς ὕπνους τῶν τεθνηκότων υἱῶν τὸν ἕτερον λέγειν αὐτῷ παραστάντα «τί πέπονθας, ὦ πάτερ, καθεύδων; αὔριον δέ σε δεῖ τῆς πόλεως στρατηγεῖν.» [253A] οὗτός τε δὴ διὰ τὴν ὄψιν εὐθαρσὴς γεγενημένος παρεκάλει τοὺς ἑταίρους, ὅ τ’ Ἀριστότιμος πυθόμενος Κρατερὸν αὐτῷ βοηθοῦντα μετὰ πολλῆς δυνάμεως ἐν Ὀλυμπίᾳ καταστρατοπεδεύειν, οὕτως ἐξεθάρσησεν, ὥστ’ ἄνευ δορυφόρων εἰς τὴν ἀγορὰν προελθεῖν μετὰ τοῦ Κύλλωνος. ὡς οὖν συνεῖδε τὸν καιρὸν Ἑλλάνικος, ὃ μὲν ἦν σημεῖον αὐτῷ πρὸς τοὺς μέλλοντας ἐπιχειρεῖν συγκείμενον οὐκ ἔδωκε, [253B] λαμπρᾷ δὲ τῇ φωνῇ καὶ ἅμα τὰς χεῖρας προτείνων ἀμφοτέρας «τί μέλλετ’,» <ἀνεβόησεν-, «ἄνδρες ἀγαθοί; καλὸν τὸ θέατρον ἐν μέσῳ τῆς πατρίδος ἐναγωνίσασθαι.» πρῶτος οὖν ὁ Κύλλων σπασάμενος τὸ ξίφος παίει τινὰ τῶν ἑπομένων τῷ Ἀριστοτίμῳ· Θρασυβούλου δὲ καὶ Λάμπιδος ἐξ ἐναντίας ἐπιφερομένων, ἔφθη μὲν ὁ Ἀριστότιμος εἰς τὸ τοῦ Διὸς ἱερὸν καταφυγών· ἐκεῖ δ’ ἀποκτείναντες αὐτὸν καὶ τὸ σῶμα προβαλόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν. οὐ μὴν ἔφθησάν γε πολλῷ τὰς γυναῖκας· εὐθὺς γὰρ ἐξέδραμον μετὰ χαρᾶς καὶ ὀλολυγμοῦ, καὶ περιστᾶσαι τοὺς ἄνδρας ἀνέδουν καὶ κατέστεφον. εἶτα τοῦ πλήθους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου ῥυέντος, [253C] ἡ μὲν γυνὴ συγκλείσασα τὸν θάλαμον αὑτὴν ἀνήρτησε. δύο δ’ ἦσαν αὐτῷ θυγατέρες, παρθένοι μὲν ἔτι, κάλλισται δὲ τὴν ὄψιν, ἤδη γάμων ὥραν ἔχουσαι· ταύτας συλλαβόντες εἷλκον ἔξω πάντως μὲν ἀνελεῖν, αἰκίσασθαι δὲ καὶ καθυβρίσαι πρότερον ἐγνωκότες. ἀπαντήσασα δ’ ἡ Μεγιστὼ μετὰ τῶν ἄλλων ἐβόα δεινὰ ποιεῖν αὐτούς, εἰ δῆμος ἀξιοῦντες εἶναι ταῦτα τολμῶσι καὶ ἀσελγαίνουσι τοῖς τυράννοις ὅμοια. ἐντρεπομένων δὲ πολλῶν τὸ ἀξίωμα τῆς γυναικὸς παρρησιαζομένης καὶ δακρυούσης, ἔδοξεν ἀφελεῖν τὴν ὕβριν, [253D] αὐτὰς δ’ ἐᾶσαι δι’ αὑτῶν ἀποθανεῖν. ὡς δ’ οὖν ἀναστρέψαντες ἔνδον ἐκέλευον εὐθὺς ἀποθνήσκειν τὰς παρθένους, ἡ πρεσβυτέρα Μυρὼ λύσασα τὴν ζώνην καὶ βρόχον ἅψασα τὴν ἀδελφὴν κατησπάζετο καὶ παρεκάλει προσέχειν καὶ ποιεῖν ἅπερ ἂν αὐτὴν θεάσηται ποιοῦσαν, «ὅπως ἄν» ἔφη «μὴ ταπεινῶς μηδ’ ἀναξίως ἑαυτῶν καταστρέψωμεν.» τῆς δὲ νεωτέρας δεομένης αὐτῇ παρεῖναι πρότερον ἀποθανεῖν καὶ τῆς ζώνης ἀντιλαμβανομένης «οὐδ’ ἄλλο πώποτ’» εἶπεν «οὐδὲν ἤρνημαί σοι δεομένῃ, καὶ ταύτην οὖν λαβὲ τὴν χάριν, [253E] ἐγὼ δ’ ὑπομενῶ καὶ τλήσομαι τοῦ θανάτου βαρύτερον τὸ σέ, φιλτάτη, προτέραν ἰδεῖν ἀποθνήσκουσαν.» <ἐκ- τούτου τὴν μὲν ἀδελφὴν αὐτὴν διδάξασα τῷ τραχήλῳ περιβαλέσθαι τὸν βρόχον, ὡς ᾔσθετο τεθνηκυῖαν, καθεῖλε καὶ κατεκάλυψεν· αὑτῆς δὲ τὴν Μεγιστὼ παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ μὴ περιιδεῖν αἰσχρῶς, ἐπειδὰν ἀποθάνῃ, ἐκτεθεῖσαν· ὥστε μηδένα πικρὸν μηδὲ μισοτύραννον οὕτω γενέσθαι τῶν παρόντων, ὃς οὐκ ἔκλαυσεν οὐδὲ κατηλέησε τὴν τῶν παρθένων εὐγένειαν. Τῶν μὲν οὖν κοινῇ πεπραγμένων γυναιξὶ μυρίων ὄντων ἱκανὰ ταῦτα παραδείγματα· τὰς δὲ καθ’ ἑκάστην ἀρετάς, [253F] ὅπως ἂν ἐπίῃ, σποράδην ἀναγράψομεν, οὐδὲν οἰόμενοι τῆς κατὰ χρόνον τάξεως δεῖσθαι τὴν ὑποκειμένην ἱστορίαν. Πιερία[Επεξεργασία] Τῶν εἰς Μίλητον ἀφικομένων Ἰώνων στασιάσαντες ἔνιοι πρὸς τοὺς Νείλεω παῖδας ἀπεχώρησαν εἰς Μυοῦντα κἀκεῖ κατῴκουν, πολλὰ κακὰ πάσχοντες ὑπὸ τῶν Μιλησίων· ἐπολέμουν γὰρ αὐτοῖς διὰ τὴν ἀποστασίαν. οὐ μὴν ἀκήρυκτος ἦν οὐδ’ ἀνεπίμικτος ὁ πόλεμος, ἀλλ’ ἔν τισιν ἑορταῖς ἐφοίτων εἰς Μίλητον ἐκ τοῦ Μυοῦντος αἱ γυναῖκες. ἦν δὲ Πύθης ἀνὴρ ἐν αὐτοῖς ἐμφανής, γυναῖκα μὲν ἔχων Ἰαπυγίαν, θυγατέρα δὲ Πιερίαν. οὔσης οὖν ἑορτῆς Ἀρτέμιδι καὶ θυσίας παρὰ Μιλησίοις, [254A] ἣν Νηληίδα προσαγορεύουσιν, ἔπεμψε τὴν γυναῖκα καὶ τὴν θυγατέρα, δεηθείσας ὅπως τῆς ἑορτῆς μετάσχωσι· τῶν δὲ Νείλεω παίδων ὁ δυνατώτατος ὄνομα Φρύγιος τῆς Πιερίας ἐρασθεὶς ἐνενόει, τί ἂν αὐτῇ μάλιστα γένοιτο παρ’ αὐτοῦ κεχαρισμένον. εἰπούσης δ’ ἐκείνης «εἰ διαπράξαιό μοι τὸ πολλάκις ἐνταῦθα καὶ μετὰ πολλῶν βαδίζειν‘, συνεὶς [οὖν] ὁ Φρύγιος δεομένην φιλίας καὶ εἰρήνης τοῖς πολίταις κατέπαυσε τὸν πόλεμον. [254B] ἦν οὖν ἐν ἀμφοτέραις ταῖς πόλεσι δόξα καὶ τιμὴ τῆς Πιερίας, ὥστε καὶ τὰς Μιλησίων εὔχεσθαι γυναῖκας ἄχρι νῦν οὕτως ἐρᾶν τοὺς ἄνδρας αὐτῶν, ὡς Φρύγιος ἠράσθη Πιερίας. Πολυκρίτη[Επεξεργασία] Ναξίοις καὶ Μιλησίοις συνέστη πόλεμος διὰ τὴν Ὑψικρέοντος τοῦ Μιλησίου γυναῖκα Νέαιραν. αὕτη γὰρ ἠράσθη Προμέδοντος Ναξίου καὶ συνεπένευσεν· ὃς ἦν μὲν ξένος τοῦ Ὑψικρέοντος, ἐρασθείσῃ δὲ τῇ Νεαίρᾳ συνῆλθε, καὶ τὸν ἄνδρα φοβουμένην ἀπαγαγὼν εἰς Νάξον ἱκέτιν τῆς Ἑστίας ἐκάθισεν. τῶν δὲ Ναξίων οὐκ ἐκδιδόντων χάριν τοῦ Προμέδοντος, [254C] ἄλλως δὲ ποιουμένων πρόφασιν τὴν ἱκετείαν ὁ πόλεμος συνέστη. τοῖς δὲ Μιλησίοις ἄλλοι τε πολλοὶ καὶ προθυμότατα τῶν Ἰώνων Ἐρυθραῖοι συνεμάχουν, καὶ μῆκος ἔσχε καὶ συμφορὰς ἤνεγκε μεγάλας ὁ πόλεμος· εἶτ’ ἐπαύσατο δι’ ἀρετὴν γυναικός, ὡς συνέστη διὰ μοχθηρίαν. Διόγνητος γὰρ ὁ τῶν Ἐρυθραίων στρατηγὸς [ἔχων καὶ] πεπιστευμένος ἔρυμα κατὰ τῆς Ναξίων πόλεως εὖ πεφυκὸς καὶ κατεσκευασμένον, ἠλάσατο λείαν τῶν Ναξίων πολλὴν καὶ γυναῖκας ἐλευθέρας καὶ παρθένους ἔλαβεν. ὧν μιᾶς Πολυκρίτης ἐρασθεὶς εἶχεν αὐτὴν οὐχ ὡς αἰχμάλωτον ἀλλ’ ἐν τάξει γαμετῆς γυναικός. ἑορτῆς δὲ τοῖς Μιλησίοις καθηκούσης ἐν τῇ στρατιᾷ καὶ πρὸς πόσιν ἁπάντων καὶ συνουσίας τραπομένων, [254D] ἠρώτησε τὸν Διόγνητον ἡ Πολυκρίτη, μή τι κωλύοι πεμμάτων μερίδας ἀποπέμψαι τοῖς ἀδελφοῖς αὑτῆς. ἐπιτρέψαντος δ’ ἐκείνου καὶ κελεύσαντος, ἐνέβαλε μολίβδινον γραμματίδιον εἰς πλακοῦντα, κελεύσασα φράσαι τὸν κομίζοντα τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι καταναλώσωσιν ἃ ἔπεμψε. οἱ δ’ ἐντυχόντες τῷ μολίβδῳ καὶ τὰ γράμματα τῆς Πολυκρίτης ἀναγνόντες, κελευούσης νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις, ὡς ὑπὸ μέθης διὰ τὴν ἑορτὴν ἐξημελημένων πάντων, προσήγγειλαν τοῖς στρατηγοῖς καὶ παρώρμησαν ἐξελθεῖν μετ’ αὐτῶν. [254E] ἁλόντος δὲ τοῦ χωρίου καὶ πολλῶν διαφθαρέντων, ἐξῃτήσατο τὸν Διόγνητον ἡ Πολυκρίτη παρὰ τῶν πολιτῶν καὶ διέσῳσεν. αὐτὴ δὲ πρὸς ταῖς πύλαις γενομένη καὶ θεασαμένη τοὺς πολίτας ἀπαντῶντας αὐτῇ, μετὰ χαρᾶς καὶ στεφάνων ὑποδεχομένους καὶ θαυμάζοντας, οὐκ ἤνεγκε τὸ μέγεθος τῆς χαρᾶς, ἀλλ’ ἀπέθανεν αὐτοῦ πεσοῦσα παρὰ τὴν πύλην, ὅπου τέθαπται, καὶ καλεῖται βασκάνου τάφος, ὡς βασκάνῳ τινὶ τύχῃ τὴν Πολυκρίτην φθονηθεῖσαν οὐκ ἀπολαῦσαι τῶν τιμῶν. Οὕτω μὲν οἱ Ναξίων συγγραφεῖς ἱστοροῦσιν· [254F] ὁ δ’ Ἀριστοτέλης φησὶν οὐχ ἁλούσης τῆς Πολυκρίτης, ἄλλως δέ πως ἰδόντα τὸν Διόγνητον ἐρασθῆναι καὶ πάντα διδόναι καὶ ποιεῖν ἕτοιμον εἶναι· τὴν δ’ ὁμολογεῖν ἀφίξεσθαι πρὸς αὐτόν, ἑνὸς μόνου τυχοῦσαν, περὶ οὗ τὸν Διόγνητον, ὥς φησιν ὁ φιλόσοφος, ὅρκον ᾔτησεν· ἐπεὶ δ’ ὤμοσεν, ἠξίου τὸ Δήλιον αὐτῇ δοθῆναι (Δήλιον γὰρ ἐκαλεῖτο τὸ χωρίον), ἄλλως δ’ οὐκ ἂν ἔφη συνελθεῖν. ὁ δὲ καὶ διὰ τὴν ἐπιθυμίαν καὶ διὰ τὸν ὅρκον ἐξέστη καὶ παρέδωκε τῇ Πολυκρίτῃ τὸν τόπον, ἐκείνη δὲ τοῖς πολίταις. ἐκ δὲ τούτου πάλιν εἰς ἴσον καταστάντες, ἐφ’ οἷς ἠβούλοντο πρὸς τοὺς Μιλησίους διελύθησαν. Λαμψάκη[Επεξεργασία] [255Α]Ἐκ Φωκαίας τοῦ Κοδριδῶν γένους ἦσαν ἀδελφοὶ δίδυμοι Φόξος καὶ Βλέψος· ὧν ὁ Φόξος ἀπὸ τῶν Λευκάδων πετρῶν πρῶτος ἀφῆκεν ἑαυτὸν εἰς θάλασσαν, ὡς Χάρων ὁ Λαμψακηνὸς ἱστόρηκεν. ἔχων δὲ δύναμιν καὶ βασιλικὸν ἀξίωμα παρέπλευσεν εἰς Πάριον ἰδίων ἕνεκα πραγμάτων· καὶ γενόμενος φίλος καὶ ξένος Μάνδρωνι, βασιλεύοντι Βεβρύκων τῶν Πιτυοεσσηνῶν προσαγορευομένων, ἐβοήθησε καὶ συνεπολέμησεν αὐτοῖς ὑπὸ τῶν προσοίκων ἐνοχλουμένοις. [255B] ὁ δὲ Μάνδρων ἄλλην τε πολλὴν ἐνεδείξατο τῷ Φόξῳ φιλοφροσύνην ἀποπλέοντι καὶ μέρος τῆς τε χώρας καὶ τῆς πόλεως ὑπισχνεῖτο δώσειν, εἰ βούλοιτο Φωκαεῖς ἔχων ἐποίκους εἰς τὴν Πιτυόεσσαν ἀφικέσθαι. πείσας οὖν τοὺς πολίτας ὁ Φόξος ἐξέπεμψε τὸν ἀδελφὸν ἄγοντα τοὺς ἐποίκους. καὶ τὰ μὲν παρὰ τοῦ Μάνδρωνος ὑπῆρχεν αὐτοῖς, ὥσπερ προσεδόκησαν· ὠφελείας δὲ μεγάλας καὶ λάφυρα {καὶ λείας} ἀπὸ τῶν προσοίκων βαρβάρων λαμβάνοντες, ἐπίφθονοι τὸ πρῶτον εἶτα καὶ φοβεροὶ τοῖς Βέβρυξιν ἦσαν. ἐπιθυμοῦντες οὖν αὐτῶν ἀπαλλαγῆναι, τὸν μὲν Μάνδρωνα, χρηστὸν ὄντα καὶ δίκαιον ἄνδρα περὶ τοὺς Ἕλληνας, [255C] οὐκ ἔπεισαν, ἀποδημήσαντος δ’ ἐκείνου παρεσκευάζοντο τοὺς Φωκαεῖς δόλῳ διαφθεῖραι. τοῦ δὲ Μάνδρωνος ἡ θυγάτηρ Λαμψάκη παρθένος οὖσα τὴν ἐπιβουλὴν προέγνω, καὶ πρῶτον μὲν ἐπεχείρει τοὺς φίλους καὶ οἰκείους ἀποτρέπειν καὶ διδάσκειν, ὡς ἔργον δεινὸν καὶ ἀσεβὲς ἐγχειροῦσι πράττειν, εὐεργέτας καὶ συμμάχους ἄνδρας νῦν δὲ καὶ πολίτας ἀποκτιννύντες. ὡς δ’ οὐκ ἔπειθε, τοῖς Ἕλλησιν ἔφρασε κρύφα τὰ πραττόμενα καὶ παρεκελεύσατο φυλάττεσθαι. οἱ δὲ θυσίαν τινὰ παρασκευασάμενοι καὶ θοίνην ἐξεκαλέσαντο τοὺς Πιτυοεσσηνοὺς εἰς τὸ προάστειον· [255D] αὑτοὺς δὲ διελόντες δίχα, τοῖς μὲν τὰ τείχη κατελάβοντο τοῖς δὲ τοὺς ἀνθρώπους ἀνεῖλον. οὕτω δὴ τὴν πόλιν κατασχόντες τόν τε Μάνδρωνα μετεπέμποντο, συμβασιλεύειν τοῖς παρ’ αὐτῶν κελεύοντες· καὶ τὴν Λαμψάκην ἐξ ἀρρωστίας ἀποθανοῦσαν ἔθαψαν ἐν τῇ πόλει μεγαλοπρεπῶς καὶ τὴν πόλιν ἀπ’ αὐτῆς Λάμψακον προσηγόρευσαν. ἐπεὶ δ’ ὁ Μάνδρων προδοσίας ὑποψίαν φεύγων τὸ μὲν οἰκεῖν μετ’ αὐτῶν παρῃτήσατο, παῖδας δὲ τῶν τεθνηκότων καὶ γυναῖκας ἠξίωσε κομίσασθαι, [255E] καὶ ταῦτα προθύμως οὐδὲν ἀδικήσαντες ἐξέπεμψαν καὶ τῇ Λαμψάκῃ πρότερον ἡρωικὰς τιμὰς ἀποδιδόντες, ὕστερον ὡς θεῷ θύειν ἐψηφίσαντο καὶ διατελοῦσιν οὕτω θύοντες. Ἀρεταφίλα[Επεξεργασία] Ἀρεταφίλα δ’ ἡ Κυρηναία παλαιὰ μὲν οὐ γέγονεν ἀλλ’ ἐν τοῖς Μιθριδατικοῖς καιροῖς, ἀρετὴν δὲ καὶ πρᾶξιν ἐνάμιλλον τῇ [βουλῇ] τῶν ἡρωίδων παρέσχεν. ἦν δὲ θυγάτηρ μὲν Αἰγλάνορος Φαιδίμου δὲ γυνή, γνωρίμων ἀνδρῶν· καλὴ δὲ τὴν ὄψιν οὖσα καὶ τὸ φρονεῖν ἐδόκει περιττή τις εἶναι καὶ πολιτικῆς δεινότητος οὐκ ἄμοιρος· ἐπιφανῆ δ’ αὐτὴν αἱ κοιναὶ τύχαι τῆς πατρίδος ἐποίησαν. [255F] Νικοκράτης γὰρ ἐπαναστὰς Κυρηναίοις τύραννος ἄλλους τε πολλοὺς ἐφόνευε τῶν πολιτῶν καὶ τὸν ἱερέα τοῦ Ἀπόλλωνος αὐτόχειρ ἀνελὼν Μελάνιππον εἶχε τὴν ἱερωσύνην· ἀνεῖλε δὲ καὶ Φαίδιμον τὸν τῆς Ἀρεταφίλας ἄνδρα καὶ τὴν Ἀρεταφίλαν ἔγημεν ἄκουσαν. πρὸς δὲ μυρίοις ἄλλοις παρανομήμασι φύλακας ἐπὶ τῶν πυλῶν κατέστησεν, οἳ τοὺς ἐκφερομένους νεκροὺς ἐλυμαίνοντο νύττοντες ξιφιδίοις καὶ καυτήρια προσβάλλοντες ὑπὲρ τοῦ μηδένα τῶν πολιτῶν ὡς νεκρὸν λαθεῖν ἐκκομιζόμενον. δύσφορα μὲν οὖν ἦν τῇ Ἀρεταφίλᾳ τὰ οἰκεῖα κακά, καίπερ ἐνδιδόντος αὐτῇ δι’ ἔρωτα τοῦ τυράννου πλεῖστον ἀπολαύειν τῆς δυνάμεως [256A] (ἥττητο γὰρ ἐκείνης καὶ μόνῃ χειροήθη παρεῖχεν αὑτὸν ἄτεγκτος ὢν τἄλλα καὶ θηριώδης)· ἠνία δὲ μᾶλλον αὐτὴν ἡ πατρὶς οἰκτρὰ πάσχουσα παρ’ ἀξίαν. ἄλλος γὰρ ἐπ’ ἄλλῳ τῶν πολιτῶν ἐσφάττετο, τιμωρία δ’ ἀπ’ οὐδενὸς ἠλπίζετο· καὶ γὰρ οἱ φυγάδες, ἀσθενεῖς παντάπασιν ὄντες καὶ περίφοβοι, διεσπάρησαν. αὑτὴν οὖν ἡ Ἀρεταφίλα ὑποθεῖσα μόνην τοῖς κοινοῖς ἐλπίδα καὶ τὰ Θήβης ζηλώσασα τῆς Φεραίας καλὰ καὶ περιβόητα τολμήματα, συμμάχων δὲ πιστῶν καὶ οἰκείων, οἵους ἐκείνῃ τὰ πράγματα παρέσχεν, ἔρημος οὖσα, [256B] φαρμάκοις ἐπεχείρησε διεργάσασθαι τὸν ἄνδρα. παρασκευαζομένη δὲ καὶ πορίζουσα καὶ διαπειρωμένη πολλῶν δυνάμεων οὐκ ἔλαθεν ἀλλ’ ἐμηνύθη· καὶ γινομένων ἐλέγχων, Καλβία μὲν ἡ τοῦ Νικοκράτους μήτηρ, φύσει φονικὴ γυνὴ καὶ ἀπαραίτητος, εὐθὺς ᾤετο δεῖν ἀναιρεῖν αἰκισαμένην τὴν Ἀρεταφίλαν· τοῦ δὲ Νικοκράτους μέλλησιν ἐνεποίει τῇ ὀργῇ καὶ ἀσθένειαν ὁ ἔρως, καὶ τὸ τὴν Ἀρεταφίλαν ἐρρωμένως ὁμόσε χωρεῖν ταῖς κατηγορίαις ἀμύνουσαν ἑαυτῇ πρόφασίν τινα τῷ πάθει παρεῖχεν. ἐπεὶ δὲ κατελαμβάνετο τοῖς ἐλέγχοις καὶ τὴν παρασκευὴν τῆς φαρμακείας ἑώρα μὴ δεχομένην ἄρνησιν, [256C] ὡμολόγει, παρασκευάσασθαι δ’ οὐκ ὀλέθριον φαρμακείαν, «ἀλλ’ ὑπὲρ μεγάλων» εἶπεν, «ὦ ἄνερ, ἀγωνίζομαι, τῆς σῆς εὐνοίας πρὸς ἐμὲ καὶ δόξης καὶ δυνάμεως, ἣν διὰ σὲ καρποῦμαι πολλαῖς ἐπίφθονος οὖσα κακαῖς γυναιξίν· ὧν φάρμακα δεδοικυῖα καὶ μηχανὰς ἐπείσθην ἀντιμηχανήσασθαι, μωρὰ μὲν ἴσως καὶ γυναικεῖα, θανάτου δ’ οὐκ ἄξια· πλὴν εἰ κριτῇ σοι δόξειε φίλτρων ἕνεκα καὶ γοητείας κτεῖναι γυναῖκα, πλεῖον ἢ σὺ βούλει φιλεῖσθαι δεομένην.» [256D] τοιαῦτα τὴν Ἀρεταφίλαν ἀπολογουμένην ἔδοξε τῷ Νικοκράτει βασανίσαι· καὶ τῆς Καλβίας ἐφεστώσης ἀτέγκτου καὶ ἀπαραιτήτου, ταῖς βασάνοις ἀνέκρινε· καὶ διεφύλαττεν αὑτὴν ἀήττητον ἐν ταῖς ἀνάγκαις ἄχρι καὶ τὴν Καλβίαν ἀποκαμεῖν ἄκουσαν. ὁ δὲ Νικοκράτης ἀφῆκε πεισθεὶς καὶ μετενόει βασανίσας· καὶ χρόνον οὐ πολὺν διαλιπὼν αὖθις ἧκεν ὑπὸ τοῦ πάθους εἰς αὐτὴν φερόμενος, καὶ συνῆν αὖθις ἀναλαμβάνων τιμαῖς καὶ φιλοφροσύναις τὴν εὔνοιαν. ἡ δ’ οὐκ ἔμελλε χάριτος ἡττᾶσθαι κρατήσασα βασάνων καὶ πόνων, [256E] ἀλλὰ τῷ φιλοκάλῳ φιλονεικίας προσγενομένης ἑτέρας ἥπτετο μηχανῆς. ἦν γὰρ αὐτῇ θυγάτηρ ἀνδρὸς ὥραν ἔχουσα καὶ τὴν ὄψιν ἱκανή· ταύτην ὑφῆκε τἀδελφῷ τοῦ τυράννου δέλεαρ, ὄντι μειρακίῳ πρὸς ἡδονὰς εὐαλώτῳ. πολὺς δὲ λόγος ἐστὶ χρησαμένην γοητείᾳ καὶ φαρμάκοις ἐπὶ τῇ κόρῃ τὴν Ἀρεταφίλαν χειρώσασθαι καὶ διαφθεῖραι τοῦ νεανίσκου τὸν λογισμόν· ἐκαλεῖτο δὲ Λάανδρος. ἐπεὶ δ’ ἡλώκει καὶ λιπαρήσας τὸν ἀδελφὸν ἔτυχε τοῦ γάμου, τὰ μὲν ἡ κόρη παρῆγεν αὐτὸν ὑπὸ τῆς μητρὸς διδασκομένη καὶ ἀνέπειθεν ἐλευθεροῦν τὴν πόλιν, [256F] ὡς μηδ’ αὐτὸν ἐλεύθερον ἐν τυραννίδι ζῶντα μηδὲ τοῦ λαβεῖν γάμον ἢ φυλάξαι κύριον ὄντα, τὰ δ’ οἱ φίλοι τῇ Ἀρεταφίλᾳ χαριζόμενοι διαβολάς τινας ἀεὶ καὶ ὑπονοίας κατεσκεύαζον αὐτῷ πρὸς τὸν ἀδελφόν. ὡς δ’ ᾔσθετο καὶ τὴν Ἀρεταφίλαν τὰ αὐτὰ βουλευομένην καὶ σπουδάζουσαν, ἐπεχείρει τὸ ἔργον, καὶ Δάφνιν οἰκέτην παρορμήσας ἀπέκτεινε δι’ ἐκείνου τὸν Νικοκράτην. τὰ λοιπὰ δ’ οὐκέτι τῇ Ἀρεταφίλᾳ προσεῖχεν, ἀλλ’ εὐθὺς ἔδειξε τοῖς ἔργοις ἀδελφοκτόνος οὐ τυραννοκτόνος γεγονώς· ἦρχε γὰρ ἐμπλήκτως καὶ ἀνοήτως. [257A] τιμὴ δέ τις ὅμως ἦν τῆς Ἀρεταφίλας παρ’ αὐτῷ καὶ δύναμις, οὐκ ἀπεχθανομένης οὐδὲ πολεμούσης ἄντικρυς ἀλλ’ ἀδήλως διαταττούσης τὰ πράγματα. πρῶτον μὲν γὰρ αὐτῷ Λιβυκὸν ὑπεκίνησε πόλεμον, Ἀνάβουν τινὰ πείσασα δυνάστην τὴν χώραν ἐπιδραμεῖν καὶ τῇ πόλει προσαγαγεῖν, ἔπειτα διέβαλε τοὺς φίλους καὶ τοὺς στρατηγοὺς πρὸς τὸν Λάανδρον, ὡς πολεμεῖν οὐκ ὄντας προθύμους, εἰρήνης δὲ μᾶλλον δεομένους καὶ ἡσυχίας, ἣν καὶ τὰ πράγματα ποθεῖν αὐτοῦ καὶ τὴν τυραννίδα, βουλομένου βεβαίως κρατεῖν τῶν πολιτῶν· [257B] αὐτὴ δὲ πράξειν ἔφη τὰς διαλύσεις καὶ τὸν Ἀνάβουν εἰς λόγους αὐτῷ συνάξειν, ἐὰν κελεύῃ, πρὶν ἀνήκεστόν τι τὸν πόλεμον ἐξεργάσασθαι. κελεύσαντος δὲ τοῦ Λαάνδρου, πρότερον αὐτὴ τῷ Λίβυι διελέχθη, συλλαβεῖν δεομένη τὸν τύραννον ἐπὶ δωρεαῖς μεγάλαις καὶ χρήμασιν, ὅταν εἰς λόγους αὐτῷ παραγένηται. πεισθέντος δὲ τοῦ Λίβυος, ὤκνει μὲν ὁ Λάανδρος, αἰδεσθεὶς δὲ τὴν Ἀρεταφίλαν αὐτὴν παρέσεσθαι φάσκουσαν, ἐξῆλθεν ἄνοπλος καὶ ἀφύλακτος. ὡς δ’ ἐγγὺς ἦλθε καὶ τὸν Ἀνάβουν εἶδεν, αὖθις ἐδυσχέραινε καὶ περιμένειν ἐβούλετο τοὺς δορυφόρους· [257C] ἡ δ’ Ἀρεταφίλα παροῦσα τὰ μὲν ἐθάρρυνεν αὐτὸν τὰ δ’ ἐκάκιζε· τέλος δὲ γενομένης διατριβῆς, ἐφελκυσαμένη τῆς χειρὸς ἰταμῶς πάνυ καὶ τεθαρρηκότως προσήγαγε τῷ βαρβάρῳ καὶ παρέδωκεν. εὐθὺς οὖν ἀνήρπαστο καὶ συνείληπτο καὶ δεθεὶς ὑπὸ τῶν Λιβύων ἐτηρεῖτο, ἄχρι οὗ τὰ χρήματα τῇ Ἀρεταφίλᾳ κομίζοντες οἱ φίλοι παρεγένοντο μετὰ τῶν ἄλλων πολιτῶν. πυθόμενοι γὰρ οἱ πλεῖστοι ἐξέδραμον ἐπὶ τὴν παράκλησιν· ὡς δ’ εἶδον τὴν Ἀρεταφίλαν, ὀλίγου ἐδέησαν ἐκλαθέσθαι τῆς πρὸς τὸν τύραννον ὀργῆς, καὶ πάρεργον τὴν ἐκείνου τιμωρίαν ἐνόμιζον· [257D] ἔργον δὲ πρῶτον ἦν αὐτοῖς καὶ ἀπόλαυσμα τῆς ἐλευθερίας ἐκείνην ἀσπάσασθαι μετὰ χαρᾶς καὶ δακρύων, ὥσπερ ἀγάλματι θεοῦ προσπίπτοντας. ἄλλων δ’ ἐπ’ ἄλλοις ἐπιρρεόντων, μόλις ἑσπέρας τὸν Λάανδρον παραλαβόντες ἐπανῆλθον εἰς τὴν πόλιν. ἐπεὶ δὲ τῶν τιμῶν τῆς Ἀρεταφίλας καὶ τῶν ἐπαίνων ἐνεπλήσθησαν, οὕτω τραπόμενοι πρὸς τοὺς τυράννους τὴν μὲν Καλβίαν ζῶσαν κατέκαυσαν, τὸν δὲ Λάανδρον ἐνράψαντες εἰς βύρσαν κατεπόντισαν. ἠξίουν δὲ τὴν Ἀρεταφίλαν συνάρχειν καὶ συνδιοικεῖν τοῖς ἀρίστοις ἀνδράσι τὴν πολιτείαν. ἡ δ’ ὡς ποικίλον τι δρᾶμα καὶ πολυμερὲς ἀγωνισαμένη μέχρι στεφάνου διαδόσεως, [257E] ὡς ἐπεῖδε τὴν πόλιν ἐλευθέραν, εὐθὺς εἰς τὴν γυναικωνῖτιν ἐνεδύετο, καὶ τοῦ πολυπραγμονεῖν ὁτιοῦν προβαλλομένη τὸν λοιπὸν χρόνον ἐν ἱστοῖς ἡσυχίαν ἄγουσα μετὰ τῶν φίλων καὶ οἰκείων διετέλεσεν. Κάμμα[Επεξεργασία] Ἦσαν ἐν Γαλατίᾳ δυνατώτατοι τῶν τετραρχῶν καί τι καὶ κατὰ γένος προσήκοντες ἀλλήλοις Σινάτος τε καὶ Σινόριξ. ὧν ὁ Σινάτος γυναῖκα παρθένον ἔσχε Κάμμαν ὄνομα, [257F] περίβλεπτον μὲν ἰδέᾳ σώματος καὶ ὥρᾳ, θαυμαζομένην δὲ μᾶλλον δι’ ἀρετήν· οὐ γὰρ μόνον σώφρων καὶ φίλανδρος, ἀλλὰ καὶ συνετὴ καὶ μεγαλόφρων καὶ ποθεινὴ τοῖς ὑπηκόοις ἦν διαφερόντως ὑπ’ εὐμενείας καὶ χρηστότητος· ἐπιφανεστέραν δ’ αὐτὴν ἐποίει καὶ τὸ τῆς Ἀρτέμιδος ἱέρειαν εἶναι, ἣν μάλιστα Γαλάται σέβουσι, περί τε πομπὰς ἀεὶ καὶ θυσίας κεκοσμημένην ὁρᾶσθαι μεγαλοπρεπῶς. ἐρασθεὶς οὖν αὐτῆς ὁ Σινόριξ, καὶ μήτε πεῖσαι μήτε βιάσασθαι ζῶντος τοῦ ἀνδρὸς δυνατὸς ὤν, ἔργον εἰργάσατο δεινόν· ἀπέκτεινε γὰρ δόλῳ τὸν Σινάτον, καὶ χρόνον οὐ πολὺν διαλιπὼν ἐμνᾶτο τὴν Κάμμαν ἐν τῷ ἱερῷ ποιουμένην τὰς διατριβὰς [258A] καὶ φέρουσαν οὐκ οἰκτρῶς καὶ ταπεινῶς ἀλλὰ θυμῷ νοῦν ἔχοντι καὶ καιρὸν περιμένοντι τὴν τοῦ Σινόριγος παρανομίαν. ὁ δὲ λιπαρὴς ἦν περὶ τὰς δεήσεις, καὶ λόγων ἐδόκει μὴ παντάπασιν ἀπορεῖν εὐπρέπειαν ἐχόντων, ὡς τὰ μὲν ἄλλα Σινάτου βελτίονα παρεσχηκὼς ἑαυτὸν ἀνελὼν δ’ ἐκεῖνον ἔρωτι τῆς Κάμμας, μὴ δι’ ἑτέραν τινὰ πονηρίαν. ἦσαν οὖν τὸ πρῶτον ἀρνήσεις οὐκ ἄγαν ἀπηνεῖς τῆς γυναικός, εἶτα κατὰ μικρὸν ἐδόκει μαλάσσεσθαι· [258B] καὶ γὰρ οἰκεῖοι καὶ φίλοι προσέκειντο θεραπείᾳ καὶ χάριτι τοῦ Σινόριγος μέγιστον δυναμένου, πείθοντες αὐτὴν καὶ καταβιαζόμενοι· τέλος δὲ συνεχώρει καὶ μετεπέμπετο πρὸς ἑαυτὴν ἐκεῖνον, ὡς παρὰ τῇ θεῷ τῆς συναινέσεως καὶ καταπιστώσεως γενησομένης. ἐλθόντα δὲ δεξαμένη φιλοφρόνως καὶ προσαγαγοῦσα τῷ βωμῷ κατέσπεισεν ἐκ φιάλης, καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ τὸ δ’ ἐκεῖνον ἐκέλευσεν· ἦν δὲ πεφαρμαγμένον μελίκρατον. ὡς δ’ εἶδε πεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσκυνήσασα «μαρτύρομαί σε» εἶπεν, «ὦ πολυτίμητε δαῖμον, ὅτι ταύτης ἕνεκα τῆς ἡμέρας ἐπέζησα τῷ Σινάτου φόνῳ, [258C] χρόνον τοσοῦτον οὐδὲν ἀπολαύουσα τοῦ βίου χρηστὸν ἀλλ’ ἢ τὴν ἐλπίδα τῆς δίκης, ἣν ἔχουσα καταβαίνω πρὸς τὸν ἐμὸν ἄνδρα. σοὶ δ’, ὦ πάντων ἀνοσιώτατε ἀνθρώπων, τάφον ἀντὶ θαλάμου καὶ γάμου παρασκευαζέτωσαν οἱ προσήκοντες.» ταῦτα δ’ ἀκούσας ὁ Γαλάτης καὶ τοῦ φαρμάκου δρῶντος ἤδη καὶ διακινοῦντος τὸ σῶμα συναισθόμενος ἐπέβη μὲν ὀχήματος ὡς σάλῳ καὶ τιναγμῷ χρησόμενος, ἐξέστη δὲ παραχρῆμα καὶ μεταβὰς εἰς φορεῖον ἑσπέρας ἀπέθανεν. ἡ δὲ Κάμμα διενεγκοῦσα τὴν νύκτα καὶ πυθομένη τέλος ἔχειν ἐκεῖνον, εὐθύμως καὶ ἱλαρῶς κατέστρεψεν. Στρατονίκη[Επεξεργασία] Παρέσχε δ’ ἡ Γαλατία καὶ Στρατονίκην τὴν Δηιοτάρου καὶ [258D] Χιομάραν τὴν Ὀρτιάγοντος ἀξίας μνήμης γυναῖκας· ἡ μὲν οὖν Στρατονίκη δεόμενον γνησίων παίδων ἐπὶ διαδοχῇ τῆς βασιλείας ἐπισταμένη τὸν ἄνδρα, μὴ τίκτουσα δ’ αὐτὴ συνέπεισεν ἐξ ἑτέρας γυναικὸς παιδοποιησάμενον αὐτῇ τὸ παιδίον περιιδεῖν ὑποβαλλόμενον. τοῦ δὲ Δηιοτάρου τήν τε γνώμην θαυμάσαντος καὶ πᾶν ἐπ’ αὐτῇ ποιησαμένου, παρθένον εὐπρεπῆ παρασκευάσασα τῶν αἰχμαλώτων ὄνομα Ἠλέκτραν συνεῖρξε τῷ Δηιοτάρῳ καὶ τοὺς γενομένους παῖδας ὥσπερ γνησίους αὐτῆς ἔθρεψε φιλοστόργως καὶ μεγαλοπρεπῶς. Χιομάρα[Επεξεργασία] Χιομάραν δὲ συνέβη τὴν Ὀρτιάγοντος αἰχμάλωτον γενέσθαι μετὰ τῶν ἄλλων γυναικῶν, [258E] ὅτε Ῥωμαῖοι καὶ Γναῖος ἐνίκησαν μάχῃ τοὺς ἐν Ἀσίᾳ Γαλάτας. ὁ δὲ λαβὼν αὐτὴν ταξίαρχος ἐχρήσατο τῇ τύχῃ στρατιωτικῶς καὶ κατῄσχυνεν. ἦν δ’ ἄρα καὶ πρὸς ἡδονὴν καὶ ἀργύριον ἐμπαθὴς καὶ ἀκρατὴς ἄνθρωπος, ἡττήθη δ’ ὅμως ὑπὸ τῆς φιλαργυρίας, καὶ χρυσίου συχνοῦ διομολογηθέντος ὑπὲρ τῆς γυναικὸς ἦγεν αὐτὴν ἀπολυτρώσων, ποταμοῦ τινος ἐν μέσῳ διείργοντος. ὡς δὲ διαβάντες οἱ Γαλάται τὸ χρυσίον ἔδωκαν αὐτῷ καὶ παρελάμβανον τὴν Χιομάραν, [258F] ἡ μὲν ἀπὸ νεύματος προσέταξεν ἑνὶ παῖσαι τὸν Ῥωμαῖον ἀσπαζόμενον αὐτὴν καὶ φιλοφρονούμενον· ἐκείνου δὲ πεισθέντος καὶ τὴν κεφαλὴν ἀποκόψαντος, ἀραμένη καὶ περιστείλασα τοῖς κόλποις ἀπήλαυνεν. ὡς δ’ ἦλθε πρὸς τὸν ἄνδρα καὶ τὴν κεφαλὴν αὐτῷ προύβαλεν, ἐκείνου θαυμάσαντος καὶ εἰπόντος «ὦ γύναι, καλὸν ἡ πίστις‘, «ναί» εἶπεν «ἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον.» ταύτῃ μὲν ὁ Πολύβιός φησι διὰ λόγων ἐν Σάρδεσι γενόμενος θαυμάσαι τό τε φρόνημα καὶ τὴν σύνεσιν. Γυναῖον Περγαμηνόν[Επεξεργασία] [259A]Ἐπεὶ δὲ Μιθριδάτης ἑξήκοντα Γαλατῶν τοὺς ἀρίστους μεταπεμψάμενος εἰς Πέργαμον ὡς φίλους ὑβριστικῶς ἐδόκει καὶ δεσποτικῶς προσφέρεσθαι καὶ πάντες ἠγανάκτουν, <Ἐ-πορηδόριξ, ἀνὴρ τό τε σῶμα ῥωμαλέος καὶ τὴν ψυχὴν διαφέρων (ἦν δὲ Τοσιωπῶν τετράρχης), ἀνεδέξατο τὸν Μιθριδάτην, ὅταν ἐν τῷ βήματι <τοῦ- γυμνασίου χρηματίζῃ, συναρπάσας ὤσειν ἅμα σὺν αὐτῷ κατὰ τῆς φάραγγος. τύχῃ δέ τινι τῆς ἡμέρας ἐκείνης οὐκ ἀναβάντος εἰς τὸ γυμνάσιον αὐτοῦ, μεταπεμπομένου δὲ τοὺς Γαλάτας οἴκαδε, [259B] θαρρεῖν παρεκάλει, καὶ ὅταν ἐν ταὐτῷ γένωνται, διασπάσαι τὸ σῶμα καὶ διαφθεῖραι πανταχόθεν προσπεσόντας. τοῦτ’ οὐκ ἔλαθε τὸν Μιθριδάτην, ἀλλὰ μηνύσεως γενομένης, καθ’ ἕνα τῶν Γαλατῶν παρεδίδου σφαγησόμενον· εἶτά πως ἀναμνησθεὶς νεανίσκου πολὺ προέχοντος ὥρᾳ καὶ κάλλει τῶν καθ’ αὑτὸν ᾤκτειρε καὶ μετενόει, καὶ δῆλος ἦν ἀχθόμενος ὡς ἐν πρώτοις ἀπολωλότος, ὅμως δ’ ἔπεμψεν, εἰ ζῶν εὑρεθείη, μεθεῖναι κελεύων· ἦν δ’ ὄνομα τῷ νεανίσκῳ Βηπολιτανός. καί τις αὐτῷ τύχη θαυμαστὴ συνέπεσε· [259C] καλὴν γὰρ ἐσθῆτα καὶ πολυτελῆ συνελήφθη φορῶν· ἣν ὁ δήμιος ἀναίμακτον αὑτῷ καὶ καθαρὰν διαφυλάξαι βουλόμενος, καὶ ἀποδύων ἀτρέμα τὸν νεανίσκον, εἶδε τοὺς παρὰ τοῦ βασιλέως προσθέοντας ἅμα καὶ τοὔνομα τοῦ μειρακίου βοῶντας. τὸν μὲν οὖν Βηπολιτανὸν ἡ πολλοὺς ἀπολέσασα φιλαργυρία διέσωσεν ἀπροσδοκήτως. ὁ δ’ <Ἐ-πορηδόριξ κατακοπεὶς ἄταφος ἐξεβέβλητο, καὶ τῶν φίλων οὐδεὶς ἐτόλμησε προσελθεῖν· γύναιον δὲ Περγαμηνὸν ἐγνωσμένον ἀφ’ ὥρας ζῶν [τι] τῷ Γαλάτῃ παρεκινδύνευσε θάψαι καὶ περιστεῖλαι τὸν νεκρόν· [259D] ᾔσθοντο δ’ οἱ φύλακες καὶ συλλαβόντες ἀνήγαγον πρὸς τὸν βασιλέα. λέγεται μὲν οὖν τι καὶ πρὸς τὴν ὄψιν αὐτῆς παθεῖν ὁ Μιθριδάτης, νέας παντάπασι καὶ ἀκάκου τῆς παιδίσκης φανείσης· ἔτι δὲ μᾶλλον ὡς ἔοικε τὴν αἰτίαν γνοὺς ἐρωτικὴν οὖσαν ἐπεκλάσθη καὶ συνεχώρησεν ἀνελέσθαι καὶ θάψαι τὸν νεκρὸν ἐσθῆτα καὶ κόσμον ἐκ τῶν ἐκείνου λαβοῦσαν. Τιμόκλεια[Επεξεργασία] Θεαγένης ὁ Θηβαῖος, Ἐπαμεινώνδᾳ καὶ Πελοπίδᾳ καὶ τοῖς ἀρίστοις ἀνδράσι τὴν αὐτὴν ὑπὲρ τῆς πόλεως λαβὼν διάνοιαν, ἔπταισε περὶ τὴν κοινὴν τύχην τῆς Ἑλλάδος ἐν Χαιρωνείᾳ, κρατῶν ἤδη καὶ διώκων τοὺς κατ’ αὐτὸν ἀντιτεταγμένους. [259E] ἐκεῖνος γὰρ ἦν ὁ πρὸς τὸν ἐμβοήσαντα «μέχρι ποῦ διώκεις;» ἀποκρινάμενος «μέχρι Μακεδονίας.» ἀποθανόντι δ’ αὐτῷ περιῆν ἀδελφὴ μαρτυροῦσα κἀκεῖνον ἀρετῇ γένους καὶ φύσει μέγαν ἄνδρα καὶ λαμπρὸν γενέσθαι· πλὴν ταύτῃ γε καὶ χρηστὸν ἀπολαῦσαί τι τῆς ἀρετῆς ὑπῆρξεν, ὥστε κουφότερον, ὅσον τῶν κοινῶν ἀτυχημάτων εἰς αὐτὴν ἦλθεν, ἐνεγκεῖν. ἐπεὶ γὰρ ἐκράτησε Θηβαίων Ἀλέξανδρος, ἄλλοι δ’ ἄλλα τῆς πόλεως ἐπόρθουν ἐπιόντες, ἔτυχε τῆς Τιμοκλείας τὴν οἰκίαν καταλαβὼν ἄνθρωπος οὐκ ἐπιεικὴς οὐδ’ ἥμερος ἀλλ’ ὑβριστὴς καὶ ἀνόητος· ἦρχε δὲ Θρᾳκίου τινὸς ἴλης καὶ ὁμώνυμος ἦν τοῦ βασιλέως οὐδὲν δ’ ὅμοιος. [259F] οὔτε γὰρ τὸ γένος οὔτε τὸν βίον αἰδεσθεὶς τῆς γυναικός, ὡς ἐνέπλησεν ἑαυτὸν οἴνου, μετὰ δεῖπνον ἐκάλει συναναπαυσομένην. καὶ τοῦτο πέρας οὐκ ἦν· ἀλλὰ καὶ χρυσὸν ἐζήτει καὶ ἄργυρον, εἴ τις εἴη κεκρυμμένος ὑπ’ αὐτῆς, τὰ μὲν [ὡς] ἀπειλῶν τὰ δ’ ὡς ἕξων διὰ παντὸς ἐν τάξει γυναικός. ἡ δὲ δεξαμένη λαβὴν αὐτοῦ διδόντος «ὤφελον μέν» εἶπε «τεθνάναι πρὸ ταύτης ἐγὼ τῆς νυκτὸς ἢ ζῆν, <ὥστε- τὸ γοῦν σῶμα πάντων ἀπολλυμένων ἀπείρατον ὕβρεως διαφυλάξαι· [260A] πεπραγμένων δ’ οὕτως, εἴ σε κηδεμόνα καὶ δεσπότην καὶ ἄνδρα δεῖ νομίζειν, τοῦ δαίμονος διδόντος, οὐκ ἀποστερήσω σε τῶν σῶν· ἐμαυτὴν γάρ, ὅ τι βούλῃ σύ, ὁρῶ γεγενημένην. ἐμοὶ περὶ σῶμα κόσμος ἦν καὶ ἄργυρος ἐν ἐκπώμασιν, ἦν τι καὶ χρυσοῦ καὶ νομίσματος. ὡς δ’ ἡ πόλις ἡλίσκετο, πάντα συλλαβεῖν κελεύσασα τὰς θεραπαινίδας ἔρριψα, μᾶλλον δὲ κατεθέμην εἰς φρέαρ ὕδωρ οὐκ ἔχον· οὐδ’ ἴσασιν αὐτὸ πολλοί· πῶμα γὰρ ἔπεστι καὶ κύκλῳ περιπέφυκεν ὕλη σύσκιος. [260B] ταῦτα σὺ μὲν εὐτυχοίης λαβών, ἐμοὶ δ’ ἔσται πρός σε μαρτύρια καὶ γνωρίσματα τῆς περὶ τὸν οἶκον εὐτυχίας καὶ λαμπρότητος.» ἀκούσας οὖν ὁ Μακεδὼν οὐ περιέμεινε τὴν ἡμέραν, ἀλλ’ εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν τόπον, ἡγουμένης τῆς Τιμοκλείας· καὶ τὸν κῆπον ἀποκλεῖσαι κελεύσας, ὅπως αἴσθοιτο μηδείς, κατέβαινεν ἐν τῷ χιτῶνι. στυγερὰ δ’ ἡγεῖτο Κλωθὼ τιμωρὸς ὑπὲρ τῆς Τιμοκλείας ἐφεστώσης ἄνωθεν. [260C] ὡς δ’ ᾔσθετο τῇ φωνῇ κάτω γεγονότος, πολλοὺς μὲν αὐτὴ τῶν λίθων ἐπέφερε πολλοὺς δὲ καὶ μεγάλους αἱ θεραπαινίδες ἐπεκυλίνδουν, ἄχρι οὗ κατέκοψαν αὐτὸν καὶ κατέχωσαν. ὡς δ’ ἔγνωσαν οἱ Μακεδόνες καὶ τὸν νεκρὸν ἀνείλοντο κηρύγματος ἤδη γεγονότος μηδένα κτείνειν Θηβαίων, ἦγον αὐτὴν συλλαβόντες ἐπὶ τὸν βασιλέα καὶ προσήγγειλαν τὸ τετολμημένον. ὁ δὲ καὶ τῇ καταστάσει τοῦ προσώπου καὶ τῷ σχολαίῳ τοῦ βαδίσματος ἀξιωματικόν τι καὶ γενναῖον ἐνιδὼν πρῶτον ἀνέκρινεν αὐτὴν τίς εἴη γυναικῶν. ἡ δ’ ἀνεκπλήκτως πάνυ καὶ τεθαρρηκότως εἶπεν «ἐμοὶ Θεαγένης ἦν ἀδελφός, ὃς ἐν Χαιρωνείᾳ στρατηγῶν καὶ μαχόμενος πρὸς ὑμᾶς ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἔπεσεν, ὅπως ἡμεῖς μηδὲν τοιοῦτον πάθωμεν· [260D] ἐπεὶ δὲ πεπόνθαμεν ἀνάξια τοῦ γένους, ἀποθανεῖν οὐ φεύγομεν· οὐδὲ γὰρ ἄμεινον ἴσως ζῶσαν ἑτέρας πειρᾶσθαι νυκτός, εἰ σὺ τοῦτο μὴ κωλύσεις.» οἱ μὲν οὖν ἐπιεικέστατοι τῶν παρόντων ἐδάκρυσαν, Ἀλεξάνδρῳ δ’ οἰκτείρειν μὲν οὐκ ἐπῄει τὴν ἄνθρωπον ὡς μείζονα συγγνώμης πράξασαν, θαυμάσας δὲ τὴν ἀρετὴν καὶ τὸν λόγον εὖ μάλα καθαψάμενον αὐτοῦ, τοῖς μὲν ἡγεμόσι παρήγγειλε προσέχειν καὶ φυλάττειν, μὴ πάλιν ὕβρισμα τοιοῦτον εἰς οἰκίαν ἔνδοξον γένηται, τὴν δὲ Τιμόκλειαν ἀφῆκεν αὐτήν τε καὶ πάντας, ὅσοι κατὰ γένος αὐτῇ προσήκοντες εὑρέθησαν. Ἐρυξώ[Επεξεργασία] Βάττου τοῦ ἐπικληθέντος Εὐδαίμονος υἱὸς Ἀρκεσίλαος ἦν οὐδὲν ὅμοιος τῷ πατρὶ τοὺς τρόπους· [260E] καὶ γὰρ ζῶντος ἔτι περὶ τὴν οἰκίαν περιθεὶς ἐπάλξεις ὑπὸ τοῦ πατρὸς ἐζημιώθη ταλάντῳ· καὶ τελευτήσαντος ἐκείνου, τοῦτο μὲν φύσει χαλεπὸς ὤν (ὅπερ καὶ ἐπεκλήθη), τοῦτο δὲ φίλῳ πονηρῷ, Λαάρχῳ, χρώμενος ἀντὶ βασιλέως ἐγεγόνει τύραννος. ὁ δὲ Λάαρχος ἐπιβουλεύων τῇ τυραννίδι καὶ τοὺς ἀρίστους τῶν Κυρηναίων ἐξελαύνων ἢ φονεύων ἐπὶ τὸν Ἀρκεσίλαον τὰς αἰτίας ἔτρεπε· [260F] καὶ τέλος ἐκεῖνον μὲν εἰς νόσον ἐμβαλὼν φθινάδα καὶ χαλεπὴν λαγὼν πιόντα θαλάσσιον διέφθειρεν, αὐτὸς δὲ τὴν ἀρχὴν εἶχεν ὡς τῷ παιδὶ τῷ ἐκείνου Βάττῳ διαφυλάττων. ὁ μὲν οὖν παῖς καὶ διὰ τὴν χωλότητα καὶ διὰ τὴν ἡλικίαν κατεφρονεῖτο, τῇ δὲ μητρὶ πολλοὶ προσεῖχον αὐτοῦ· σώφρων τε γὰρ ἦν καὶ φιλάνθρωπος οἰκείους τε πολλοὺς καὶ δυνατοὺς εἶχε. διὸ καὶ θεραπεύων αὐτὴν ὁ Λάαρχος ἐμνηστεύετο καὶ τὸν Βάττον ἠξίου παῖδα θέσθαι γήμας ἐκείνην καὶ κοινωνὸν ἀποδεῖξαι τῆς ἀρχῆς· ἡ δ’ Ἐρυξὼ (τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικὶ) βουλευσαμένη μετὰ τῶν ἀδελφῶν ἐκέλευε τὸν Λάαρχον ἐντυγχάνειν ἐκείνοις, ὡς αὐτῆς προσιεμένης τὸν γάμον. [261A] ἐπεὶ δ’ ὁ Λάαρχος ἐνετύγχανε τοῖς ἀδελφοῖς, ἐκεῖνοι δ’ ἐπίτηδες παρῆγον καὶ ἀνεβάλλοντο, πέμπει πρὸς αὐτὸν ἡ Ἐρυξὼ θεραπαινίδα παρ’ αὑτῆς παραγγέλλουσαν, ὅτι νῦν μὲν ἀντιλέγουσιν οἱ ἀδελφοί, γενομένης δὲ τῆς συνόδου παύσονται διαφερόμενοι καὶ συγχωρήσουσι· δεῖν οὖν αὐτόν, εἰ βούλεται, νύκτωρ ἀφικέσθαι πρὸς αὐτήν· καλῶς γὰρ ἕξειν καὶ τὰ λοιπὰ τῆς ἀρχῆς γενομένης. ἦν οὖν ταῦτα πρὸς ἡδονὴν τῷ Λαάρχῳ, καὶ παντάπασιν ἀναπτοηθεὶς πρὸς τὴν φιλοφροσύνην τῆς γυναικὸς ὡμολόγησεν ἥξειν, [261B] ὅταν ἐκείνη κελεύσῃ· ταῦτα δ’ ἔπραττεν ἡ Ἐρυξὼ μετὰ Πολυάρχου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν αὑτῷ ξιφήρεις, φόνῳ πατρὸς ἐπεξιόντας, ὃν ὁ Λάαρχος ἐτύγχανεν ἀπεκτονὼς νεωστί. μεταπεμψαμένης δὲ τῆς Ἐρυξοῦς αὐτὸν ἄνευ δορυφόρων εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ προσπεσόντων τυπτόμενος τοῖς ξίφεσιν ἀπέθανε. τὸν μὲν οὖν νεκρὸν ἔρριψαν ὑπὲρ τὸ τεῖχος, τὸν δὲ Βάττον προαγαγόντες ἀνέδειξαν ἐπὶ τοῖς πατρίοις βασιλέα, [261C] καὶ τὴν ἀπ’ ἀρχῆς πολιτείαν ὁ Πολύαρχος ἀπέδωκε τοῖς Κυρηναίοις. ἐτύγχανον δ’ Ἀμάσιδος τοῦ Αἰγυπτίων βασιλέως στρατιῶται συχνοὶ παρόντες, οἷς ὁ Λάαρχος ἐχρῆτο πιστοῖς, καὶ φοβερὸς ἦν οὐχ ἥκιστα δι’ ἐκείνων τοῖς πολίταις. οὗτοι πρὸς Ἄμασιν ἔπεμψαν τοὺς κατηγορήσοντας τοῦ τε Πολυάρχου καὶ τῆς Ἐρυξοῦς. χαλεπαίνοντος δ’ ἐκείνου καὶ διανοουμένου πολεμεῖν τοῖς Κυρηναίοις συνέβη τὴν μητέρα τελευτῆσαι, καὶ ταφὰς αὐτῆς ἐπιτελοῦντος <τοὺς- ἀπαγγέλλοντας ἐλθεῖν παρὰ τοῦ Ἀμάσιδος. ἔδοξεν οὖν τῷ Πολυάρχῳ βαδίζειν ἀπολογησομένῳ· [261D] τῆς δ’ Ἐρυξοῦς μὴ ἀπολειπομένης, ἀλλ’ ἕπεσθαι καὶ συγκινδυνεύειν βουλομένης οὐδ’ ἡ μήτηρ Κριτόλα, καίπερ οὖσα πρεσβῦτις, ἀπελείπετο. μέγιστον δ’ αὐτῆς ἦν ἀξίωμα, Βάττου γεγενημένης ἀδελφῆς τοῦ Εὐδαίμονος. ὡς οὖν ἦλθον εἰς Αἴγυπτον, οἵ τ’ ἄλλοι θαυμαστῶς ἀπεδέξαντο τὴν πρᾶξιν αὐτῶν, καὶ ὁ Ἄμασις οὐ μετρίως ἀπεδέξατο τήν τε σωφροσύνην καὶ τὴν ἀνδρείαν τῆς Ἐρυξοῦς· δώροις δὲ τιμήσας καὶ θεραπείᾳ βασιλικῇ τόν τε Πολύαρχον καὶ τὰς γυναῖκας εἰς Κυρήνην ἀπέστειλεν. Ξενοκρίτη[Επεξεργασία] [261E] Οὐχ ἧττον δ’ ἄν τις ἀγάσαιτο τὴν Κυμαίαν Ξενοκρίτην ἐπὶ τοῖς πραχθεῖσι περὶ Ἀριστόδημον τὸν τύραννον, ᾧ τινες Μαλακὸν ἐπίκλησιν οἴονται γεγονέναι, τὸ ἀληθὲς ἀγνοοῦντες. ἐπεκλήθη γὰρ ὑπὸ τῶν βαρβάρων Μαλακός, ὅπερ ἐστὶν ἀντίπαις, ὅτι μειράκιον ὢν παντάπασι μετὰ τῶν ἡλίκων ἔτι κομώντων (οὓς κορωνιστὰς ὡς ἔοικεν ἀπὸ τῆς κόμης ὠνόμαζον) ἐν τοῖς πρὸς τοὺς βαρβάρους πολέμοις ἐπιφανὴς ἦν καὶ λαμπρὸς οὐ τόλμῃ μόνον οὐδὲ χειρὸς ἔργοις, ἀλλὰ καὶ συνέσει καὶ προνοίᾳ φανεὶς περιττός. ὅθεν εἰς τὰς μεγίστας προῆλθεν ἀρχὰς θαυμαζόμενος ὑπὸ τῶν πολιτῶν, καὶ Ῥωμαίοις ἐπικουρίαν ἄγων ἐπέμφθη πολεμουμένοις ὑπὸ τῶν Τυρρηνῶν, [261F] Ταρκύνιον Σούπερβον ἐπὶ τὴν βασιλείαν καταγόντων. ἐν ταύτῃ δὲ τῇ στρατείᾳ μακρᾷ γενομένῃ πάντα πρὸς χάριν ἐνδιδοὺς τοῖς στρατευομένοις τῶν πολιτῶν καὶ δημαγωγῶν μᾶλλον ἢ στρατηγῶν ἔπεισεν αὐτοὺς συνεπιθέσθαι τῇ βουλῇ καὶ συνεκβαλεῖν τοὺς ἀρίστους καὶ δυνατωτάτους. ἐκ δὲ τούτου γενόμενος τύραννος ἦν μὲν ἐν ταῖς περὶ γυναῖκας καὶ παῖδας ἐλευθέρους ἀδικίαις αὐτὸς ἑαυτοῦ μοχθηρότατος. ἱστόρηται γάρ, ὅτι τοὺς μὲν ἄρρενας παῖδας ἤσκει κομᾶν καὶ χρυσοφορεῖν, τὰς δὲ θηλείας ἠνάγκαζε περιτρόχαλα κείρεσθαι καὶ φορεῖν ἐφηβικὰς χλαμύδας κατὰ τῶν ἀνακώλων χιτωνίσκων. [262A] οὐ μὴν ἀλλ’ ἐξαιρέτως ἐρασθεὶς τῆς Ξενοκρίτης εἶχεν αὐτὴν φυγάδος οὖσαν πατρός, οὐ καταγαγὼν οὐδὲ πείσας ἐκεῖνον, ἀλλ’ ὁπωσοῦν ἡγούμενος ἀγαπᾶν συνοῦσαν αὐτῷ τὴν κόρην, ἅτε δὴ ζηλουμένην καὶ μακαριζομένην ὑπὸ τῶν πολιτῶν. τὴν δὲ ταῦτα μὲν οὐκ ἐξέπληττεν· ἀχθομένη δ’ ἐπὶ τῷ συνοικεῖν ἀνέκδοτος καὶ ἀνέγγυος οὐδεν<ὸς- ἧττον ἐπόθει τῶν μισουμένων ὑπὸ τοῦ τυράννου τὴν τῆς πατρίδος ἐλευθερίαν. ἔτυχε δὲ κατ’ ἐκεῖνο καιροῦ τάφρον ἄγων κύκλῳ περὶ τὴν χώραν ὁ Ἀριστόδημος, οὔτ’ ἀναγκαῖον ἔργον οὔτε χρήσιμον, [262B] ἄλλως δὲ τρίβειν καὶ ἀποκναίειν πόνοις καὶ ἀσχολίαις τοὺς πολίτας βουλόμενος· ἦν γὰρ προστεταγμένον ἑκάστῳ μέτρων τινῶν ἀριθμὸν ἐκφέρειν τῆς γῆς. *** ὡς εἶδεν ἐπιόντα τὸν Ἀριστόδημον, ἐξέκλινε καὶ παρεκαλύψατο τῷ χιτωνίσκῳ τὸ πρόσωπον. ἀπελθόντος οὖν τοῦ Ἀριστοδήμου, σκώπτοντες οἱ νεανίσκοι καὶ παίζοντες ἠρώτων, ὅ τι δὴ μόνον ὑπ’ αἰδοῦς φύγοι τὸν Ἀριστόδημον, πρὸς δὲ τοὺς ἄλλους οὐδὲν πάθοι τοιοῦτον· ἡ δὲ καὶ μάλα μετὰ σπουδῆς ἀπεκρίνατο «μόνος γάρ» ἔφη «Κυμαίων Ἀριστόδημος ἀνήρ ἐστι.» τοῦτο γὰρ λεχθὲν τὸ ῥῆμα πάντων μὲν ἥψατο, [262C] τοὺς δὲ γενναίους καὶ παρώξυνεν αἰσχύνῃ τῆς ἐλευθερίας ἀντέχεσθαι. λέγεται δὲ καὶ Ξενοκρίτην ἀκούσασαν εἰπεῖν, ὡς ἐβούλετ’ ἂν καὶ αὐτὴ γῆν ὑπὲρ τοῦ πατρὸς φέρειν παρόντος ἢ τρυφῆς συμμετέχειν Ἀριστοδήμῳ καὶ δυνάμεως τοσαύτης. ἐπέρρωσεν οὖν ταῦτα τοὺς συνισταμένους ἐπὶ τὸν Ἀριστόδημον, ὧν ἡγεῖτο Θυμοτέλης· καὶ τῆς Ξενοκρίτης εἰσόδου παρεχούσης αὐτοῖς ἄδειαν καὶ τὸν Ἀριστόδημον ἄοπλον καὶ ἀφύλακτον, οὐ χαλεπῶς παρεισπεσόντες διαφθείρουσιν αὐτόν. οὕτω μὲν ἡ Κυμαίων πόλις ἠλευθερώθη δυεῖν ἀρετῇ γυναικῶν, τῆς μὲν ἐπίνοιαν αὐτοῖς καὶ ὁρμὴν ἐμβαλούσης τοῦ ἔργου, τῆς δὲ πρὸς τὸ τέλος συλλαβομένης. τιμῶν δὲ καὶ δωρεῶν μεγάλων τῇ Ξενοκρίτῃ προτεινομένων ἐάσασα πάσας ἓν ᾐτήσατο, [262D] θάψαι τὸ σῶμα τοῦ Ἀριστοδήμου· καὶ τοῦτ’ οὖν ἔδοσαν αὐτῇ καὶ Δήμητρος ἱέρειαν αὐτὴν εἵλοντο, οὐχ ἧττον οἰόμενοι τῇ θεῷ κεχαρισμένην ἢ πρέπουσαν ἐκείνῃ τιμὴν ἔσεσθαι. Πύθεω γυνή[Επεξεργασία] Λέγεται δὲ καὶ τὴν Πύθεω τοῦ κατὰ Ξέρξην γυναῖκα σοφὴν γενέσθαι καὶ χρηστήν. αὐτὸς μὲν γὰρ ὁ Πύθης ὡς ἔοικε χρυσείοις ἐντυχὼν μετάλλοις καὶ ἀγαπήσας τὸν ἐξ αὐτῶν πλοῦτον οὐ μετρίως ἀλλ’ ἀπλήστως καὶ περιττῶς, αὐτός τε περὶ ταῦτα διέτριβε καὶ τοὺς πολίτας καταβιβάζων ἅπαντας ὁμαλῶς ὀρύττειν ἢ φορεῖν ἢ καθαίρειν ἠνάγκαζε τὸ χρυσίον, [262E] ἄλλο μηδὲν ἐργαζομένους τὸ παράπαν μηδὲ πράττοντας. ἀπολλυμένων δὲ πολλῶν πάντων δ’ ἀπαγορευόντων αἱ γυναῖκες ἱκετηρίαν ἔθεσαν ἐπὶ τὰς θύρας ἐλθοῦσαι τῆς τοῦ Πύθεω γυναικός. ἡ δ’ ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν ἐκέλευσεν, αὐτὴ δὲ τῶν περὶ τὸ χρυσίον τεχνιτῶν οἷς ἐπίστευε μάλιστα καλέσασα καὶ καθείρξασα, [262F] ποιεῖν ἐκέλευεν ἄρτους τε χρυσοῦς καὶ πέμματα παντοδαπὰ καὶ ὀπώρας, καὶ ὅσοις δὴ μάλιστα τὸν Πύθην ἐγίνωσκεν ἡδόμενον ὄψοις καὶ βρώμασι. ποιηθέντων δὲ πάντων ὁ μὲν Πύθης ἧκεν ἀπὸ τῆς ξένης· ἐτύγχανε γὰρ ἀποδημῶν· ἡ δὲ γυνὴ δεῖπνον αἰτοῦντι παρέθηκε χρυσῆν τράπεζαν οὐδὲν ἐδώδιμον ἔχουσαν ἀλλὰ πάντα χρυσᾶ. τὸ μὲν οὖν πρῶτον ἔχαιρε Πύθης τοῖς μιμήμασιν, ἐμπλησθεὶς δὲ τῆς ὄψεως ᾔτει φαγεῖν· ἡ δὲ χρυσοῦν ὅ τι τύχοι ποθήσας προσέφερε. δυσχεραίνοντος δ’ αὐτοῦ καὶ πεινῆν βοῶντος, «ἀλλὰ σύ γε τούτων» εἶπεν «ἄλλου δ’ οὐδενὸς εὐπορίαν πεποίηκας ἡμῖν· [263A] καὶ γὰρ ἐμπειρία καὶ τέχνη πᾶσα φροῦδος, γεωργεῖ δ’ οὐδείς, ἀλλὰ τὰ σπειρόμενα καὶ φυτευόμενα καὶ τρέφοντα τῆς γῆς ὀπίσω καταλιπόντες ὀρύσσομεν ἄχρηστα καὶ ζητοῦμεν, ἀποκναίοντες αὑτοὺς καὶ τοὺς πολίτας.» ἐκίνησε ταῦτα τὸν Πύθην, καὶ πᾶσαν μὲν οὐ κατέλυσε τὴν περὶ τὰ μέταλλα πραγματείαν, ἀνὰ μέρος δὲ τὸ πέμπτον ἐργάζεσθαι κελεύσας τῶν πολιτῶν τοὺς λοιποὺς ἐπὶ γεωργίαν καὶ τὰς τέχνας ἔτρεψε. Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα λαμπρότατος ἐν ταῖς ὑποδοχαῖς καὶ ταῖς δωρεαῖς γενόμενος χάριν ᾐτήσατο παρὰ τοῦ βασιλέως, πλειόνων αὐτῷ παίδων ὄντων, [263B] ἕνα παρεῖναι τῆς στρατείας καὶ καταλιπεῖν αὐτῷ γηροβοσκόν. ὁ δὲ Ξέρξης ὑπ’ ὀργῆς τοῦτον μὲν, ὃν ἐξῃτήσατο, σφάξας καὶ διατεμὼν ἐκέλευσε τὸν στρατὸν διελθεῖν, τοὺς δ’ ἄλλους ἀπηγάγετο, καὶ πάντες ἀπώλοντο κατὰ τὰς μάχας. ἐφ’ οἷς ὁ Πύθης ἀθυμήσας ἔπαθεν ὅμοια πολλοῖς τῶν κακῶν καὶ ἀνοήτων· τὸν μὲν γὰρ θάνατον ἐφοβεῖτο, τῷ βίῳ δ’ ἤχθετο. βουλόμενος δὲ μὴ ζῆν, προέσθαι δὲ τὸ ζῆν μὴ δυνάμενος, χώματος ὄντος ἐν τῇ πόλει μεγάλου καὶ ποταμοῦ διαρρέοντος, ὃν Πυθοπολίτην ὠνόμαζον, [263C] ἐν μὲν τῷ χώματι κατεσκεύασε μνημεῖον, ἐκτρέψας δὲ τὸ ῥεῖθρον, ὥστε διὰ τοῦ χώματος φέρεσθαι ψαύοντα τοῦ τάφου τὸν ποταμόν, ἐπὶ τούτοις συντελεσθεῖσιν αὐτὸς μὲν εἰς τὸ μνημεῖον κατῆλθε, τῇ δὲ γυναικὶ τὴν ἀρχὴν καὶ τὴν πόλιν ἀναθεὶς ἅπασαν ἐκέλευσε μὴ προσιέναι, πέμπειν δὲ τὸ δεῖπνον αὐτῷ καθ’ ἑκάστην ἡμέραν εἰς βᾶριν ἐντιθεῖσαν, ἄχρις οὗ τὸν τάφον ἡ βᾶρις παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι πέμπουσαν, ὡς αὐτοῦ τεθνηκότος. ἐκεῖνος μὲν οὕτω τὸν λοιπὸν βίον διῆγεν, ἡ δὲ γυνὴ τῆς ἀρχῆς καλῶς ἐπεμελήθη καὶ μεταβολὴν κακῶν τοῖς ἀνθρώποις παρέσχεν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-12 19:54:12 - flow version _RPTC_G1.3