Solone - Frammenti

SOLONE - FRAMMENTI

fr. 1

αὐτὸς κῆρυξ ἦλθον ἀφ' ἱμερτῆς Σαλαμῖνος,

κόσμον ἐπέων ὠιδὴν ἀντ' ἀγορῆς θέμενος.

fr. 2

εἴην δὴ τότ' ἐγὼ Φολεγάνδριος ἢ Σικινήτης

ἀντί γ' Ἀθηναίου πατρίδ' ἀμειψάμενος·

αἶψα γὰρ ἂν φάτις ἥδε μετ' ἀνθρώποισι γένοιτο·

"Ἀττικὸς οὗτος ἀνήρ, τῶν Σαλαμιναφετέων".

fr. 3

ἴομεν ἐς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου

ἱμερτῆς χαλεπόν τ' αἶσχος ἀπωσόμενοι.

fr. 4

ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτ' ὀλεῖται

αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων·

τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη

Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει·

5αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίηισιν

ἀστοὶ βούλονται χρήμασι πειθόμενοι,

δήμου θ' ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον

ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν·

οὐ γὰρ ἐπίστανται κατέχειν κόρον οὐδὲ παρούσας

10 εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίηι

.........

πλουτέουσιν δ' ἀδίκοις ἔργμασι πειθόμενοι

.........

οὔθ' ἱερῶν κτεάνων οὔτε τι δημοσίων

φειδόμενοι κλέπτουσιν ἀφαρπαγῆι ἄλλοθεν ἄλλος,

οὐδὲ φυλάσσονται σεμνὰ Δίκης θέμεθλα,

15ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τ' ἐόντα,

τῶι δὲ χρόνωι πάντως ἦλθ' ἀποτεισομένη,

τοῦτ' ἤδη πάσηι πόλει ἔρχεται ἕλκος ἄφυκτον,

ἐς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην,

ἣ στάσιν ἔμφυλον πόλεμόν θ' εὕδοντ' ἐπεγείρει,

20 ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην·

ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ

τρύχεται ἐν συνόδοις τοῖς ἀδικέουσι φίλους.

ταῦτα μὲν ἐν δήμωι στρέφεται κακά· τῶν δὲ πενιχρῶν

ἱκνέονται πολλοὶ γαῖαν ἐς ἀλλοδαπὴν

25πραθέντες δεσμοῖσί τ' ἀεικελίοισι δεθέντες

........

οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδ' ἑκάστωι,

αὔλειοι δ' ἔτ' ἔχειν οὐκ ἐθέλουσι θύραι,

ὑψηλὸν δ' ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,

εἰ καί τις φεύγων ἐν μυχῶι ἦι θαλάμου.

30ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,

ὡς κακὰ πλεῖστα πόλει Δυσνομίη παρέχει·

Εὐνομίη δ' εὔκοσμα καὶ ἄρτια πάντ' ἀποφαίνει,

καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας·

τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,

35 αὑαίνει δ' ἄτης ἄνθεα φυόμενα,

εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τ' ἔργα

πραΰνει· παύει δ' ἔργα διχοστασίης,

παύει δ' ἀργαλέης ἔριδος χόλον, ἔστι δ' ὑπ' αὐτῆς

πάντα κατ' ἀνθρώπους ἄρτια καὶ πινυτά.

fr. 4a

γινώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται,

πρεσβυτάτην ἐσορῶν γαῖαν̣ [Ἰ]α̣ονίης

κλινομένην,

fr. 4c

ὑμεῖς δ' ἡσυχάσ̣αντ̣ε̣σ̣ ἐνὶ φ̣ρεσὶ καρτερὸν ἦτορ,

οἳ πολλῶν ἀγαθῶν ἐς κόρον [ἠ]λ̣άσατε,

ἐν μετρίοισι τί̣θ̣ε̣σ̣θ̣ε μέγαν νόον· οὔτε γὰρ ἡμεῖς

πεισόμεθ', οὔθ' ὑμῖν ἄρτια τα[ῦ]τ̣' ἔσεται.

fr. 5

δήμωι μὲν γὰρ ἔδωκα τόσον γέρας ὅσσον ἐπαρκεῖν,

τιμῆς οὔτ' ἀφελὼν οὔτ' ἐπορεξάμενος·

οἳ δ' εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί,

καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν·

5ἔστην δ' ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι,

νικᾶν δ' οὐκ εἴασ' οὐδετέρους ἀδίκως.

fr. 6

δῆμος δ' ὧδ' ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,

μήτε λίην ἀνεθεὶς μήτε βιαζόμενος·

τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται

ἀνθρώποις ὁπ̣όσοις μὴ νόος ἄρτιος ἦι.

fr. 7

ἔργμασι (γὰρ) ἐν μεγάλοις πᾶσιν ἁδεῖν χαλεπόν,

fr. 9

ἐκ νεφέλης πέλεται χιόνος μένος ἠδὲ χαλάζης,

βροντὴ δ' ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς·

ἀνδρῶν δ' ἐκ μεγάλων πόλις ὄλλυται, ἐς δὲ μονάρχου

δῆμος ἀϊδρίηι δουλοσύνην ἔπεσεν.

5λίην δ' ἐξάραντ' ‹οὐ› ῥάιδιόν ἐστι κατασχεῖν

ὕστερον, ἀλλ' ἤδη χρὴ ‹καλὰ› πάντα νοεῖν.

fr. 10

δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς,

δείξει ἀληθείης ἐς μέσον ἐρχομένης.

fr. 11

εἰ δὲ πεπόνθατε λυγρὰ δι' ὑμετέρην κακότητα,

μὴ θεοῖσιν τούτων μοῖραν ἐπαμφέρετε·

αὐτοὶ γὰρ τούτους ηὐξήσατε ῥύματα δόντες,

καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην.

5ὑμέων δ' εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει,

σύμπασιν δ' ὑμῖν χαῦνος ἔνεστι νόος·

ἐς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός,

εἰς ἔργον δ' οὐδὲν γιγνόμενον βλέπετε.

fr. 12

ἐξ ἀνέμων δὲ θάλασσα ταράσσεται· ἢν δέ τις αὐτὴν

μὴ κινῆι, πάντων ἐστὶ δικαιοτάτη.

fr. 13

Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα,

Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένωι·

ὄλβον μοι πρὸς θεῶν μακάρων δότε, καὶ πρὸς ἁπάντων

ἀνθρώπων αἰεὶ δόξαν ἔχειν ἀγαθήν·

5εἶναι δὲ γλυκὺν ὧδε φίλοις, ἐχθροῖσι δὲ πικρόν,

τοῖσι μὲν αἰδοῖον, τοῖσι δὲ δεινὸν ἰδεῖν.

χρήματα δ' ἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαι

οὐκ ἐθέλω· πάντως ὕστερον ἦλθε δίκη.

πλοῦτον δ' ὃν μὲν δῶσι θεοί, παραγίγνεται ἀνδρὶ

10 ἔμπεδος ἐκ νεάτου πυθμένος ἐς κορυφήν·

ὃν δ' ἄνδρες τιμῶσιν ὑφ' ὕβριος, οὐ κατὰ κόσμον

ἔρχεται, ἀλλ' ἀδίκοις ἔργμασι πειθόμενος

οὐκ ἐθέλων ἕπεται, ταχέως δ' ἀναμίσγεται ἄτηι·

ἀρχῆς δ' ἐξ ὀλίγης γίγνεται ὥστε πυρός,

15φλαύρη μὲν τὸ πρῶτον, ἀνιηρὴ δὲ τελευτᾶι·

οὐ γὰρ δὴ‹ν› θνητοῖς ὕβριος ἔργα πέλει,

ἀλλὰ Ζεὺς πάντων ἐφορᾶι τέλος, ἐξαπίνης δὲ

ὥστ' ἄνεμος νεφέλας αἶψα διεσκέδασεν

ἠρινός, ὃς πόντου πολυκύμονος ἀτρυγέτοιο

20 πυθμένα κινήσας, γῆν κάτα πυροφόρον

δηιώσας καλὰ ἔργα θεῶν ἕδος αἰπὺν ἱκάνει

οὐρανόν, αἰθρίην δ' αὖτις ἔθηκεν ἰδεῖν,

λάμπει δ' ἠελίοιο μένος κατὰ πίονα γαῖαν

καλόν, ἀτὰρ νεφέων οὐδ' ἓν ἔτ' ἐστὶν ἰδεῖν.

25τοιαύτη Ζηνὸς πέλεται τίσις· οὐδ' ἐφ' ἑκάστωι

ὥσπερ θνητὸς ἀνὴρ γίγνεται ὀξύχολος,

αἰεὶ δ' οὔ ἑ λέληθε διαμπερές, ὅστις ἀλιτρὸν

θυμὸν ἔχει, πάντως δ' ἐς τέλος ἐξεφάνη·

ἀλλ' ὁ μὲν αὐτίκ' ἔτεισεν, ὁ δ' ὕστερον· οἳ δὲ φύγωσιν

30 αὐτοί, μηδὲ θεῶν μοῖρ' ἐπιοῦσα κίχηι,

ἤλυθε πάντως αὖτις· ἀναίτιοι ἔργα τίνουσιν

ἢ παῖδες τούτων ἢ γένος ἐξοπίσω.

θνητοὶ δ' ὧδε νοέομεν ὁμῶς ἀγαθός τε κακός τε,

εὖ ῥεῖν ἣν αὐτὸς δόξαν ἕκαστος ἔχει,

35πρίν τι παθεῖν· τότε δ' αὖτις ὀδύρεται· ἄχρι δὲ τούτου

χάσκοντες κούφαις ἐλπίσι τερπόμεθα.

χὤστις μὲν νούσοισιν ὑπ' ἀργαλέηισι πιεσθῆι,

ὡς ὑγιὴς ἔσται, τοῦτο κατεφράσατο·

ἄλλος δειλὸς ἐὼν ἀγαθὸς δοκεῖ ἔμμεναι ἀνήρ,

40 καὶ καλὸς μορφὴν οὐ χαρίεσσαν ἔχων·

εἰ δέ τις ἀχρήμων, πενίης δέ μιν ἔργα βιᾶται,

κτήσασθαι πάντως χρήματα πολλὰ δοκεῖ.

σπεύδει δ' ἄλλοθεν ἄλλος· ὁ μὲν κατὰ πόντον ἀλᾶται

ἐν νηυσὶν χρήιζων οἴκαδε κέρδος ἄγειν

45ἰχθυόεντ' ἀνέμοισι φορεόμενος ἀργαλέοισιν,

φειδωλὴν ψυχῆς οὐδεμίαν θέμενος·

ἄλλος γῆν τέμνων πολυδένδρεον εἰς ἐνιαυτὸν

λατρεύει, τοῖσιν καμπύλ' ἄροτρα μέλει·

ἄλλος Ἀθηναίης τε καὶ Ἡφαίστου πολυτέχνεω

50 ἔργα δαεὶς χειροῖν ξυλλέγεται βίοτον,

ἄλλος Ὀλυμπιάδων Μουσέων πάρα δῶρα διδαχθείς,

ἱμερτῆς σοφίης μέτρον ἐπιστάμενος·

ἄλλον μάντιν ἔθηκεν ἄναξ ἑκάεργος Ἀπόλλων,

ἔγνω δ' ἀνδρὶ κακὸν τηλόθεν ἐρχόμενον,

55ὧι συνομαρτήσωσι θεοί· τὰ δὲ μόρσιμα πάντως

οὔτε τις οἰωνὸς ῥύσεται οὔθ' ἱερά·

ἄλλοι Παιῶνος πολυφαρμάκου ἔργον ἔχοντες

ἰητροί· καὶ τοῖς οὐδὲν ἔπεστι τέλος·

πολλάκι δ' ἐξ ὀλίγης ὀδύνης μέγα γίγνεται ἄλγος,

60 κοὐκ ἄν τις λύσαιτ' ἤπια φάρμακα δούς·

τὸν δὲ κακαῖς νούσοισι κυκώμενον ἀργαλέαις τε

ἁψάμενος χειροῖν αἶψα τίθησ' ὑγιῆ.

Μοῖρα δέ τοι θνητοῖσι κακὸν φέρει ἠδὲ καὶ ἐσθλόν,

δῶρα δ' ἄφυκτα θεῶν γίγνεται ἀθανάτων.

65πᾶσι δέ τοι κίνδυνος ἐπ' ἔργμασιν, οὐδέ τις οἶδεν

πῆι μέλλει σχήσειν χρήματος ἀρχομένου·

ἀλλ' ὁ μὲν εὖ ἔρδειν πειρώμενος οὐ προνοήσας

ἐς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν,

τῶι δὲ κακῶς ἔρδοντι θεὸς περὶ πάντα δίδωσιν

70 συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.

πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται·

οἳ γὰρ νῦν ἡμέων πλεῖστον ἔχουσι βίον,

διπλάσιον σπεύδουσι· τίς ἂν κορέσειεν ἅπαντας;

κέρδεά τοι θνητοῖς ὤπασαν ἀθάνατοι,

75ἄτη δ' ἐξ αὐτῶν ἀναφαίνεται, ἣν ὁπότε Ζεὺς

πέμψηι τεισομένην, ἄλλοτε ἄλλος ἔχει.

fr. 14

οὐδὲ μάκαρ οὐδεὶς πέλεται βροτός, ἀλλὰ πονηροὶ

πάντες ὅσους θνητοὺς ἠέλιος καθορᾶι.

fr. 15

πολλοὶ γὰρ πλουτέουσι κακοί, ἀγαθοὶ δὲ πένονται·

ἀλλ' ἡμεῖς τούτοις οὐ διαμειψόμεθα

τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,

χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.

fr. 16

γνωμοσύνης δ' ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαι

μέτρον, ὃ δὴ πάντων πείρατα μοῦνον ἔχει.

fr. 17

πάντηι δ' ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισιν

fr. 18

γηράσκω δ' αἰεὶ πολλὰ διδασκόμενος,

fr. 19

νῦν δὲ (φησί) σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ' ἀνάσσων

τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον·

αὐτὰρ ἐμὲ ξὺν νηῒ θοῆι κλεινῆς ἀπὸ νήσου

ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος·

5οἰκισμῶι δ' ἐπὶ τῶιδε χάριν καὶ κῦδος ὀπάζοι

ἐσθλὸν καὶ νόστον πατρίδ' ἐς ἡμετέρην.

fr. 20

‹"ἑξηκονταέτη μοῖρα κίχοι θανάτου."›

ἀλλ' εἴ μοι καὶ νῦν ἔτι πείσεαι, ἔξελε τοῦτο ‑

μηδὲ μέγαιρ', ὅτι σέο λῶιον ἐπεφρασάμην ‑

5καὶ μεταποίησον Λιγιαστάδη, ὧδε δ' ἄειδε·

"ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου".

fr. 21

μηδέ μοι ἄκλαυτος θάνατος μόλοι, ἀλλὰ φίλοισι

καλλείποιμι θανὼν ἄλγεα καὶ στοναχάς,

fr. 22a

εἰπεῖν μοι Κριτίηι ξανθότριχι πατρὸς ἀκούειν·

οὐ γὰρ ἁμαρτινόωι πείσεται ἡγεμόνι.

fr. 23

ὄλβιος, ὧι παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι

καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;

fr. 24

ἶσόν τοι πλουτέουσιν, ὅτωι πολὺς ἄργυρός ἐστι

καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία

ἵπποι θ' ἡμίονοί τε, καὶ ὧι μόνα ταῦτα πάρεστι,

γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,

5παιδός τ' ἠδὲ γυναικός, ἐπὴν καὶ ταῦτ' ἀφίκηται,

ὥρη, σὺν δ' ἥβη γίνεται ἁρμοδίη.

ταῦτ' ἄφενος θνητοῖσι· τὰ γὰρ περιώσια πάντα

χρήματ' ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀΐδεω,

οὐδ' ἂν ἄποινα διδοὺς θάνατον φύγοι, οὐδὲ βαρείας

10 νούσους, οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.

fr. 25

ἔσθ' ἥβης ἐρατοῖσιν ἐπ' ἄνθεσι παιδοφιλήσηι,

μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.

fr. 26

ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου

καὶ Μουσέων, ἃ τίθησ' ἀνδράσιν εὐφροσύνας,

fr. 27

παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων

φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ' ἔτεσιν.

τοὺς δ' ἑτέρους ὅτε δὴ τελέσηι θεὸς ἕπτ' ἐνιαυτούς,

ἥβης δὲ φάνει†σήματα γεινομένης.

5τῆι τριτάτηι δὲ γένειον ἀεξομένων ἔτι γυίων

λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης.

τῆι δὲ τετάρτηι πᾶς τις ἐν ἑβδομάδι μέγ' ἄριστος

ἰσχύν, ἧι τ' ἄνδρες πείρατ' ἔχουσ' ἀρετῆς.

πέμπτηι δ' ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι

10 καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν.

τῆι δ' ἕκτηι περὶ πάντα καταρτύεται νόος ἀνδρός,

οὐδ' ἔρδειν ἔθ' ὁμῶς ἔργ' ἀπάλαμνα θέλει.

ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ' ἄριστος

ὀκτώ τ'· ἀμφοτέρων τέσσαρα καὶ δέκ' ἔτη.

15τῆι δ' ἐνάτηι ἔτι μὲν δύναται, μαλακώτερα δ' αὐτοῦ

πρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη.

τὴν δεκάτην δ' εἴ τις τελέσας κατὰ μέτρον ἵκοιτο,

οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.

fr. 28

Νείλου ἐπὶ προχοῆισι, Κανωβίδος ἐγγύθεν ἀκτῆς.

fr. 31

πρῶτα μὲν εὐχώμεσθα Διὶ Κρονίδηι βασιλῆϊ

θεσμοῖς τοῖσδε τύχην ἀγαθὴν καὶ κῦδος ὀπάσσαι.

fr. 32

εἰ δὲ γῆς (φησιν) ἐφεισάμην

πατρίδος, τυραννίδος δὲ καὶ βίης ἀμειλίχου

οὐ καθηψάμην μιάνας καὶ καταισχύνας κλέος,

οὐδὲν αἰδέομαι· πλέον γὰρ ὧδε νικήσειν δοκέω

5πάντας ἀνθρώπους.

fr. 33

"οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ·

ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο·

περιβαλὼν δ' ἄγρην ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγα

δίκτυον, θυμοῦ θ' ἁμαρτῆι καὶ φρενῶν ἀποσφαλείς·

5ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν

καὶ τυραννεύσας Ἀθηνέων μοῦνον ἡμέρην μίαν,

ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρίφθαι γένος."

fr. 34

οἱ δ' ἐφ' ἁρπαγῆισιν ἦλθον· ἐλπίδ' εἶχον ἀφνεήν,

κἀδόκ[ε]ον ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν,

καί με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον.

χαῦνα μὲν τότ' ἐφράσαντο, νῦν δέ μοι χολούμενοι

5λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον.

οὐ χρεών· ἃ μὲν γὰρ εἶπα, σὺν θεοῖσιν ἤνυσα,

ἄλλα δ' οὐ μάτην ἔερδον, οὐδέ μοι τυραννίδος

ἁ̣ν̣δάν̣ει βίηι τι[..].ε[ι]ν, οὐδὲ πιεί[ρ]ης χθονὸς

πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίην ἔχειν.

fr. 36

ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον

δῆμον, τί τούτων πρὶν τυχεῖ̣ν̣ ἐ̣παυσάμην;

συμμαρτυροίη ταῦτ' ἂν ἐν δίκηι Χρόνου

μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων

5ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε

ὅρους ἀνεῖλον πολλαχῆι πεπηγότας,

πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρη.

πολλοὺς δ' Ἀθήνας πατρίδ' ἐς θεόκτιτον

ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως,

10ἄλλον δικαίως, τοὺς δ' ἀναγκαίης ὑπὸ

χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ' Ἀττικὴν

ἱέντας, ὡς δὴ πολλαχῆι πλανωμένους·

τοὺς δ' ἐνθάδ' αὐτοῦ δουλίην ἀεικέα

ἔχοντας, ἤθη δεσποτέων τρομεομένους,

15ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει

ὁμοῦ βίην τε καὶ δίκην ξυναρμόσας

ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην·

θεσμοὺς δ' ὁμοίως τῶι κακῶι τε κἀγαθῶι

εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην

20ἔγραψα. κέντρον δ' ἄλλος ὡς ἐγὼ λαβών,

κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ,

οὐκ ἂν κατέσχε δῆμον· εἰ γὰρ ἤθελον

ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,

αὖτις δ' ἃ τοῖσιν οὕτεροι φρασαίατο,

25πολλῶν ἂν ἀνδρῶν ἥδ' ἐχηρώθη πόλις.

τῶν οὕνεκ' ἀλκὴν πάντοθεν ποιεόμενος

ὡς ἐν κυσὶν πολλῆισιν ἐστράφην λύκος.

fr. 37

δήμωι μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι,

ἃ̣ νῦν ἔχουσιν οὔποτ' ὀφθα̣λ̣μοῖσιν ἂν

εὕδοντες εἶδον ...

ὅσοι δὲ μείζους καὶ βίην̣ ἀμείνονες,

5αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο.

οὐκ ἂν κατέσχε δῆμον, οὐδ' ἐπαύσατο

πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα·

ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίωι

10ὅρος κατέστην.

fr. 38

πίνουσι· καὶ τρώγουσιν οἱ μὲν ἴτρια

οἱ δ' ἄρτον αὐτῶν, οἱ δὲ συμμεμιγμένους

γούρους φακοῖσι· κεῖθι δ' οὔτε πεμμάτων

ἄπεστιν οὐδ' ἕν, ἅσσ' ἐν ἀνθρώποισι γῆ

5φέρει μέλαινα, πάντα δ' ἀφθόνως πάρα.

fr. 39

σπεύδουσι δ' οἱ μὲν ἴγδιν, οἱ δὲ σίλφιον,

οἱ δ' ὄξος,

fr. 40

κόκκωνας δὲ†ἄλλος, ἕτερος δὲ σήσαμα.

fr. 43

λιπαρὴ κουροτρόφος·

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:29 - flow version _RPTC_G1.3