Polieno - Gli stratagemmi LIBRO II

GLI STRATAGEMMI DI POLIENO LIBRO II

Στρατηγήματα ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

Καὶ τόδε ὑμῖν δεύτερον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων καὶ αὐτοῖς δήπου συνιέναι δυναμένοις, ἀφ᾽ ὅσης ἱστορίας καὶ ὅσῳ πόνῳ τάδε συλλεξάμενος ὠφέ- λειαν σύντομον ὑμῖν δίδωμι· καὶ ταῦτα σχολὴν οὐκ ἄγων, ἀλλὰ καὶ δίκας ἐφ᾽ ὑμῶν λέγων. ΑΓΗΣΙΛΑΟΣ. Ἀγησίλαος Ἀκαρνᾶσιν ἐπολέμει καὶ προσῄει, ὅτε τὴν γῆν σπείρειν ἐχρῆν. οἱ Λάκωνες ἐβουλεύοντο τοὺς πολεμίους εἴργειν· Ἀγησίλαος ἐπέτρεψεν, ὡς μᾶλλον εἰρήνης ἐπιθυμήσοντας, εἰ καρποὺς ἔχοιεν, ὑπὲρ ὧν φοβήσοιντο. εἰ δὲ εἰρήνης μὴ γλίχοιντο, ἡμῖν ἄρα, ἔφη, εἶεν ἂν ἐσπαρκότες. Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις ὁμοῦ παρε- τάσσοντο· τὸ μὲν δὴ κοῦφον καὶ πελταστικὸν τοῖς Λάκωσιν ἀχρεῖον ἦν, τὴν δὲ φάλαγγα ὅλην ἐπάγειν ἔδοξεν Ἀγησιλάῳ. Χαβρίας Ἀθηναίοις, Γοργίδας Θη- βαίοις παραγγέλλουσι μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ, τὰ μὲν δόρατα ὀρθὰ προτειναμένους, τὰς δὲ ἀσπίδας ἐς γόνυ προσερεισαμένους. Ἀγησίλαος κατα- πλαγεὶς τὸ στάσιμον σχῆμα τῆς μάχης ἀνεχώρησε στρα- τηγικὸν ἡγούμενος πολεμίων ῥώμην φυλάξασθαι. Ἀγησίλαος περὶ Κορώνειαν ὅσον οὔπω παρετάς- σετο· ἧκέν τις ἀγγέλλων τέθνηκε Πείσανδρος ὁ ναύαρχος Λακεδαιμονίων ἡττηθεὶς ὑπὸ Φαρναβάζου. ὅπως οὖν ἀθυμία καὶ φόβος μηδαμῶς ἐμπέσοι τῷ στρατεύματι, Ἀγησίλαος προστάσσει τοῖς ἀγγέλοις τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλετε· Λακεδαι- μόνιοι νικῶσιν ἐν τῇ θαλάσσῃ. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος, ἔθυσεν εὐαγγέλια, διέπεμψε τοῖς φίλοις μερίδας ἀπὸ τῶν ἱερείων. οἱ στρατιῶται ταῦτα ἀκούσαντες καὶ ὁρῶντες πλεῖον θαρσήσαντες μετὰ μείζονος προθυμίας ἐν τῇ Κορωνείᾳ παρετάξαντο. Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον διδόναι παρήγγειλεν. Ἀγησίλαος ἐν Κορωνείᾳ Θηβαίους ἐνίκησεν. ἤγγειλέ τις οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεών· ὁ δὲ προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι, οἷ καὶ βούλοιντο, ὡς ἄρα εἴη σφαλερὸν συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας ἀναμαχομένοις. Ἀγησίλαος ἐπὶ τῆς Ἀσίας τοὺς στρατιώτας ἔπεισε καταφρονεῖν τῶν βαρβάρων, οὓς τέως ἐδεδοίκεσαν, αἰχμαλώτους Πέρσας ἀποδύσας καὶ τοῖς Ἕλλησιν ἐπι- δείξας, τὰ μὲν σώματα αὐτῶν ἀσθενῆ καὶ λευκὰ διὰ τὴν τρυφὴν, τὸν δὲ κόσμον καὶ τὴν ἐσθῆτα πολυτελῆ, κἀκεῖνο Λακωνικῶς εἰπὼν πρὸς οὓς μὲν τὸν ἀγῶνα ἔχομεν, εἰσὶν οὗτοι· ὑπὲρ ὧν δὲ, ταῦτα. Οἱ σύμμαχοι Λακεδαιμονίους ᾐτιῶντο αὐτοὶ μὲν στρατευόμεθα πολλοὶ, Λάκωνες δὲ ὀλίγοι. Ἀγησίλαος ἐν πεδίῳ προσέταξεν ἰδίᾳ μὲν καθίσαι τοὺς Λάκωνας, ἰδίᾳ δὲ τοὺς συμμάχους. οἱ μὲν δὴ κριθέντες ἐκά- θηντο. κήρυξ δὲ ἠγόρευεν· ἀναστάντων οἱ κεραμεῖς· ἀνέστησαν ἀπὸ τῶν συμμάχων οὐκ ὀλίγοι. δεύτεροι οἱ χαλκεῖς· ἀνέστησαν πολλοί. τρίτον οἱ τέκτονες· ἀνέστησαν πλείονες· καὶ τοὺς ἄλλους βαναύσους καὶ τεχνίτας ἐφεξῆς κατέλεξεν, ὥστε ὀλίγου δεῖν πάντες ἀνέστησαν οἱ σύμμαχοι, Λακεδαιμονίων δὲ οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην βάναυσον ἐργάζεσθαι. οὕτως ἄρα ἐδιδάχθησαν οἱ σύμμαχοι πλείονας αὐτῶν εἶναι στρατιώτας τοὺς Λάκωνας. Ἀγησίλαος εἰς Ἀσίαν ὅτε διέβη καὶ τὴν βασιλέως ἐλυμαίνετο, Τισαφέρνης ἀνοχὰς συνέθετο. αἱ δὲ ἀνοχαὶ τρεῖς μῆνες, ἐφ᾽ ᾧ τε βασιλέα πεῖσαι, ὅσαι πό- λεις Ἑλληνίδες ἐν Ἀσίᾳ, καὶ δὴ αὐτονόμους ἀφεῖναι. οἱ μὲν Ἕλληνες ἀνέμενον τὴν προθεσμίαν· ὁ δὲ Πέρ- σης πολλὴν χεῖρα συλλέξας ἐπέθετο τοῖς Ἕλλησιν. ὀρρωδία καὶ φόβος. Ἀγησίλαος καὶ φαιδρὸς τὴν ὄψιν, μάλα δὴ γαννύμενος ἐστρατήγησε χάριν οἶδα Τισαφέρνῃ τῆς ἐπιορκίας· ἑαυτῷ μὲν γὰρ πολεμίους τοὺς θεοὺς ἐποίησεν, ἡμῖν δὲ συμμάχους. ἴωμεν δὴ θαρροῦντες ὡς μαχούμενοι μετὰ τηλικούτων συμμά- χων. ἀνεθάρρησαν οἱ Ἕλληνες τῷ λόγῳ τοῦ στρα- τηγοῦ καὶ συμβαλόντες ἐνίκησαν τοὺς βαρβάρους. Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποι- οὺς, ὡς ἐξαπατῶν Τισαφέρνην στέλλεται μὲν φανερῶς ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. ἠγγέλη ταῦτα Τισαφέρνῃ. ὁ μὲν Πέρσης ὥρμησε Καρίαν φυλάττειν, ὁ δὲ Λάκων κατέδραμε Λυδίαν καὶ λείαν πολλὴν κατέσυρεν. Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλε. τῶν δὲ ἀναφυγόντων ἐς τὰ ὄρη, οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν ἐποιήσατο, ἀλλ᾽ ἐς τὰ πλάγια τῆς χώρας διαπέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρ- νᾶνες καταφρονήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας, ἐκ τῶν ὀρῶν κατέβησαν ἐς τὰς πόλεις τὰς ἐν τοῖς πεδίοις. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολὺ πλῆθος ἀνθρώπων καὶ βοσκημάτων καὶ τῶν ἄλλων κτημάτων λαφυραγωγήσας ἀνέζευξεν. Ἀγησίλαος πυθόμενος Θηβαίους τὴν κατὰ Σκῶλον πάροδον φυλάττειν, πάσαις ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις ἐν Θεσπείαις ἀναμένειν συνέταξεν· ἀλλὰ μὴν καὶ τὰ σιτία τῆς στρατιᾶς συγκομίζειν ἐκεῖσε. Θηβαῖοι ταῦτα πυθόμενοι μετῆλθον ἐπὶ τὴν κατὰ Θεσπείας πάροδον καὶ ταύτῃ παρεφύλαττον. Ἀγησίλαος δυοῖν ἡμερῶν ὁδὸν ἀνύσας ἡμέρᾳ μιᾷ τὴν κατὰ Σκῶλον πάροδον ἐρήμην εὑρὼν ἄνευ μάχης διῆλθεν. Ἀγησίλαος ἐπόρθει τὴν Θηβαΐδα. οἱ Θηβαῖοι κατελάβοντο λόφον ὑπὲρ τῆς ὁδοῦ δύσβατον, καλού- μενον Γραίας ἕδος, ὥστε ἦν καὶ τὸ παρατάσσεσθαι δύσμαχον καὶ τὸ προχωρεῖν ἀδύνατον. προσποιεῖται δὴ λοξώσας τὴν στρατιὰν ἄγειν ἐπὶ τὸ ἄστυ τῶν Θηβαίων· καὶ γὰρ ἦν ἔρημον ἐξεστρατευκότων ἁπάν- των. Θηβαῖοι περὶ τῇ πόλει δείσαντες τὸν λόφον καταλιπόντες ἠπείγοντο ἐς τὸ ἄστυ· Ἀγησίλαος τὸν λόφον ἀκωλύτως διῆλθεν. Ἀγησίλαος, ἐν Λεύκτροις Λακεδαιμονίων πολλῶν ῥιψάντων τὰ ὅπλα καὶ λιπόντων τὴν τάξιν, ἵνα μὴ πολὺ πλῆθος ἄτιμον γένοιτο, ἠξίωσεν ἀποδειχθῆναι νομοθέτης. ἐπειδὴ ἀπεδείχθη, οὐ καινοὺς νόμους ἔγραψεν, ἀλλὰ τοὺς παλαιοὺς ἰσχύειν μετὰ τὴν ἐν Λεύκτροις μάχην. Ἀγησίλαος, ἐν τῇ Σπάρτῃ στάσεως γενομένης, ὥστε τῶν ὁπλιτῶν οἱ πολλοὶ κατελάβοντο λόφον ἱερὸν Ἀρτέμιδος Ἰσσωρίας ἐγγὺς Πιτάνης· ἐνέκειντο δὲ Βοιωτοὶ καὶ Ἀρκάδες ἐμβεβληκότες, καὶ δέος ἦν ἀμή- χανον, ἐν τῷ πολέμῳ καὶ στάσις - οὐ μὴν αὐτὸς ἔδει- σεν, ἀλλὰ τὸ μὲν ὅπλοις βιάζεσθαι τοὺς ἐπὶ τοῦ λόφου σφαλερὸν, τὸ δὲ ἱκετεύειν ταπεινὸν ὂν παρῆκεν. αὐτὸς δὲ μόνος ἄοπλος ἀτρέπτῳ καὶ πολλῷ τῷ προσώπῳ πρὸς τὸν λόφον ἐλθὼν οὐκ ἐνταῦθα, ἔφη, ὦ νεανίαι, ὑμᾶς ἔταξα· ἀλλ᾽ ὑμεῖς μὲν εἰς τόνδε τὸν λόφον, ἕτερον δείξας, ὑμεῖς δὲ ἐς τόδε τὸ χωρίον ἄπιτε καὶ φρουρεῖτε. οἱ δὲ Λάκωνες, ὡς ἀγνοοῦντος τὴν διά- νοιαν αὐτῶν τῆς ἀποστάσεως, κατῃδέσθησαν καὶ οἷ προσέταξεν εὐπειθῶς ἀνεχώρησαν. νύκτωρ δὲ τοὺς ἐξάρχους τῆς στάσεως, ἄνδρας δώδεκα, ἄλλον ἄλλῃ ὑπεξάγων ἔπαυσε τὴν στάσιν. Ἀγησίλαος, πολλῶν αὐτομολούντων καὶ τῆς στρα- τιᾶς περιδεῶς ἐχούσης, ἵνα λανθάνοιεν τοὺς μένοντας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν ἀνὰ τὰς στιβάδας καὶ τὰ συσσίτια τὰς ἐρριμμένας ἀσπίδας ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητοῖτο. οὐ τοίνυν οἱ αὐτομολοῦντες ἔτι ἐγιγνώσκοντο τῶν ὅπλων οὐ φαι- νομένων. Ἀγησίλαος ἐπολιόρκει Φώκαιαν χρόνῳ μακρῷ καὶ οὔτε τὴν πόλιν ἑλεῖν ἴσχυεν καὶ τοῦ χρόνου τὴν τριβὴν οὐκ ἔφερε. πολλῷ γε μὴν μᾶλλον ἐταλαιπώρουν οἱ τῶν Φωκαέων σύμμαχοι. ὁ δὲ διαλύσας τὴν πολιορ- κίαν ἀνεχώρησεν· ἄσμενοι δὴ καὶ οἱ τῶν Φωκαέων σύμμαχοι τῶν πολεμίων ἀπελθόντων ἀπηλλάγησαν. τότε Ἀγησίλαος ἐπιστρέφει, καὶ συμμάχων ἔρημον τὸ Φωκαέων ἄστυ κατελάβετο. Ἀγησίλαος Μακεδονίαν διοδεύων ἔπεμψε πρὸς Ἀέροπον Μακεδόνων βασιλέα ἐπὶ τῇ διόδῳ σπενδό- μενος. Ἀέροπος οὐκ ἐσπείσατο, αὐτὸς φήσας ἀπαν- τήσειν, τὸ δὲ ἱππικὸν ἐξέταττε πυθόμενος ἱππέας ὀλίγους εἶναι τῷ Λάκωνι. ὁ δὲ, ἵνα δόξειε τῶν ὄντων πλεί- ονας ἱππέας ἔχειν, τὰ μὲν πεζὰ τέλη προέταξεν· ὄπι- σθεν δὲ τοὺς ἱππέας, ὅσους εἶχεν, ἐς διφαλαγγίαν ἐπι- στήσας, ἀνέμιξεν ὄνους καὶ ἡμιόνους καὶ τῶν ἵππων ὅσοι διὰ γῆρας ἀχθοφοροῦντες εἵποντο. τούτοις ἐπο- χούμενοι ἄνδρες ὅπλισιν ἱππικὴν ἔχοντες φαντασίαν παρέσχον ἱππικοῦ πολλοῦ. Ἀέροπος καταπλαγεὶς τὴν δίοδον ἐσπείσατο. Ἀγησίλαος ἐστρατοπέδευεν ἐν Βοιωτίᾳ. τῶν συμ- μάχων συνάψαι μάχην δεδιότων, λάθρα δὲ ἐς Ὀρχο- μενὸν, φίλην πόλιν, ὑπορρεόντων, ἀφανῶς πέμψας πρὸς Ὀρχομενίους ἐκέλευσε μηδένα χωρὶς αὑτοῦ σύμ- μαχον δέχεσθαι. οὐ τοίνυν ἔχοντες ποῖ τρέποιντο οἱ σύμ- μαχοι οὐκέτι περὶ φυγῆς, ἀλλὰ περὶ νίκης ἐβουλεύοντο. Ἀγησίλαος Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λα- κωνικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς ἠγωνίζοντο, καὶ φόνος ἀμφοτέρων πολύς. Ἀγησίλαος παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας διαστῶμεν. οἱ μὲν διέστησαν· Θηβαῖοι δὲ διαδρα- μόντες ἔφευγον. Ἀγησίλαος κατὰ τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο, καὶ οὐκέτι φόνος ἦν ἀμφοτέρων, ἀλλὰ μόνων τῶν φευγόντων. Ἀγησίλαος παραταξάμενος ἰδὼν ἐθελοκακοῦντας τοὺς συμμάχους ἀνεχώρησεν· ἦν δὲ ἡ ἀναχώρησις διὰ στενῶν ὀρῶν, ἐν οἷς προσεδόκα τοὺς Βοιωτοὺς ἐπι- χειρήσειν. ἔταξεν οὖν τοὺς μὲν Λακεδαιμονίους προη- γεῖσθαι, τοὺς δὲ συμμάχους οὐραγεῖν, ἵνα τῶν πολε- μίων κατὰ τὴν οὐραγίαν προσκειμένων ἀνάγκην ἔχοιεν ἀνδρείως ἀγωνίζεσθαι. Ἀγησίλαος ἐμβαλὼν ἐς Βοιωτίαν δῃοῦν καὶ δεν- δροτομεῖν τὴν χώραν ἐκέλευσε τοῖς συμμάχοις· τῶν δὲ ὀκνούντων παρήγγειλεν ἀπέχεσθαι δῃώσεως, τὰς μέντοι μεταστάσεις τοῦ στρατοπέδου δὶς καὶ τρὶς τῆς ἡμέρας ἐποιεῖτο. ἀναγκαίως οὖν τὰς καλύβας ἐγεί- ροντες ἔτεμνον τὰ δένδρα διὰ τὴν αὑτῶν χρείαν, οὐ διὰ τὴν τῶν πολεμίων βλάβην· ἴσον δὲ ἄρα ἦν τοῖς πολεμίοις τὸ βλάπτεσθαι. Ἀγησίλαος ἐν Αἰγύπτῳ Νεκτανεβῷ συμμαχῶν ἐς χωρίον κατακλεισθεὶς περιετειχίζετο. τοῦ δὲ Αἰγυπτίου τὸν περιτειχισμὸν οὐ φέροντος, ἀλλὰ διακινδυνεύειν ἀξιοῦντος οὐκ ἐπείσθη, ἀλλ᾽ ἐνέμεινεν, ἕως περιετα- φρεύθη καὶ περιετειχίσθη τὸ πᾶν, πλὴν ὀλίγου τοῦδε, ὃ στόμα καὶ δίοδος ἦν τοῦ τείχους. Ἀγησίλαος ἀνε- βόησεν οὗτος τῆς ἀλκῆς ὁ καιρός, καὶ διὰ τοῦ στό- ματος ἐξώρμησεν κατ᾽ ὀλίγους τῶν πολεμίων ἐν τῇ στενότητι φονεύων, καὶ τὸ περιβεβλημένον τεῖχος ἔρυμα ἔχων πρὸς τὸ κυκλωθῆναι μὴ δύνασθαι. Ἀγησίλαος πρὸς Βοιωτοὺς παρετάξατο. ἦν ἀμφίρ- ροπος ἡ νίκη· νὺξ γὰρ διέλυσε τὴν μάχην. ὁ δὲ μέσης νυκτὸς τοὺς πιστοτάτους διέπεμψε κελεύσας οὓς δύ- ναιντο γνωρίσαι Σπαρτιάτας νεκροὺς, ἐπαμησαμένους κόνιν ἀποκρύψαι. οἱ μὲν τοῦτο πράξαντες πρὸ ἡμέρας ἀνεχώρησαν· οἱ πολέμιοι δὲ ἡμέρας γενομένης αὑτῶν νεκροὺς ἰδόντες ἅπαντας κειμένους, τοὺς δὲ τῶν Σπαρ- τιατῶν ὀλίγους, ἄθυμοι καὶ δειλότεροι ταῖς γνώμαις ἐγένοντο ὡς Λακεδαιμονίων τὴν νίκην ἐχόντων. Ἀγησίλαος ἀπὸ τῆς Ἀσίας ἐπανιὼν διὰ Βοιωτίας ἐπορεύετο· Θηβαῖοι προκατελάβοντο τὰ στενὰ, δι᾽ ὧν ἐχρῆν πορεύεσθαι. ὁ δὲ ἐπιμηκύνας τὴν φάλαγγα ἦγεν ἐπὶ δύο τάξας, παραγγείλας φανερῶς ὁρμᾶν ἐπὶ τὴν πόλιν. Θηβαῖοι δείσαντες, μὴ καταλάβοιτο τὰς Θήβας, ἔξω τῆς δυνάμεως οὔσης, ἀπολιπόντες τὰ στενὰ διὰ τάχους ἐπανῆλθον ἐς τὴν πόλιν· Ἀγησίλαος δὲ ἀσφαλῶς τὸ στράτευμα διεπόρευσεν. Ἀγησίλαος ἐς Θήβας ἐνέβαλε· Θηβαῖοι τὸ πεδίον διετάφρευσαν καὶ ἀπεχαράκωσαν· τοῦ χαρακώματος ἑκατέρωθεν δύο πάροδοι στεναί. βουλόμενος Ἀγησί- λαος παρελθεῖν πλινθίον τάξας κοῖλον προῆγεν ἐπὶ τὴν πάροδον τὴν κατὰ τὸ εὐώνυμον. Θηβαίων ἐνταῦθα πάντων ἀντιταξαμένων, ὁ δὲ μεταβαλόμενος ἀπ᾽ οὐρᾶς ἐπὶ τὴν ἑτέραν πάροδον τοὺς εἴργοντας οὐκ ἔχουσαν, εἴσω παρελθὼν τὴν χώραν τεμὼν ἐπανῆλθεν οὐδενὸς ἀντιστάντος. Ἀγησίλαος ἐστρατοπεδεύσατο Λαμψάκου πλησίον. ἧκόν τινες ἐκ τῶν μετάλλων ἐκπεπηδηκότες Ἕλληνες ἀγγέλλοντες, ὡς ἄρα Λαμψακηνοῖς πάντες μεταλλεύου- σιν οὓς ἂν λάβωσι. τὸ στράτευμα ἠγανάκτησε, καὶ πρὸς τὸ τεῖχος ὥρμησε διαρπασόμενον τὴν πόλιν. Ἀγησίλαος κωλῦσαι μὴ δυνάμενος σῶσαι τὴν πόλιν βουλόμενος ὡς ὑπεραγανακτῶν δὴ ἐκέλευσεν αὐτοὺς δραμόντας ἐκκόψαι τὰς ἀμπέλους πρώτας· εἶναι γὰρ τῶν πρώτων Λαμψακηνῶν. οἱ δὲ πρὸς τὸ ἐκκόπτειν ἐτράποντο· ὁ δὲ καιρὸν ἔσχε πέμψας μηνῦσαι Λαμ- ψακηνοῖς, ὡς χρὴ τὴν πόλιν ἀσφαλῶς φυλάττειν. Ἀγησίλαος, ἀντικαθημένων Λακεδαιμονίων καὶ Θηβαίων, μέσου τοῦ ποταμοῦ διείργοντος, ὁρῶν τοὺς Λακεδαιμονίους διαβαίνειν τὸν Εὐρώταν προθυμου- μένους, δεδοικὼς πλείονας τοὺς Θηβαίους ὄντας μετὰ τῶν συμμάχων λογοποιοὺς καθῆκεν, ὡς ἄρα χρησμὸς εἴη, τοὺς προτέρους τὸν ποταμὸν διαβάντας ἡττᾶσθαι. οὕτως μὲν δὴ τοὺς Λακεδαιμονίους ἐπισχὼν, ὀλίγους τῶν συμμάχων ἐγγὺς τοῦ ποταμοῦ καταλιπὼν καὶ στρα- τηγὸν ἐπ᾽ αὐτῶν τὸν Θάσιον Σύμμαχον, ἐντειλάμενος, Θηβαίων τὸν ποταμὸν διαβάντων αὐτοὺς φεύγειν ὅτι τάχος, ἄλλους τινὰς ἐς ἐνέδραν κατέκρυψεν ἐν τοῖς κοίλοις χωρίοις, αὐτὸς δὲ τοὺς στρατιώτας ἐς ὀχυρὸν καὶ δασὺ χωρίον ἀγαγὼν ἐπέστησεν. Θηβαῖοι τοὺς περὶ Σύμμαχον ὀλίγους ὄντας ἰδόντες, θαρροῦντες, διαβάντες, φεύγοντας διώκοντες, ἐς τὴν ἐνέδραν ἐμ- πεσόντες ἀνῃρέθησαν ἑξακόσιοι. Ἀγησίλαος ἐς τὴν Μεσσηνίαν ἐμβαλὼν ἔπεμψε κατά- σκοπον. τοῦ δὲ ἀγγείλαντος, ὡς οὐ μόνον οἱ Μεσήνιοι τῆς πόλεως ἔξω προΐασιν, ἀλλὰ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα καὶ τὰ ἐλεύθερα σώματα, ἀνέζευξεν ὡς ἀπεγνωκότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειοτέρως μα- χουμένων. Ἀγησίλαος, ἐπειδὴ Λακεδαιμόνιοι κατακλεισθέντες εἴσω τῆς Σπάρτης ὑπὸ Θηβαίων οὐκ ἔφερον τὸ τει- χήρεις μετὰ τῶν γυναικῶν φρουρεῖσθαι, ἀλλ᾽ ἐπεξελ- θόντες γενναῖόν τι δρῶντες ἢ κρατεῖν ἢ ἀποθνήσκειν ᾑροῦντο, ἀπέτρεψεν αὐτοὺς ἀναμνήσας, ὅτι καὶ ἡμεῖς ποτε Ἀθηναίους τειχήρεις ἐποιήσαμεν· οἱ δὲ οὐκ ἠξίω- σαν ἐπεξελθόντες αὑτοὺς ἀναλῶσαι πάντας, ἀλλὰ τῆς πόλεως καὶ τῶν τειχῶν φύλακας καταστησάμενοι αὑ- τοὺς διεσώσαντο, τῶν πολιορκούντων πονηθέντων τῷ χρόνῳ καὶ αὐτῶν ἑκόντων ἀποστάντων. Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγε πολλὴν τῶν βαρ- βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων· ὁ δ᾽ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους, δεδεμέ- νους γυμνοὺς προέταξε τοῦ στρατοπέδου. οἱ προς- κείμενοι γνωρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη. Ἀγησίλαος εἰς Μένδαν ἀττικίζουσαν λάθρα νυκτὸς παρελθὼν τὸ καρτερώτατον τῆς πόλεως κατασχὼν, τῶν Μενδαίων ἀγανακτούντων καὶ σπουδῇ συνελθόντων εἰς ἐκκλησίαν, ἐπιστὰς τί, ἔφη, θορυβεῖσθε; οἱ γὰρ ἡμίσεις ὑμῶν κοινωνοῦσι τῆς προδοσίας τῶν ἐμοὶ καταλαβεῖν τὴν πόλιν παρασχόντων. οἱ Μενδαῖοι ἀλλή- λους ὑπόπτους ἡγησάμενοι τῆς ταραχῆς ἐπαύσαντο. Ἀγησίλαος τοὺς ἐνδόξους καὶ πολυφίλους αἰχμα- λώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις. Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ἠξίου τῶν πο- λεμίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὑτὸν, οἷς διαλέξεται περὶ τῶν κοινῇ συμφερόντων. τούτοις ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας. ΚΛΕΑΡΧΟΣ. Κλέαρχος πολλὴν στρατιὰν ἄγων ἦλθεν ἐπὶ πο- ταμὸν τῇ μὲν εὐδιάβατον ἄχρι κνήμης, τῇ δὲ βαθὺν ἄχρι μαστοῦ· πρῶτον μὲν ἐπειρᾶτο κατὰ τὸ εὐδιάβατον ἄγειν. τῶν πολεμίων ἀπωτέρω τοῦ ποταμοῦ σφενδο- νώντων καὶ τοξευόντων καὶ τοὺς διαβαίνοντας ἀνειρ- γόντων ὁ Κλέαρχος τοὺς ὁπλίτας ἤγαγε διὰ τοῦ βαθυ- τέρου, ἵνα τὸ μὲν πολὺ τοῦ σώματος ὑπὸ τοῦ ποταμοῦ κρύπτοιτο, τὰ δὲ ὑπερέχοντα τοῦ ὕδατος τῇ ἀσπίδι φυλάσσοιτο. οἱ μὲν ὁπλῖται ἀσφαλῶς διαβαίνοντες ἀνέκρουσαν τοὺς πολεμίους· ἡ δὲ λοιπὴ στρατιὰ κατὰ τὸ εὔπορον τοῦ ποταμοῦ διῆλθεν ἀκωλύτως. Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν Ἑλλήνων ἐστρατοπέδευεν ἐν κώμῃ τροφὴν ἄφθονον ἐχούσῃ. Τισαφέρνης πρέσβεις πέμψας ἠξίου μένειν αὐτόθι τοὺς Ἕλληνας παραδόντας αὑτῷ τὰ ὅπλα. Κλέ- αρχος ὑπεκρίνατο προσίεσθαι τοὺς λόγους, ὅπως Τι- σαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειε τοὺς πολλοὺς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν. ὁ δὲ νύκτωρ τοὺς Ἕλληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέραν ὅλην καὶ νύκτα τοῦ Τισαφέρνου βραδέως τοὺς δια- λυθέντας συνάγοντος. Κλέαρχος Κύρῳ μὲν συνεβούλευεν αὐτῷ μὴ κιν- δυνεύειν, ἀλλ᾽ ἐφορᾶν τὴν μάχην· μαχόμενον γὰρ μηδὲν μέγα συμπράξειν τῷ σώματι, παθόντα δέ τι πάντας ἀπολεῖν τοὺς μετ᾽ αὐτοῦ. τὴν δὲ φάλαγγα τῶν Ἑλλήνων κατ᾽ ἀρχὰς μὲν βάδην ἦγε τῇ εὐταξίᾳ τοὺς βαρβάρους ἐκπλήττων· ὡς δὲ βέλους ἐντὸς ἤμελ- λεν εἶναι, δρόμῳ χρῆσθαι παρήγγειλεν, ὅπως μηδὲν ὑπὸ τῶν βελῶν βλάπτοιντο. καὶ δὴ τὸ Ἑλληνικὸν κατὰ τοῦτο τὸ μέρος τοὺς Πέρσας ἐνίκησεν. Κλέαρχος μετὰ τὸν Κύρου θάνατον τῶν Ἑλλήνων κατασχόντων χώραν πολλὴν καὶ ἀγαθὴν - ποταμὸς ἐκυκλοῦτο τὴν χώραν ἐλαχίστῳ διειργομένην ἰσθμῷ μὴ νῆσον εἶναι - κωλύων ἔνδον στρατοπεδεύειν, ὡς οὐκ ἔπειθε, πεπλασμένον αὐτόμολον καθῆκεν ἀπαγ- γέλλοντα βασιλεὺς τὸν ἰσθμὸν ἀπειλεῖ ἀποτειχίσαι. τοῦτ᾽ ἀκούσαντες οἱ Ἕλληνες καὶ πεισθέντες Κλεάρχῳ στρατοπεδεύουσιν ἐκτὸς ἰσθμοῦ. Κλέαρχος λείαν ἄγων πολλὴν ἐπὶ λόφου κατα- ληφθεὶς, περιχαρακευόμενος ὑπὸ τῶν πολεμίων, δεομέ- νων τῶν ἡγεμόνων διακινδυνεύειν, πρὶν ἅπαντα περιχαρακωθῆναι τὸν λόφον, θαρρεῖν αὐτοὺς ἐκέλευσεν, ὡς πρὸς ὀλίγους ἐσομένης διὰ τὸ χαράκωμα τῆς μάχης. ἑσπέρας δὲ προσιούσης καταλιπὼν τὴν λείαν κατὰ τὸ διαλεῖπον τοῦ χάρακος διεξεπαίσατο τοὺς ἀπαντῶντας ἐν στενῷ κατακόπτων. Κλέαρχος λεηλατήσας Θρᾴκην μὴ φθάσας ἐπαν- ελθεῖν ἐς Βυζάντιον ἐστρατοπέδευσε πλησίον ὄρους Θρᾳκίου. τῶν δὲ Θρᾳκῶν ἀθροιζομένων εἰδὼς ὅτι οἰνωθέντες ἐκ τῶν ὀρῶν ὁρμώμενοι νύκτωρ ἐπιθή- σονται, προσέταξεν ἐν τοῖς ὅπλοις διατελεῖν καὶ τὰς ἐγέρσεις ποιεῖσθαι πυκνάς. αὐτὸς δὲ νυκτὸς οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολεμίων ἐπιφαινομένων ἦσαν ἕτοιμοι πρὸς μάχην. ἐν τούτῳ καὶ οἱ Θρᾷκες ἐπεφάνησαν ὡς καθεύδοντας αἱρήσοντες· οἱ δὲ ἐγρηγορότες καὶ ὡπλισμένοι δεξά- μενοι τοὺς ἐπιδραμόντας πλείστους αὐτῶν ἀπέκτειναν. Κλέαρχος ἀποστάντων Βυζαντίων ζημιωθεὶς ὑπὸ τῶν ἐφόρων ἐς Λάμψακον κατέπλευσε ναῦς ἔχων τές- σαρας καὶ διέτριβεν ἐνταῦθα μεθύειν καὶ κωμάζειν προσποιούμενος. ἐπολιορκοῦντο ὑπὸ Θρᾳκῶν Βυζάν- τιοι· καὶ δὴ ἔπεμψαν τοὺς στρατηγοὺς δεησομένους τῆς Κλεάρχου βοηθείας. ὁ δὲ ὡς ἀδυνάτως ἔχων διὰ τὴν οἰνοφλυγίαν ἐντυχεῖν αὐτοῖς ἡμέρᾳ τρίτῃ προσή- κατο καὶ δεηθέντας οἰκτεῖραι φάσκων ὑπέσχετο συμ- μαχήσειν. πληρώσας δὲ δὴ ναῦς δύο πρὸς ταῖς τέτταρσι κατέπλευσεν ἐς Βυζάντιον καὶ συναγαγὼν ἐκκλησίαν συνεβούλευσε πάντας τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας ἐπιβῆναι τῶν νεῶν ὡς ἐπιθησομένους ὄπισθεν τοῖς Θρᾳξὶ, τοὺς δὲ κυβερνήτας ἀναχθέντας ἐπ᾽ ἀγκυρῶν σαλεύειν, ἔστ᾽ ἂν ἴδωσιν αἰρόμενον ὑπ᾽ αὐτοῦ τὸ σημεῖον τῆς μάχης. οὕτω δὴ πάντων ἀναχθέντων ὁ Κλέαρχος διψῆν ἔφη πρὸς τοὺς στρατηγοὺς καὶ πλησίον ἰδὼν καπηλεῖον μετ᾽ αὐτῶν εἰσελθὼν φυλακὴν κατα- στήσας ἔνδον ἀπέκτεινεν ἀμφοτέρους· καὶ συγκλείσας τὸ καπηλεῖον καὶ προστάξας τῷ καπήλῳ σιωπᾶν, τῶν στρατηγῶν ἀνῃρημένων, τῶν ὁπλιτῶν ἀνηγμένων αὐτὸς τοὺς αὑτοῦ στρατιώτας διὰ τάχους εἰσαγαγὼν κατέσχε τὸ Βυζάντιον. Κλέαρχος ἐλεηλάτει τὴν Θρᾴκην καὶ πολλοὺς ἔκτεινε Θρᾳκῶν· οἱ δὲ πρέσβεις ἔπεμψαν δεησομένους διαλύσασθαι τὸν πόλεμον. ὁ δὲ τὴν εἰρήνην ἐπιζή- μιον ἡγούμενος ἐκέλευσεν ἐκ τῶν Θρᾳκῶν νεκρῶν σώ- ματα δύο ἢ τρία διατεμόντας τοὺς ὀψοποιοὺς ἀνα- κρεμάσαι· εἰ δὲ οἱ Θρᾷκες ἰδόντες ἔροιντο τὴν αἰτίαν, προσέταξε λέγειν Κλεάρχῳ δεῖπνον παρασκευάζεται. ταῦτα οἱ πρέσβεις τῶν Θρᾳκῶν ἰδόντες φρίξαντες ἀνε- χώρησαν μηδὲν περὶ τῶν διαλύσεων εἰπεῖν ἔτι τολ- μήσαντες. Κλέαρχος ὁπλίτας ἔχων ἐν πεδίῳ προσκειμένων πολεμίων ἱππέων καὶ ἱπποκρατούντων συνέταξε τὸ στρατόπεδον ὀκτὼ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέ- ρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλε τὸ ἐγχει- ρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὤρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἐπανήγαγεν ἐκ τῶν ὀρυγμάτων ἐς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ πολεμίων ἱππέων ἐμπεσόντων, ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων· οἱ δὲ πολέμιοι μηδὲν προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς, ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπ᾽ ἀλλήλοις· οἱ Κλεάρχειοι δὲ ἀνῄρουν τοὺς ἱππέας χαμαὶ κειμένους. Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στρά- τευμα κατελάμβανον. ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο νύκτωρ θόρυβος, μηδένα ὀρθὸν ἀνίστασθαι· ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναιρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας καταφρονῆσαι τοῦ νυ- κτερινοῦ φόβου, καὶ οὕτως ἐπαύσαντο ἀναπηδῶντες καὶ ταραττόμενοι. ΕΠΑΜΙΝΩΝΔΑΣ. Ἐπαμινώνδου τῆς γυναικὸς ἠράσθῃ Φοιβίδας, φρου- ρῶν τὴν Καδμείαν· ἡ δὲ τῷ ἀνδρὶ τὴν πεῖραν ἐμή- νυσεν. Ἐπαμινώνδας προσέταξεν αὐτῇ τὸν Φοιβίδαν ** ὑποκρίνασθαι καὶ νύκτα συνθέσθαι ὡς καὶ τοῖς φίλοις αὐτοῦ γυναῖκας ἄλλας ἄξουσαν. ταῦτα μὲν δὴ συνέθεντο· αἱ δὲ ἧκον καὶ συνέπιον τοῖς περὶ τὸν Φοιβίδαν ἄχρι μέθης. καὶ ᾐτήσαντο πρὸς ὀλίγον ἐξελθεῖν ἐπί τινα θυσίαν νυκτερινὴν ὡς αὐτίκα ἀνα- στρέφουσαι. οἱ μὲν ἐπέτρεψαν τοῖς θυρωροῖς προς- τάξαντες πάλιν αὐτὰς ἐσδέξασθαι· αἱ δὲ ἀπῆλθον. πρὸς δὲ ταῖς πύλαις ἀγένειοι νεανίσκοι τὰς τῶν γυναι- κῶν ἐσθῆτας ἀλλαξάμενοι καὶ μίαν αὐτῶν παραλαβόντες ἡγεμόνα τῆς ὁδοῦ τῆς ἔνδον, ἣ καὶ βραχέα λαλήσειν τοῖς πυλωροῖς ἔμελλεν, οὕτως ἄρα ἐπελθόντες τόν τε Φοιβίδαν αὐτὸν καὶ ὅσοι ἀμφ᾽ αὐτὸν πάντας ἔκτειναν. Ἐπαμινώνδας Θηβαίων ἡγεῖτο, Λακεδαιμονίων Κλεόμβροτος· Λεῦκτρα ἔνθα ἡ μάχη· τὸ μὲν ἔργον ἰσόρροπον ἦν. Ἐπαμινώνδας παρὰ Θηβαίων ᾐτήσατο ἓν βῆμα χαρίσασθέ μοι, καὶ τὴν νίκην ἕξομεν. ἐπεί- σθησαν, ἐνίκησαν. οἱ Λάκωνες εἶξαν, καὶ Κλεόμβροτος ὁ βασιλεὺς ἔπεσεν ἐν τῇ μάχῃ. Ἐπαμινώνδας ἐν Λεύκτροις προσῆγεν ἤδη τὴν φάλαγγα· Θεσπιεῖς ἐθελοκακοῦντες εἵποντο. οὐκ ἠγνόησεν Ἐπαμινώνδας, ἀλλὰ ὅπως μὴ ταράττοιτο ἡ τάξις ἐν τῷ καιρῷ τῆς μάχης, ἐκήρυξε Βοιωτῶν ἀπιέναι τοῖς βουλομένοις ἐξέστω. Θεσπιεῖς μὲν αὐτοῖς ὅπλοις ἀπηλλάσσοντο· Ἐπαμινώνδας δὲ τοῖς μείνασιν ὁπλίταις συντεταμένοις καὶ προθύμοις χρησάμενος εὐκλεῶς ἐνί- κησεν. Ἐπαμινώνδας ὑπερέβαλλεν ἐς Πελοπόννησον. οἱ πο- λέμιοι κατὰ τὸ Ὄνειον _ἐμβαλόντε_ς ἐστρατοπεδεύοντο. βροντὴ γίγνεται, καὶ φόβος αἱρεῖ τοὺς στρατιώτας. ὁ μὲν μάντις ἐπισχεῖν ἐκέλευεν. Ἐπαμινώνδας δὲ μη- δαμῶς, ἔφη· τοὺς πολεμίους γὰρ ἐν τοιούτῳ χωρίῳ στρατοπεδεύσαντας ἐμβεβροντῆσθαι. ὁ λόγος τοῦ στρα- τηγοῦ θάρσος ἐνέδωκε τοῖς στρατιώταις, καὶ προθύ- μως ἠκολούθησαν. Ἐπαμινώνδας ἐνέβαλεν ἐς τὴν Λακωνικὴν καὶ οἷός τε ἦν διαρπάσαι τὴν Λακεδαιμονίων πόλιν· ἀλλὰ μεταγνοὺς οὐχ ἁψάμενος τῆς πόλεως ἀνέζευξεν. οἱ συνάρχοντες ἠπείλουν αὐτῷ δίκην· ὁ δὲ δείξας αὐτοῖς τοὺς συμμάχους Ἀρκάδας, Μεσηνίους, Ἀργείους, καὶ ὅσοι ἄλλοι Πελοποννήσιοι εἰ Λακεδαιμονίους ἀναστά- τους ἐπεποιήκειμεν, ἔφη, νῦν ἐχρῆν πᾶσιν ἂν τούτοις μάχεσθαι· ὡς καὶ νῦν συμμαχοῦσιν ἡμῖν Λακεδαιμο- νίους καθαιροῦντες, οὐχὶ Θηβαίους αὔξοντες. Ἐπαμινώνδας τοὺς Θηβαίους ἔπεισε τοῖς ἐπιδη- μοῦσι Λακεδαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν· οἱ δὲ εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν αὐτῶν καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς αὐτοὺς πόλεμον θαρροῦντες ἐξήνεγκαν. Ἐπαμινώνδας ἀεὶ τὴν δύναμιν ἅμα ἡλίῳ προῆγε δόξαν ἐμποιῶν, ὡς ἐκ τοῦ προφανοῦς διαμάχοιτο· ἐν δὲ Πελοποννήσῳ νυκτὸς ἐπαναστὰς προσέπεσεν ἀπρος- δοκήτως Λακεδαιμονίοις ἔτι καθεύδουσιν. Ἐπαμινώνδας ἡγεῖτο Θηβαίων, Κλεόμβροτος Λακε- δαιμονίων καὶ τῶν συμμάχων, τετρακισμυρίων. ἐδε- δοίκεσαν οἱ Θηβαῖοι τὸ πλῆθος τῶν πολεμίων. Ἐπα- μινώνδας θαρρεῖν αὐτοὺς ἔπεισε δυσὶ τεχνάσμασι. παρεσκεύασεν ἄνδρα ἀγνῶτα προελθοῦσιν αὐτοῖς τῆς πόλεως ἐστεφανωμένον καὶ ταινίας ἔχοντα πρῶτον ἀπαντῆσαι ἀγγέλλοντα· ὁ Τροφώνιός μοι προσέταξεν ἀπαγγεῖλαι Θηβαίοις, ὅτι νίκην δίδωσι τοῖς ἄρχουσι τῆς μάχης. τῶν δὲ Θηβαίων θαρσησάντων καὶ τὴν τοῦ θεοῦ πρόσθεσιν προσκυνησάντων Ἐπαμινώνδας ἐκέλευσε καὶ ἐς τὸ Ἡρακλεῖον ἐλθόντας προσεύξασθαι. ἦν δὲ ἄρα καὶ πρὸς τὸν ἱερέα τοῦ Ἡρακλέους πάλαι προσυγκείμενον, τὸν μὲν νεὼν νύκτωρ ἀνοῖξαι, τὰ δὲ ἀνακείμενα ὅπλα καθελεῖν καὶ ἀποσμήξαντα παραθεῖναι τῷ θεῷ· καὶ αὐτόν τε καὶ τοὺς μετ᾽ αὐτοῦ ζακόρους ἐκποδὼν οἴχεσθαι μηδενὶ μηδὲν ἀπαγγείλαντας. ἐπεὶ δὲ οἱ στρατιῶται σὺν ἡγεμόσιν ἐς τὸ ἱερὸν ἐλθόντες εἶδον τὰς θύρας ἀνεῳγμένας οὐδενὸς τῶν ζακόρων παρόντος, εἶδον δὲ καὶ τὰ ὅπλα τὰ παλαιὰ νεόσμηκτα καὶ λάμποντα ἔμπροσθεν τοῦ θεοῦ, ἠλάλαξαν καὶ δαιμονίου θάρσους ἐνεπλήσθησαν ὥσπερ τὸν Ἡρακλέα στρατηγὸν τῆς μάχης ἔχοντες. οὕτω δὴ συνέβη αὐτοῖς θαρσήσασι κρατῆσαι τῶν τετρακισμυρίων. Ἐπαμινώνδας βουλόμενος ἐμβαλεῖν ἐς Λακεδαί- μονα, ἐπειδὴ τὸ Ὄνειον κατεῖχε φυλακὴ Λακωνικὴ, ἐνδειξάμενος ὡς μέλλων νυκτὸς παριέναι τὸ στράτευμα κατεκοίμισεν ὑπ᾽ αὐτῷ τῷ Ὀνείῳ. οἱ δὲ τὴν πάροδον φρουροῦντες ἐν τοῖς ὅπλοις τὴν νύκτα ὅλην ἐταλαι- πώρησαν ἐγρηγορότες. ἐπεὶ δὲ ὑπέλαμψεν ἕως, ἀνα- στήσας τὸ στρατόπεδον Ἐπαμινώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως παρῆλθεν. Ἐπαμινώνδας ἐπεχείρησε νυκτὸς καταλαβέσθαι τὴν Λακεδαιμονίων πόλιν ἐρήμην οὖσαν πολιτῶν. Ἀγησίλαος τὴν ἐπίθεσιν παρὰ αὐτομόλων μαθὼν, συντόνως δραμὼν μετὰ τῆς αὑτοῦ δυνάμεως, φθάσας εἴσω τῆς πόλεως παρελθεῖν ἀνέμενε τοὺς Θηβαίους· οἱ δὲ προσπεσόντες ἐξώσθησαν μετὰ βίας ὑπὸ τῶν Λακεδαιμονίων. ὡς δὲ ἐν ἰσχυρῷ κινδύνῳ ταραχωδῶς ἐμπεσόντες καὶ διὰ νυκτὸς φεύγειν βιασθέντες ἀπέ- βαλον πολλοὶ τὰς ἀσπίδας, Ἐπαμινώνδας ἰδὼν τὸ γεγονὸς οὐ βουλόμενος ἐλεγχθῆναι τοὺς ῥιψάσπιδας ἐκήρυξε μηδεὶς τῶν ὁπλιτῶν αὐτὸς φερέτω τὴν ἀσπίδα, ἀλλὰ διδότω τοῖς ὑπασπισταῖς ἢ τοῖς ἄλλοις ἀκολού- θοις· αὐτοὶ δὲ μόνα τὰ δόρατα καὶ τὰ ἐγχειρίδια ἔχον- τες τῷ ἡγεμόνι ἕπεσθε. οὕτως ἄρα τὸ πλῆθος ἔλαθον οἱ τὰ ὅπλα ἀποβαλόντες καὶ προθυμότερον ὑπήκουον τῷ Ἐπαμινώνδᾳ πρὸς τοὺς μέλλοντας κινδύνους ἀντὶ τῆς εὐεργεσίας ταύτης. Ἐπαμινώνδας Λακεδαιμονίοις παρετάσσετο· τῆς δὲ μάχης καρτερᾶς γενομένης, πολλῶν ἀμφοτέρωθεν πεσόντων, νυκτὸς ἀφελομένης τὸ τέλος τῆς νίκης ἀνε- χώρησαν ἐπὶ τὸ στρατόπεδον ἕκαστοι. Λακεδαιμόνιοι μὲν δὴ κατὰ λόχους καὶ μόρας καὶ ἐνωμοτίας καὶ συσσίτια στρατοπεδεύοντες ἔμαθον τὸ πλῆθος τῶν ἀπολωλότων καὶ οὕτως ἀθυμήσαντες ἐς ὕπνον ἐτρά- ποντο. Θηβαίοις δὲ παρήγγειλεν Ἐπαμινώνδας κατα- στρατοπεδεύειν, ὡς ἔτυχον ἕκαστοι, καὶ μὴ ζητεῖν τοὺς λόχους μηδὲ τὰς τάξεις, ἀλλὰ ὡς τάχιστα δειπνοῦντας ἀναπαύεσθαι, ἄνδρα ἀνδρὶ ἐκ τῶν παρόντων ἐπιτη- δείων ἐπαρκέσαντα. συνέβη τοίνυν δειπνήσαντας αὐτοὺς διὰ τάχους ἀναπαύσασθαι· καὶ τὸ μέγιστον ἀγαθὸν, ἀγνοῆσαι τοὺς ἀπολωλότας οὐκ ἐν τοῖς οἰκείοις συς- σιτίοις, ἀλλὰ σποράδην δεδειπνηκότας. εἰκότως ἄρα τῆς ὑστεραίας Θηβαῖοι μὲν παραταξάμενοι γενναιότεροι ἐκράτησαν, Λακεδαιμόνιοι δὲ διὰ τὸν θάνατον τῶν οἰκείων ἐῴκεσαν προηττημένοις. Ἐπαμινώνδας Θηβαίων ἑξακισχιλίους ἦγεν ἐπὶ τετρακισμυρίους Σπαρτιατῶν καὶ τῶν συμμάχων. τῶν δὲ πολιτῶν, οἷον εἰκὸς, δεδιότων τὸ πλῆθος τῶν πο- λεμίων, τὴν δυσθυμίαν αὐτῶν ἰάσατο. ἦν ἐν Θήβαις τὸ βρέτας τῆς Ἀθηνᾶς τὸ μὲν δόρυ τῇ χειρὶ διειληφὸς τῇ δεξιᾷ, τὴν δὲ ἀσπίδα κειμένην ἔχον πρὸ τῶν γονά- των. ὁ δὲ νύκτωρ τεχνίτην ἐπαγαγὼν μετεσχημάτισε τὸ ἄγαλμα καὶ τὴν θεὸν ἐποίησε διὰ πόρπακος ἔχουσαν τὴν ἀσπίδα. ἐπεὶ δὲ καιρὸς ἦν ἐξόδου, τοὺς νεὼς ἅπαντας ἀνέῳξεν ὡς θύσων ὑπὲρ τῆς στρατείας. οἱ δὲ στρατιῶται τὸ σχῆμα τῆς θεοῦ μεταβεβλημένον ἰδόντες κατεπλάγησαν ὡς τῆς Ἀθηνᾶς αὐτῆς ὁπλιζο- μένης κατὰ τῶν πολεμίων, καὶ πολὺς ἦν Ἐπαμινώνδας ἐγκελευόμενος θαρρεῖν ὡς τῆς θεοῦ τὴν ἀσπίδα κατὰ τῶν πολεμίων προβεβλημένης. οὕτως ἀνεθάρρησαν οἱ Θηβαῖοι καὶ συμβαλόντες ἠγωνίσαντο λαμπρῶς καὶ τοὺς πολλῷ πλείονας πολεμίους ἐνίκησαν. Ἐπαμινώνδας πρὸς τῇ γεφύρᾳ τοῦ Σπερχειοῦ, Θεσσαλῶν ἀντικαθημένων, ὁρῶν ἀπὸ τοῦ ποταμοῦ περὶ τὴν ἕω πολλὴν καὶ βαθεῖαν ὁμίχλην αἰρομένην, παρήγγειλεν ἑκάστῳ λόχῳ, δύο κομίσαι φορτία ξύλων, τὸ μὲν χλωρῶν, τὸ δὲ αὔων· καὶ περὶ μέσην νύκτα τὰ μὲν αὖα κάτωθεν, τὰ δὲ χλωρὰ ἄνωθεν θέντας ὑφάψαι. ὁμοῦ νὺξ καὶ ὁμίχλη καὶ καπνός· ὁ μὲν ἀὴρ τοῖς πολεμίοις ἀόρατος ἦν· ὁ δὲ Ἐπαμινώνδας ἐπὶ τὴν γέφυραν διεβίβασε τοὺς στρατιώτας. οἱ δὲ αὖ κατὰ μέσον τὸ πεδίον ὄντες, ὁπότε ὁ καπνὸς μετὰ τῆς ὁμίχλης διεσκεδάσθη, οἱ Θεσσαλοὶ τῆς διαβάσεως τῶν πολεμίων ᾔσθοντο. Ἐπαμινώνδας περὶ Τεγέαν διακινδυνεύων πρὸς Λακεδαιμονίους βουλόμενος ὑπερδεξίους καταλαβέσθαι τόπους, ἵνα λάθῃ τοὺς πολεμίους, προσέταξε τῷ ἱππάρχῳ μετὰ ἱππέων χιλίων ἑξακοσίων προϊππεῦσαι τῆς φά- λαγγος καὶ πυκνὰς ποιεῖσθαι τὰς ἀναστροφὰς τῇδε κἀκεῖσε. ὡς δὲ πλεῖστον ἐπανέστησε κονιορτὸν ἐπι- σκοτῶν ταῖς τῶν πολεμίων ὄψεσιν, ὁ μὲν ἔλαθε κατα- σχὼν τὰ ὑπερδέξια· οἱ δὲ Σπαρτιᾶται, λήξαντος τοῦ κονιορτοῦ, τὸ γεγονὸς ἰδόντες ἐνόησαν τὴν αἰτίαν τῆς προϊππασίας. Ἐπαμινώνδας προτρέπων Θηβαίους πρὸς αὐτοὺς ὁρμῆσαι Λακεδαιμονίους μέγιστον ἔχιν συλλαβὼν ἔδειξεν αὐτοῖς καὶ πάντων ἐναντίον τὴν κεφαλὴν τοῦ θηρίου συντρίψας ὁρᾶτε, ἔφη, ὅτι τὸ λοιπὸν σῶμα ἄχρηστον τῆς κεφαλῆς οἰχομένης· οὕτω δὴ _αἱ τῶν πολεμίων κεφαλα_ί, ἤν γε τὸ Λακωνικὸν τοῦτο συν- τρίψωμεν, τὸ λοιπὸν σῶμα τῶν συμμάχων ἄχρηστον. τούτῳ τῷ παραδείγματι Θηβαῖοι πεισθέντες ὁρμήσαντες προθύμως ἐπὶ τὴν φάλαγγα τὴν Λακωνικὴν ἐτρέψαντο, καὶ τὸ πλῆθος τῶν συμμάχων ἔφυγεν. ΠΕΛΟΠΙΔΑΣ. Πελοπίδας ἐπολιόρκει πόλεις ἀπεχούσας ἀλλήλων ἑκατὸν εἴκοσι στάδια. πλησίον ὢν τῆς ἑτέρας συνέ- ταξεν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέ- ραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀκούσας ἀνέζευξεν ἐπὶ τὴν δοκοῦσαν ἡττᾶσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἅψας καπνὸν ἤγειρε μέγαν, ἵνα τοῖς ἑτέροις ἐμποιήσῃ φαντασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ, ὡς εἶδον, καταπλαγέντες τὴν μέλλουσαν ἅλωσιν σφᾶς αὐτοὺς τῷ Πελοπίδᾳ παρέδωκαν. ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσλαβὼν ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθὼν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντι- τάξασθαι. οὕτως ἄρα τὴν μὲν εἰληφέναι δόξας, τὴν δὲ λαβὼν ἀμφοτέρων ἐκράτησεν. Πελοπίδας ἐν Θετταλίᾳ ποταμὸν διαβῆναι μὴ δυ- νάμενος ἐπικειμένων πολεμίων στρατοπεδεύσας τοῦ ποταμοῦ πρόσθεν χάρακα περιεβάλετο· πολλὴν ὕλην τεμὼν ἀναπαύσας τοὺς στρατιώτας νυκτὶ μέσῃ τὸν χάρακα κατέφλεξε. τοῦ δὲ πυρὸς ἐπὶ μέγα αἰρομένου πανταχόθεν οἱ μὲν πολέμιοι διώκειν ἐκωλύοντο, οἱ δὲ ἀμφὶ Πελοπίδαν ἀσφαλῶς τὸν ποταμὸν διῆλθον. Θήβας ἐφύλασσε φρουρὰ Λακωνικὴ, καὶ φρούραρ- χος ἐπὶ τῆς Καδμείας ἐτέτακτο. ἦν Ἀφροδίτης ἑορτή· αἱ μὲν γυναῖκες ἔπαιζον τῇ θεῷ· οἱ δὲ ἄνδρες ἀμφὶ ταύτας εἶχον. ἔδοξε τῷ φρουράρχῳ τιμῆσαι τὴν θεόν· ἐκάλεσεν ἑταίρας. ἔχων ξιφίδιον κρυπτὸν Πελοπίδας εἰσέρχεται καὶ τὸν φρούραρχον ἀνελὼν ἠλευθέρωσε τὰς Θήβας. ΓΟΡΓΙΔΑΣ. Γοργίδας πρῶτος ἐν Θήβαις τὸν ἱερὸν λόχον συν- έταξεν. ὁ λόχος ἦν ἐρασταὶ καὶ ἐρώμενοι τριακόσιοι. φιλοῦντες γὰρ δὴ ἀλλήλους οὐκ ἄν ποτε φύγοιεν, ἀλλ᾽ ἢ ὑπὲρ ἀλλήλων ἀποθάνοιεν ἢ νικῷεν τοὺς πολεμίους. Γοργίδας ἱππεῖς ἔχων Θηβαίους παρετάσσετο Φοι- βίδᾳ πελταστὰς ἔχοντι· στενόπορον ἦν τὸ χωρίον. Γοργίδας φεύγειν προσποιούμενος τοὺς πελταστὰς ἐπὶ πόδα ἀνεχώρει· τῶν δὲ πολεμίων ἐγκειμένων, ὑπήγαγεν αὐτοὺς ἐς τὴν εὐρυχωρίαν. ἔνθα δὴ Γοργίδας κράνος ἐπὶ δόρατος ἀνατείνας σημεῖον ἔδωκεν ἀναστροφῆς. ὡς δὲ ἐν πλατυτέρῳ χωρίῳ τὸ ἱππικὸν ἀνέστρεψε, τὴν ἐμβολὴν τῶν ἵππων οὐ φέροντες οἱ πελτασταὶ προ- τροπάδην ἐς Θεσπιὰς ἔφυγον. ἀφ᾽ ὧν *** ἐν τῇ φυγῇ· Φοιβίδας δὲ διώκων αὐτίκα φεύγων ᾤχετο. ΔΕΡΚΥΛΙΔΑΣ. Δερκυλίδας ὤμοσε Μειδίᾳ τῷ τυράννῳ τῆς Σκή- ψεως, ἐφ᾽ ᾧ τε προελθόντα καὶ ὁμιλήσαντα ταχὺ πάλιν εἰς τὴν πόλιν ἀφεῖναι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθε· Δερκυλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ μὴ, φονεύσειν αὐτὸν ἠπείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ἀφίημί σε, ἔφη, νῦν ἐς τὴν πόλιν· τοῦτο γὰρ ὤμοσα· κἀγὼ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρ- χομαι. ΑΛΚΕΤΑΣ. Ἀλκέτας Λακεδαιμόνιος ἀπὸ Ἱστιαίας ὁρμώμενος βουλόμενος λαθεῖν, πεπληρωκὼς ναῦς πολλὰς, καθελ- κύσας τριήρη μίαν καὶ ἐς ταύτην ἀνὰ μέρος ἐμβιβάζων τοὺς στρατιώτας, ἵνα δοκοίη τοῖς πολεμίοις ἓν σκάφος ἔχειν, ἤσκει τῶν τριήρων ἁπασῶν τὰ πληρώματα. ΑΡΞΙΛΑΙΔΑΣ. Ἀρξιλαΐδας ὁ Λάκων μετὰ στρατεύματος διαπο- ρεύεσθαι μέλλων ὁδὸν ὕποπτον, ὃ μὴ προῄδει γενό- μενον, ἐλογίζετο δὲ δύνασθαι γενέσθαι, τοῦτο ὡς προεγνωκὼς ἀπήγγειλε τῷ πλήθει καὶ προσέταξε διε- σκευασμένους πρὸς μάχην ὁδοιπορεῖν ὡς τῶν πολεμίων λοχώντων. κατὰ τύχην δὲ εὑρεθέντος μεγάλου λόχου, ὡς ἂν οὐ προίδωσι τὴν τῶν πολεμίων παρασκευὴν, αὐτὸς φθάσας ἐπέθετο καὶ ῥᾳδίως ἅπαντας διέφθειρε τοὺς ἐνεδρεύσαντας τῷ προπαρεσκευάσθαι καταστρα- τηγήσας. ΙΣΙΔΑΣ. Ἰσίδας ὁ Λάκων μετὰ τὴν περὶ Λεῦκτρα συμφο- ρὰν Γύθειον, τὸ τῆς Σπάρτης ἐπίνειον, Θηβαίων ἔμφρουρον ποιησάντων, ἑκατὸν ἡλικιώτας κοινωνοὺς προσλαβὼν λίπα τε ἐποίησεν αὐτοὺς ἀλείψασθαι καὶ στεφάνους ἐλαίας περιθέσθαι καὶ ξίφος ὑπὸ μάλης ἔχοντας ἕπεσθαι. αὐτὸς μὲν δὴ γυμνὸς ἐξῆλθε δρόμῳ πολλῷ· οἱ δὲ ἡλικιῶται γυμνοὶ συνέθεον. τῶν δὲ Θηβαίων ὑπὸ τοῦ σχήματος ἀπατηθέντων καὶ γυμνοὺς καὶ παίζοντας δεξαμένων οἱ Λάκωνες τὰ ξίφη σπασά- μενοι τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ ἐξέβαλον καὶ τὸ Γύθιον αὐτοὶ κατέσχον. ΚΛΕΑΝΔΡΙΔΑΣ. Κλεανδρίδας ὁ Λάκων ἐπὶ Τέριναν ἄγων τὴν στρα- τιὰν ὁδὸν κοίλην λάθρα προσπεσεῖν ἐπεχείρησε τοῖς Τε- ριναίοις· οἱ δὲ προαισθόμενοι δι᾽ αὐτομόλων σπεύ- σαντες ἐπὶ τὴν ὁδὸν ὑπὲρ κεφαλῆς ἐγένοντο τοῦ Κλεανδρίδου. ὁ δὲ, τῶν στρατιωτῶν ἀθύμως ἐχόν- των, θαρρεῖν αὐτοὺς κελεύσας τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν· ὃς ἂν Τεριναίων τὸ σύνθημα λέγῃ τὸ προσυγκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκούσαντες οἱ Τεριναῖοι τοῦ συντάγματος ὑπόπτως ἔσχον ὡς δὴ σφῶν αὐτῶν ὄντας τινὰς προ- δότας, καὶ ἔδοξεν αὐτοῖς τὴν ταχίστην ἀπαλλαγεῖσι φυλάττειν τὴν πόλιν. οἱ μὲν ἐξαπατηθέντες ἀπεχώ- ρουν. Κλεανδρίδας δὲ ἀκινδύνως ἀνεβίβασεν ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν, προσέτι καὶ λεηλατήσας τὴν χώραν ἀσφαλῶς ἀπηλλάγη. Κλεανδρίδας Θουρίων ἡγούμενος μάχῃ νικήσας Λευκανοὺς μετὰ τὴν νίκην ἦγε τοὺς Θουρίους ἐπὶ τὸν τόπον τῆς μάχης δεικνύων αὐτοῖς, ὅτι αὐτοὶ μὲν ἐν τῷ αὐτῷ μείναντες διὰ τοῦτο ἐνίκησαν, οἱ πολέμιοι δὲ πολὺ ἀπ᾽ ἀλλήλων πεσόντες τοῦτο ἔπαθον τῷ μὴ μένειν, ἀλλὰ διεσπάσθαι. ταῦτα διεξιόντος πρὸς τοὺς Θουρίους, ἐπεφάνησαν οἱ Λευκανοὶ πολλῷ πλείονα δύναμιν ἔχοντες. ὁ δὲ ἐκ τῆς εὐρυχωρίας ἐς στενόπο- ρον χωρίον ὑπεξήγαγε τὴν ἑαυτοῦ στρατιὰν, ἵνα τὸ πλῆθος τῶν πολεμίων ἀχρεῖον κατασκευάσας ἴσους τοὺς αὑτοῦ στρατιώτας _ἐν_ τῇ στενότητι τοῦ τόπου πρὸς τὸν κίνδυνον καταστήσῃ· καὶ δὴ πάλιν Λευκανοὺς ἐνίκησαν οἱ Θούριοι. Κλεανδρίδας τοὺς ἀρίστους Τεγεατῶν λακωνίζειν ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων χωρία μόνον μὴ δῃώσας, τὰ δὲ τῶν ἄλλων λυμηνά- μενος. οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς ἄνδρας ἐς δίκην προδοσίας ὑπήγαγον· οἱ δὲ ἁλῶναι δείσαντες τὴν ψῆφον προλαβόντες προέδωκαν τὴν πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι φόβῳ βια- σθέντες. Κλεανδρίδας Λευκανοῖς πολεμῶν ὑπερέχων ἡμιολίῳ πλήθει λογισάμενος ὡς, εἰ φανερὸν τὸ πλῆθος γένοιτο τοῖς πολεμίοις, ἀναχωρήσουσι μὴ διακινδυνεύσαντες, τὴν φάλαγγα συνήγαγεν ἐς βάθος. ἐπεὶ δὲ Λευκανοὶ καταφρονήσαντες ὡς ὀλίγων ἐπὶ μῆκος ἐξέτειναν τὰ ζυγὰ ὑπερφαλαγγῆσαι πειρώμενοι καὶ βουλόμενοι καὶ * ἦν αὐτοῖς ἡ ἀναχώρησις ἡπλωμένης τῆς φάλαγγος, παρήγγειλε τοὺς ἐπιστάτας μεταβαίνειν εἰς παραστά- την· πολλῷ δὲ ποιήσας ὑπερμηκεστέραν τὴν τάξιν ὑπερεφαλάγγησε τοὺς Λευκανούς. οἱ δὲ κυκλωθέντες, βαλλόμενοι πανταχόθεν πάντες ἀπώλοντο πλὴν ὀλίγων, οἳ διεσώθησαν αἰσχρῶς φεύγοντες. Κλεανδρίδας Θουρίοις ἐλάττοσιν οὖσι παραγγέλλων μὴ συμβάλλειν πλήθει πολεμίων ἔφη ὅπου μὴ ἐξαρκεῖ ἡ λεοντῆ, τότε χρὴ καὶ τῆς ἀλωπεκῆς προσράπτειν. ΦΑΡΑΚΙΔΑΣ. Φαρακίδας, Καρχηδονίων ἐφορμούντων Συρακού- σαις, περιπεσὼν κατὰ τὸν πλοῦν Καρχηδονίαις τριήρεσι καὶ ἀπὸ τούτων ἐννέα λαβὼν, ὅπως ἡσυχάσειαν οἱ Καρχηδόνιοι καταπλέοντος, ἐς τὰς αἰχμαλώτους τριή- ρεις τὰς ἐννέα ἀνεβίβασε τοὺς ἰδίους ἐρέτας καὶ στρα- τιώτας· Καρχηδόνιοι γνωρίζοντες τὰ οἰκεῖα σκάφη προσπλέοντας αὐτοὺς τῷ λιμένι τῶν Συρακουσίων οὐκ ἐκώλυσαν. ΔΗΙΦΟΝΤΗΣ. Δηϊφόντης τοῖς Δωριεῦσι συνέταξεν ἐκκαλεῖσθαι τοὺς Ἀργείους ἐς μάχην. αὐτὸς δὲ τῶν νεῶν ἐπιβὰς ὑπὸ λόφῳ τινὶ περιωρμίσατο, ἔνθα οὐκ ἦν κάτοπτος. σκοπὸς ἤγγειλε Δωριεῖς μὲν περιελαύνουσι λείαν, Ἀργεῖοι δὲ ἐκβοηθοῦσι τὸ στρατόπεδον καταλιπόντες. Δηϊφόντης καὶ οἱ σύμμαχοι τῶν νεῶν ἐκδραμόντες ἔρημον αἱροῦσι τὸ στρατόπεδον. Ἀργεῖοι πατέρων καὶ παίδων καὶ γυναικῶν ἑαλωκότων ἐφ᾽ ᾧ τε σῶσαι τούτους τήν τε χώραν καὶ τὰς πόλεις παρέδωκαν Δωριεῦσιν. ΕΥΡΥΠΩΝ. Εὐρυπῶν βασιλεὺς Λακεδαιμονίων ὁρῶν τὸν πρὸς Ἀρκάδας πόλεμον μηκυνόμενον στάσιν αὐτοῖς ἐμποιῆ- σαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα Λακε- δαιμόνιοι παύσονται πολεμοῦντες, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσητε. τούτους δὲ εἶναι τοὺς Ἆγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες, προσδοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἠδύναντο· πολλοὺς δὲ καὶ δούλους συμμάχους προς- εποιήσαντο τὴν ἐλευθερίαν ὑπισχνούμενοι. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν, ὥστε δίχα διαι- ρεθέντες, ὁπλισάμενοι, προελθόντες παρετάξαντο· οἱ δὲ τὰ τοῦ δήμου φρονοῦντες ἡττηθέντες, πρὸς μέρος τι τοῦ τείχους καταφυγόντες, τὰς πύλας ἀνοίξαντες Λακεδαιμονίους ἐδέξαντο. οἱ δὲ κατέσχον τῇ στάσει Μαντίνειαν, ἧς τῷ πολέμῳ κρατεῖν οὐκ ἠδύναντο. ΕΦΟΡΟΙ. Οἱ Ἔφοροι μηνυθέντος ἐπιβουλεύειν Κινάδωνα συλλαβεῖν αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμε- νοι τῶν ἱππέων τινὰς κρύφα προπέμψαντες ἐς Αὐλῶνα τῆς Λακωνικῆς οὐ πρὸ πολλοῦ, τὸν Κινάδωνα καλέ- σαντες μετὰ δύο στρατιωτῶν ἐς Αὐλῶνα ἔπεμψαν ὡς ἐπὶ πρᾶξιν ἀπόρρητον. ὡς δὲ ἀφίκετο, οἱ προπεμ- φθέντες ἱππεῖς συλλαβόντες αὐτὸν, στρεβλώσαντες, μα- θόντες τοὺς κοινωνοὺς τῆς ἐπαναστάσεως ἐπέστειλαν τοῖς Ἐφόροις. οἱ δὲ μαθόντες τοὺς μηνυθέντας ἄνευ ταραχῆς ἀπέκτειναν οὐ παρόντος τοῦ μεμηνυκότος. Οἱ Ἔφοροι πυθόμενοι τοῖς Παρθενίαις σημεῖον συγκείμενον, ὅταν μέλλωσιν ἄρχεσθαι τῆς ἐπαναστά- σεως, ἐκ μέσης τῆς ἀγορᾶς πῖλον ἀνασχεῖν, προσέταξαν τῷ κήρυκι ἀναγορεῦσαι· οἱ τὸν πῖλον αἴρειν μέλλοντες ἐκ τῆς ἀγορᾶς ἄπιτε. τούτου δὲ κηρυχθέντος οἱ κοι- νωνοῦντες τῆς ἐπιθέσεως ἐπέσχον ὡς προεγνωσμένης τῆς πράξεως. ΙΠΠΟΔΑΜΑΣ. Ἱπποδάμας ὑπὸ Ἀρκάδων ἐν Πρασιαῖς ἐπολιορ- κεῖτο. λιμὸς ἦν· οἱ Σπαρτιᾶται κήρυκα ἔπεμψαν· εἴσω παρελθεῖν Ἀρκάδες οὐκ ἐπέτρεψαν. Ἱπποδάμας ἀπὸ τοῦ τείχους τῷ κήρυκι ἀπεκρίνατο τοῖς Ἐφόροις ἄγ- γελλε τὴν γυναῖκα λύειν τὴν ἐν τῷ ἱερῷ τῆς Χαλ- κιοίκου δεδεμένην. οἱ μὲν Ἀρκάδες οὐκ ἐνόησαν· οἱ δὲ Λάκωνες συνῆκαν ὅτι λιμὸν λύειν ἐπιστέλλοι. ἦν γὰρ ἐν τῷ ἱερῷ τῆς Χαλκιοίκου ἀνακειμένη Λιμοῦ γραφὴ, γυνὴ _γεγραμμέν_η ὠχριῶσα, λεπτὴ, τὼ χεῖρε ὀπίσω δεδεμένη· ὥστε τὸ ἀφανὲς τοῖς πολεμίοις φανε- ρὸν τοῖς πολίταις Ἱπποδάμαντος ἦν. ΓΑΣΤΡΩΝ. Γάστρων Λακεδαιμόνιος μέλλων ἐν Αἰγύπτῳ συμ- βαλεῖν τοῖς Πέρσαις μετενέδυσε τὰς πανοπλίας καὶ τὰς μὲν τῶν Ἑλλήνων τοῖς Αἰγυπτίοις, τὰς δὲ τῶν Αἰγυπτίων τοῖς Ἕλλησι περιέθηκε. κρύψας δὲ τοὺς Αἰγυπτίους _ἐν τοῖς Ἕλλησ_ι παρατάξας προῆγε τοὺς Ἕλληνας. τῶν δὲ οὐδὲν ἐνδιδόντων, ἀλλ᾽ εἰς τοὔμ- προσθεν βιαζομένων καὶ προθύμως κινδυνευόντων ἐξανέστησε τοὺς Αἰγυπτίους ἐν τοῖς ὅπλοις τοῖς Ἑλλη- νικοῖς. ἰδόντες δὲ οἱ Πέρσαι καὶ τοὺς Ἕλληνας ὑπο- νοήσαντες ἐπιέναι λύσαντες τὴν τάξιν ἔφευγον. ΜΕΓΑΚΛΕΙΔΑΣ. Μεγακλείδας συμφυγὼν ἐς ὄρος δασὺ, πολιορ- κούμενος, διελὼν τοῦ στρατεύματος, ὃ μὲν ἀχρεῖον ἦν καὶ βαρύτερον, φεύγειν ἐκέλευσε διὰ τῆς ὕλης εἰδὼς, ὅτι φανερὸν ἔσται τοῖς πολεμίοις. οἱ μὲν ὥρμησαν ἐπὶ τοὺς φεύγοντας· ὁ δὲ τὴν εὔχρηστον καὶ γενναίαν δύναμιν ἔχων ἐπὶ τὴν ἐναντίαν ὁδὸν τῆς ὕλης τρα- πόμενος ὑπεξέφυγεν ἀσφαλῶς. ΑΡΜΟΣΤΗΣ. Ἁρμοστὴς Λακεδαιμόνιος ὑπὸ Ἀθηναίων ἐπολιορ- κεῖτο δυοῖν ἔτι λοιπὸν ἡμερῶν ἔνδον ἔχων τροφάς. κήρυξ ἧκε Σπαρτιάτης· οὐ συνεχώρουν Ἀθηναῖοι βα- δίζειν ἔσω τείχους, ἀλλὰ πρὸ τοῦ τείχους λέγειν ἃ βούλοιτο πάντων ἀκουόντων. ὁ κήρυξ, θαρρεῖν, ἔφη, κελεύουσί σε Λακεδαιμόνιοι καὶ προσδέχεσθαι βοήθειαν διὰ τάχους· ὁ δὲ ἁρμοστὴς μὴ πάνυ, ἔφη, σπεύσητε βοηθοῦντες· τροφὰς γὰρ ἔχω πέντε μηνῶν ἔτι. Ἀθηναῖοι, καὶ γὰρ χειμὼν προσῄει, πρὸς μακρὰν καὶ χειμερινὴν πολιορκίαν ἀπαγορεύσαντες καὶ δὴ διαλύσαντες τὸ στρατόπεδον ᾤχοντο. ΘΙΒΡΩΝ. Θίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρού- ραρχον ἔπεισεν ἐπὶ συνθήκας προελθεῖν ὀμόσας, εἰ μὴ συντιθοῖντο, πάλιν αὐτὸν ἐς τὸ φρούριον κατα- στήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινώνησεν· οἱ δὲ τοῦ φρουρίου φύλακες διαλύσεως ἐλπίδι ῥᾳθυμό- τερον εἶχον. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θιβρώνειοι κατὰ κράτος αἱροῦσι τὸ χωρίον. Θίβρων δὲ τὸν φρούραρχον ἐς τὸ χωρίον ἀγαγὼν πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν αὐτὸν ἔνδον ἀναιρεθῆναι. ΔΗΜΑΡΑΤΟΣ. Δημάρατος ἐπιστέλλων Σπαρτιάταις περὶ τῆς Ξέρξου στρατείας ἐς πτύχα ἀκήρωτον τὴν ἐπιστολὴν γράψας ἐπεκήρωσεν, ἵνα ὡς ἄγραφος διὰ τῶν φυλά- κων κομισθῇ. ΗΡΙΠΠΙΔΑΣ. Ἡριππίδας ἀφικόμενος εἰς Ἡράκλειαν τὴν Τρα- χινίαν, συναγαγὼν ἐκκλησίαν, περιστήσας τοὺς ὁπλίτας ἐκήρυξε τοὺς Τραχινίους καθίσαι χωρίς. οἱ μὲν ἐκά- θισαν· ὁ δὲ ἐκέλευσεν αὐτοὺς, περὶ ὧν ἀδικοῦσι, Λακεδαιμονίοις κρίσιν ὑποσχεῖν, ὡς νόμιμόν ἐστιν ἐν τῇ Σπαρτιάτιδι, δεθέντας. ἐπεὶ δὲ ὑπὸ τῶν ὁπλιτῶν δεθέντες ἔξω πυλῶν ἤχθησαν, καὶ δὴ πάντες ἀνῃ- ρέθησαν. ΙΣΧΟΛΑΟΣ. Ἰσχόλαος ἐν Αἴνῳ πλησίον ὁρῶν Ἀθηναίους ἐφορ- μοῦντας ναυσὶ πολλαῖς δεδοικὼς, μὴ νύκτωρ ἐπιπλεύ- σαντες πολλὰ τῶν πλοίων αὐτοῦ μετὰ βίας ἀποσπά- σωσι, πρὸς τὸν πύργον τὸν ἐπὶ τοῦ χώματος ἅπαντα προσαγαγὼν ἔδησεν ἐκ τῶν ἱστῶν· τὰ δὲ πορρωτέρω σχοινίοις ἐκ τῶν πλησιαιτέρων συνῆψεν, ὥστε τὸν σύν- δεσμον εἶναι δι᾽ ἀλλήλων. οἱ μὲν Ἀθηναῖοι νυκτὸς ἐπελθόντες ἀφέλκειν πειρώμενοι τῶν πλοίων οὐδὲν ἀπέσυραν· οἱ δὲ ἀπὸ τῆς Αἴνου τῶν φυλάκων ἀγγει- λάντων ἐπεξελθόντες ἐδίωξαν τοὺς Ἀθηναίους, οἱ μὲν ἀπὸ τῆς γῆς, οἱ δὲ ἀπὸ τῶν νεῶν. Ἰσχόλαος ἐν ὁδῷ κατὰ μὲν θάτερον ἀποκρήμνῳ καὶ σφαλερᾷ, κατὰ θάτερον δὲ ὄρος ἐχούσῃ, ὃ κατεῖχον οἱ πολέμιοι, πνεύματος γενομένου μεγάλου τὴν ὕλην ἐνέπρησεν· ὥστε τῶν παραφυλαττόντων πολεμίων ὑπὸ τοῦ καπνοῦ καὶ τοῦ πυρὸς διωχθέντων κατὰ τοῦτο τὸ μέρος ἀσφαλῶς τὴν δύναμιν ἤγαγεν. Ἰσχόλαος ὑπὸ Χαβρίου πολιορκούμενος ἐν Δρυῒ μέλλοντος προσάγειν τοὺς κριοὺς αὐτὸς φθάσας μέρος κατέβαλε τοῦ τείχους ἄμφω μηχανώμενος, τοῖς μὲν αὑτοῦ στρατιώταις ἀνδρειότερον ἀγωνίσασθαι τὸ τοῦ τείχους ὀχυρὸν οὐκ ἔχουσι, τοῖς δὲ πολεμίοις τὸ κατα- πεφρονῆσθαι τὴν παρασκευὴν τῶν πολιορκητικῶν μη- χανημάτων. ἀμέλει τὴν ἑκούσιον ἀποτείχισιν φοβη- θέντες παρελθεῖν εἰς τὴν πόλιν οὐκ ἐθάρσησαν. Ἰσχόλαος προσκαθημένων Ἀθηναίων πυθόμενος εἶναί τινας τῶν φυλάκων τοὺς προδιδόντας νύκτωρ ἐφοδεύων τὰς φυλακὰς ἑκάστῳ τῶν φυλάκων παρέ- ζευξε τῶν μισθοφόρων ἕνα. τοῦτο πράξας ἀταράχως ἔφυγε τὸν κίνδυνον τῆς προδοσίας. ΜΝΑΣΙΠΠΙΔΑΣ. Μνασιππίδας ὀλίγον πλῆθος ἦγεν. ἐπεὶ δὲ νυκτὸς ἐπέθεντο πολέμιοι, τοὺς ψιλοὺς καὶ τοὺς σαλπιγκτὰς ἐκέλευσεν ἐν τῷ σκότῳ περιελθόντας ὄπισθεν τῶν ἐπιτιθεμένων σημαίνειν τὸ πολεμικὸν καὶ ἀκροβολίζε- σθαι. οἱ δὲ ὡς ὑπὸ πλήθους πολλοῦ κυκλούμενοι διὰ τάχους ἀνεχώρησαν. ΑΝΤΑΛΚΙΔΑΣ. Ἀνταλκίδας ἐν Ἀβύδῳ μετὰ ναυτικοῦ πλείονος διατρίβων Ἀττικὰς τριήρεις ὁρμούσας ἐν Τενέδῳ μαθὼν φοβουμένας ἐς Βυζάντιον διαπλεῦσαι πρὸς Ἰφικράτην, ἀγγείλαντος τινὸς, ὡς Ἰφικράτης πολιορκοίη Χαλκηδο- νίους φίλους ὄντας, παρήγγειλεν ἀποπλεῖν ἐς Χαλκη- δόνα καὶ ἀναχθεὶς ἐνήδρευσε περὶ τὴν Κυζικηνήν. οἱ δὲ ἀπὸ τῆς Τενέδου τὴν ἀναγωγὴν τὴν Ἀνταλκίδου πυθόμενοι κατὰ τάχος ἐπειρῶντο πρὸς τὸν Ἰφικράτην πλεῖν. ἐπεὶ δὲ ἐγένοντο κατὰ τὰς τῶν πολεμίων τριή- ρεις οὐχ ὁρωμένας, ἀλλὰ ἀφανῶς ἐφορμούσας, Ἀνταλ- κίδας ἄφνω προσπεσὼν ταῖς Ἀττικαῖς τὰς μὲν κατέδυσε, τῶν δὲ πλειόνων ἐκράτησεν. ΑΓΗΣΙΠΟΛΙΣ. Ἀγησίπολις Μαντίνειαν ἐπολιόρκει μετὰ τῶν συμ- μάχων, οἳ πρὸς τοὺς Μαντινεῖς εὖ διακείμενοι διὰ τὸ Λακεδαιμονίους ἄρχειν τῆς Ἑλλάδος εἵποντο μὲν ἐπὶ τὸν πόλεμον, κρύφα δὲ εἰσέπεμπον τοῖς Μαντινεῦσι νυκτὸς ὧν ἐδέοντο. Ἀγησίπολις μαθὼν τὰ δρώμενα κύνας περὶ τὸ στρατόπεδον ἠφίει πολλοὺς, τοὺς πλείονας δὲ κατὰ τὸ μέρος τὸ πρὸς τὴν πόλιν, ὅπως μηδεὶς αὐτομολοίη φυλαττόμενος ὑπὸ τῶν κυνῶν ἁλῶναι. ΣΘΕΝΙΠΠΟΣ. Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν Ἐφόρων προσποιητῶς, αὐτομολῆσαι πρὸς τοὺς Τεγε- άτας ὑποκρινάμενος, δεξαμένων αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας ἔχοντα, τοὺς διαπολιτευομένους τῷ ἄρχοντι αὐτῶν Ἀριστοκλεῖ διαφθείρας μετὰ τούτων πομπῆς οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν. ΚΑΛΛΙΚΡΑΤΙΔΑΣ. Καλλικρατίδας Κυρηναῖος τὸν τὴν ἄκραν Μαγνη- σίας φυλάσσοντα ᾔτησε τραυματίας αὐτοῦ δέξασθαι τέσσαρας. τοῦ δὲ ἐπιτρέψαντος ἕκαστον θωρακίσας κατέκλινε σπάθας αὐτοῖς παραθεὶς, χλανίδα ἐπιβαλὼν ἄνωθεν. ἐπεὶ δὲ κλίνας τέσσαρας φέροντες ἔνδον πυλῶν ἐγένοντο, εἴκοσιν ὁμοῦ νεανίαι ὡπλισμένοι τοὺς φύλακας ἀποσφάξαντες τὴν ἄκραν κατέσχον. Καλλικρατίδας ἐν Μαγνησίᾳ πολιορκούμενος τῶν πολεμίων κριοὺς προσαγόντων τοῖς τείχεσιν αὐτὸς κατὰ τὸ ἀπρόσμαχον τοῦ τείχους παραρρήξας τοῦ πύργου μέρος, παραφυλάξας τὸν καιρὸν τῆς τῶν προσβαλλόντων διαδοχῆς περιῆλθε τὸ τεῖχος καὶ κατὰ νώτου προσπεσὼν πολλοὺς μὲν αὐτῶν διέφθειρεν, οὐκ ὀλίγους δὲ ἐζώγρησε· μετὰ δὲ τὴν νίκην τὸ τεῖχος ἀνῳκοδόμησεν. ΜΑΓΑΣ. Μάγας ἀπὸ Κυρήνης ἐκστρατεύων κατέλειπε μὲν καὶ τῶν φίλων τοὺς φρουρήσοντας τὴν πόλιν, ὄργανα δὲ καὶ βέλη καὶ μηχανήματα κατέκλειεν εἴσω τῆς ἄκρας, ἀφῄρει δὲ καὶ τῶν τειχῶν τὰς ἐπάλξεις, ὅπως εἴ τινες νεωτερίσειαν, ἀνεῳγυῖαν ἔχοι τὴν διὰ τῶν πυλῶν εἴσοδον. Μάγας Παραιτώνιον κατασχὼν συνέταξε τοῖς φρυκτωροῖς πυρσὸν φίλιον αἴρειν ἑσπέρας καὶ πάλιν βαθέος ὄρθρου τὸν αὐτόν. τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χώρας ἄχρι τοῦ Χῖ καλουμένου. ΚΛΕΩΝΥΜΟΣ Κλεώνυμος, Λακεδαιμονίων βασιλεὺς, Τροιζῆνα πολιορκῶν κατὰ πολλὰ μέρη τῆς πόλεως ὀξυβελεῖς περιστήσας ἐκέλευσεν ἀφιέναι τοῖς βέλεσιν ἐπιγράψας ἥκω τὴν πόλιν ἐλευθερώσων. ἔχων δὲ καὶ Τροιζη- νίους αἰχμαλώτους ἀφῆκεν ἄνευ λύτρων. οἱ μὲν αἰχμάλωτοι εἴσω παρελθόντες εὐηγγελλίζοντο. Εὐδα- μίδας δὲ, στρατηγὸς Κρατεροῦ, φυλάττων τὴν πόλιν τοῖς νεωτερίζουσι παρετάττετο. καὶ δὴ τῶν ἔνδον ἀλλήλοις μαχομένων Κλεώνυμος προσθεὶς κλίμακας ἐξεῖλε τὴν πόλιν καὶ διήρπασε καὶ Σπαρτιάτην ἁρμο- στὴν μετὰ φρουρᾶς ἐπέστησεν. Κλεώνυμος Ἔδεσσαν πολιορκῶν, τοῦ τείχους πε- σόντος, τῶν πολεμίων ἐπελθόντων σαρισοφόρων - ἑκάστη σάρισα πηχῶν ἦν ἑκκαίδεκα - ἐπύκνωσε τὴν αὑτοῦ φάλαγγα ἐς βάθος· τοὺς δὲ πρωτοστάτας καὶ τοὺς τούτων ἐπιστάτας ἄνευ δοράτων ἔταξε παραγγεί- λας, ἂν συμμίξωσιν οἱ σαρισοφόροι, διαλαβεῖν ἀμφο- τέραις ταῖς χερσὶ τὴν σάρισαν καὶ κατέχειν, τοὺς δὲ ἑπομένους παρὰ πλευρὸν ἑκάστου παρελθόντας ἐνεργεῖν τὴν μάχην. οἱ μὲν ἐλάβοντο τῶν σαρισῶν _οἱ δ_ὲ ἀνθέλκοντες, οἱ δὲ κατόπιν παρελθόντες ἀνεῖλον τοὺς σαρισοφόρους, καὶ ἄχρηστον ἠλέγχθη τὸ σαρίσης μέγεθος τῇ Κλεωνύμου δεινότητι. ΚΛΕΑΡΧΟΣ. Κλέαρχος Ἡρακλεώτης ἀκρόπολιν ἀναστῆσαι βου- λόμενος μισθοφόρους συνέταξε λεληθότως ἐξιέναι νυκτὸς, λωποδυτεῖν, ἁρπάζειν, ὑβρίζειν, τιτρώσκειν. ἀγανακτοῦντες οἱ πολῖται παρεκάλεσαν Κλέαρχον βοη- θεῖν· ὁ δὲ οὐκ ἄλλως ἔφη δυνατὸν εἶναι τὴν ἀπόνοιαν αὐτῶν κατασχεῖν, εἰ μή τις αὐτοὺς περιτειχίσειεν. συγχωρησάντων Ἡρακλεωτῶν τόπον τῆς πόλεως περι- τειχίσας ἀκρόπολιν κατασκευάσας οὐκ ἐκείνους ἐκώ- λυσεν, ἀλλ᾽ αὑτῷ τὸ ἐξεῖναι πάντας ἀδικεῖν παρέσχεν. Κλέαρχος Ἡρακλείας τύραννος ἐλογοποίησεν, ὡς ἀπαλλαγῆναι βουλόμενος μετὰ τῶν δορυφόρων καὶ τῇ βουλῇ τῶν τριακοσίων παραδοῦναι τὰ πράγματα. οἱ δὲ συνῆλθον ἐς τὸ βουλευτήριον ὡς ἐπαινεσόμενοι Κλέαρχον καὶ τὴν ἐλευθερίαν ἀποληψόμενοι· ὁ δὲ περιστήσας τῷ βουλευτηρίῳ στρατιώτας τῶν τριακοσίων ὑπὸ τοῦ κήρυκος ἀνακαλουμένων καθ᾽ ἕνα συλλαβὼν ἐκέλευσε πάντας ἄγειν ἐς τὴν ἀκρόπολιν. Κλέαρχος βουλόμενος πολλοὺς τῶν πολιτῶν ἀπο- κτεῖναι πρόφασιν οὐκ ἔχων κατέλεξε τοὺς ἀπὸ ἑκκαί- δεκα ἐτῶν μέχρι πέντε καὶ ἑξήκοντα ἐπὶ στρατείαν ἐν τοῖς κυνικοῖς καύμασιν ὡς πόλιν Ἀστακὸν πολιορ- κήσων. ἐπεὶ δὲ ἧκε τῆς Ἀστακοῦ πλησίον, τοὺς μὲν πολίτας ἐν ἑλώδει χωρίῳ καὶ νηνέμῳ καὶ μεστῷ στα- σίμων ὑδάτων ἐκέλευσε στρατοπεδεῦσαι παραγγείλας προσέχειν, μὴ Θρᾷκες ἐπιφανῶσιν ἐκ τῆς χώρας. αὐτὸς δὲ ὡς κακοπαθήσων περὶ τὴν πολιορκίαν μετὰ τῶν ξένων ὑψηλὰ χωρία καὶ σύσκια, ὕδασιν ἐπιρρεόμενα καταλαβόμενος ἐστρατοπέδευσεν καὶ μέχρι τοσούτου τὴν πολιορκίαν παρέτεινεν, ἕως τοὺς πολίτας αὐτοῦ διέφθειρεν ὥρᾳ θέρους τὸ ἑλῶδες καὶ ἐπίνοσον τοῦ στρατοπέδου. ἐπεὶ δὲ διεφθάρησαν ἅπαντες, τότε μετὰ τῶν μισθοφόρων ἀνέζευξε λοιμῷ προσθεὶς τὴν αἰτίαν τῆς τῶν πολιτῶν τελευτῆς. ΑΡΙΣΤΟΜΕΝΗΣ ΛΑΚΕΔΑΙΜΟΝΙΟΣ. Ἀριστομένης Λακεδαιμόνιος, Διονυσίῳ συμμαχῶν, τροπῆς βραχείας γενομένης ὁρῶν τὰς τριήρεις ἀναμε- μιγμένας παρήγγειλε τοῖς αὑτοῦ στρατιώταις βοᾶν ἔα φεύγειν. οἱ πολέμιοι τῆς βοῆς ταύτης ἀκούσαντες ἐς φυγὴν ἐτράποντο δόξαντες κατὰ κράτος ἡττᾶσθαι. ΑΡΙΣΤΟΜΕΝΗΣ ΜΕΣΗΝΙΟΣ. Ἀριστομένης, Μεσηνίων, τρὶς ἑκατομφόνια θύσας κατὰ Λακεδαιμονίων ἰσχυροῖς ποτὲ τραύμασι περιπεσὼν ἑάλω σὺν ἄλλοις πλείοσιν. ἔδοξε τοῖς Λάκωσιν ἅπαντας κατακρημνίσαι, τοὺς μὲν ἄλλους γυμνοὺς, τὸν δὲ Ἀριστομένην διὰ τὴν δόξαν τῆς ἀρετῆς ἐν τοῖς ὅπλοις. οἱ μὲν δὴ ἄλλοι κατενεχθέντες παραχρῆμα ἐτελεύτησαν· τοῦ δὲ Ἀριστομένους ἡ ἀσπὶς ἐφελκομένη τὸν ἀέρα ἐλαφρῶς αὐτὸν ἐπὶ τὴν γῆν κατήνεγκεν. ὁ δὲ ἐς τὸ ὕψος ἀναβλέπων καὶ τοὺς κρημνοὺς ἐν κύκλῳ περιέχοντας οὐκ ἀνῆκε τῆς ἐλπίδος, ἀλλὰ τὸ σύμπαν ὄρος ἀνασκοπούμενος, κατανοήσας εἴσδυσιν στενωτάτην καὶ δι᾽ αὐτῆς ἀλώπεκας εἰσιούσας, ἀπὸ τῶν κειμένων νεκρῶν ὀστοῦν κλάσας, μιᾶς τῶν ἀλωπέκων λαβόμενος τῆς οὐρᾶς, δακνόμενος ὑπ᾽ αὐτῆς συνεξεδύετο τὰ στενόπορα τοῦ ὄρους τῷ ὀστῷ παραι- ρῶν καὶ παρακόπτων, καὶ τὸ ** συνεξέθει. καὶ δὴ διεξελθὼν ἧκεν ἐς τοὺς Μεσηνίους προϊέναι μέλλοντας ἐς μάχην καὶ αὐτίκα ὁπλισάμενος αὐτὸς ἡγεῖτο τῆς φάλαγγος. οἱ δὲ Λάκωνες Ἀριστομένην πάλιν ἰδόντες ἐν τοῖς ὅπλοις, πάλιν ἀριστεύοντα, πάλιν διώκοντα, τὸν βεβλημένον κατὰ τῶν κρημνῶν, ἀφ᾽ ὧν οὐδεὶς ἐσώθη πώποτε, πάντες ἐνέκλιναν εἰς φυγὴν θνητῆς φύσεως μείζονα εἶναι τὸν ἄνδρα ἡγούμενοι. Ἀριστομένης Μεσήνιος αἰχμάλωτος ὑπὸ Λακεδαι- μονίων καὶ φρουρούμενος τούτων κοιμωμένων τῷ παρακειμένῳ πυρὶ προσεκύλισεν ἑαυτὸν καὶ τοὺς δε- σμοὺς κατακαύσας τοὺς μὲν φύλακας ἀνεῖλε, κρύφα δὲ ἐς τὴν Σπάρτην παρελθὼν καὶ τὰς ἀσπίδας αὐτῶν προσηλώσας τῷ τεμένει τῆς Χαλκιοίκου ἐπέγραψεν· Ἀριστομένης ἀπὸ Λακεδαιμονίων ἀβλαβὴς ἀνεσώθη. τοῦτο ποιήσας ἐς Μεσήνην ἐπανῆλθε. Ἀριστομένης ὁ Μεσήνιος Λακεδαιμονίων πάνδη- μον θυσίαν τοῖς Διοσκούροις ἐπιτελούντων μετὰ ἑνὸς φίλου λευκῶν ἵππων ἐπέβησαν ἄμφω καὶ ταῖς κεφαλαῖς πίλους περιεθηκάτην καὶ χρυσοῦς ἀστέρας· καὶ νυκτὸς ἤδη προϊούσης ἐπεφάνησαν κατὰ σύμμετρον διάστημα τοῖς Λακεδαιμονίοις ἔξω πόλεως μετὰ γυναικῶν καὶ παι- δίων πανηγυρίζουσιν. οἱ μὲν δὴ Διοσκούρων ἐπιφάνειαν οἰηθέντες γεγονέναι προῄεσαν ἐς μέθην καὶ ἡδονὴν πλείονα· οἱ δὲ ἀπὸ τῶν ἵππων καταβάντες, τὰ ξίφη σπασάμενοι, πλείστους καταφονεύσαντες αὐτῶν καὶ δὴ ἀφιππεύσαντες ᾤχοντο. ΚΙΝΕΑΣ. Ὁ περὶ Μαντίνειαν ἀγὼν ἴσος ἦν Θηβαίοις καὶ Μαντινεῦσιν· ἔμελλον οἱ Μαντινεῖς ἐπικηρυκεύεσθαι πρὸς Θηβαίους περὶ νεκρῶν ἀναιρέσεως. Κινέας ὁ Ἀθηναῖος, ἐτεθνήκει δὲ ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος ἐν τῇ μάχῃ, πρὸς τοὺς Μαντινέας ἔφη, μᾶλλον ἂν τὸν ἀδελφὸν ἄταφον περιιδεῖν ἢ τοῖς πολεμίοις ἧτταν ὁμολογῆσαι βούλεσθαι· καὶ γὰρ τὸν ἀδελφὸν διὰ τοῦτο προθύμως ἀποθανεῖν, ἵνα μὴ σταθείη τρόπαιον κατ᾽ αὐτοῦ καὶ κατὰ τῆς πατρίδος. οἱ Μαντινεῖς ἀκού- σαντες τῆς ἐπικηρυκείας ἀπετράποντο. ΗΓΗΤΟΡΙΔΗΣ. Θάσον ἐπολιόρκουν Ἀθηναῖοι. νόμον ἐκύρωσαν Θάσιοι· τῷ γράψαντι σπείσασθαι πρὸς Ἀθηναίους θάνατος ἔστω. Ἡγητορίδης Θάσιος ὁρῶν πολλοὺς πολίτας ἀπολλυμένους μακρῷ πολέμῳ καὶ λιμῷ βρόχον τῷ τραχήλῳ περιβαλὼν ἐς ἐκκλησίαν εἰσελθὼν ἄνδρες, ἔφη, πολῖται, ἐμοὶ μὲν ὡς βούλεσθε καὶ ὡς ὑμῖν συμφέρει χρήσασθε, τοὺς δὲ ὑπολειπομένους πολίτας διασώσατε τῷ ἐμῷ θανάτῳ λύσαντες τὸν νόμον. Θάσιοι ταῦτα ἀκούσαντες καὶ τὸν νόμον ἔλυσαν καὶ τὸν Ἡγη- τορίδην σῶον ἐφύλαξαν. ΔΕΙΝΙΑΣ. Δεινίας Τελεσίππου, Φεραῖος, ἐν Κραννῶνι τῆς Θετταλίας διῆγε θηρεύων ὅσα ἐν λίμναις καὶ ποτα- μοῖς ὀρνίθια. ἀπὸ τοιούτου βίου προῆλθεν ἐπὶ τυ- ραννίδα διὰ τοιαύτης τέχνης. οἱ Κραννώνιοι τὴν φυ- λακὴν τῆς πόλεως ἀπεμίσθουν. ὁ Δεινίας ἐμισθώσατο καὶ μέχρι τριῶν ἐτῶν ἀκριβεστάτην ἐποιεῖτο τὴν φυλακὴν, ὥστε τὰς νύκτας εἶναι τῶν ἡμερῶν ἀσφα- λεστέρας τοῖς ἀωρὶ βαδίζουσιν. ἐπαινούμενος ἐπὶ τούτοις ἀεὶ καὶ πλείονας προσεμισθοῦτο φύλακας, ὡς μᾶλλον εὐδοκιμοίη, τὴν φρουρὰν ἰσχυροτέραν ποιού- μενος. τῆς δὲ πόλεως τὴν τοῦ σίτου δεκάτην ἀπομι- σθούσης ἀδελφὸν αὑτοῦ νεώτερον τὰ τέλη καθῆκε μισθωσόμενον ὑπεράρας εἰς πολὺ τὴν πρόσοδον. οὕτω δὴ τὸν ἀδελφὸν δεκατηλόγον τῆς χώρας ἀποδείξας καὶ πολλοὺς νεανίσκους ἀκμάζοντας ἐγχειρίσας αὐτῷ, περιπόλους τῶν χωρίων καὶ συλλογέας τῶν δεκατευο- μένων καρπῶν, ἑορτῆς οὔσης τῶν καλουμένων Ἰτω- νίων, ἐν ᾗ πάντες Κραννώνιοι παίζουσιν, ἀναμίξας τοῖς ἐν τῇ πόλει φύλαξι τοὺς ἀπὸ τῆς πόλεως τελώνας καὶ νήφοντας ἐπιστήσας οἰνωμένοις πλείους χιλίων πολίτας ἀποκτείνας τύραννος Κραννωνίων ἐγένετο. ΝΙΚΩΝ. Νίκων πειρατὴς ἐκ Φερῶν τῶν ἐν Πελοποννήσῳ συνεχῶς ὁρμώμενος πολλὰ Μεσηνίους ἠδίκει. Ἀγέ- μαχος, Μεσηνίων στρατηγὸς, λοχήσας αὐτὸν καὶ ἑλὼν προήγαγεν ἐς ἐκκλησίαν τῶν Μεσηνίων βασανισθησό- μενον· ὁ δὲ ὑπέσχετο παραδώσειν αὐτοῖς τὰς Φεράς, εἰ σῶον αὐτὸν φυλάξειαν. πεισθέντων Μεσηνίων ἀσέληνον νύκτα παραφυλάξας τοὺς μὲν πολλοὺς ἐκέ- λευσεν ἀπὸ βραχέος διαστήματος ἕπεσθαι, ὀλίγους δὲ ἀκολουθεῖν αὐτῷ φορτία μεγάλα σίτου καλάμης ἀρα- μένους. προσελθὼν δὲ τῷ τείχει περὶ δευτέραν φυλα- κὴν ἀνεκάλεσε τοὺς φύλακας τὸ σύνθημα εἰπών. τῶν δὲ καὶ τὴν φωνὴν αὐτοῦ καὶ τὸ σύνθημα γνωρισάν- των καὶ ἀνοιξάντων τὰς πύλας, οἱ τὰ φορτία φέροντες, ταῦτα ῥίψαντες, τὰ ξίφη σπασάμενοι τοὺς ἐπὶ τῶν πυλῶν ἐφόνευσαν· οἱ δὲ κατόπιν ἑπόμενοι συνεισπεσόν- τες τῆς πόλεως ἐκράτησαν. ΔΙΟΙΤΑΣ. Διοίτας, στρατηγὸς Ἀχαιῶν, τὴν Ἡραιέων πόλιν φανερῶς ἑλεῖν οὐ δυνάμενος ἀφανῶς εἷλε φθείρας μεγάλοις χρήμασι τῶν Ἡραιέων τινάς. οἳ φοιτῶντες ἐπὶ τὰς πύλας πολλάκις καὶ καθομιλοῦντες τοὺς πεπι- στευμένους τὰς κλεῖδας τῶν πυλῶν καὶ σὺν αὐτοῖς πίνοντες ἔλαθον ἀπομαξάμενοι τὰς βαλανάγρας καὶ τὰ ἐκμαγεῖα τῷ Διοίτᾳ διέπεμψαν. ὁ δὲ παραπλησίας καὶ ἴσας κλεῖδας ταῖς δημοσίαις κατασκευάσας ἀντέ- πεμψεν αὐτοῖς νύκτα συνθέμενος, καθ᾽ ἣν οἱ μὲν ἀνέῳξαν τὰς πύλας, ὁ δὲ Διοίτας μετ᾽ ὀλίγων στρα- τιωτῶν εἰσῆλθεν. ἑνὶ μὲν τῷ στρατηγήματι τῶν βαλαναγρῶν παρέσχεν αὐτοῖς τὴν εἴσοδον· ἑτέρῳ δὲ εἰσελθὼν ἐχρήσατο. ἐπειδὴ γὰρ οἱ Ἡραιεῖς τοῦ γενο- μένου συνέντες ἐξεπήδησαν, πολλοί τε ὄντες καὶ τῶν τῆς πόλεως τόπων ἔμπειροι, φοβηθεὶς αὐτοὺς Διοίτας τοὺς σαλπιγκτὰς ἐκέλευσε κατὰ πολλὰ μέρη τῆς πόλεως διαστάντας τὸ πολεμικὸν σημαίνειν. οἱ δὲ Ἡραιεῖς πολλαχόθεν πολλῶν σαλπίγγων ἀκούοντες, περιηχού- μενοι, πάντα μεστὰ πολεμίων εἶναι νομίσαντες ἐξέλιπον τὴν πόλιν καὶ μεθ᾽ ἡμέραν ἐπρεσβεύσαντο πρὸς Διοίταν ἱκετεύοντες ἀπολαβεῖν τὴν πατρίδα ὡς εἰσαῦθις ὑπή- κοοι γενησόμενοι τοῖς Ἀχαιοῖς. ΤΙΣΑΜΕΝΟΣ. Τισαμενὸς ἄγων τὸ στρατόπεδον ὄρνεις πολλοὺς ἰδὼν ὑπὲρ τὸν τόπον πετομένους, οὐ μὴν ἐπὶ γῆς ἱζάνοντας συνῆκεν, ὡς δεδιότες ἀνθρώπους ἐγκαθη- μένους ἱζάνειν ὀκνοῖεν· καὶ τὸ χωρίον ἐρευνησάμενος τοῖς ἐγκαθημένοις ἐπιθέμενος κατέκοψε τοὺς λοχῶν- τας Ἴωνας. ΟΝΟΜΑΡΧΟΣ. Ὀνόμαρχος Φωκεὺς πολιορκουμένης Ἐλατείας ὑπὸ Βοιωτῶν τὴν δύναμιν ἐξαγαγὼν, τὰς πύλας ἀποικο- δομήσας, τέκνα μὲν καὶ γυναῖκας καὶ μητέρας ἔστησεν ἐφεξῆς καὶ πατέρας· πρὸ δὲ τούτων τοὺς ὁπλίτας ἔταξε. Πελοπίδας συνεὶς τὴν παρασκευὴν τῆς ἀπο- νοίας, ὡς ἀποθνήσκειν ἢ κρατεῖν προθυμοῖντο, μὴ συνάψας μάχην ἀνεχώρησεν. Ὀνόμαρχος Μακεδόσι παρατασσόμενος ὄρος μη- νοειδὲς κατὰ νώτου λαβὼν καὶ ταῖς ἑκατέρωθεν κορυ- φαῖς ἐγκατακρύψας πέτρους καὶ πετροβόλους προῆγε τὴν δύναμιν ἐς τὸ ὑποκείμενον πεδίον. ὡς δὲ οἱ Μακεδόνες ἀντεπιόντες ἠκροβολίσαντο, οἱ Φωκεῖς προσεποιήσαντο φεύγειν ἐς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥύμῃ διώκοντες ἐπέκειντο, οἱ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς πέτρους βάλλοντες συν- έτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνό- μαρχος ἐσήμηνεν τοῖς Φωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες, τῶν μὲν ὄπι- σθεν ἐμβαλλόντων, τῶν δὲ ἄνωθεν τοὺς πέτρους βαλ- λόντων, σὺν πολλῷ πόνῳ φυγόντες ἀνεχώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων Φίλιππον φασὶν εἰπεῖν οὐκ ἔφυγον, ἀλλ᾽ ἀνεχώρησα ὥσπερ οἱ κριοὶ, ἵν᾽ αὖθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-12 19:53:39 - flow version _RPTC_G1.3