Polieno - Gli stratagemmi LIBRO IV

GLI STRATAGEMMI DI POLIENO LIBRO IV

Στρατηγήματα ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ .

Καὶ τόδε ὑμῖν τέταρτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων· τοῦτο μὲν δὴ καὶ ἥδιον τῶν ἄλλων συγ- γράψας, ἐν ᾧ καταμάθοιτε ἂν τὰς ἀρετὰς τῶν ἡμετέ- ρων προγόνων, οἳ τῆς Μακεδονίας ἐβασίλευσαν. ΑΡΓΑΙΟΣ. Ἀργαῖος βασιλεὺς Μακεδόνων, Ταυλαντίων Γάλαυρος· Ταυλάντιοι στρατεύουσιν ἐπὶ Μακεδόνας. Ἀργαῖος, ἦν γὰρ αὐτῷ χεὶρ ὀλίγη, κελεύει τὰς παρ- θένους τῶν Μακεδόνων, ἐπειδὰν οἱ πολέμιοι προσάγωσι τὴν φάλαγγα, αὐτοῖς ἐκ τοῦ ὄρους τῆς Ἐρεβοίας ἐπιφανῆναι. οἱ μὲν δὴ προσῆγον· αἱ δὲ ἐπεφάνησαν καὶ κατῄεσαν ἀπὸ τοῦ ὄρους παρθένοι πολλαὶ θύρσους ἀντὶ δοράτων πάλλουσαι καὶ στεφάνοις τὰ πρόσωπα σκιάζουσαι. Γάλαυρος ἐξεπλάγη ἄνδρας εἶναι τὰς παρ- θένους ἀπὸ μακροῦ νομίζων καὶ τὸ ἀνακλητικὸν ὑπε- σήμηνεν· Ταυλάντιοι δὲ ἔφευγον τά τε ὅπλα ἀποβα- λόντες καὶ τὰ σκευοφόρα καταλιπόντες. Ἀργαῖος ἀμαχεὶ κρατήσας ἱερὸν ἱδρύεται Διονύσῳ Ψευδάνορι καὶ τὰς παρθένους, ἃς πάλαι Κλώδωνας ἔκλῃζον οἱ Μακεδόνες, αὐτὸς κλῄζειν ἔταξε διὰ τὴν μίμησιν τῶν ἀνδρῶν Μιμαλλόνας. ΦΙΛΙΠΠΟΣ. Φίλιππος ἐπὶ στρατοπέδου Δόκιμον Ταραντῖνον λουτρῷ θερμῷ χρησάμενον τὴν ἡγεμονίαν ἀφείλετο, φήσας ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρ᾽ οἷς οὐδὲ γυνὴ τεκοῦσα θερμῷ λούεται. Φίλιππος ἐν Χαιρωνείᾳ παρατασσόμενος Ἀθηναίοις εἴξας ἐνέκλινεν. στρατηγὸς Ἀθηναίων Στρατοκλῆς ἐκβοήσας οὐ χρὴ ἀποστῆναι προσκειμένους, ἕως ἂν τοὺς πολεμίους κατακλείσωμεν ἐς Μακεδονίαν οὐκ ἀνῆκε διώκων. Φίλιππος εἰπὼν οὐκ ἐπίστανται νικᾶν Ἀθηναῖοι ἐπὶ πόδα ἀνεχώρει συνεσπασμένην ἔχων τὴν φάλαγγα καὶ ἐντὸς ὅπλων πεφυλαγμένος. μετ᾽ ὀλίγον ὑπερδεξίων τόπων λαβόμενος, παραθαρρύνας τὸ πλῆθος, ἀναστρέψας εὐρώστως ἐμβάλλει τοῖς Ἀθη- ναίοις καὶ λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν. Φίλιππος ἐπὶ Θηβαίους ἐστράτευεν. Ἀέροπος καὶ Δαμάσιππος ἡγεμόνες ἀπὸ πανδοκείου μισθωσάμενοι ψάλτριαν ἐς τὸ στρατόπεδον εἰσήγαγον. οὐ μὴν ἔλαθον Φίλιππον, ἀλλὰ καταμαθὼν ἄμφω τὼ ἡγεμόνε τῶν ὅρων τῆς αὑτοῦ βασιλείας ἐξεκήρυξεν. Φίλιππος πρέσβεις ἔπεμψεν ἐς πολεμίων Θρᾳκῶν πόλιν. οἱ μὲν ἐκκλησίαν συνήγαγον καὶ τοὺς πρες- βευτὰς ἐκέλευον ἀγορεύειν, καὶ ἦν ἁπάντων σπουδὴ περὶ τὴν ἀκρόασιν ὧν ἀγγελοῦσι. Φίλιππος ἐν τῷ καιρῷ τούτῳ μὴ προσδοκῶσιν ἐπιθέμενος τῆς πόλεως ἐκράτησεν. Φίλιππος ᾔτησε παρὰ τῶν πολεμίων Ἰλλυριῶν νεκροὺς ὑποσπόνδους. τῶν δὲ δόντων, ἡνίκα οἱ ἔσχατοι ἐκομίζοντο, σημήνας ἀφυλάκτοις ἐπῆλθεν. Φίλιππος ἐν παλαίστρᾳ καὶ Μηνηγέτης ὁ παγ- κρατιαστὴς ἐκυλίοντο· οἱ στρατιῶται κύκλῳ περιστάντες κατεβόων τὴν μισθοφορὰν ἀπαιτοῦντες. οὐκ ἔχων ὁ Φίλιππος προσῆλθεν ἱδρῶτι ῥεόμενος, κεκονιμένος, προσμειδιάσας αὐτοῖς δίκαια, ἔφη, λέγετε, ὦ συστρα- τιῶται, ἀλλά τοι κἀγὼ διὰ τοῦτα νῦν ἐπὶ τὸν βάρβαρον ἀλείφομαι, ὅπως ὑμῖν πολλαπλασίως ἀποτίσαιμι τὰς χάριτας. ταῦτα εἰπὼν καὶ ταῖν χεροῖν κροτῶν, διὰ μέσων δραμὼν, ἐς κολυμβήθραν ἐπέρριψεν ἑαυτὸν, καὶ οἱ Μακεδόνες ἐγέλασαν. ὁ Φίλιππος μέχρι τοσούτου δια- βαπτιζόμενος πρὸς τὸν παγκρατιαστὴν καὶ κατὰ τοῦ προσώπου ῥαινόμενος οὐκ ἀνῆκεν, ἔστ᾽ ἂν οἱ στρα- τιῶται καμόντες ἀπερρύησαν. τοῦ στρατηγήματος τούτου καὶ αὐτὸς Φίλιππος παρὰ τοὺς πότους ἐμέ- μνητο πολλάκις, ὡς ἀστείως διακρουσάμενος τοὺς ἀπαι- τοῦντας. Φίλιππος ἐν Χαιρωνείᾳ γιγνώσκων τοὺς μὲν Ἀθη- ναίους ὀξεῖς καὶ ἀγυμνάστους, τοὺς δὲ Μακεδόνας ἠσκηκότας καὶ γεγυμνασμένους, ἐπὶ πολὺ τὴν παράταξιν ἐκτείνας ταχέως παρέλυσε τοὺς Ἀθηναίους καὶ εὐχει- ρώτους ἐποίησε. Φίλιππος ἐπὶ τὴν Ἀμφισσέων ἐστράτευεν· Ἀθη- ναῖοι καὶ Θηβαῖοι τὰ στενὰ προκατελάβοντο, καὶ ἦν ἡ δίοδος ἀμήχανος. ἐξαπατᾷ τοὺς πολεμίους Φίλιππος ἐπιστολὴν πεπλασμένην Ἀντιπάτρῳ πέμψας ἐς Μακε- δονίαν, ὡς τὴν μὲν στρατείαν τὴν ἐπ᾽ Ἀμφισσεῖς ἀνα- βάλοιτο, σπεύδοι δὲ ἐς Θρᾴκην πεπυσμένος τοὺς ἐκεῖ νεωτερίζειν. ὁ γραμματοφόρος διῄει διὰ τῶν στενῶν. οἱ στρατηγοὶ, Χάρης καὶ Πρόξενος, αἱροῦσιν αὐτὸν καὶ τὴν ἐπιστολὴν ἀναγνόντες πιστεύουσι τοῖς γεγραμ- μένοις καὶ τὴν φυλακὴν τῶν στενῶν ἀπολείπουσι. Φίλιππος δὲ λαβόμενος ἐρημίας ἀφυλάκτως διεξεπαί- σατο καὶ τοὺς στρατηγοὺς ἀναστρέψαντας ἐνίκησε καὶ τῆς Ἀμφίσσης ἐκράτησεν. Φίλιππος οὐκ ἐλάττω δι᾽ ὁμιλίας ἢ διὰ μάχης κατειργάζετο. καὶ νὴ Δία μεῖζον ἐφρόνει ἐφ᾽ οἷς διὰ τῶν λόγων ἐκτᾶτο ἢ διὰ τῶν ὅπλων· τῶν μὲν γὰρ κοινωνεῖν αὐτῷ τοὺς στρατιώτας, τῶν δὲ αὐτῷ μόνῳ μετεῖναι. Φίλιππος ἤσκει τοὺς Μακεδόνας πρὸ τῶν κινδύνων, ἀναλαβόντας τὰ ὅπλα τριακόσια στάδια πολλάκις ὁδεύειν φέροντας ὁμοῦ κράνη, πέλτας, κνημίδας, σαρίσας καὶ μετὰ τῶν ὅπλων ἐπισιτισμὸν καὶ ὅσα σκεύη καθημε- ρινῆς διαίτης. Φίλιππος ἀφικόμενος ἐς Λάρισαν, ἵνα τινὰς τῶν Ἀλευαδῶν ἔξω οἰκίας καθέλοι, νοσεῖν ὑπεκρίνατο, ὅπως ἐσιόντας αὐτοὺς ὡς ἐπισκεψομένους συλλάβῃ. Βοΐσκος ἐξήγγειλε τοῖς Ἀλευάδαις τὴν ἐπίθεσιν, καὶ διὰ τοῦτο τέλος οὐκ ἔσχεν ἡ πρᾶξις. Φίλιππος ἠξίωσε Σαρνουσίοις ἐκκλησιάζουσι δια- λεχθῆναι. οἱ μὲν συνῄεσαν· τοῖς δὲ στρατιώταις παρήγγελτο ἱμάντας ὑπὸ μάλης κομίζειν. ἐπεὶ δὲ ὁ Φίλιππος ἀνέτεινε τὴν δεξιὰν ὡς δημηγορήσων, τοῦτο ἦν ἄρα σημεῖον τοῖς στρατιώταις τοῦ δῆσαι πάντας τοὺς παρόντας. οὕτω Σαρνούσιοι δεθέντες ἐς Μακε- δονίαν ἤχθησαν πλείους μυρίων. Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν, ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σημήνῃ, τοῖς μὲν οὐρα- γοῦσι προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοὺς μὲν πολεμίους ἐπιστήσειε διώκοντας, τοῖς δὲ οἰκείοις προλαβεῖν τῆς ὁδοῦ παράσχοι. Φίλιππος τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν φυλαττόντων - ἦν δὲ στενὸς ὄρους αὐχήν - οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπο- μένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὄρους. Φίλιππος ὑποστρέψας διὰ τοῦ ὄρους διεξεπαίσατο. Φίλιππος τοῖς Μεθωναίων τείχεσι κλίμακας προς- ήγαγεν καὶ δι᾽ αὐτῶν πολλοὺς Μακεδόνας ἀνεβίβασε πολιορκητάς. ἐπεὶ δὲ ἀνέβησαν ἐπὶ τὰ τείχη, ἀφεῖλε τὰς κλίμακας, ὅπως ἐλπίδα τοῦ καταβῆναι μὴ ἔχοντες προθυμότερον τῶν τειχῶν κρατήσειαν. Φίλιππος ἐνέβαλεν εἰς τὴν Ὀρβηλίων χώραν· ἡ δέ ἐστι φαραγγώδης καὶ δασεῖα. καταδυομένων τῶν βαρβάρων ἐς τὰ ἄλση καὶ τοὺς θάμνους, θηρευτικὰς κύνας πολλὰς ἐξήγαγεν, αἳ τοὺς πολεμίους ἐξιχνεύουσαι τοὺς πλείστους αὐτῶν ἐθήρευον. Φίλιππος Ἀμφίπολιν ἀπαιτούμενος ὑπὸ Ἀθηναίων, ὁμοῦ δὲ καὶ Ἰλλυριοῖς πολεμῶν οὐκ ἀπέδωκεν, ἀλλ᾽ ἀφῆκεν ἐλευθέραν· Ἀθηναῖοι δὲ ἠγάπησαν τὸ ἐλευ- θέραν ἀφεῖσθαι. Φίλιππος, ὁπότε τῶν Ἰλλυριῶν κρα- τήσας μείζω δύναμιν ἐκτήσατο, τηνικαῦτα πάλιν Ἀμφίπολιν κατέσχεν Ἀθηναίων καταφρονήσας. Φίλιππος ἐπολιόρκει Φαρκηδόνα πόλιν Θεσσαλι- κήν· Φαρκηδόνιοι παρέδωκαν τὴν πόλιν. ὡς δὲ εἰς- ῆλθον οἱ Φιλίππειοι μισθοφόροι, περιπταίουσιν ἐνέδρᾳ· πολλοὶ γὰρ ἀπὸ τῶν στεγῶν καὶ τῶν πύργων ἔβαλλον καὶ ἠκόντιζον. Φίλιππος πρὸς τὴν ἐνέδραν ὀξέως ἀντεστρατήγησεν. Ἦν τὰ ὄπισθεν τῆς πόλεως ἔρημα τῶν πολιτῶν συνδραμόντων ἐπὶ τὴν ἐνέδραν. κατὰ ταῦτα τοὺς Μακεδόνας προσβάλλειν ἐκέλευσε καὶ προς- τιθέναι κλίμακας. ἀναβάντων δὲ ὑπὲρ τὸ τεῖχος, οἱ Φαρκηδόνιοι τοῦ βάλλειν τοὺς μισθοφόρους ἀποσχό- μενοι σπουδῇ ἔθεον ἀμυνούμενοι τοὺς τειχοκρατοῦντας. οἱ δὲ, πρὶν ἥκειν εἰς χεῖρας, ἤδη τῆς πόλεως ἐκράτουν. Φίλιππος ποθῶν κτήσασθαι Θεσσαλίαν αὐτὸς μὲν φανερῶς οὐκ ἐπολέμει Θεσσαλοῖς· Πελινναίων δὲ πολε- μούντων Φαρσαλίοις καὶ Φεραίων Λαρισαίοις, τῶν δὲ ἄλλων ἐς τούτους διῃρημένων, ἀεὶ προσεβοήθει τοῖς καλοῦσι. νικῶν δὲ οὐκ ἀναστάτους ἐποίει τοὺς ἡττω- μένους, ὅπλα οὐ παρῃρεῖτο, τείχη οὐ κατέβαλλε, τὰς στάσεις ἔτρεφε μᾶλλον ἢ ἔλυεν, τῶν ἀσθενεστέρων ἐπεμελεῖτο, τοὺς δυνατωτέρους καθῄρει, τοῖς δήμοις φίλος ἦν, τοὺς δημαγωγοὺς ἐθεράπευεν. τούτοις τοῖς στρατηγήμασι Φίλιππος ἐκράτησε Θεσσαλίας, οὐ τοῖς ὅπλοις. Φίλιππος πολιορκῶν χρόνῳ μακρῷ Κάρας ἐχυρὸν χωρίον, ἑλεῖν οὐχ οἷός τε ὢν, ἀποχωρῆσαι βουλόμε- νος ἀσφαλῶς καὶ τὰ ὄργανα τῆς πολιορκίας περισώ- σασθαι, νύκτα σκοτεινὴν παραφυλάξας ἐκέλευσε τοῖς μηχανοποιοῖς διαλύειν μὲν τὰ ὄργανα, μιμεῖσθαι δὲ κτύπον οἷος ἂν γένοιτο συμπηγνύντων. οἱ δὲ ἐν ταῖς Κάραις ἀκούσαντες τοῦ κτύπου τὰς πύλας ἔνδοθεν ἀσφαλέστερον ἀπέκλειον καὶ τοῖς μηχανήμασιν ἀντι- μηχανήματα ηὐτρέπιζον. Φίλιππος δὲ περὶ ταῦτα ἀσχολουμένων διὰ νυκτὸς αὐτοῖς μηχανήμασιν ἀφα- νὴς ἦν. Φίλιππος ἐπολιόρκει Βυζαντίους ἔχοντας οὐκ ὀλίγην χεῖρα συμμάχων. τούτους ἀπολιπεῖν τὴν συμ- μαχίαν ἐτεχνάσατο πέμψας αὐτομόλους ἀγγέλλοντας, ὡς αἱ πόλεις αὐτῶν ὑπὸ Φιλίππου πολιορκοῖντο πέμ- ψαντος ἄλλας δυνάμεις ἐκεῖ, καὶ οὐ μακρὰν ἁλώσεως αἱ πόλεις. οἱ μὲν ταῦτα ἤγγελλον· Φίλιππος δὲ φανε- ρὸς ἦν διαπέμπων μέρη τῆς στρατιᾶς ἄλλο ἀλλαχοῦ εἰς δόκησιν, οὐκ ἐπὶ πρᾶξιν. οἱ σύμμαχοι ταῦτα ὁρῶντες καὶ ἀκούοντες ἀπολιπόντες Βυζαντίους ἐπὶ τὰς αὑτῶν πατρίδας ἐστέλλοντο. Φίλιππος τὴν Ἀβδηριτῶν καὶ Μαρωνιτῶν κατα- δραμὼν ἐπανῄει καὶ ναῦς ἔχων πολλὰς καὶ στρατιὰν πεζὴν ἄγων· Χάρης περὶ Νέαν πόλιν ἐναυλόχει τριή- ρεις ἔχων εἴκοσι. Φίλιππος ἐπιλεξάμενος τῶν νεῶν τέσσαρας τὰς ἄριστα πλεούσας ἐπλήρωσεν ἐρετῶν ἀκμῇ καὶ τέχνῃ καὶ ῥώμῃ ἀρίστων, καὶ παράγγελμα ἔδωκε, προαναχθῆναι τοῦ στόλου παντὸς καὶ παραπλεῖν τὴν Νέαν πόλιν οὐ πολὺ τῆς γῆς ἀπέχοντας. οἱ μὲν παρ- έπλεον· ὁ δὲ Χάρης ὡς ἀναρπασόμενος τὰς τέσσαρας ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ τέσσαρες, ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι, ταχέως ἐς τὸ πέλαγος μετεωρίζονται. τῶν δὲ ἀμφὶ τὸν Χάρητα συντεταμέ- νως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νέαν πόλιν ἀσφα- λῶς παραπλεύσας· Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς κατέλαβεν. ΑΛΕΞΑΝΔΡΟΣ. Ἀλέξανδρος ἐστρατήγει πάντας ἀνθρώπους ἐς εὔνοιαν ὑπάγεσθαι καὶ δὴ καὶ ἔγνω πάντας ἀντὶ βρο- τῶν καὶ ἀνδρῶν καὶ φωτῶν καὶ μερόπων καὶ ἀνθρώ- πων Ἀλεξάνδρους καλεῖν. Ἀλέξανδρος πολεμῶν προσέτασσε τοῖς στρατηγοῖς ξυρεῖν τὰ τῶν Μακεδόνων γένεια, ἵνα μὴ παρέχοιεν πρόχειρον λαβὴν τοῖς ἐναντίοις. Ἀλέξανδρος πολιορκῶν Τύρον, βουλόμενος μέγα χῶμα τοῖς τείχεσι τῶν Τυρίων περιβαλεῖν, πρῶτος αὐτὸς κόφινον λαβὼν χοῦ πληρώσας προσήνεγκεν. οἱ Μακεδόνες, ὡς εἶδον αὐτουργοῦντα τὸν βασιλέα, παρα- χρῆμα τὰς χλαμύδας ἀπορρίψαντες τὸ χῶμα διὰ τάχους ἤγειραν. Ἀλέξανδρος Τύρῳ πολιορκίαν περιβαλὼν ἐπ᾽ Ἀραβίας ἐστέλλετο. Τύριοι τῆς ἀπουσίας αὐτοῦ κατα- φρονήσαντες, τῶν τειχῶν προελθόντες, τοῖς Μακε- δόσι προσπεσόντες ἐκράτουν πολλαχῇ. Παρμενίων Ἀλέξανδρον ἀνακαλεῖται. Διὰ τάχους ἐπανελθὼν, Μακεδόνων τοὺς ἐγκλίναντας ἰδὼν τοῖς ἡττωμένοις οὐκ ἐβοήθησεν· ἐς δὲ τὴν πόλιν κενὴν ἀνδρῶν ὁρμή- σας κατὰ κράτος αἱρεῖ τὴν Τύρον. Τύριοι τὴν πόλιν ἁλοῦσαν ἰδόντες αὐτίκα σφᾶς αὐτοὺς καὶ τὰ ὅπλα τοῖς Μακεδόσι προήκαντο. Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παρ- άγγελμα τοῖς Μακεδόσιν ἔδωκεν· ἢν ἐγγὺς γένησθε τῶν Περσῶν, εἰς γόνυ κλίναντες ταῖν χεροῖν διατρίβετε τὴν γῆν· ἢν δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε δὴ ἀνα- στάντες θυμῷ καὶ ῥύμῃ τοῖς πολεμίοις ἐμβάλλετε. οἱ μὲν δὴ Μακεδόνες οὕτως ἐποίησαν· οἱ δὲ Πέρσαι σχῆμα προσκυνήσεως ἰδόντες τὴν πρὸς τὸν πόλεμον ὁρμὴν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώ- τεροι. Δαρεῖος δὲ ἐκυδροῦτο καὶ φαιδρὸς ἦν ὡς ἀμαχεὶ κρατῶν. οἱ Μακεδόνες ὑπὸ τῷ συνθήματι τῆς σάλπιγγος ἀναπηδήσαντες ῥυμηδὸν ἐμβάλλουσι τοῖς πολεμίοις καὶ τὴν φάλαγγα ῥήξαντες ἐς φυγὴν ἐτρέ- ψαντο. Ἀλέξανδρος ἐν Ἀρβήλοις τὴν ὑστάτην μάχην Δα- ρείῳ παρετάσσετο. μοῖρα Περσῶν οὐκ ὀλίγη περιελ- θόντες τὰ σκευοφόρα τῶν Μακεδόνων διήρπαζον. ὁ Παρμενίων Ἀλεξάνδρῳ συνεβούλευε τοῖς σκευοφόροις βοηθεῖν. ὁ δὲ οὐδὲν, ἔφη, παραλύειν χρὴ τῆς φά- λαγγος, ἀλλὰ τοῖς πολεμίοις αὐτοῖς μάχεσθαι· ἡττη- θέντες μὲν γὰρ οὐκέτι τῶν σκευοφόρων χρῄζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ἕξομεν. Ἀλέξανδρος ἐκράτησε τῆς Ἀσίας. οἱ Μακεδόνες ἦσαν ἐπαχθεῖς αὐτῷ καὶ βαρεῖς καὶ πάντα σφίσιν αὐτοῖς ἐβιάζοντο παρ᾽ αὐτοῦ γίγνεσθαι. ὁ δὲ προς- έταξεν ὁπλισαμένους ἰδίᾳ στῆναι τοὺς Μακεδόνας, εἰς δὲ τοὐναντίον τοὺς Πέρσας. ἐπεὶ δὲ διέστησαν, ἐπιλέ- ξασθε οἱ Μακεδόνες ἔφη ὃν βούλεσθε τῶν ἡγεμόνων, ἐγὼ δὲ ἡγήσομαι τῶν Περσῶν. ἢν μὲν νικήσητε, ποιήσω πάντα, ὅσα ἂν κελεύητε, ἢν δὲ ἡττηθῆτε, μα- θόντες ὅτι μηδὲν δύνασθε, τὴν ἡσυχίαν ἄγετε. τὸ στρατήγημα ἐξέπληξε τοὺς Μακεδόνας καὶ τοῦ λοιποῦ πρὸς τὸν Ἀλέξανδρον ἐγένοντο μετριώτεροι. Ἀλέξανδρος ἐν τῇ πρώτῃ παρατάξει πρὸς τοὺς Πέρσας ὁρῶν ἐνδιδόντας ἤδη τοὺς Μακεδόνας παρ- ιππεύων ἀνεβόα· ἔτι ἅπαξ ἐπαγάγωμεν, ἄνδρες Μακε- δόνες, ἔτι γενναίως ἅπαξ. καὶ δὴ τῆς ἐμβολῆς εὐρώ- στου γενομένης ἐς φυγὴν ἐτράποντο οἱ βάρβαροι. παρὰ τοσοῦτον ἡ νίκη γενέσθαι τότε λέγεται. Ἀλέξανδρος ἦν ἐν Ἰνδοῖς καὶ τὸν Ὑδάσπην ποτα- μὸν διαβαίνειν ἔμελλεν· Πῶρος Ἰνδῶν βασιλεὺς ἐπέ- κεινα τοῦ ποταμοῦ παρετάσσετο, καὶ διαβαίνειν ἀδύ- νατον ἦν. Ἀλέξανδρος ἄνω τοῦ ποταμοῦ τὴν δύναμιν ἀντιπαρεξῆγεν, καὶ ὁ Πῶρος ἄνω· πάλιν Ἀλέξανδρος τοῦ ποταμοῦ κάτω, καὶ ὁ Πῶρος ὁμοίως κάτω. τοῦτο ἐγίγνετο πολλάκις καὶ ἐπὶ πολλὰς ἡμέρας, ὥστε οἱ μὲν Ἰνδοὶ κατεγέλασαν τῆς δειλίας τῶν πολεμίων καὶ συμπαραθέοντες ἐπαύσαντο, ὡς οὐκ ἄν ποτε διαβῆναι τολμησάντων, οἳ τοσάκις οὐκ ἐθάρρησαν. Ἀλέξανδρος δὲ ὀξυτάτῳ δρόμῳ παρὰ τὰς ὄχθας ἀναδραμὼν, ἐπι- βὰς πλοίων καὶ ζευγμάτων καὶ διφθερῶν χόρτου πε- πληρωμένων διέβη τὸν ποταμὸν ἐξαπατήσας Ἰνδοὺς τῷ τῆς διαβάσεως ἀνελπίστῳ. Ἀλέξανδρος κατέστρεφε τὴν Ἰνδῶν. τῶν δὲ στρα- τιωτῶν ἐφελκομένων λάφυρα Περσικὰ καὶ πλοῦτον ὑπέρογκον ἐπὶ τῶν ἁμαξῶν καὶ τὴν πρὸς Ἰνδοὺς μά- χην οὐκ ἀναγκαίαν ἡγουμένων τοσαῦτα δὴ κεκτημέ- νων, πρώτας ὑπέπρησε τὰς βασιλικὰς ἁμάξας, εἶτα τὰς τῶν ἄλλων. οἱ Μακεδόνες ἐλαφροὶ γενόμενοι καὶ ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες ἐπὶ τὸν πόλεμον ὥρμησαν προθυμότερον. Ἀλέξανδρος Θρᾳκῶν παρεσκευασμένων καταγόμους ἁμάξας πολλὰς ἐπαφιέναι τοῖς Μακεδόσι παρήγγειλεν αὐτοῖς ἐκκλίνειν μὲν ὅσας δύναιντο, εἰ δὲ καταλαμ- βάνοιντο, καθιέντας αὑτοὺς πρὸς τὴν γῆν ὑπερτιθέναι τὰς ἀσπίδας, ὅπως συμβαίνοι φερομέναις ταῖς ἁμάξαις ὑπερπηδᾶν. τοῦτό τοι καὶ ἐν αὐτῇ τῇ πείρᾳ γενόμε- νον ἤλεγξε τοῖς Θρᾳξὶν ἄχρηστον τὴν τῶν ἁμαξῶν παρασκευήν. Ἀλέξανδρος ἔλαβε Θήβας τῆς δυνάμεως ἱκανὴν ἀποκρύψας καὶ τάξας ἐπ᾽ αὐτῆς Ἀντίπατρον· τὴν δὲ φανερὰν αὐτὸς ἦγεν ἐπὶ τοὺς ἐχυροὺς τῶν τόπων. Θηβαῖοι δὲ ἐπεξῆλθον καὶ πρὸς τὴν ὁρωμένην δύνα- μιν οὐκ ἀγεννῶς ἀντιπαρετάσσοντο. Ἀντίπατρος ἐν τῷ καιρῷ τῆς μάχης τὴν κεκρυμμένην δύναμιν ἀνα- στήσας, κύκλῳ περιελθὼν, ᾗ σαθρὸν καὶ ἀφύλακτον ἦν τὸ τεῖχος, ταύτῃ κατελάβετο τὴν πόλιν καὶ σημεῖον ἦρεν. Ἀλέξανδρος ἰδὼν ἀνεβόησεν, ὡς ἤδη τὰς Θήβας ἔχοι· Θηβαῖοι δὲ εὐρώστως μαχόμενοι, ὡς εἶδον ἐπι- στραφέντες ἑαλωκυῖαν τὴν πόλιν, ἔφευγον. Ἀλέξανδρος ἡμιθωράκια τοῖς _φεύγουσ_ι στρατιώ- ταις ἀντὶ θωράκων ἔδωκεν, ἵνα μένοντες μὲν ἀσφά- λειαν ἔχοιεν τῶν κατὰ πρόσωπον κρυπτομένων, φεύ- γοντες δὲ τὰ ὄπισθεν μέρη φυλάσσειν μὴ δύναιντο. οὐ τοίνυν ἔφευγεν οὐδεὶς γυμνωθῆναι δεδοικὼς, ἀλλὰ πάντοτε ἐνίκων μένοντες. Ἀλέξανδρος, ὁπότε παρὰ τῶν μάντεων ἤκουε καλὰ γεγονέναι τὰ ἱερὰ, περιφέρειν ἐκέλευε τὰ ἱερεῖα καὶ δεικνύειν τοῖς στρατιώταις, ἵνα μὴ μόνον ἀκούοντες, ἀλλὰ καὶ ὁρῶντες ἀγαθὰς ἔχοιεν περὶ τοῦ κινδύνου τὰς ἐλπίδας. Ἀλέξανδρος διαβὰς ἐς τὴν Ἀσίαν Μέμνονα στρα- τηγοῦντα Πέρσαις ὕποπτον ἐποίησε προστάξας τοῖς Μακεδόσιν ἐξιοῦσιν ἐπὶ τὰς προνομὰς ἀπέχεσθαι τῶν τοῦ Μέμνονος χωρίων. Ἀλέξανδρος Γράνικον διαβαίνων Πέρσας ἐξ ὑπερ- δεξίων ἐπιόντας _αὐτοὺ_ς αὐτὸς ἐπὶ δόρυ τοὺς Μακε- δόνας ἀναγαγὼν ὑπερεκέρασεν· ἡ δὲ φάλαγξ προσπε- σοῦσα τοὺς πολεμίους ἐτρέψατο. Ἀλέξανδρος ἐν Ἀρβήλοις παρετάσσετο. Δαρεῖος τὸ μεταίχμιον τῆς συμβολῆς τριβόλοις κατέσπειρε. τοῦτο δὴ συνιδὼν ὁ Μακεδὼν τοῦ δεξιοῦ κέρως ἡγούμενος ἐπὶ δόρυ παρήγγειλεν ἀκολουθεῖν, ὅπως περιέλθοι τὸν τόπον τὸν κατεσπαρμένον ταῖς τριβόλοις· ὁ δὲ Πέρσης ἀντιπαράγειν πειρώμενος ἐπ᾽ ἀσπίδα διέσπα συνεχῶς τὴν ἵππον. τοῖς διασπάσμασιν ἐμβαλὼν Ἀλέξανδρος, ὁμοίως δὲ καὶ Παρμενίων ἀπὸ τοῦ λαιοῦ, τὰς μὲν τριβόλους ἐξένευσαν, τοὺς δὲ πολεμίους φεύγειν ἠνάγ- κασαν. Ἀλέξανδρος Τίγριν διαβὰς Περσῶν τὴν χώραν καταπιμπράντων ἔπεμψε τοὺς κατὰ κράτος διώξοντας, ἵν᾽ ἀγαπητῶς αἱρούμενοι σώζεσθαι τὴν χώραν ἀκέ- ραιον καταλίποιεν. Ἀλέξανδρος ἐν Ὑρκανίᾳ πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ λογοποιεῖν τοὺς Μακεδόνας καὶ τοὺς Ἕλληνας, συναγαγὼν τοὺς φίλους ἔφη βούλεσθαι γράμματα πέμπειν οἴκαδε δηλώσοντα, ὡς ἐπανήξοι μετὰ χρόνον ἐτῶν τριῶν· τὸ δὲ αὐτὸ καὶ τοὺς φίλους ἐκέλευε τοῖς οἰκείοις ἐπιστέλλειν. οἱ μὲν δὴ πάντες ἐνέγραψαν. ἐπεὶ δὲ οἱ γραμματοφόροι τρεῖς ἀπεῖχον σταθμοὺς, ἀνακαλεσάμενος αὐτοὺς λύσας τὰς ἐπιστολὰς ἔμαθε, τί φρονοῦντες ἕκαστοι διετέλουν. Ἀλέξανδρος χωρίῳ τῆς Ἰνδικῆς ἐχυρῷ προσεκά- θητο· φοβηθέντες Ἰνδοὶ συνέθεντο μεθ᾽ ὅπλων ἐξελ- θεῖν. οἱ μὲν ἐξελθόντες λόφον ἕτερον κατελάβοντο καὶ φυλακὰς καθίσταντο. Ἀλέξανδρος ἐπῆγε τὴν δύ- ναμιν τῶν Ἰνδῶν ἐπιβοωμένων τὰς συνθήκας. ὁ δὲ περὶ ἐξόδου μὲν ὡμολόγει συντεθεῖσθαι, περὶ δὲ ἀφέ- σεως μηδὲν ὑπεσχῆσθαι. Ἀλέξανδρος Πιττακοῦ, ὃς ἦν ἀδελφιδοῦς Πώρου, λοχῶντος κατὰ τὴν ὁδὸν, ᾗ στενὸς ἦν αὐλὼν, μῆκος μὲν ἱκανῶς ἐκτεταμένος, πλάτος δὲ συνεσταλμένος ἄχρι τεσσάρων σταδίων, ἡ δὲ ἔξοδος στενὴ παντάπασιν - ἐν τοιαύτῃ φύσει χωρίου τῆς ἵππου διφαλαγγίαν ποιή- σας προῄει, παραγγείλας ἐφ᾽ ἡνίαν καὶ παρὰ τὴν κίνη- σιν ἕκαστον ἕπεσθαι τῷ ἡγουμένῳ, καὶ γενομένων μὲν τῶν ἐναντίων κατὰ τὸ δεξιὸν, ἐπιστρέφειν ἐπὶ δόρυ καὶ τοῦ λοιποῦ ἐξ ἡνίας παρεμβάλλειν· ὅταν δὲ τῆς δεξιᾶς πορείας τὴν οὐραγίαν ἴδωσιν, ἐπάγειν ἐπὶ τοὺς πολεμίους. ταῦτα παραγγείλας ὀρθίαν αὐτὸς ἐποιεῖτο τὴν πορείαν, ὥστε γνώμονι τὸ σχῆμα παραπλήσιον ἦν. ὁπότ᾽ οὖν οἱ τοῦ λαιοῦ μέρους τὴν δεξιὰν οὐρα- γίαν ἰδόντες ἀλαλάξαντες προσῆγον, ὁμοίως δὲ καὶ οἱ ἀπὸ τοῦ δεξιοῦ ἐφ᾽ ἡνίαν στρέφοντες ἐπῆγον τοῖς Ἰνδοῖς· οἱ δὲ συγκλεισθῆναι φοβηθέντες ὥρμησαν ὁμοῦ πάντες ἐπὶ τὴν στενὴν ἔξοδον, ὥστε οἱ μὲν ὑπὸ τῶν Μακεδόνων ἀνῃροῦντο, οἱ δὲ πλείους ὑπ᾽ ἀλλήλων καταπατούμενοι διεφθείροντο. Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν ἱππικὸν ἐπὶ τοῦ δεξιοῦ κέρως ἔταξεν ἐν μετώπῳ τὸ ἥμισυ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ λαιοῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξε. Πῶρος δὲ πολλοὺς ἐλέφαντας ἀντιπαρατάξας αὐτὸς μὲν κατὰ τὸ λαιὸν ἐπὶ τοῦ ἡγουμένου ἐλέφαντος ἦν· τοὺς δὲ λοιποὺς ἐλέφαν- τας ἐκ διαστήματος πεντήκοντα ποδῶν μέχρι τοῦ δεξιοῦ κέρως ἔστησε· τὰ δὲ μέσα τῶν θηρίων ἀνδράσι πεζοῖς ἀνεπλήρωσεν, ὥστε ἦν τὸ σχῆμα τείχει μεγάλῳ παρα- πλήσιον, οἱ μὲν ἐλέφαντες ἐοικότες πύργοις, οἱ δὲ πεζοὶ μεσοπυργίοις. ἔνθα δὴ παραγγείλας Ἀλέξανδρος τοὺς πεζοὺς ἀντιπαράγειν τοῖς πολεμίοις, αὐτὸς τὴν ἵππον ἐπὶ δόρυ σφοδρότερον ἤλασεν βουλόμενος ὑπερ- κεράσαι τοὺς ἐναντίους. τοῦτο φυλασσόμενος Πῶρος ἀντιπαρῆγε. τῷ δὲ μὴ φθάνειν τὰ θηρία διέσπα κατὰ πολλὰ τὴν τάξιν. τῶν Μακεδόνων τοῖς διασπάσμασιν ἐμπιπτόντων ἠναγκάζετο κατὰ πρόσωπον ἐπιστρέφων ἀγωνίζεσθαι. ἐν τούτῳ φθάνουσιν οἱ περὶ τὸν Ἀλέ- ξανδρον ἱππεῖς ἐκπεριελθόντες καὶ κατὰ νώτου συνε- λάσαντες τοὺς Ἰνδοὺς τελεωτάτην νίκην ἀνείλοντο _μεθ᾽ ἣν βασιλεὺς Ἰνδικῆς Ἀλέξανδρος ἦν_. Ἀλέξανδρος Θεσσαλῶν τὰ Τέμπη φυλασσόντων τῆς Ὄσσης τὰς ὀρθίους πέτρας ὑπορύξας καὶ προσπλά- σας βαθμίδας μικρὰς, διὰ τούτων αὐτός τε καὶ οἱ Μακεδόνες ἀκροβατοῦντες ἀνέβησαν ἐπὶ τὰς κορυφὰς καὶ τὴν Ὄσσαν ὑπερβάντες Θεσσαλίαν εἶχον· Θεσσαλοὶ δὲ τὰ στενὰ τῶν Τεμπῶν ἐφύλασσον. ἔτι νῦν τοῖς διοδεύουσι τὰ Τέμπη πάρεστιν ὁρᾶν τὰς πέτρας τῆς Ὄσσης κλιμακηδὸν ᾠκοδομημένας· καλοῦσιν αὐτὰς τὴν Ἀλεξάνδρου κλίμακα. Ἀλέξανδρος ἐν μὲν τοῖς Μακεδόσιν ἢ ἐν τοῖς Ἕλλησι δικάζων μέτριον καὶ δημοτικὸν ἔχειν τὸ δικα- στήριον ἐδοκίμαζεν, ἐν δὲ τοῖς βαρβάροις λαμπρὸν καὶ στρατηγικὸν, ἐκπλήσσων τοὺς βαρβάρους καὶ τῷ τοῦ δικαστηρίου σχήματι. ἐν γοῦν Βάκτροις καὶ Ὑρκανίοις καὶ Ἰνδοῖς δικάζων εἶχε τὴν σκηνὴν ὧδε πεποιημέ- νην. ἡ σκηνὴ τὸ μέγεθος ἦν κλινῶν ἑκατόν· χρύσεοι κίονες ὑπετίθεντο αὐτῇ πεντήκοντα· ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι, ποικίλμασιν ἐκπεπονημένοι, τὸν ἄνω τόπον ἐσκέπαζον. Πέρσαι μὲν πρῶτοι πεντακόσιοι μηλοφόροι περὶ τὴν σκηνὴν ἐντὸς ἵσταντο πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι. μετὰ δὲ τοὺς μη- λοφόρους τοξόται τὸν ἴσον ἀριθμὸν ἔχοντες ταῖς ἐσθῆσι διήλλαττον· οἱ μὲν γὰρ αὐτῶν φλόγινα, οἱ δὲ κυάνεα, οἱ δὲ ὑσγινοβαφῆ περιεβέβληντο. τούτων προΐσταντο Μακεδόνες ἀργυράσπιδες πεντακόσιοι τῶν μεγίστων ἀνδρῶν. κατὰ δὲ τὸ μέσον τῆς σκηνῆς ὁ χρυσοῦς ἔκειτο θρόνος, ἐφ᾽ οὗ προκαθήμενος ἐχρημάτιζεν· οἱ σωματοφύλακες ἐφεστήκεσαν ἑκατέρωθεν τοῦ βασιλέως δικάζοντος. ἐν κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφεστήκει καὶ Μακεδόνες χίλιοι στολὰς Μακεδονικὰς ἔχοντες. ἐπὶ τούτοις πεντακόσιοι Σούσιοι πορφυροσχήμονες, καὶ μετὰ τούτους ἐν κύκλῳ πάντων Πέρσαι μύριοι _Περσῶν_ οἱ κάλλιστοι καὶ μέγιστοι, κεκαλλωπισμένοι παντὶ κόσμῳ Περσικῷ, πάν- τες ἀκινάκας ἔχοντες. τοιόνδε ἦν Ἀλεξάνδρου τὸ δικαστήριον ἐν τοῖς βαρβάροις. Ἀλέξανδρος τὴν ἄνυδρον ὁδεύων αὐτός τε ὑπὸ δίψους ἐπόνει καὶ οἱ Μακεδόνες. οἱ κατάσκοποι τῆς χώρας ἐν κοίλῃ πέτρᾳ σμικρὸν ὑδάτιον εὑρόντες, τοῦτο βαλόντες ἐπὶ κράνος Ἀλεξάνδρῳ κομίζουσιν. ὁ δὲ τῇ στρατιᾷ δείξας, ὡς εὐθυμεῖν χρὴ φανέντος ὕδατος, αὐτὸς μὴ πιὼν ἐξέχεε τὸ κράνος πάντων ὁρώντων. οἱ Μακεδόνες ἀλαλάξαντες ἐκέλευον αὐτὸν ἡγεῖσθαι τῆς ὁδοῦ, πρὸς τὸ δίψος εὐρώστως ἀντέχοντες διὰ τὴν τοῦ βασιλέως ἐγκράτειαν. Ἀλέξανδρος ἐπὶ ποταμὸν τὸν Τίγριν φθάσαι Δα- ρεῖον ἠπείγετο. Πανικὸν ἀπὸ τῆς οὐραγίας διῇξε τὴν στρατιὰν πᾶσαν. ὁ βασιλεὺς ἐκέλευσε τῷ σαλπιγκτῇ ὑποσημῆναι σημεῖον ἀφοβίας, τοῖς δὲ πρωτοστάταις τῶν πεζῶν θέσθαι τὰ ὅπλα πρὸ τῶν ποδῶν καὶ τοῦτο φράζειν τοῖς μετ᾽ αὐτούς. καὶ δὴ πάντες ἐφεξῆς τοῦτο ποιήσαντες ἔμαθον τὴν αἰτίαν τοῦ φόβου. τὸ μὲν Πανικὸν ἐλέλυτο, οἱ στρατιῶται δὲ ἀράμενοι τὰ ὅπλα προῄεσαν. Ἀλέξανδρος ἐν Ἀρβήλοις Δαρεῖον ἐνίκησεν. Φρα- σαόρτης, Δαρείου συγγενὴς, πολλὴν χεῖρα Περσικὴν ἔχων ἐφύλασσε τὰς Σουσίδας πύλας· αἱ δὲ ἄρα εἰσὶν ὄρη στενὰ καὶ ὑψηλά. τούτοις προσβάλλοντας τοὺς Μακεδόνας εὐκόλως ἀπεκρούοντο οἱ βάρβαροι σφεν- δόνας, βέλη, πέτρους ἀφιέντες· ὥστε ἀνακαλέσας αὐτοὺς Ἀλέξανδρος ἀπὸ τριάκοντα σταδίων χάρακα ἐβάλλετο· ἦν δὲ λόγιον Ἀπόλλωνος, ὡς ἄρα ξένος λύκος ἡγεμὼν αὐτῷ τῆς ὁδοῦ τῆς κατὰ Περσῶν γένοιτο. πρόσεισι δὴ τῷ Ἀλεξάνδρῳ βουκόλος θηρείαν ἔχων στολὴν, ὁμολογῶν ὅτι Λύκιος ἦν, καὶ ὡς κύκλῳ τῶν ὀρῶν ἀτραπὸς εἴη τῷ συνηρεφεῖ τῆς ὕλης ἀποκεκρυμμένη, αὐτῷ δὲ μόνῳ γιγνώσκοιτο διὰ τὴν νομὴν τῶν βοῶν. ἀναμνησθεὶς Ἀλέξανδρος τοῦ μαντείου πιστεύει τῷ βουκόλῳ. τὴν μὲν δὴ πᾶσαν στρατιὰν ἐκέλευσεν ἐν στρατοπέδῳ μένειν καὶ πολλὰ πυρὰ ἀνακαίειν, ἐφελ- κομένους τὴν τῶν Περσῶν ὄψιν. Φιλώτᾳ δὲ καὶ Ἡφαιστίωνι παράγγελμα δοὺς ἀπόρρητον, ὁπόταν κατὰ κορυφῆς τῶν ὀρῶν ἴδωσι τοὺς Μακεδόνας ἐκφανέντας, αὐτοὺς κάτωθεν προσβάλλειν, αὐτὸς τοὺς ὑπασπιστὰς ἄγων καὶ μίαν ὁπλιτῶν φάλαγγα καὶ τὸ Σκυθικὸν τοξικὸν ὅσον ἦν διὰ τῆς ἀτραποῦ τῆς λεπτῆς ὀγδοή- κοντα στάδια προελθὼν ηὐλίσατο πυκαζόμενος ὕλῃ δασυτάτῃ. μέσης δὲ νυκτὸς περιελθὼν ἐπέστη τοῖς πολεμίοις καθεύδουσιν· ἀρχομένης δὲ ἡμέρας αἱ σάλ- πιγγες ἐσήμαινον ἀπὸ τῆς κορυφῆς τῶν ὀρῶν· Ἡφαι- στίων δὲ καὶ Φιλώτας τοὺς ἐκ τοῦ χάρακος Μακεδόνας προσῆγον. οἱ Πέρσαι μέσοι τῶν ἄνωθεν πολεμίων καὶ τῶν κάτωθεν ἀποληφθέντες οἱ μὲν ἐκτείνοντο, οἱ δὲ κατεκρημνίζοντο, οἱ δὲ ἐζωγρεύοντο. Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ ποταμὸν προσκειμένων πολεμίων. ὁρῶν δὲ τοὺς στρα- τιώτας διψῶντας καὶ ἀφορῶντας εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ, ἵνα μὴ πίνοντες διαλύσειαν τὰς τάξεις μηδὲ τὸ τῆς ὁδοιπορίας τάχος διακόψειαν, τὸν κήρυκα ἐκέ- λευσεν ἀνειπεῖν ἀπεχώμεθα τοῦ ποταμοῦ· θανατῶδες ἔχει τὸ ὕδωρ. οἱ μὲν φοβηθέντες ἀπέσχοντο καὶ τὴν ὁδὸν ἐπετάχυνον· Ἀλέξανδρος δὲ διανύσας καὶ στρα- τοπεδεύσας αὐτὸς μετὰ τῶν ἡγεμόνων ἀπὸ τοῦ ποτα- μοῦ φανερῶς ἔπιεν. γελάσαντες οἱ στρατιῶται καὶ τὴν αἰτίαν τῆς ἀπάτης νοήσαντες ἀδεῶς ὑδρεύσαντο ἐκ τοῦ ποταμοῦ πάντες. Ἀλέξανδρος ἐνέβαλεν εἰς τὴν Σογδιανῶν χώραν. ἡ δέ ἐστι πᾶσα τραχεῖα καὶ δύσβατος· πέτρα δὲ κατὰ μέσην ἀνατείνει _ὀρνίθων_ τοῖς πτηνοῖς μόνοις βάσι- μος· ἐν κύκλῳ δὲ ὕλη δασεῖα καὶ πυκνὴ τοὺς ἀβάτους κρημνοὺς ἀβατωτέρους εἰργάζετο. τὴν πέτραν Ἀριο- μάζης μετὰ πολλῆς χειρὸς καὶ καρτερᾶς Σογδιανῶν κατελάβετο πηγὰς ὕδατος ἔχων ἔνδον καὶ παρασκευὴν σιτίων ἄφθονον. Ἀλέξανδρος περιιππασάμενος καὶ καταμαθὼν τὰς φύσεις τῆς πέτρας ἐκέλευσε τριακοσίους λογάδας νεανίας, οἷς ἦν ἄσκησις καὶ τέχνη κρημνο- βατεῖν, ἀόπλους κατόπιν τῆς πέτρας διὰ πυκνῆς ὕλης ἀνέρπειν καὶ λεπτοῖς κάλοις ἀνιμᾶν ἀλλήλους· ἐπειδὰν δὲ τῶν κορυφῶν κρατήσωσιν, ζώνας λευκὰς, ἃς εἶχον, λυσαμένους κοντοῖς εὐμήκεσι περιάψαι καὶ τούτους ὑπὲρ τὴν ὕλην ἀνατείνειν, ὥστε ἀθρόας καὶ λαμπρὰς τὰς ζώνας ἐπὶ πλεῖστον τινασσομένας καὶ τοῖς ἄνω βαρβάροις καὶ τοῖς κάτω Μακεδόσιν ὁρᾶσθαι. οἱ μὲν δὴ κρημνοβάται σὺν πολλῷ πόνῳ κατὰ κορυφὴν γε- νόμενοι ἀνίσχοντος ἡλίου τὰς ζώνας ἀνέσεισαν· οἱ δὲ Μακεδόνες μέγα καὶ λαμπρὸν κάτωθεν ἠλάλαξαν· ὁ δὲ Ἀριομάζης ἐκπλαγεὶς, ὡς πάσης τῆς στρατιᾶς ἀναβαινούσης καὶ ὡς ἤδη κατὰ κορυφῆς ἑαλωκὼς, αὑτόν τε καὶ τὴν πέτραν παρέδωκεν Ἀλεξάνδρῳ θειο- τέραν αὐτοῦ τὴν δύναμιν καὶ τὴν τύχην ἡγούμενος. Ἀλέξανδρος Καθαίους, μοῖραν Ἰνδῶν ἐξ ἀπονοίας ἀντιστᾶσαν ἡβηδὸν ἔκτεινε καὶ πόλιν αὐτῶν Σάγγαλα τὴν καρτερωτάτην κατέσκαψεν. διῆκε τοὺς Ἰνδοὺς φήμη πονηρὰ ὡς Ἀλεξάνδρου φονικῶς καὶ βαρ- βαρικῶς πολεμοῦντος. ὁ δὲ μεταβάλλειν τὴν δόξαν βουλόμενος ἄλλην πόλιν _δι_ὰ τῆς Ἰνδικῆς ἑλὼν, ὁμή- ρους λαβὼν, σπεισάμενος ἐπὶ τρίτην πόλιν ἦλθεν εὐ- μεγέθη καὶ πολυάνθρωπον, τάξας πρὸ τῆς φάλαγγος τοὺς ὁμήρους, γέροντας, παῖδας, γυναῖκας. οἱ δὲ τοὺς ὁμοφύλους γνωρίσαντες καὶ τὰ ἔργα τῆς Ἀλεξάνδρου φιλανθρωπίας ὁρῶντες ἀνοίγουσί τε τὰς πύλας καὶ μετὰ ἱκετηριῶν αὐτὸν ἐδέξαντο. αὐτίκα ἡ φήμη δια- δραμοῦσα ἔπεισεν Ἰνδοὺς ἑκόντας Ἀλέξανδρον δέχεσθαι. Ἀλέξανδρος τὴν Κοσσαίων χώραν ἑώρα τραχεῖάν τε καὶ ὄρη ὑψηλὰ καὶ ἀπρόσιτα καὶ πλῆθος ἐν τοῖς ὄρεσιν ἀνδρῶν δοκίμων· οὐ τοίνυν ἑλεῖν ἐλπίς. ἧκέ τις ἀγγέλλων Ἡφαιστίων ἐν Βαβυλῶνι τέθνηκεν. ὁ δὲ κοινὸν πένθος ἐπαγγείλας ἐπὶ τὴν Ἡφαιστίωνος ταφὴν ἠπείγετο· οἱ σκοποὶ τῶν Κοσσαίων, ἀναζευγνύν- τας ὡς εἶδον αὐτοὺς, αὐτοὶ διεσπάρησαν. Ἀλέξανδρος νύκτωρ ἱππέας πέμψας τὴν ἐς τὰ ὄρη πάροδον ἀφύ- λακτον κατελάβετο καὶ τῆς ὁδοιπορίας ἀποκλίνας, ἐπι- φανεὶς τοῖς ἱππεῦσι σὺν αὐτοῖς τὴν Κοσσαίων χώραν ἐχειρώσατο. τοῦτο τὸ ἔργον τῆς ἐπὶ Ἡφαιστίωνι λύπης παρηγόρημα φασὶν Ἀλεξάνδρῳ γενέσθαι. Ἀλέξανδρος ἐν τοῖς Περσῶν βασιλείοις ἀνέγνω τὸ βασιλέως ἄριστον καὶ δεῖπνον ἐν κίονι χαλκῷ γε- γραμμένον, ὅπου καὶ οἱ ἄλλοι νόμοι, οὓς ἔγραψε Κῦρος. εἶχε δὲ οὕτως· πυραμίνων ἀλεύρων καθαρῶν τετρακόσιαι ἀρτάβαι - ἡ δὲ ἀρτάβη ἡ Μηδικὴ μέδιμνός ἐστιν Ἀττικός - · τῶν δὲ δευτέρων ἀλεύρων μετὰ τὰ καθαρὰ τριακόσιαι ἀρτάβαι· καὶ τῶν τρίτων τριακόσιαι ἄλλαι ἀρτάβαι. Πυραμίνων μὲν ἀλεύρων τῶν πάντων ἀρτάβαι εἰς τὸ δεῖπνον χίλιαι. κριθαμίνων δὲ ἀλεύρων τῶν κάρτα καθαρῶν διακόσιαι ἀρτάβαι. τῶν δὲ δευτέρων τετρα- κόσιαι· καὶ τῶν τρίτων τετρακόσιαι· τὸ σύμπαν δὲ τῶν κριθαμίνων ἀλεύρων χίλια ἀρτάβαι. χόνδρου δὲ ἐξ ὀλυρῶν πεποιημένου διακόσιαι ἀρτάβαι. παιπάλης ἐξ ἀλφίτων πεποιημένης ὡς εἰς κυκεῶνας δέκα ἀρτάβαι. καρδάμου κεκομμένου σεσησμένου λεπτοῦ ** ἀρτάβαι. πτισάνης δέκα ἀρτάβαι· σινήπυος σπέρματος τρίτον ἀρτάβης. πρόβατα, οἱ ἄρσενες τετρακόσιοι· βόες ἑκατόν· ἵπποι τριάκοντα· χῆνες σιτευτοὶ τετρακόσιοι· τρυγόνες τριακόσιαι· ὀρνίθια παντοδαπὰ μικρὰ ἑξακόσια· ἄρνες τριακόσιοι· νεοσσοὶ χηνῶν ἑκατόν· δορκάδες τριά- κοντα. γάλακτος αὐθημερινοῦ δέκα μάριες - μάρις δὲ ἐστὶ δέκα χόες Ἀττικοί - · ὀξυγάλακτος ἡδυσμένου δέκα μά- ριες. σκορόδων τάλαντον σταθμῷ· κρομύων ἡμιτάλαν- τον σταθμῷ τῶν δριμέων. φύλλου ἀρτάβη. ὀποῦ σιλφίου δύο μναῖ· κυμίνου ἀρτάβη· σιλφίου τάλαντον σταθμῷ. μύρου ἐκ μήλων γλυκέων τέταρτον μέρος ἀρτάβης· κυκεῶνος ἐκ σιδίων ὀξέων ἀρτάβη, μύρου ἐκ κυμίνου τέταρτον μέρος ἀρτάβης. σταφίδος μελαίνης τρία τάλαντα σταθμῷ· ἀνήθου ἄνθους τρεῖς μναῖ σταθμῷ· μελανθίου τρίτον μέρος ἀρτάβης· διαρίνου σπέρμα δύο καπέζιες· σησάμων καθαρῶν δέκα ἀρτάβαι. γλεύκους ἐξ οἴνου πέντε μάριες. ῥαφανίδων ἑψανῶν, γογγυλί- δων ἐσκευασμένων ἐν ἅλμῃ πέντε μάριες· καππάρεως ἐσκευασμένης ἐν ἅλμῃ, ἐξ ἧς τὰς ἀβυρτάκας ποιοῦσι, πέντε μάριες· ἁλῶν δέκα ἀρτάβαι. Αἰθιοπικοῦ κυμί- νου ἓξ καπέζιες - ἡ δὲ καπέζις ἐστὶ χοῖνιξ Ἀττική - · ἄνηθον αὖον τριάκοντα μνᾶς ἕλκον. σελίνου σπέρ- ματος τέσσαρες καπέζιες. ἐλαίου σησαμίνου δέκα μάριες· ἐλαίου ἀπὸ γάλακτος πέντε μάριες· ἐλαίου ἀπὸ τερμίν- θων πέντε μάριες· ἐλαίου ἀκανθίνου πέντε μάριες· ἐλαίου ἀπὸ ἀμυγδάλων τῶν γλυκέων τρεῖς μάριες. ἀμυγδάλων αὔων τῶν γλυκέων τρεῖς ἀρτάβαι. οἴνου πεντακόσιαι μάριες. ὅταν δὲ ᾖ ἐν Βαβυλῶνι ἢ ἐν Σούσοις, τὸν μὲν ἡμίσεα ἐκ τῶν φοινίκων οἶνον παρέχει, τὸν δὲ ἡμίσεα ἀμπέλινον. ξύλων διακόσιαι ἅμαξαι· ὕλης ἑκατὸν ἅμαξαι· τοῦ ὕοντος μέλιτος ἑκατὸν παλάθαι τετράγω- νοι ἀνὰ δέκα μνᾶς ἕλκουσαι. ὅταν ἐν τῇ Μηδικῇ ᾖ, ταῦτα διαδίδωσιν. κνήκου σπέρματος τρεῖς ἀρτάβαι. κρόκου δύο μνᾶς ἕλκοντος σταθμῷ. ταῦτα μὲν εἰς πότον τε καὶ ἄριστον ἀναλίσκεται. διαδίδωσι δὲ πυραμίνων ἀλεύρων τῶν καθαρῶν πεντακοσίας ἀρτάβας· κριθαμίνων δὲ καθαρῶν ἀλεύ- ρων χιλίας ἀρτάβας· καὶ τῶν δευτέρων χιλίας ἀρτά- βας. σεμιδάλεως πεντακοσίας ἀρτάβας· χόνδρου τοῦ ἐκ τῶν ὀλυρῶν πεντακοσίας μάριας· κριθὰς τοῖς κτή- νεσι δισμυρίας ἀρτάβας· ἀχύρων μυρίας ἁμάξας· κάρ- φους πεντακισχιλίας ἁμάξας. ἐλαίου σησαμίνου διακοσίας μάριας· ὄξους ἑκατὸν μάριας· καρδάμου κεκομμένου λεπτοῦ τριάκοντα ἀρτάβας. ταῦτα μὲν πάντα διαδί- δωσι ταῖς στρατιαῖς ὅσα εἴρηται. βασιλεὺς δὲ σὺν τῷ ἀρίστῳ καὶ τῷ δείπνῳ καὶ οἷς διαδίδωσι τοσαῦτα ἀναλίσκει τῆς ἡμέρας. ταύτην τοῦ δείπνου τὴν παρασκευὴν οἱ μὲν ἄλλοι Μακεδόνες ἀναγνόντες ἐθαύμασαν ὡς εὐδαίμονα· Ἀλέ- ξανδρος δὲ κατεγέλασεν ὡς κακοδαίμονος καὶ μακρὰς ἀσχολίας ἐχούσης, ὥστε καὶ τὸν κίονα, ἐν ᾧ ταῦτα ἐγέγραπτο, καθελεῖν προσέταξεν εἰπὼν πρὸς τοὺς φίλους· οὐδαμῶς συμφέρει τοῖς βασιλεῦσιν οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι· ἀνάγκη γὰρ τῇ πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν ἕπεσθαι· ὁρᾶτε δὲ καὶ τοὺς τηλικούτων δείπνων πιμπλαμένους ἐν ταῖς μάχαις ταχέως ἡττωμένους. ΑΝΤΙΠΑΤΡΟΣ. Ἀντίπατρος ἐν τῇ Τετραχωριτῶν στρατεύων ἔταξε τὸν χόρτον τῶν ἵππων ἐμπρῆσαι τὸν περὶ τῇ σκηνῇ. οἱ μὲν ἐνέπρησαν, ὁ δὲ σαλπιγκτὴς ἐσήμηνεν· οἱ δὲ Μακεδόνες περὶ τὴν σκηνὴν ἠθροίζοντο μετέωρα ἔχοντες τὰ δόρατα. ταῦτα ἰδόντες οἱ Τετραχωρῖται καταπλα- γέντες ἐξέλιπον τὸ χωρίον· ἀμαχεὶ δὲ Ἀντίπατρος ἐκράτησεν. Ἀντίπατρος τὸν Σπερχειὸν διαβῆναι ἐβούλετο. Θετταλῶν δὲ ἱππέων κωλυόντων διαβαίνειν, ὁ μὲν τὴν δύναμιν ἀπήγαγεν εἰς τὴν αὑτοῦ στρατοπεδείαν καὶ παρήγγειλε τοῖς Μακεδόσι μένειν ἐν τοῖς ὅπλοις καὶ τὰ σκευοφόρα μὴ λύειν. οἱ Θετταλοὶ δὲ εἰς τὴν Λαμίαν ἀφιππεύσαντες ἠριστοποιοῦντο κατὰ τὰς οἰκίας. Ἀντί- πατρος ἐπανῆλθε πρὸς τὸν ποταμὸν καὶ φθάσας διε- βίβασε τὴν δύναμιν, πρὶν ἐκβοηθῆσαι Θετταλοὺς, καὶ κατελάβετο τὴν Λαμίαν προσπεσών. Ἀντίπατρος ἐν Θετταλίᾳ βουλόμενος φαντασίαν τοῖς πολεμίοις παρασχεῖν ἱππέων πολλῶν συναγαγὼν ὄνους πολλοὺς καὶ ἡμιόνους συνέταξεν εἰς ἴλας, καὶ ἀνεβίβασεν ἄνδρας ὅπλισιν ἱππικὴν ἔχοντας· προέταξε δὲ ἑκάστης ἴλης τὸν πρῶτον ζυγὸν ἀληθινῶν ἱππέων. τούτους ὁρῶντες οἱ πολέμιοι καὶ τοὺς ἑπομένους ἱππεῖς εἶναι νομίσαντες καταπλαγέντες ἔφευγον. τούτῳ τῷ στρατηγήματι καὶ Ἀγησίλαος ἐχρήσατο πρὸς Ἀέρο- πον ἐν Μακεδονίᾳ καὶ Εὐμένης πρὸς Ἀντίγονον ἐν Ἀσίᾳ. ΠΑΡΜΕΝΙΩΝ. Παρμενίων μετὰ τὴν ἐν Ἰσσῷ μάχην ὑπὸ Ἀλεξάν- δρου πεμφθεὶς εἰς Δαμασκὸν ἐπὶ τὴν ἀποσκευὴν τῶν Περσῶν συνῆψε τοῖς σκευοφόροις. ἐπεὶ δὲ οἱ βάρβαροι φοβηθέντες ἔφυγον, ἐννοήσας Παρμενίων, ὅτι μὴ δύ- ναται διασῶσαι τοσαύτην ἀποσκευὴν, τῶν κομιζόντων βαρβάρων φυγόντων, τρεῖς ἴλας ἱππέων πέμψας πρὸς αὐτοὺς ἐκήρυξεν ὃς ἂν μὴ ταῖς ἑαυτοῦ χερσὶ λάβηται τῶν ἰδίων ὑποζυγίων, φονευθήσεται. τοῦτο τὸ κή- ρυγμα οἱ βάρβαροι δείσαντες αὖθις προσῆλθον τοῖς ὑποζυγίοις καὶ τὴν ἀποσκευὴν διεκόμισαν. ΑΝΤΙΓΟΝΟΣ. Ἀντίγονος ἐκράτησε Κορίνθου τοιῷδε στρατη- γήματι. Ἀλέξανδρος ὁ κατέχων Ἀκροκόρινθον ἐτελεύ- τησεν· ἦν αὐτῷ γυνὴ Νίκαια ἡλικίας ἅλις ἔχουσα. ταύτην Ἀντίγονος τῷ υἱῷ Δημητρίῳ μνηστεύεται· ἡ δὲ ἀσμένη μειρακίῳ καὶ βασιλεῖ πρὸς γάμον αὑτὴν ἐπέδωκεν. ἦν θυσίᾳ μεγαλοπρεπής· πανήγυρις Ἑλλη- νική· Ἀμοιβεὺς κιθαρῳδεῖν ἔμελλε· πολλὴ σπουδὴ περὶ τὴν θέαν ἦν· τὴν Νίκαιαν αὐτὴν ἐν φορείῳ βασιλικῶς κεκοσμημένῳ, τρυφῶσαν καὶ θρυπτομένην, δορυφόροι παρέπεμπον. ἐς δὲ τὸ θέατρον ἐσιούσης, μακρὰν χαίρειν τῷ κιθαρῳδῷ καὶ τῷ γάμῳ φράσας Ἀντίγονος ὥρμη- σεν ἐπὶ τὸν Ἀκροκόρινθον καὶ τῶν φυλάκων περὶ τὴν πανήγυριν ἀσχολουμένων καὶ θέαν κατειληφότων ῥᾳ- δίως κατέσχε τὸ χωρίον καὶ τῆς Κορίνθου πάσης ἐκρά- τησε στρατηγήματι τῷ γάμῳ χρησάμενος. Ἀντίγονος ταῖς πρεσβείαις χρηματίζων προεδιδά- σκετο ἐκ τῶν ὑπομνημάτων, τίνες εἶεν ὡς αὐτὸν οἱ καὶ πάλαι πρεσβεύσαντες καὶ μετὰ τίνων καὶ ὑπὲρ οἵων πραγμάτων. ἐν δὲ ταῖς ἐντεύξεσιν ἀπομεμνημέ- νος ἑκάστου πρὸς τοὺς πρεσβεύοντας πάντας ἐξε- πτόησεν ὡς μνήμην ἔχων ὑπερβάλλουσαν. Ἀντίγονος Μέγαρα πολιορκῶν τοὺς ἐλέφαντας ἐπῆγεν. οἱ Μεγαρεῖς σύας καταλείφοντες ὑγρᾷ πίσσῃ καὶ ὑφάπτοντες ἠφίεσαν· αἱ δὲ ὑπὸ τοῦ πυρὸς και- όμεναι κεκραγυῖαι πολλῷ δρόμῳ εἰς τοὺς ἐλέφαντας ἐνέπιπτον· οἱ δὲ οἰστρῶντες καὶ ταρασσόμενοι ἄλλος ἄλλῃ διέφευγον. Ἀντίγονος τοῦ λοιποῦ προσέταξε τοῖς Ἰνδοῖς τρέφειν ὗς μετὰ τῶν ἐλεφάντων, ἵνα τὴν ὄψιν αὐτῶν καὶ τὴν κραυγὴν τὰ θηρία φέρειν ἐθίζοιτο. Ἀντίγονος Ἀντίπατρον κινδυνεύοντα βληθῆναι ὑπὸ Μακεδόνων ἔσωσε. τοῦ στρατοπέδου μέσος ἦν ποταμὸς ὀξὺς τὸ ῥεῦμα γέφυραν ἔχων· ἔνθεν οἱ Μακε- δόνες ἐσκήνουν· ἐκεῖθεν Ἀντίγονος ἔχων ἱππέας ὁμο- φρονοῦντας. οἱ μὲν μετὰ πολλοῦ θορύβου καὶ μεγάλης βοῆς ᾔτουν χρήματα βαλεῖν ἀπειλοῦντες, εἰ μὴ λάβοιεν· Ἀντίπατρος δὲ μὴ ἔχων δοῦναι ἦν ἐν ἀμηχάνῳ. Ἀντί- γονος ἔφη πρὸς αὐτὸν ἀλλ᾽ ἔγωγέ σοι δώσω καιρὸν ἀφόδου. ταῦτα εἰπὼν, ἐν αὐτῇ τῇ πανοπλίᾳ διαδρα- μὼν τὴν γέφυραν, μέσας τεμὼν τὰς φάλαγγας ἑκάστῳ προσῄει ἐοικὼς δημηγορήσοντι. οἱ Μακεδόνες ὡς ἀνδρὶ τῶν ἐπιφανῶν ἐξεχώρουν καὶ παρίεσαν καὶ πάντες εἵποντο ἀκουσόμενοι ὧν προλέγειν μέλλει. ἐπεὶ δὲ περιέστη τὸ πλῆθος, μακρὰ ἐδημηγόρησεν ἀπολο- γούμενος ὑπὲρ Ἀντιπάτρου, ἐπαγγελλόμενος, παρακα- λῶν, διαλλάσσων. ἐν δὲ τῷ καιρῷ τῆς μακρᾶς δημη- γορίας Ἀντίπατρος μετὰ τῶν ἱππέων τὴν γέφυραν παρελθὼν ἐξέφυγε τοὺς ἀπὸ τῶν στρατιωτῶν λίθους. Ἀντίγονος ὁ πρῶτος, εἰ μὲν δύναμιν εἶχε αὐτὸς ἰσχυροτέραν, τῷ πολέμῳ σχολαίτερον ἐχρῆτο· εἰ δὲ ἀσθενεστέραν, φιλοκινδύνους τὰς ἐπιθέσεις ἐποιεῖτο τοῦ ζῆν ἀγεννῶς τὸ θνήσκειν ἀνδρείως αἱρετώτερον ἡγούμενος. Ἀντίγονος ὅτε περὶ Καππαδοκίαν ἐχείμαζεν, ἀπέστη- σαν αὐτοῦ Μακεδόνες ὁπλῖται τρισχίλιοι. οὗτοι κατα- λαβόμενοι λόφους καρτεροὺς Λυκαονίαν ἐπόρθουν, ἤδη δὲ καὶ Φρυγίαν. Ἀντίγονος κτεῖναι μὲν τοσούτους ὠμὸν ἡγεῖτο· ἐδεδοίκει δὲ, μὴ προσθοῖντο τοῖς πολε- μίοις, ὧν Ἀλκέτας ἦρχεν. τοιοῦτό τι οὖν ἐμηχανή- σατο. καθῆκε πρὸς αὐτοὺς Λεωνίδαν τῶν ἰδίων ἡγε- μόνων ὡς ἐπὶ κοινοπραγίᾳ τῆς ἀποστάσεως δή· οἱ δὲ ἄσμενοι τὸν ἄνδρα ἐδέξαντο καὶ στρατηγὸν εἵλοντο. Λεωνίδας πρῶτον μὲν ἔπεισεν αὐτοὺς προστίθεσθαι μηδενὶ, ὥστε γε τοῦτο πρῶτον Ἀντιγόνῳ κατώρθωτο ἔπειτα δὲ κατήγαγεν αὐτοὺς ἀπὸ τῶν λόφων ἐς χωρίον ἱππάσιμον, ἀφίππους ὄντας. ἐνταῦθα προσιππασάμε- νος Ἀντίγονος Ὁλκίαν καὶ δύο τῆς ἀποστάσεως ἐξάρ- χους συνέλαβεν. οἱ μὲν ὑπὲρ σωτηρίας αὑτῶν ἱκέτευον. ὁ δὲ ἀφήσειν τούτους ὑπέσχετο, εἰ μετὰ ἡσυχίας εἰς Μακεδονίαν ἐπανέλθοιεν. ἐπὶ τούτοις ἐσπείσαντο καὶ ἀνεχώρησαν. Ἀντίγονος Λεωνίδαν τῶν ἀνδρῶν ἡγή- σασθαι μέχρι Μακεδονίας ἐκέλευσεν ὡς ἀσφαλῶς αὐτοὺς εἰς τὴν οἰκείαν παραπέμψοντα. Ἀντίγονος Ἄτταλον, Ἀλκέταν, Δόκιμον, στρατη- γοὺς Μακεδόνων οὐκ ἀδόξους, ἐν αὐλῶνι Πισιδικῷ στρατοπεδεύοντας ἐδίωκε κρύβδην. τῶν δ᾽ ἐλεφάντων κλαγξάντων καὶ φρυαξαμένων ᾔσθοντο, ὡς Ἀντίγονος προσάγοι· μόνῳ γὰρ τούτῳ παρασκευὴ τοιούτων θη- ρίων ἦν. Ἀλκέτας τὸ πελταστικὸν ἀναλαβὼν τὴν διὰ τῶν ὀρῶν τραχεῖαν καὶ δύσβατον οὖσαν ἠπείγετο κατα- λαβέσθαι. Ἀντίγονος Ἀλκέταν μὲν οὐκ ἐδίωξε· λοξώ- σας δὲ τὴν στρατιὰν ὑπὸ τοὺς τῶν ὀρῶν λαγόνας ἔσπευσεν ἐπὶ τὸ στρατόπεδον καὶ κατέλαβε τῶν πολεμίων τοὺς μὲν ἄρτι ὁπλιζομένους, τοὺς δὲ ἀόπλους, ταρασσομέ- νους δὲ πάντας· ὥστε φόνου μὲν ἀπεχόμενος, σωτη- ρίαν δὲ ὑποσχόμενος χωρὶς μάχης ἐνίκησεν. Ἀντιγόνου νῆες ἑκατὸν τριάκοντα, ὧν ἦν ναύαρχος Νικάνωρ, ἐναυμάχησαν πρὸς τὸ Πολυσπέρχοντος ναυ- τικὸν, οὗ Κλεῖτος ἐναυάρχει. Ἑλλήσποντος, ἔνθα ἡ μάχη. Νικάνωρ τῶν ναυτῶν ὑπ᾽ ἀπειρίας πρὸς ἐναν- τίον κῦμα βιαζομένων ἀπέβαλε ναῦς ἑβδομήκοντα. τῶν πολεμίων λαμπρῶς νικησάντων παρῆν Ἀντίγονος ἑσπέρας καὶ τὴν ἧτταν οὐκ ἔδεισεν· ἀλλὰ τοὺς μὲν ἐπὶ τῶν λοιπῶν νεῶν ἑξήκοντα ἑτοίμους εἶναι πρὸς ναυμαχίαν αὖθις νυκτὸς ἐκέλευσε· τῶν δὲ ὑπασπιστῶν τοὺς ἀλκιμωτάτους ἐπιστήσας τοῖς σκάφεσι προσέταξεν ἀπειλεῖν ὡς ἀποκτενοῦσι τοὺς μὴ χωροῦντας ἐς μάχην. Βυζάντιον δὲ φίλην ἔχων, ἐγγὺς οὖσαν, ἐντεῦθεν ὑπη- ρεσίαν ναυτικὴν διὰ τάχους ἐκέλευσε ἐπιπλεῦσαι, πελταστὰς καὶ ψιλοὺς καὶ τοξότας χιλίους παρὰ τὰς ναῦς τῶν πολεμίων ὁρμούσας ἀπὸ γῆς ἀκοντίζειν καὶ τοξεύειν ἔταξεν. ταῦτα μὲν ἐν νυκτὶ μιᾷ διετέτακτο. ἀρχομένης δὲ ἕω οἱ μὲν ἀπὸ γῆς ἐτόξευον καὶ ἠκόν- τιζον· οἱ πολέμιοι δὲ, οἱ μὲν ἔτι καθεύδοντες, οἱ δὲ ἄρτι ἀφυπνίζοντες, ἀφυλάκτως ἐτιτρώσκοντο. ἄλλοι μὲν ἀνέσπων τὰ πρυμνήσια, ἄλλοι δὲ ἀνεῖλκον τὰς ἀποβάθρας, ἄλλοι δὲ ἀγκύρας ἀνιμῶντο· πάντων δὲ βοὴ καὶ τάραχος ἦν. Ἀντίγονος ἐσήμηνε καὶ ταῖς ἑξή- κοντα ναυσὶν ἐπιπλεῦσαι καὶ μετὰ θυμοῦ καὶ ῥοθίου ποιεῖσθαι τὰς ἐμβολάς. αὐτίκα δὴ συνέβαινε, τῶν μὲν ἀπὸ γῆς βαλλόντων, τῶν δὲ ἐπιπλεόντων, κρατεῖν μὲν τοὺς ἡττημένους, ἡττᾶσθαι δὲ τοὺς νε- νικηκότας. Ἀντίγονος μετὰ τὴν νίκην τῆς ἐν Ἑλλησπόντῳ ναυμαχίας πλεῖν τὰς ναῦς ἐπὶ Φοινίκης ἔταξε, τοὺς μὲν ναύτας ἐστεφανωμένους, τὰς δὲ πρύμνας κεκοσμη- μένας λαφύροις καὶ ἀκροστολίοις αἰχμαλώτων τριήρων· τοῖς δὲ κυβερνήταις ἐνετείλατο κατὰ τὸ πέλαγος παρα- πλεῖν πᾶσι μὲν ὅρμοις, πάσαις δὲ πόλεσι προσπελά- ζοντας, ὅπως ἡ νίκη διαβόητος ἀνὰ πᾶσαν τὴν Ἀσίαν γένοιτο. Φοίνισσαι νῆες ὁρμοῦσαι Κιλικίας ὑπὸ τῷ Ῥωσίῳ λιμένι χρήματα Εὐμένους ἄγουσαι Σωσιγένην ναύαρχον εἶχον. ὁ μὲν Σωσιγένης ἐπὶ ὀρθίου πάγου διέτριβεν ἀποσκοπῶν τὴν τοῦ πελάγους κίνησιν. οἱ δὲ ἀπὸ τῶν Φοινισσῶν νεῶν, ὡς εἶδον τὰς νικώσας λαμπρῶς κεκοσμημένας, ἁρπάσαντες τὰ χρήματα ἐς- επήδησαν ἐς τὰς Ἀντιγόνου τριήρεις· αἱ δὲ αὐτίκα ἀνήγοντο πολλὰ χρήματα καὶ συμμάχους ἄγουσαι. Σωσιγένης δὲ ὁ ναύαρχος τὸ πέλαγος ἀπεσκόπει. Ἀντίγονος καὶ Εὐμένης παρετάξαντο· ἀγχώμαλος ἡ νίκη· Εὐμένης κήρυκα περὶ νεκρῶν ἀναιρέσεως ἔπεμψεν. Ἀντίγονος πλείονας ὄντας τοὺς οἰκείους νεκροὺς λαθεῖν βουλόμενος ἐπὶ τοσοῦτον κατέσχε τὸν κήρυκα, ἐφ᾽ ὅσον αὐτῶν πάντων τὰ σώματα ἔκαυ- σεν. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ ταφὴ, τότε τὸν κήρυκα ἀπέπεμψε συγχωρῶν τὴν ἀναίρεσιν. Ἀντίγονος ἐν Γαδαμάρτοις τῆς Μηδίας προσε- χείμαζεν. Εὐμένης προκατελάβετο τὴν ὁδὸν ἄχρι στα- δίων χιλίων διατάξας τὴν δύναμιν πανταχοῦ. ἦν δὲ ἡ μὲν ὁδὸς παρὰ τὰς ὑπωρείας· τὸ δὲ κάτω πεδίον ὁμαλὸν, ἄνυδρον, ἀοίκητον, οὐ βοτάνην ἔχον, οὐ δέν- δρον, οὐ φυτὸν, ἀσφαλτῶδες δὲ καὶ πλῆθον ἁλμυρίδος· οὐκ ἄρα ἦν διαβατὸν οὔτε ζώοις οὔτε ἀνθρώποις. Ἀντίγονος τὰς κατὰ τὴν ὁδὸν φυλακὰς ἐκκλῖναι στρα- τηγῶν μέσον ἔγνω τὸ πεδίον τεμέσθαι. προσέταξε δὴ ῥάψασθαι μυρίους ἀσκοὺς καὶ πλῆσαι τούτους ὕδα- τος καὶ σιτία δέκα ἡμερῶν πέψαντας ἔχειν καὶ κριθὰς τοῖς ἵπποις καὶ χιλὸν αὐτάρκη. τὰ μὲν ηὐτρέπιστο· ὁ δὲ διὰ τῆς ἀοικήτου μέσης ἦγε τὴν στρατιὰν τῇ νυκτὶ πυρὰ καίειν οὐκ ἐπιτρέπων, ἵνα μὴ τοῖς φυλάτ- τουσι τὰς ὑπωρείας κατάδηλον γένηται. καὶ μὴν μέχρι τέλους ἔλαθον ἂν, εἰ ἐπείσθησαν τῷ Ἀντιγόνου παραγ- γέλματι. ὀλίγοι δὲ αὐτῶν παγετώδους νυκτὸς γενο- μένης πῦρ ἀνέκαυσαν, ὥστε τὴν φλόγα ἰδόντες οἱ πολέμιοι συνῆκαν καὶ τὸ πεδίον ἐκβαινόντων προς- βαλόντες κατὰ τὴν οὐραγίαν ἔστιν οὓς τῶν ὑστάτων ἀπέκτειναν. ὅσον δὲ ἐπὶ τῷ Ἀντιγόνου στρατηγήματι ἀβλαβεῖς ἐσώθησαν ἂν πάντες. Ἀντίγονος ἐν παρατάξει ὄρους ὑπτίαν λαγόνα περιλαβὼν, ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἔκτα- ξιν οὐκ ἐχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ κατ- έσυρεν. Ἀντίγονος περὶ τὴν Γαβιηνὴν συνέβαλλεν Εὐμένει μάχην. ἦν πεδίον λεπτόγεων καὶ ψαμμῶδες· ἐν τούτῳ συνιόντων μεγάλων στρατευμάτων αἴρεται νεφελώδης κόνις ἐπισκοτοῦσα καὶ φιλίοις καὶ πολεμίοις. ἡ μάχη μὲν ἐν χερσὶν ἦν. Ἀντίγονος δὲ τῶν Εὐμενείων στρα- τιωτῶν εἰδὼς ἑπομένην τὴν ἀποσκευὴν, ἐν ᾗ γυναῖκες ἦσαν αὐτῶν καὶ τέκνα καὶ παλλακαὶ καὶ οἰκέται καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα ἐκτήσαντο ἀπὸ τῆς μετὰ Ἀλεξάνδρου στρατείας, ἐκέλευσεν ἐπιλέκτους ἴλας περιελάσαι τὴν ἀποσκευὴν ἐς τὴν ἑαυτῶν στρατοπε- δείαν. οἱ μὲν περιήλασαν ἀσχολουμένων τῶν πολε- μίων περὶ τὴν μάχην καὶ τῆς κόνεως ἐπισκοτούσης. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ μάχη καὶ πεντακισχίλιοι μὲν ἔπεσον Ἀντιγόνου, τριακόσιοι δὲ Εὐμένους, μέγα δὴ φρονοῦντες ἐπὶ τῇ νίκῃ διελύθησαν. ἐπεὶ δὲ τὴν ἀποσκευὴν εἶδον ἡρπασμένην καὶ τοὺς οἰκείους ἀπο- λωλότας, ἀθυμία καὶ θρῆνος ἦν τῶν νενικηκότων, ὥστε οἱ πλεῖστοι διὰ τὸν ἔρωτα τῶν οἰκείων ἐπρες- βεύοντο παρὰ Ἀντίγονον ἀξιοῦντες αὐτῷ προστίθεσθαι. Ἀντίγονος τὴν ἀποσκευὴν τῶν Εὐμενείων στρατιωτῶν ἁρπάσας, ἐπειδὴ βαρέως ἔφερον ἀπολέσαντες τὰ φίλ- τατα, ἐκήρυξεν προῖκα ἀποδώσειν τὰ ἡρπασμένα. οἱ δὲ πρὸς τὸ κήρυγμα αὐτίκα μετεβάλοντο, οὐ μόνον οἱ Μακεδόνες, ἀλλὰ καὶ μύριοι Περσῶν, ὧν ἦρχε Πευκέστης· καὶ γὰρ οὗτος τοὺς Μακεδόνας ἰδὼν ἀντι- γονίζοντας ὡς τούτους ἐνέκλινεν. τέλος δὲ τοσαύτη μεταβολὴ γνώμης καὶ τύχης ἐγένετο, ὥστε οἱ ἀργυ- ράσπιδες συλλαβόντες Εὐμένη δεσμώτην παρέδωκαν, Ἀντίγονος δὲ ἁπάσης τῆς Ἀσίας βασιλεὺς ἀνηγορεύθη. Ἀντίγονος Πίθωνα σατράπην Μηδίας πυθόμενος ξενολογεῖν καὶ χρήματα συλλέγειν, ἀποστῆναι βεβου- λευμένον ἀπιστεῖν τοῖς ἀγγέλλουσι προσεποιήσατο φάσκων οὐκ ἂν ἐγὼ πιστεύσαιμι ταῦτα Πίθωνα πράτ- τειν, ᾧ πεντακισχιλίους Μακεδόνας ὁπλίτας καὶ Θρᾷκας χιλίους φύλακας τῆς σατραπείας πέμψαι παρεσκεύακα. ταῦτα Πίθων ἀκούσας πιστεύει τῇ φιλανθρωπίᾳ καὶ διὰ τάχους ἧκε ληψόμενος τὴν ἐπικουρίαν. Ἀντίγονος δὲ ἐς τὸ κοινὸν τῶν Μακεδόνων ἐσαγαγῶν Πίθωνα ἑλὼν τιμωρησάμενος ἀπέκτεινεν. Ἀντίγονος τοὺς ἀργυράσπιδας, οἳ τὸν Εὐμένη δεσμώτην αὐτῷ παρέδωκαν, ἐτίμησε δωρεαῖς· τὸ δὲ ἄπιστον αὐτῶν φυλαττόμενος χιλίους μὲν αὐτῶν ἔδωκε συμμάχους εἶναι Σιβυρτίῳ τῷ σατράπῃ τῆς Ἀραχωσίας, τοὺς δὲ ἄλλους εἰς ἄλλα χωρία φρουροὺς διέπεμψεν ἐχυρὰ καὶ δύσβατα, ἵνα φρουρὰν αὐτὴν τὴν χώραν ἔχοιεν. διὸ ταχέως ἀφανεῖς πάντες ἐγένοντο. Ἀντίγονος ἐπολιόρκει Ῥόδον ἐπιστήσας τῇ πολιορ- κίᾳ τὸν υἱὸν Δημήτριον, κηρύξας αὐτομόλοις Ῥοδίοις εἶναι πᾶσαν ἀσφάλειαν· ὁπόσοι δὲ περὶ Συρίαν, Φοι- νίκην, Κιλικίαν, Παμφυλίαν ἦσαν ἔμποροι καὶ θαλας- σουργοὶ Ῥόδιοι, καὶ τούτοις ἐκήρυξεν ἀσφάλειαν τῆς θαλάσσης ἐπὶ τῷ μὴ καταίρειν εἰς Ῥόδον, ἵνα βοηθείας ἐρήμην Ῥόδον ἐξέλοι, τῶν παρὰ Πτολεμαίου συμμά- χων οὐχ ἱκανῶν ὄντων ἀντισχεῖν Δημητρίῳ πολιορ- κοῦντι. Ἀντίγονος μισθοφόρους ἐμισθώσατο Γαλάτας, ὧν Κιδήριος ἦρχε, συνθέμενος ἑνὶ ἑκάστῳ δώσειν χρυσοῦν Μακεδονικὸν, ὅμηρα δοὺς τοῦ μισθοῦ ἄνδρας καὶ παῖδας τῶν εὐγενῶν. ἡ μάχη πρὸς Ἀντίπατρον ἐγένετο· ἐπεὶ δὲ ἐγένετο, οἱ Γαλάται τὸν μισθὸν ἀπῄ- τουν. Ἀντίγονος ἑκάστῳ θυρεαφόρῳ τὸν μισθὸν ἀπε- δίδου. οἱ Γαλάται καὶ τοῖς ἀόπλοις καὶ ταῖς γυναιξὶ καὶ τοῖς παισὶν ἀπῄτουν· τοῦτο γὰρ εἶναι τῶν Γαλα- τῶν ἑνὶ ἑκάστῳ. ἦν οὖν, εἰ μὲν οἱ μάχιμοι λαμβά- νοιεν, τριάκοντα τάλαντα· εἰ δὲ μετὰ τῶν ἀπομάχων, ἑκατόν. ἀφίσταται δὴ τὸ Γαλατικὸν καὶ τοὺς ὁμήρους ἀποκτενεῖν ἠπείλει. Ἀντίγονος δείσας περὶ τοῖς ὁμη- ρεύουσι πρεσβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσι δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυ- σίον. οἱ δὲ περιχαρεῖς τῷ πλήθει τῶν χρημάτων τοὺς ἀρίστους Γαλατῶν οἷα δὴ χρυσοφόρους ἔπεμψαν. Ἀντί- γονος κατασχὼν τοὺς ἥκοντας οὐκ ἄλλως ἔφη τοῖς Γαλάταις τοὺς ἄνδρας ἀποδώσειν, εἰ μὴ τοὺς αὑτοῦ ἀπολάβοι πάλιν. οἱ Γαλάται σπουδάζοντες ἀνασώσα- σθαι τοὺς αὑτῶν, ἀποδόντες τοὺς ὁμήρους τότε τοὺς ἰδίους ἀπολαμβάνουσι καὶ σὺν αὐτοῖς τὰ τριάκοντα τάλαντα. Ἀντίγονος Κασσάνδρειαν ἐπολιόρκει βουλόμενος ἐξελεῖν Ἀπολλόδωρον τὸν Κασσανδρέων τύραννον. δέκα μηνῶν χρόνος ἦν τῇ πολιορκίᾳ. αὐτὸς μὲν ἀνεχώρη- σεν· Ἀμεινίαν δὲ τὸν ἀρχιπειρατὴν καθῆκε συνθησό- μενον φιλίαν πρὸς Ἀπολλόδωρον. ὁ δὲ κήρυκα πέμψας πραϋνεῖν Ἀντίγονον ἐπηγγέλλετο καὶ σιτία πολλὰ καὶ οἶνον πέμψειν, ὥστ᾽ ἐδόκει πιστὸς Ἀμεινίας. οἱ δὲ ἀμφὶ τὸν τύραννον τῇ τε Ἀμεινίου φιλίᾳ πιστεύοντες καὶ τῆς ἀπουσίας τῆς Ἀντιγόνου καταφρονοῦντες οὐκ ἀκριβῶς ἐφύλαττον τὰ τείχη. τῷ δὲ Ἀμεινίᾳ κλίμακες ἰσομήκεις τοῖς τείχεσιν ἐπεποίηντο, καὶ ὑπὸ τὴν καλου- μένην Βῶλον, ἀπέχουσαν οὐ πρόσω τῶν τειχῶν, ἀπε- κρύπτοντο στρατιῶται δισχίλιοι καὶ μετὰ τούτων Αἰτω- λοὶ πειραταὶ δέκα, ὧν Μελάτας ἡγεῖτο. οὗτοι κατὰ τὴν πρώτην αὐγὴν τῆς ἡμέρας ἀραιοὺς τοὺς ἐπὶ τῶν τειχῶν φρουροὺς ἰδόντες προσέρπουσι τοῖς μεσοπυρ- γίοις καὶ προσθέμενοι τὰς κλίμακας αἴρουσι σύνθημα. Ἀμεινίας μετὰ τῶν δισχιλίων στρατιωτῶν ἀναβὰς διὰ τῶν κλιμάκων ἐκράτησε τῶν τειχῶν, ὥστε οἱ μὲν ἔνδον ἦσαν, Ἀντίγονος δὲ αὐτίκα παρῆν· καὶ τὴν Κασσάν- δρειαν κατασχὼν τὴν Ἀπολλοδώρου τυραννίδα κατέ- λυσεν. Ἀντίγονος ἐλάττονας ἔχων στρατιώτας ἀντεστρα- τοπεδεύετο τοῖς περὶ Εὐμένη πολεμίοις. ἐπικηρυκευ- ομένων δὲ συνεχῶς προσυνέταξεν, ἐπειδὰν ὁ κήρυξ ἀφίκηται, στρατιώτην ἐσδραμεῖν πνευστιῶντα, κεκονι- μένον, ἀγγέλλοντα οἱ σύμμαχοι πάρεισιν. Ἀντίγονος μὲν ἀκούσας περιχαρὴς ἀνεπήδησε· τοὺς κήρυκας ἀπο- πεμψάμενος καὶ τῆς ὑστεραίας τὸ μῆκος τῆς φάλαγγος διπλάσιον ἐκτείνας τοῦ χάρακος ἐξήγαγεν. οἱ δὲ πολέ- μιοι παρὰ τῶν κηρύκων ἀκούσαντες τὴν παρουσίαν τῶν συμμάχων τὴν μὲν ἔκτασιν τοῦ μήκους τῆς φά- λαγγος ὁρῶντες, τὸ δὲ βάθος εὐκαταφρόνητον ἔχοντος, μάχην συνάψαι φοβηθέντες φυγόντες ᾤχοντο. Ἀντίγονος τὰς Ἀθήνας βουλόμενος λαβεῖν εἰρήνην ἐσπείσατο τῷ τοῦ φθινοπώρου καιρῷ. Ἀθηναῖοι τὸν σῖτον κατασπείραντες ὀλίγον ἐφύλαξαν τὸν ἀποχρή- σοντα μέχρι τῆς τῶν καρπῶν ἀκμῆς. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος μετὰ τοῦ στρατεύματος ἐς τὴν Ἀττικὴν ἐνέβαλεν. οἱ δὲ τοῦ σίτου τὸν μὲν κατα- ναλωκότες, τὸν δὲ κωλυόμενοι θερίζειν Ἀντίγονον εἴσω τοῦ ἄστεος ἐξεδέξαντο καὶ ὑπήκουσαν ἅπασιν αὐτοῦ τοῖς προστάγμασιν. ΔΗΜΗΤΡΙΟΣ. Δημήτριος χρήματα οὐκ ἔχων διπλασίους συνέλεξε στρατιώτας· καὶ δὴ θαυμάζοντός τινος, πόθεν ἡ μισθο- φορὰ τοσούτοις, ὅπου μηδὲ τοῖς ἐλάττοσιν, ὅτι, ἔφη, βαρύτεροι ὄντες ἀσθενεστέρους τοὺς ἀντιπάλους ἕξομεν καὶ τῆς τούτων χώρας κρατήσομεν, καὶ φόρους οἴσου- σιν ἄλλοι, ἄλλοι καὶ στεφάνους πέμψουσι τὸ πλῆθος τῶν στρατιωτῶν δεδιότες ἤδη. Δημήτριος μέλλων ἐπὶ τὴν Εὐρώπην πλεῖν βου- λόμενος λαθεῖν, ὅποι ἀποβαίνειν μέλλοι, τῶν κυβερ- νητῶν ἑκάστῳ βιβλίον ἔδωκεν ἐσφραγισμένον προστά- ξας εἰ μὲν ὁμοῦ πλέοιμεν, ἐᾶτε μένειν τὰς σφραγίδας, εἰ δὲ διασπασθείημεν, ἀνοίξαντες τὰ γραμματεῖα ποιεῖ- σθε τὸν πλοῦν εἰς τὸν γεγραμμένον τόπον. Δημήτριος ἀδοκήτως προσπεσεῖν τῇ Σικυῶνι βου- λόμενος ἀνεχώρησεν εἰς Κεγχρέας κἀκεῖ διέτριβεν ἡμέ- ραις πλείοσι προσέχων ἡδοναῖς καὶ τρυφαῖς. ὁπηνίκα δὲ πόρρῳ τῆς ὑπονοίας ἐγένοντο Σικυώνιοι, τὸ μὲν ξενικὸν μετὰ Διοδώρου νυκτὸς ἔταξε προσβαλεῖν κατὰ τὰς ἐπὶ Πελλήνην πόλιν πύλας, τὸ δὲ ναυτικὸν τοῖς λιμέσιν ἐπιφαίνεσθαι, τὸ δὲ ὁπλιτικὸν αὐτὸς ἤγαγεν ἐπὶ τὴν πόλιν, ὥστε πανταχόθεν τὰς προσβολὰς ποιη- σάμενος τῆς πόλεως ἐκράτησεν. Δημήτριος Διοδώρῳ φρουράρχῳ τὴν Ἔφεσον παραδοὺς ἔπλευσεν ἐπὶ Καρίας. ὁ δὲ Λυσιμάχῳ συν- έθετο προδώσειν τὴν πόλιν ἐπὶ πεντήκοντα ταλάντοις. πυθόμενος Δημήτριος, ἀναλαβὼν τὰς ἡμιολίας, τὰς μὲν ὑπὸ τὴν χώραν ἐκέλευσεν ὑφορμῆσαι· αὐτὸς δὲ ἐπὶ μιᾶς πλέων καὶ Νικάνορα προσλαβὼν ἔπλει πρὸς τὸν λιμένα τῆς Ἐφέσου. ὁ μὲν Δημήτριος ἐν κοίλῃ νηὶ κατεκέκρυπτο· φανερῶς δὲ ὁ Νικάνωρ ἐκάλει τὸν Διόδωρον ὡς διαλεξόμενος αὐτῷ περὶ τῶν στρατιω- τῶν, ὅπως ἀσφαλῶς αὐτοῖς ἀπελθεῖν ἐπιτρέψειεν. ὁ δὲ ὑπολαβὼν ἥκειν τὸν Νικάνορα μόνον ἐπιβὰς ἐπι- κώπου κέλητος ἕτοιμος ἦν ποιεῖσθαι τὰς συνθήκας. ὡς δὲ ἐγγὺς ἦν, ἐκ νεὼς κοίλης ἀναπηδήσας Δημή- τριος τὸν μὲν κέλητα κατέδυσεν αὐτοῖς ἀνδράσι, τοὺς δ᾽ ἀπονηξαμένους συνέλαβε, τὴν δ᾽ Ἔφεσον κατέσχε τὸν προδιδόντα φθάσας. Δημήτριος Αἴγιναν καὶ Σαλαμῖνα λαβὼν ἐν τῇ Ἀττικῇ στρατοπεδεύων, ἔπεμψε πρὸς τοὺς ἐν Πειραιεῖ, αἰτῶν ὅπλα χιλίοις ἀνδράσιν ὡς ἥκων σύμμαχος αὐτοῖς κατὰ τοῦ τυράννου Λαχάρους. οἱ μὲν πιστεύσαντες ἔπεμψαν· ὁ δὲ λαβὼν καὶ ὁπλισάμενος αὐτοὺς ἐπο- λιόρκησε τοὺς πέμψαντας. Δημήτριος τοῦ Πειραιῶς ἐκράτησεν οὐχὶ παντὶ τῷ ναυτικῷ κατάρας, ἀλλὰ τὰς μὲν πλείστας τριήρεις ὑπὸ τῷ Σουνίῳ ναυλοχεῖν κελεύσας, εἴκοσι δὲ τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος προσέταξε ῥοθίῳ τῇ εἰρεσίᾳ πλεῖν οὐκ ἐπὶ τὸ ἄστυ, ἀλλ᾽ ὡς ἐπὶ τὴν Σαλαμῖνα. Δημήτριος ὁ Φαληρεὺς, Ἀθηναίων στρατη- γῶν, ἐτύγχανε μὲν κασσανδρίζων· ἀπὸ δὲ τῆς ἀκρο- πόλεως κατιδὼν τὰς εἴκοσι νέας ἐπὶ Σαλαμῖνος πλε- ούσας, ἐνόμισεν εἶναι Πτολεμαϊκὰς ἐπὶ Κορίνθου πορευομένας. οἱ δὲ ἐπὶ τῶν εἴκοσι ἐπιστρέψαντες εὐθὺ τοῦ Πειραιῶς κατέσχον, παραχρῆμα δὲ καὶ Σουνιόθεν ὁ στόλος ἅπας ἐπικατήγετο· ὥστε πολὺ πλῆθος ἐκβάντες κατελάβοντο τοὺς πύργους καὶ τὸν λιμένα. κήρυκες δὲ ἀνεβόων· Δημήτριος τὰς Ἀθήνας ἐλευθεροῖ καὶ Ἀθηναῖοι τὸ κήρυγμα τῆς ἐλευθερίας ἀκροώμενοι Δη- μήτριον προσεδέξαντο. Δημήτριος ἐπολιόρκει Σαλαμῖνα τὴν ἐν Κύπρῳ τριήρεσιν ἑκατὸν ἑβδομήκοντα· Πτολεμαίου στρατηγὸς Μενέλεως ἑξήκοντα ναυσὶν ἐφρούρει τὴν πόλιν, καὶ αὐτὸς δὲ Πτολεμαῖος προσεδοκᾶτο ναυσὶ τεσσαράκοντα καὶ ἑκατὸν ἐπιπλευσεῖσθαι. Δημήτριος πρὸς διακοσίας ὁμοῦ τριήρεις ἀξιόμαχος οὐκ ὢν τῆς Σαλαμῖνος ἄκραν ὑπερέχουσαν περιπλεύσας ὑπὸ κρημνῷ λιμενίζοντι ναυ- λοχῶν ἐκρύπτετο. ἐπεὶ δ᾽ ὁ Πτολεμαῖος τοὺς ὄπισθεν τοῦ κρημνοῦ μὴ προορώμενος κατῆρεν ἐς θῖνα εὔορμον, ἀναπεπταμένον καὶ περὶ ἔκβασιν ἦν, ἐπιστρέψαντες οἱ περὶ τὸν Δημήτριον ἐξεφάνησαν· καὶ παραχρῆμα ταῖς Αἰγυπτίαις ναυσὶν ἄρτι προσορμιζομέναις ἐμβάλ- λουσιν, ὥστε ὀξύτατον γενέσθαι τῆς νίκης τὸ τάχος. Πτολεμαῖος μὲν παραχρῆμα ἔφυγε· Μενέλεως δὲ ἀπὸ Σαλαμῖνος ἀναχθεὶς ὡς προσβοηθήσων καὶ αὐτὸς Πτο- λεμαίῳ φεύγοντι συνέφευγεν. Δημήτριος ἐς Κόρινθον προδιδομένην νύκτωρ προῆλθε τῶν προδιδόντων τὰς κατὰ κορυφὴν πύλας ἀνοιξάντων. δεδιὼς τοὺς ἐν τῇ πόλει, μὴ μαθόντες ἐπιθοῖντο, περιέσπασεν αὐτοὺς πολλὴν στρατιὰν προς- βαλὼν ταῖς πύλαις ταῖς κατὰ τὸ Λέχαιον. οἱ μὲν δὴ μεγάλα ἠλάλαξαν, οἱ δὲ Κορίνθιοι πρὸς τὴν βοὴν συνέδραμον ἅπαντες. οἱ προδιδόντες τὰς κατὰ κορυ- φὴν πύλας ἀνοίξαντες τοὺς πολεμίους ἐδέξαντο· Δημή- τριος δὲ ᾑρήκει Κόρινθον, Κορινθίων τὰς ἐπὶ Λέχαιον πύλας φυλαττόντων. Δημήτριος ἐπεστράτευε Λακεδαιμονίοις· ἦν μέσον ἀμφοτέρων ὄρος Ἀρκαδικὸν Λύρκειον. οἱ Μακεδόνες οὐκ ἀδεῶς εἶχον ἄπειροι τοῦ ὄρους ὄντες. βορέας ἐπίφορος ἔπνευσεν εἰς τοὺς πολεμίους. Δημήτριος πῦρ ἐμβαλὼν ἀνῆψε τὴν ὕλην· ἡ δὲ φλὸξ μετὰ τοῦ πνεύματος καὶ τοῦ καπνοῦ τοῖς Λακεδαιμονίοις ἐμ- πεσοῦσα πάντας ἀπέστρεφεν. οἱ δὲ ἀμφὶ Δημήτριον ἐπεξελθόντες θυμῷ καὶ σιδήρῳ Λακεδαιμονίους ἐνί- κησαν. Δημήτριος ἀνεχώρει διὰ στενῆς ὁδοῦ· Σπαρτιᾶται κατὰ τὴν οὐραγίαν προσβαλόντες πολλοὺς ἐτίτρωσκον. ὁ δὲ πλῆθος ἁμαξῶν σωρεύσας κατὰ τὸ στενώτατον τῆς δυσχωρίας πῦρ ἐνῆκεν. οἱ μὲν πολέμιοι τὴν πυρ- καϊὰν ὑπερβαίνειν οὐκ ἠδύναντο· ἐφ᾽ ὅσον δὲ συνέ- βαινε καταφλέγεσθαι τὰς ἁμάξας, Δημήτριος προλαβὼν ἐξέφυγε τοὺς διώκοντας. Δημήτριος κήρυκα πρὸς Βοιωτοὺς πέμψας πόλε- μον ἐπήγγειλεν. ὁ μὲν κήρυξ ἐν Ὀρχομενῷ τοῖς Βοιω- τάρχαις τοῦ πολέμου τὴν ἐπιστολὴν ἀπέδωκε· Δημή- τριος δὲ ἐν Χαιρωνείᾳ τῇ ὑστεραίᾳ ἐστρατοπέδευσε. κατεπλάγησαν οἱ Βοιωτοὶ πόλεμον ἀγγελλόμενον ὁμοῦ καὶ παρόντα. Δημήτριος Λύκον ποταμὸν ὀξύτατον ἐπεραιοῦτο πεζοῖς μὲν οὐ διαβατὸν, ἱππεῦσι δέ. τῶν ἱππέων ὅσοι μεγίστους καὶ στερνοβριθεῖς ἵππους εἶχον, ἐς τετρα- φαλαγγίαν ἀντίους ἔστησε τῷ ῥεύματι· τούτοις τὸ ὀξὺ τοῦ ποταμοῦ περικλώμενον ῥᾴονα τὴν διάβασιν τοῖς πεζοῖς παρέσχεν. ΕΥΜΕΝΗΣ. Εὐμένης ὑπὸ Γαλατῶν ἐδιώκετο τοῦ σώματος ἀρρώστως ἔχων, κομιζόμενος ἐν φορείῳ. βραδεῖαν δὲ τὴν φυγὴν ποιούμενος καὶ ἤδη καταλαμβανόμενος, ἰδὼν ἐν τῇ παρόδῳ γεώλοφον προσέταξε τοῖς κομί- ζουσιν ἐπὶ τοῦτον θεῖναι τὸ φορεῖον. οἱ βάρβαροι πλησίον ὄντες καὶ νομίσαντες οὐκ ἄν ποτε τοῦτο ποιῆσαι τὸν Εὐμένη μὴ οὐχὶ μεγάλην ἔχοντα βοήθειαν ἐγγὺς ἀποκεκρυμμένην τοῦ διώκειν ἀπέστησαν. Εὐμένης ἤδη συνιεὶς τῶν ἀργυρασπίδων ἀρχο- μένων νεωτερίζειν, ἀλλὰ μὴν καὶ Ἀντιγένους καὶ Τευτάμου, οἳ στρατηγοὶ τούτων ἦσαν, ὑπερηφάνως πρὸς αὐτὸν διακειμένων καὶ βαδίζειν ἐπὶ τὴν σκηνὴν αὐτοῦ κατοκνούντων, συγκαλέσας τοὺς ἡγεμόνας ἐν- ύπνιον ἔφη τοῦτο δεύτερον ἑωρακέναι διαπειλούμενον, εἰ μὴ πεισθείημεν, κοινὸν ἅπασιν ἔσεσθαι κίνδυνον. ἦν δὲ Ἀλέξανδρος ὁ βασιλεὺς ἐν μέσῳ στρατοπέδῳ προκαθήμενος ἐν σκηνῇ, σκῆπτρον ἔχων, χρηματίζων ἅπασι· καὶ δὴ προσέταξε τοῖς ἡγεμόσι, μηδὲν τῶν κοινῶν καὶ βασιλικῶν διοικεῖν ἔξω τῆς βασιλικῆς σκη- νῆς καὶ καλεῖν ταύτην μόνην Ἀλεξάνδρου σκηνήν. προσεκύνησαν οἱ Μακεδόνες τὸν Ἀλέξανδρον καὶ συν- εβούλευσαν ἐκ τῶν βασιλικῶν χρημάτων σκηνὴν κατα- σκευάσαι βασιλικὴν καὶ θρόνον χρυσοῦν βασιλικῶς κεκοσμημένον· ἐπὶ δὲ τούτου χρυσοῦν στέφανον ἔχοντα διάδημα βασιλικὸν καὶ παρὰ τὸν θρόνον ὅπλα καὶ μέσον σκῆπτρον καὶ πρὸ τοῦ θρόνου τράπεζαν χρυσῆν· ἐπὶ δὲ ταύτης ἐσχαρίδα καὶ λιβανωτίδα χρυσῆν καὶ λιβανωτὸν καὶ θυμιάματα εὐώδη· ἀλλὰ μὴν καὶ δίφρους ἀργυροῦς ἐν τῇ σκηνῇ, ἐφ᾽ ὧν οἱ πάντες ἡγεμόνες βουλεύοιντο περὶ τῶν κοινῶν πραγμάτων. ταῦτα μὲν δὴ κατεσκευάσαντο. Εὐμένης δὲ τὴν αὑτοῦ σκηνὴν ἤγειρε παρὰ τὴν Ἀλεξάνδρου καὶ οἱ ἄλλοι ἡγεμόνες ἐφεξῆς. οὕτω δὴ συνέβαινεν τὸν Εὐμένη εἰσιόντα πάντας ἐκείνους ἡγεμόνας ὑποδέχεσθαι, μεθ᾽ ὧν Ἀντι- γένης καὶ Τεύταμος, οἱ στρατηγοὶ τῶν ἀργυρασπίδων, ἐβάδιζον, τῷ μὲν ἔργῳ πρὸς Εὐμένη, τῇ δὲ τιμῇ πρὸς Ἀλέξανδρον. Εὐμένης ἐν τῇ Περσίδι τοὺς στρατιώτας ὁρῶν ὑπὸ Πευκέστου δημαγωγουμένους οἴνῳ καὶ διανομαῖς δεδοικὼς, μὴ περισπάσῃ πᾶσαν τὴν ἡγεμονίαν, ἐπι- στολὴν προήνεγκεν ὡς παρὰ Ὀρόντου τοῦ σατράπου τῆς Ἀρμενίας γεγραμμένην Συρίοις γράμμασι δηλοῦ- σαν, ὡς Ὀλυμπιὰς ἐξ Ἠπείρου κατελθοῦσα τὸν υἱὸν ἄγουσα τὸν Ἀλεξάνδρου κυρίως Μακεδονίας ἔχει τὴν βασιλείαν ἀναιρεθέντος Κασσάνδρου. Μακεδόνες ταῦτα ἀκούσαντες Πευκέστου μὲν ἐπελάθοντο, τὴν δὲ Ἀλεξάνδρου μητέρα καὶ τὸν υἱὸν μετὰ πολλῆς ἡδονῆς καὶ χαρᾶς ἀνηγόρευον. Εὐμένης ἐν τῇ Περσίδι τὴν δύναμιν ἀφῆκε κατὰ κώμας χειμάσουσαν· Ἀντίγονος τοῦτο πυθόμενος ἐπήρ- χετο. Εὐμένης - πέμψας γὰρ Πευκέστης ἤγγειλεν αὐτῷ - τοὺς ἡγεμόνας ἐκέλευσε νύκτωρ μετὰ τῶν ἰδίων παίδων πῦρ ἐν ἀγγείοις ἔχοντας τὰ μετέωρα τῆς χώρας καὶ ἄποπτα περιιππεύσαντας ἐπὶ στάδια ἑβδομή- κοντα, διαστάντας ἀπ᾽ ἀλλήλων ὅσον πήχεις εἴκοσιν, ὕλην ἱκανὴν καῦσαι· τὰ δὲ πυρὰ καίειν πρώτης μὲν φυλακῆς δαψιλῆ, δευτέρας δὲ ἐλάττω, τρίτης δὲ μικρὰ παντάπασιν, ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ περὶ τὸν Ἀντίγονον ἐνόμισαν συνῆχθαι τῷ Εὐμένει τὴν δύναμιν ἅπασαν καὶ μὴ θαρρήσαντες ἐπελθεῖν ἄλλην ὁδὸν ἐτράποντο τὴν οὐ κατεχομένην ὑπὸ τῶν πολεμίων. Εὐμένης τοὺς στρατιώτας ἁρπάσαι βουλομένους τὴν ἀποσκευὴν τῶν πολεμίων ἀπέτρεπεν, ὡς οὐ συμ- φέρον. ἐπεὶ δ᾽ οὐκ ἔπειθεν, αὐτὸς πέμψας ὡς τοὺς πολεμίους, προεῖπεν αὐτοῖς τὴν ἀποσκευὴν φυλάττειν. ἰδόντες οἱ στρατιῶται φυλακὰς ἀσφαλεστέρας ἀπέσχοντο.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-12 19:53:40 - flow version _RPTC_G1.3