Polieno - Gli stratagemmi LIBRO V

GLI STRATAGEMMI DI POLIENO LIBRO V

Στρατηγήματα ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ

Καὶ τόδε ὑμῖν πέμπτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγη μάτων οὐχ οὕτως ἐμαυτὸν ἄξιον ἐπαίνου ἡγούμενος ἐπὶ τῷ συγγράφειν, ὡς ὑμᾶς ἐπὶ τῷ σπουδάζειν ἀναγιγνώσκειν τοσαῦτα συγγράμματα, τοσαύτης ἀρχῆς προεστηκότας· νυνί γε μὴν μάλιστα, ὁπότε μὴ μόνον τὰ δίκαια τῆς εἰρήνης πρυτανεύετε, ἀλλὰ καὶ τὰ ἔργα τοῦ πολέμου διατάσσετε, καὶ τοῦτο ἄρα στρατήγημα νίκης ἡγούμενοι, εἰ δι᾽ ὧν ἐνίκησαν οἱ παλαιοὶ στρα- τηγοὶ, ταῦτα καταμανθάνοιτε. βασιλεῦσι γὰρ πόλεμον ἐκτάσσουσι προσήκειν ὑπολαμβάνετε κατανοεῖν ἔργων ἀγώνισμα. λόγων μὲν γὰρ σπουδὴ τοῖς ἄγουσι σχολὴν χρῆμα ὠφέλιμον· ἔργων δὲ ἐπιστήμη τοῖς ὅπλων ἄρχου- σιν ἀρίστη διδάσκαλος ὧν χρὴ δρᾶν κατὰ ζῆλον τῶν πάλαι κρατησάντων. ὅπως οὖν ζηλώσετε τὰς τῶν ἀρ- χαίων ἀρετὰς καὶ νίκας, αὐτὰ δείξει τὰ στρατηγήματα. ΦΑΛΑΡΙΣ. Φάλαρις Ἀκραγαντῖνος τελώνης τῶν πολιτῶν κατα- σκευάσαι βουλομένων Διὸς Πολιέως νεὼν ἀπὸ διακοσίων ταλάντων ἐπὶ τῆς ἄκρας ὡς πετρώδους καὶ στερεωτάτης, καὶ ἄλλως ὁσίως ἂν ἔχον ἐν ὑψηλοτάτῳ τὸν θεὸν ἱδρύσασθαι, αὐτὸς ὑπέσχετο, τοῦ ἔργου ἐπιστάτης ἂν γένηται, καὶ τοὺς ἀρίστους τεχνίτας ἕξειν καὶ τὴν ὕλην λυσιτελῶς παρέξειν καὶ τῶν χρημάτων ἀσφαλεῖς ἐγγυ- ητὰς δώσειν. ἐπίστευσεν ὁ δῆμος, ὡς διὰ τὸν τελω- νικὸν βίον ἐμπειρίαν τῶν τοιούτων ἔχοντι. λαβὼν δὴ τὰ κοινὰ χρήματα πολλοὺς μὲν μισθοῦται ξένους, πολλοὺς δὲ ὠνεῖται δεσμώτας, πολλὴν δὲ ὕλην ἐς τὴν ἄκραν ἀνακομίζει λίθων, ξύλων, σιδήρου. ἤδη δὲ τῶν θεμελίων ὀρυσσομένων καθῆκε τὸν κηρύξοντα ὃς ἂν μηνύσῃ τοὺς κλέψαντας τοῦ ἐν τῇ ἄκρᾳ λίθου καὶ σιδήρου, λήψεται ἀργύριον τόσον. ἠγανάκτησεν ὁ δῆμος, ὡς τῆς ὕλης κλεπτομένης. ὁ δὲ οὐκοῦν, ἔφη, συγχωρήσατέ μοι περιφράξαι τὴν ἀκρόπολιν. συνε- χώρησεν ἡ πόλις περιφράξαι καὶ περίβολον ἐγεῖραι. λύσας τοὺς δεσμώτας, τοῖς λίθοις καὶ τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις ὁπλίσας, Θεσμοφορίων ὄντων ἐπιθέ- μενος, τοὺς πλείστους τῶν ἀνδρῶν ἀποκτείνας, γυναι- κῶν καὶ παίδων κύριος καταστὰς ἐτυράννησε τῆς Ἀκρα- γαντίνων πόλεως. Φάλαρις Ἀκραγαντίνων τὰ ὅπλα παρελέσθαι βου- λόμενος ἀγῶνα γυμνικὸν λαμπρότατον ἔξω τῆς πόλεως ποιήσειν ἐπήγγειλε. τῶν δὲ πολιτῶν ἁπάντων ἐπὶ τὴν θέαν προελθόντων τὰς πύλας κλείσας προσέταξε τοῖς δορυφόροις τὰ ὅπλα τῶν οἰκιῶν ἐκφέρειν. Φάλαρις πολιορκούντων Ἀκραγαντίνων Σικανοὺς οὐ δυνάμενος ἑλεῖν αὐτοὺς πολὺν σῖτον παρεσκευα- σμένους, διελύσατο τὸν πόλεμον· ἀλλὰ καὶ τὸν ἀπὸ τοῦ στρατοπέδου σῖτον αὐτοῖς παρακατέθετο συνθέ- μενος ἀπολήψεσθαι τὸν θερίζεσθαι μέλλοντα. ἀσμένως ἐδέξαντο οἱ Σικανοί. ὁ δὲ Φάλαρις τοὺς σιτοφύλακας αὐτῶν ἔπεισεν ἀργυρίῳ διαφθείρας τὰς ὀροφὰς τῶν οἰκημάτων διελεῖν, ὅπως ὁ σῖτος ὑόμενος κατασαπείη· τὸν δὲ θερισθέντα κατὰ συνθήκας αὐτὸς ἀπέλαβεν. ἀναγκαίως οὖν τὸν μὲν ἀπὸ τῆς χώρας τῷ Φαλάριδι ἀποδόντες, τὸν δὲ ἐν τῇ πόλει διεφθαρμένον εὑρόντες ὑπήκουσαν αὐτῷ διὰ τὴν σιτοδείαν. Φάλαρις πρὸς Τεῦτον ἄρχοντα Οὐέσσης, ἥπερ εὐδαιμονεστάτη καὶ μεγίστη Σικανῶν πόλις, ἔπεμψε τοὺς μνηστευσομένους αὐτῷ τὴν ἐκείνου θυγατέρα. ὑποσχομένου δὲ στρατιώτας ἀγενείους ἐπὶ τῶν ζευγῶν καθίσας ἔπεμψε στολὰς γυναικῶν ἔχοντας ὡς θερα- παινίδας δῶρα τῇ κόρῃ κομιζούσας. ἐπεὶ δὲ κατελά- βοντο τὴν οἰκίαν, οἱ μὲν τὰς μαχαίρας ἐσπάσαντο, Φάλαρις δ᾽ εὐθὺς ἐπιφανεὶς τὴν Οὐέσσαν ἐχειρώσατο. ΔΙΟΝΥΣΙΟΣ. Διονύσιον Σικελίας τύραννον ὥρμησαν οἱ μι- σθοφόροι κτεῖναι ἀθρόοι τὴν οἰκίαν αὐτοῦ περιστάν- τες ἀπὸ συνθήματος. ὁ δὲ προῆλθεν ἐσθῆτα ἐλεεινὴν λαβὼν καὶ τῆς κόμης κόνιν καταχεάμενος, παρέχων ἑαυτὸν ἔκδοτον ὡς βούλοιντο χρῆσθαι. οἱ μισθοφόροι τὴν εἰς τὸ ταπεινὸν αὐτοῦ μεταβολὴν ἐλεήσαντες ἀθῶον ἀφῆκαν. Διονύσιος οὐκ ἐς μακρὰν ἐν Λεον- τίνοις περιστήσας αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν ἅπαντας κατηκόντισεν. Διονύσιος Ἑρμοκράτους, Συρακουσίοις ὑπηρετῶν καὶ γραμματεύων τοῖς στρατηγοῖς, ἐν τῷ πολέμῳ τῷ πρὸς Καρχηδονίους ἡττωμένων πολλάκις Συρακουσίων καὶ τοὺς στρατηγοὺς αἰτιωμένων ἐτόλμησε προδοσίας αὐτοὺς γράψασθαι. οἱ μὲν αὐτῶν ἑάλωσαν ἀποθανεῖν, οἱ δὲ φυγεῖν. ὁ δὲ ὡς ἐπιβουλευόμενος ὑπὸ τῶν διὰ τοὺς ἁλόντας ἐχθρῶν γενομένων καὶ τοῦ πολέμου τοῦ πρὸς Καρχηδονίους ἀκμάζοντος, φυλακὴν τοῦ σώματος αἰτήσας, παρὰ τοῦ δήμου λαβὼν τύραννος ἐγένετο Συρακουσίων μέγιστος· καὶ μέχρι γήρως τὴν ἀρχὴν κατασχὼν, προσέτι καὶ τῷ υἱῷ κατέλιπεν. Διονύσιος τοὺς ἐπιβουλεύοντας φωρᾶν μάλιστα πάντων ἐσπούδαζε. τῶν ξένων τις περιῄει τὴν πόλιν φάσκων μόνος δύνασθαι διδάξαι προγιγνώσκειν τοὺς ἐπιβουλεύοντας. κληθεὶς εἰς τὴν ἀκρόπολιν ἔφη πρὸς τὸν Διονύσιον, μόνον αὐτὸν διδάξειν, ἵνα μὴ φανερὰ γένοιτο πᾶσιν ἡ τέχνη. Μεταστάντων ὅσοι παρῆσαν, ἰδίᾳ πρὸς αὐτὸν ἔφη· ὁμολόγησον, ὅτι μεμάθηκας τὴν τέχνην τοῦ προγιγνώσκειν, καὶ οὐδεὶς ἐπιβουλεύειν ἔτι τολμήσει. ὁ δὲ ἡσθεὶς τῷ σοφίσματι τὸν μὲν ἄνθρω- πον δώροις λαμπροῖς ἐτίμησε, πρὸς δὲ τοὺς σωματο- φύλακας καὶ τοὺς στρατιώτας ἀπήγγειλεν, ὡς θαυμα- στὸν εἴη γνώρισμα τῶν ἐπιβουλευόντων δεδιδαγμένος. οἱ δὲ ἐπίστευσαν καὶ ἐπιβουλεύειν ἐτόλμων οὐκέτι. Διονύσιος ἀπέπλει καταστήσας Ἄνδρωνα φύλακα τῆς ἀκροπόλεως καὶ τῶν χρημάτων· Ἑρμοκράτης παρε- κάλει συλλαβεῖν αὐτῷ πρὸς τὸ κατασχεῖν τῆς ἀκρο- πόλεως καὶ τῶν χρημάτων. ἐπεὶ δὲ σῶος κατέπλευσεν ὁ Διονύσιος μετ᾽ ὀλίγας ἡμέρας, οὐδὲν πυθόμενος τοῦ Ἄνδρωνος ἔφη πάντα μὲν πεπύσθαι παρ᾽ ἄλλων· ὅμως δὲ καὶ παρ᾽ αὐτοῦ βούλεσθαι μαθεῖν, τίς ἦν ὁ μάλιστα σπουδάσας ἐπιπηδῆσαι τῷ καιρῷ. ὁ δὲ ἐξα- πατηθεὶς ὡμολόγησε τὸν Ἑρμοκράτην. Διονύσιος τὸν μὲν Ἄνδρωνα προσέταξεν ἀναιρεθῆναι, ὅτι εὐθὺς αὐτῷ καταπλεύσαντι μὴ τοῦτο ἐμήνυσε, τὸν δὲ Ἑρμοκράτην καθεῖρξεν ἄνδρα ὄντα τῆς ἀδελφῆς, δι᾽ ἣν ὕστερον καὶ λύσας αὐτὸν ἐς Πελοπόννησον ἀπεπέμψατο. Διονύσιος συνθέμενος πρὸς τοὺς ἐνδιδόντας Νάξον αὐτὸς μὲν ὀψὲ τῆς ὥρας προσῆλθε τοῖς τείχεσιν ἑπτα- κισχιλίους στρατιώτας ἔχων· οἱ δὲ Νάξιοι τῆς προδο- σίας αἰσθόμενοι ὥρμησαν ἐπὶ τοὺς πύργους. οἱ δὲ προδιδόντες ἀπὸ τῶν πύργων ἐκάλουν τὸν Διονύσιον μετὰ τῆς δυνάμεως ἁπάσης· ὁ δὲ ἠπείλει τοῖς ἐπὶ τοῦ τείχους, εἰ μὴ παραδοῖεν τὴν πόλιν ἑκόντες, ἀποσφά- ξειν αὐτοὺς ἅπαντας. ὑπὸ δὲ τὴν αὐτὴν ὥραν Διο- νυσίου προστάξαντος εἰς τὸν λιμένα τῶν Ναξίων κατέ- πλει πεντηκόντορος Διονυσιακὴ αὐλητὰς αὐλοῦντας ἄγουσα καὶ κελευστὰς κελεύοντας, ὧν _ἂν_ ἕκαστος ἀνεκάλει τριήρη μίαν. οἱ δὲ Νάξιοι νομίσαντες ἐπι- πλεῖν τοσαύτας τριήρεις, ὅσους _ἑώρων_ κελευστὰς, φοβηθέντες παρέδωκαν ἑκόντες Διονυσίῳ τὴν πόλιν. Διονύσιος, Ἱμίλκωνος ἐπιπλεύσαντος καὶ τὸ στόμα τοῦ λιμένος τοῦ Μοτυαίων ἀποφράξαντος, αὐτός τε ἀπὸ τῆς Μοτύης τὸ πεζὸν ἀναστήσας ἐστρατοπέδευσε κατ᾽ ἀντικρὺ καὶ παρεκάλεσε τοὺς ναύτας καὶ στρα- τιώτας θαρρεῖν καὶ παρασκευάζεσθαι τὴν διαγωγὴν τῶν τριήρων διὰ τῆς περιεχούσης ἄκρας τὸν λιμένα. τόπος ἦν ὁμαλὸς καὶ πηλώδης, εὖρος εἴκοσι στάδια· τοῦτον οἱ στρατιῶται ξύλοις φαλαγγώσαντες ὑπερή- νεγκαν ὀγδοήκοντα τριήρεις ἡμέρᾳ μιᾷ. Ἱμίλκων φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλὼν ὑπὲρ τὴν ἄκραν ἐπιπλεύσας τοὺς Καρχηδονίους ἐπὶ τῷ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι, βορέου πνεύσαντος οὐρίου ἀπόπλουν ἐποιήσατο. Διονύσιος δὲ καὶ τὸν λιμένα καὶ τὴν Μοτύην καὶ τὸ ναυτικὸν διεσώσατο. Διονύσιος ὑπὸ Δίωνος πολιορκούμενος τὴν ἀκρό- πολιν κατέχων ἐπρεσβεύσατο πρὸς Συρακουσίους ὑπὲρ διαλλαγῶν. οἱ δὲ ἀπεκρίναντο εἰ μὲν ἀφίησι τὴν ἀρχὴν, δεχόμεθα πρεσβείαν, εἰ δὲ μὴ, ἄσπονδος ὁ πόλεμος ἔστω. Διονύσιος πάλιν κήρυκα πέμψας ἐκέ- λευσε πέμψαι πρεσβευτὰς ὡς ἀφήσων τὴν ἀρχὴν καὶ σπονδὰς πρὸς αὐτοὺς ποιησόμενος. οἱ μὲν ἔπεμψαν καὶ ὑπὸ χαρᾶς ἐξέλυσαν τὰς φυλακὰς, ὡς ἤδη τοῦ τυράννου τὴν ἀρχὴν ἀφιέντος· ὁ δὲ τοὺς μὲν πρέσβεις κατασχὼν, τοὺς δὲ στρατιώτας ἐξαγαγὼν μετὰ πολλῆς ὁρμῆς καὶ βοῆς ἐλθὼν πρὸς τὰ διατειχίσματα, καρτερᾷ προσβολῇ χρησάμενος, ἐμπεσὼν ταῖς Συρακούσαις, τήν τε ἀκρόπολιν οὐκ ἀπέδωκε καὶ τὴν πόλιν ἀπέλαβεν. Διονύσιος τοὺς πρεσβευτὰς τῶν Συρακουσίων, οὓς κατέσχε, τῆς ὑστεραίας ἀνέπεμψε τοῖς πολίταις· συνηκολούθησαν δὲ αὐτοῖς καὶ γυναῖκες ἐπιστολὰς φέρουσαι πρὸς Δίωνα καὶ Μεγακλέα παρὰ τῆς ἀδελ- φῆς καὶ τῆς γυναικὸς καὶ πρὸς τοὺς ἄλλους Συρα- κουσίους, ὧν ἦσαν αἱ γυναῖκες πολιορκούμεναι. ταύτας τὰς ἐπιστολὰς εὑρόντες συναγαγόντες ἐκκλησίαν φανε- ρῶς ἀναγιγνώσκειν ἠξίουν. αἱ μὲν ἄλλαι γυναικῶν ἦσαν ἱκετεῖαι καὶ δεήσεις μὴ περιιδεῖν σφᾶς ἀπολλυμένας, ἀλλὰ διαλλαγῆναι πρὸς Διονύσιον· μιᾶς δὲ ἐπιστολῆς ἔξωθεν ἐγέγραπτο παρὰ Ἱππαρίωνος τῷ πατρί τοῦτο δὲ ἦν ὄνομα τῷ Δίωνος υἱῷ. τοῦ δὲ γραμματέως τὴν ἐπιγραφὴν ἀναγνόντος καὶ τὴν ἐπιστολὴν ἀνοί- ξαντος ὁ μὲν υἱὸς οὐδὲν ἦν γεγραφὼς, Διονύσιος δὲ Δίωνι φιλικῶς καὶ συγγενικῶς ἐπιστέλλων καὶ μεγάλα ὑπισχνούμενος. τούτων ἀναγνωσθέντων διεβλήθη πρὸς τοὺς Συρακουσίους ὁ Δίων καὶ οὐκέθ᾽ ὁμοίως πιστὸς ἦν, ὅ γε δὴ μάλιστα Διονύσιος ἐσπουδάκει. Διονύσιος Καρχηδονίων ἐπιόντων χειρὶ μυριάδων τριάκοντα πολλὰ κατὰ τὴν χώραν ἐρύματα καὶ φρούρια κατεσκεύασε συντάξας διαλύεσθαι πρὸς Καρχηδονίους καὶ τὰς φρουρὰς αὐτῶν δέχεσθαι. οἱ Καρχηδόνιοι πάνυ ἀσμένως τὰ χωρία παρελάμβανον ἄνευ μάχης καὶ πολλοὺς τῶν στρατιωτῶν φρουροὺς καὶ φύλακας ἐν ἑκάστῳ κατέλειπον. ὁπηνίκα τὸ πλεῖστον τῆς δυ- νάμεως διεσπάρη μεριζόμενον φρουραῖς καὶ φυλακαῖς, τηνικάδε τοῖς ὑπολοίποις Διονύσιος ἐπιθέμενος ἐνί- κησεν. Διονύσιος χειρώσασθαι βουλόμενος Ἱμέραν πρὸς μὲν τοὺς Ἱμεραίους φιλίαν συνέθετο, πρὸς δὲ τὰ πλη- σίον αὐτῶν πολίσματα πόλεμον ἐξήνεγκεν· καὶ δὴ στρατοπεδεύσας οὐ μακρὰν τῆς Ἱμέρας ἐπεκηρυκεύετο πρὸς τοὺς ἐν τοῖς πολίσμασιν. Ἱμεραῖοι δὲ μέχρι πολλοῦ μὲν τοῖς στρατιώταις αὐτοῦ τὴν ἀγορὰν ἔπεμπον· ἐπειδὴ δὲ χρόνου προϊόντος δῆλος ἦν οὐδὲν πράττων, ὑπιδόμενοι δύναμιν τηλικαύτην παραστρατοπεδεύουσαν πέμποντες τὴν ἀγορὰν ἐπαύσαντο. Διονύσιος ἔχθρας ἀρχὴν ποιησάμενος τὴν ἔνδειαν τῶν ἀναγκαίων ἧκεν ἐπὶ τὴν Ἱμέραν αὐτὴν καὶ βίᾳ προσβαλὼν ἐξεῖλε τὴν πόλιν. Διονύσιος τοὺς πρεσβυτέρους τῶν στρατιωτῶν ἀπομίσθους ἐβούλετο ποιῆσαι· οἱ δὲ ἠγανάκτουν πρὸς αὐτὸν καὶ οἱ νέοι ὡς ἄδικον, εἰ γηρῶντες ἐκβάλλοιντο. ὁ δὲ, τὸν θόρυβον μαθὼν συναγαγὼν ἐκκλησίαν ἀνα- γορεύει τάδε· τοὺς μὲν νεωτέρους ἐς τὸν κίνδυνον τῆς μάχης τάττω, τοὺς δὲ πρεσβυτέρους ἐς τὰς φυλακὰς τῶν χωρίων ἴσην σύνταξιν λαμβάνοντας· πεῖραν γὰρ πίστεως δεδωκότες ἐπιμελῶς τὰ χωρία φυλάξουσι καὶ πονήσουσιν ἔλαττον. ἥσθησαν οἱ στρατιῶται πάντες καὶ διῃρέθησαν ἀπ᾽ ἀλλήλων ἄσμενοι. ἐπειδὴ δὲ διελύθη τὸ πλῆθος καὶ κατ᾽ ὀλίγους εἰς πολλὰς φυλα- κὰς ἐμερίσθη, καὶ δὴ τότε ἑκάστους τῶν πρεσβυτέρων ἀπομίσθους ἐποίησεν οὐκέτι τὴν παρὰ τοῦ πλήθους ἐπικουρίαν ἔχοντας. Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλει κατὰ θά- λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηράρχων, ἀλλὰ μὴν οὐδὲ προειδέναι τινὰ, ποῖ μέλλει πλεῖν, βιβλίον ἄγραφον ἐσφραγισμένον ἔδωκεν ἑκάστῳ τριηράρχῳ προστάξας, ἐπειδὰν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μαθόντας ἐκεῖσε πλεῖν, οἷ κελεύει τὰ γεγραμμένα. οἱ μὲν δὴ ἀνήχθησαν· ὁ δὲ, πρὶν ἆραι τὸ σημεῖον, ἐπιβὰς ὑπηρετικοῦ περιέπλει καὶ παρ᾽ ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτησεν. ὅσους μὲν εὗρε τὴν σφραγίδα λελυκότας, ὡς προδότας ἐκέλευσεν ἀπαχθῆναι τὴν ἐπὶ θανάτῳ· τοῖς δὲ ἄλλοις ἔδωκεν ἕτερα βιβλία, ἐν οἷς ἀληθῶς ἐγέγραπτο ποίᾳ πόλει βούλοιτο ἐπιπλεῦσαι. καὶ δὴ τὸ ἀπόρρητον οὕτω φυλαχθὲν παρέσχεν αὐτῷ τὴν πόλιν ἀφύλακτον λαβεῖν. Διονύσιος βουλόμενος μαθεῖν, οἷα περὶ αὐτοῦ φρονοῖεν καὶ λέγοιεν οἱ ἀρχόμενοι, τὰς μουσουργοὺς καὶ τὰς ἑταίρας ἐκέλευσεν ἀπογράψασθαι. αἱ μὲν δὴ πολλοῦ τέλους ἐπιβολὴν ἐνόμισαν γενήσεσθαι, ὁ δὲ τέλος μὲν οὐκ ἐπέβαλεν, ἑκάστην δὲ τῶν ἑταιρῶν ἀνέ- κρινε βασανίζων, τίνα παρὰ τῶν ἐραστῶν συνόντων ἀκούσειαν περὶ τῆς τυραννίδος. οὕτω τοὺς βλασφη- μοῦντας μαθὼν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐδίωξεν. Διονύσιος τὰ ὅπλα τῶν πολιτῶν παρελόμενος, ἡνίκα πρὸς τοὺς πολεμίους κινδύνου καιρὸς ἦν, προάγειν αὐτοὺς ἀπὸ τῆς πόλεως ἑκατὸν στάδια κελεύσας, τότε ἀπεδίδου τὰ ὅπλα· μετὰ δὲ τὴν μάχην, πρὶν ἐπανελ- θεῖν εἰς τὴν πόλιν καὶ τὰς πύλας ἀνοῖξαι, πάλιν αὐτοὺς ἐκέλευεν ἀποτίθεσθαι τὰς πανοπλίας. Διονύσιος βουλόμενος εἰδέναι, τίνες εἶεν οἱ πρὸς τὴν τυραννίδα ἀλλοτρίως ἔχοντες, κατέπλευσεν ἐκ τῆς Ἰταλίας ἐς τὸ κρυπτὸν νεώριον ὡς ἀπολωλὼς ὑπὸ τῶν ἰδίων στρατιωτῶν. οἱ δὲ δυσμενῶς ἔχοντες συν- θέοντες μετὰ χαρᾶς ἀλλήλοις τὸ πταῖσμα διηγοῦντο· Διονύσιος συναρπάσας τοὺς ἐφηδομένους ἀπέκτεινεν. Διονύσιος ἀρρωστεῖν προσποιησάμενος λόγον διέ- δωκεν, ὡς ἐσχάτως εἴη διακείμενος. ἐπεὶ δὲ πολλοὶ πρὸς τὴν φήμην ὑπερήσθησαν, αὐτὸς μετὰ τῶν δορυ- φόρων ἐπεξελθὼν ἅπασιν ἐφάνη καὶ τοὺς ἐφηδομένους ἀπαχθῆναι προσέταξεν. Διονύσιος Καρχηδονίους ἐπὶ μεγάλοις λύτροις ἀπεδίδου, τοὺς δὲ Ἕλληνας ἄνευ λύτρων. Καρχηδό- νιοι τὴν τυράννου φιλανθρωπίαν ὑποπτεύσαντες, οὓς εἶχον μισθοφόρους Ἕλληνας ἀπέπεμψαν· τῷ Διονυσίῳ δὲ ἄριστα εἶχε πολεμίων Ἑλλήνων ἀπηλλάχθαι. Διονύσιος πολεμῶν Μεσηνίοις, παρ᾽ οἷς ἦσαν ὕποπτοί τινες ὡς προδιδόντες, βουλόμενος αὐτοὺς ταράττειν, τὴν τῶν ἄλλων χώραν λυμαινόμενος τῆς τῶν διαβαλλομένων ἐκέλευσεν ἀπέχεσθαι. τοῦτο μὲν δὴ καὶ ἄλλοις οἶδα στρατηγοῖς πεπραγμένον. Διονύ- σιος δὲ πρὸς τούτοις καὶ στρατιώτην εἰσέπεμψε τάλαν- τον χρυσίου κομίζοντα τοῖς ὑποπτευομένοις. τοῦτον οἱ Μεσήνιοι μετὰ τοῦ χρυσίου λαβόντες, ἀνακρίναν- τες, μαθόντες οἷς ἐκόμιζε, τοὺς μὲν ὡμολογημένους προδότας ὥρμησαν κολάζειν. οἱ δὲ ἦσαν ἐν δυνάμει καὶ αὐτοῖς σφοδρῶς ἀντέστησαν. ἐγένετο στάσις, ἣ παρέσχε Διονυσίῳ Μεσήνης κρατῆσαι. Διονύσιος ἐν σπάνει χρημάτων παρὰ τῶν πολι- τῶν εἰσφορὰς ᾔτει. τῶν δὲ πολλάκις δεδωκέναι φα- σκόντων βιάζεσθαι μὲν οὐκ ἔγνω, διαλιπὼν δὲ ὀλίγον ἐκέλευσε τοὺς ἄρχοντας, ὅσα ἦν ἀναθήματα ἐν Ἀσκλη- πιοῦ - πολλὰ δὲ ἦν ἀργύρου καὶ χρυσοῦ - ταῦτα ἔξω τοῦ ἱεροῦ κομίσαντας ὡς βέβηλα προκηρύττειν ἐπὶ τῆς ἀγορᾶς. οἱ Συρακούσιοι μετὰ πολλῆς σπου- δῆς ἐπρίαντο, ὥστε ἠθροίσθη χρημάτων πλῆθος· ὧν κρατήσας Διονύσιος προσέταξε κηρῦξαι, εἴ τίς τι τῶν τοῦ Ἀσκληπιοῦ ἀναθημάτων ἠγόρασεν, αὐτίκα εἰς τὸ ἱερὸν ἀνακομίζειν, ἀποδιδόναι τῷ θεῷ, ἢ θάνατον εἶναι τὴν ζημίαν. οἱ μὲν ἀπέδωκαν τῷ θεῷ, Διονύ- σιος δὲ εἶχε τὰ χρήματα. Διονύσιος πόλιν ἑλὼν, ἧς τῶν πολιτῶν οἱ μὲν τεθνηκότες, οἱ δὲ πεφευγότες ἦσαν - ἦν δὲ μείζων ἢ ὥστε ὑπὸ ὀλίγων φυλάττεσθαι - φρουροὺς μὲν ὀλίγους αὐτόθι καταλείπει· τοῖς δὲ ἁλοῦσιν οἰκέταις τῶν δεσποτῶν θυγατέρας συνῴκισεν, ἵνα πολεμιώτατοι φανέντες τοῖς δεσπόταις αὑτῷ πιστοὶ φύλακες τῆς πόλεως γένοιντο. Διονύσιος ἐς Τυρρηνίαν πλεύσας ἑκατὸν τριήρεσι καὶ ἱππαγωγοῖς, παρελθὼν ἐς τὸ τῆς Λευκοθέας ἱερὸν, λαβὼν νομίσματος τάλαντα πεντακόσια παραχρῆμα ἀπέ- πλευσεν. μαθὼν δὲ ἐν ἀπορρήτῳ χρυσίου τάλαντα χίλια, ἀργυρίου πολλῷ πλείονα ὑπὸ τῶν στρατιωτῶν καὶ τῶν ναυτῶν διηρπάσθαι, πρὶν ἐπιβῆναι τῆς γῆς ἐκήρυξε τοῖς ἔχουσι τὰ χρήματα προστάσσων τὰ μὲν ἡμίσεα ἀναφέρειν, τὰ δὲ ἡμίση συγχωρῶν· ἢ θανάτῳ ζημιώσειν τοὺς μὴ πεισθέντας. οἱ μὲν τὰ ἡμίση προς- εκόμισαν· ὁ δὲ ἀπὸ τούτων καὶ τὰ λοιπὰ εἰσπράξας δωρεὰν ἔδωκεν αὐτοῖς μηνὸς σιταρκίαν. Πάριοι, ζηλωταὶ Πυθαγορείων λόγων, διῆγον ἐν τοῖς περὶ Ἰταλίαν χωρίοις. Διονύσιος ὁ Σικελίας τύ- ραννος ἐπεκηρυκεύετο πρὸς Μεταποντίνους καὶ τοὺς ἄλλους Ἰταλιώτας περὶ φιλίας. Εὐήφενος τοῖς φοι- τῶσι νέοις καὶ τοῖς πατράσιν αὐτῶν γνώμην ἠγόρευε, μηδαμῶς τυράννῳ πιστεύειν. Διονύσιος ἐπὶ τούτῳ μάλα ὠργίζετο, ὥστε καὶ λαβεῖν αὐτὸν ὑποχείριον ἐσπούδασεν ἐκ Μεταποντίου διακομιζόμενον ἐς Ῥήγιον. ἐπεὶ δὲ ἔλαβεν, ἐπὶ τοῦ συνεδρίου κατηγορήσας ἔδειξεν, ἡλίκων δι᾽ αὐτὸν εἴη πραγμάτων ἀφῃρημένος. ὁ δὲ ὁμολογῶν δικαίως ἔφη ταῦτα ποιῆσαι· τοὺς μὲν γὰρ εἶναι φίλους αὑτῷ καὶ μαθητὰς, τύραννον δ᾽ οὐδὲ ὄψει γνώριμον. ὁ δὲ αὐτοῦ θάνατον κατέγνω. Εὐή- φενος οὐδὲν ταραχθεὶς πρὸς Διονύσιον ἔφη· τοῖς μὲν δεδογμένοις πείθομαι· ἐπεὶ δὲ ἀνέκδοτος ἀδελφὴ ἐστί μοι ἐν Παρίῳ, ταύτην ἐκδοῦναι πρότερον βούλομαι διαπλεύσας εἰς τὴν πατρίδα καὶ συντόμως ἐπανελθὼν τεθνήξομαι. πάντων γελασάντων ἐπὶ τῷ λόγῳ Διονύ- σιος ἐθαύμασε καὶ ἤρετο τίς ἂν οὖν πίστις γένοιτο; ὁ δὲ ἐγγυητὴν, ἔφη, τοῦ θανάτου καταστήσω, καὶ μεταπεμψάμενος τὸν Εὔκριτον ἠξίωσεν ἐγγυήσασθαι. ὁ δὲ μάλα ἀσμένως ἐπένευσε τοῦ θανάτου τὴν ἐγγύην συντάξας τὸν μὲν ἐξιέναι ὡς ἐν μησὶν ἓξ ἐπανήξοντα, αὐτὸν δὲ φυλάττειν αὐτόθι μένοντα καὶ φρουρούμενον. ἦν τὸ χρῆμα ἤδη θαυμαστόν· θαυμαστότερον δὲ ἐγένετο. καὶ γὰρ μετὰ τοὺς ἓξ μῆνας ὁ τὸν ἐγγυητὴν παρασχὼν τὴν ἀδελφὴν ἐκδοὺς, ἐπανελθὼν ἐς Σικε- λίαν, παραδοὺς ἑαυτὸν ἠξίωσε τὸν ἐγγυησάμενον ἀφεῖ- ναι. Διονύσιος ὑπεραγασθεὶς ἀμφοτέρων τὴν ἀρετὴν ἀμφοτέρους ἀφῆκεν καὶ τὰς δεξιὰς λαβὼν ἠξίου τρί- τον αὐτὸν εἰς τὴν ἑαυτῶν φιλίαν συγκατατάττειν καὶ μένειν παρ᾽ αὐτῷ κοινωνοῦντας τῶν παρόντων ἀγα- θῶν. οἱ δὲ τὴν μὲν προαίρεσιν ἀπεδέξαντο τοῦ τυ- ράννου, ᾐτήσαντο δὲ, εἰ τὸ ζῆν αὐτοῖς βούλοιτο παρα- σχεῖν, συγχωρῆσαι ἀναστρέφειν ἐπὶ τὰς συνήθεις διατριβὰς μετὰ τῶν νέων. συνεχώρησε Διονύσιος. τοῦτο τὸ ἔργον ἔπεισε πολλοὺς Ἰταλιωτῶν Διονυσίῳ πιστεύειν. ΑΓΑΘΟΚΛΗΣ. Ἀγαθοκλῆς, Σικελίας τύραννος, ὀμόσας τοῖς πο- λεμίοις παρέβη τοὺς ὅρκους καὶ κατασφάξας τοὺς ἁλόν- τας ἐπιχλευάζων πρὸς τοὺς φίλους ἔλεγεν δειπνήσαν- τες ἐξεμέσωμεν τοὺς ὅρκους. Ἀγαθοκλῆς νικήσας Λεοντίνους Δεινοκράτη τὸν στρατηγὸν αὑτοῦ ἐς τὴν πόλιν ἔπεμψε λέγοντα, ὡς ἄρα φιλοτιμοῖτο πρὸς Διονύσιον καὶ βούλοιτο σῶσαι αὐτοὺς, ὡς ἐκεῖνος ἔσωσε τοὺς περὶ τὸν Ἐλλέπορον ποταμὸν πταίσαντας Ἰταλιώτας. ἐπίστευσαν Λεοντῖνοι καὶ ὅρκους ἔδωκαν. Ἀγαθοκλῆς εἰσελθὼν ἐκέλευσεν αὐτοὺς ἀόπλους εἰς τὴν ἐκκλησίαν συνελθεῖν· ὁ στρα- τηγὸς ἐπηρώτησεν ὅτῳ δοκεῖ ὅπερ καὶ Ἀγαθοκλεῖ, αἰρέτω τὴν χεῖρα. ὁ τοίνυν Ἀγαθοκλῆς δοκεῖ μοι, ἔφη, πάντας ἀνελεῖν. ἦσαν δὲ μύριοι. καὶ δὴ περι- στάντες οἱ στρατιῶται πάντας ἀνεῖλον ἐπὶ τῆς ἐκ- κλησίας. Ἀγαθοκλῆς πυθόμενος τοὺς ἐν τέλει Συρακου- σίων νεωτερίζειν, Καρχηδονίους νικήσας, θύων ἐπι- νίκια πεντακοσίους ἄνδρας τοὺς ὑπόπτους ἐπὶ τὴν ἑστίαν ἐκάλεσεν. ἦν μὲν δὴ μεγαλοπρεπὴς ἡ τῶν κλη- θέντων ἑστία. αὐτὸς δὲ ἤδη μεθυόντων ἐς μέσους παρελθὼν, κροκωτὸν ἐνδὺς, Ταραντῖνον περιβαλόμενος ηὔλησεν, ἐκιθάρισεν, ὠρχήσατο· ὥστε ὑφ᾽ ἡδονῆς θό- ρυβος καὶ κρότος ἐκ πάντων ἦν. ἐν δὲ τῷ καιρῷ τῆς ἡδονῆς ὑπεξῆλθε τοῦ συμποσίου ὡς κεκμηκὼς τὴν ἐσθῆτα ἀλλάξων. ἐκυκλώσαντο τὸν ἀνδρῶνα ὁπλῖται πολλοί· χίλιοι δὲ ξίφη σπασάμενοι, δύο κατὰ ἕνα στάντες πάντας ἀπέσφαξαν τοὺς κατακειμένους. Ἀγαθοκλῆς Ὀφέλαν Κυρηναῖον σὺν πολλῇ δυνά- μει στρατεύσαντα πυθόμενος εἶναι φιλόπαιδα ὅμηρον αὐτῷ τὸν ἴδιον υἱὸν ἔπεμψεν Ἡρακλείδην ὡραῖον ὄντα ἐντολὴν δοὺς τῷ παιδὶ ἀντισχεῖν τῇ πείρᾳ μέ- χρις ὀλίγων ἡμερῶν. ἧκεν ὁ παῖς· ὁ Κυρηναῖος τῆς ὥρας ἡττώμενος περιεῖπεν αὐτὸν καὶ περὶ τὴν θερα- πείαν αὐτοῦ μόνον ἠσχολεῖτο. Ἀγαθοκλῆς ἄφνω τοὺς Συρακουσίους ἐπαγαγὼν τόν τε Ὀφέλαν ἀπέκτεινε καὶ τῆς δυνάμεως αὐτοῦ πάσης ἐκράτησε καὶ τὸν υἱὸν ἀπέ- λαβεν οὐχ ὑβρισθέντα. Ἀγαθοκλῆς ἐπὶ Καρχηδόνα διαπλεῦσαι βουλόμενος ἤδη μέλλων ἀνάγεσθαι δοκιμάζει, τίνες αὐτῷ συνδια- πλεῦσαι προθυμοῖντο, καὶ δὴ προέγραψεν ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν ἰδίων κτημάτων. ἐξῆλθον συχνοί. τοὺς μὲν δὴ ἔκτεινε πάντας ὡς δειλοὺς καὶ ἀπίστους· τοὺς δὲ μείναντας ὡς ἀνδρείους καὶ πιστοὺς ἐπαινέσας διέβαλεν ἐς τὴν Λιβύην ἑξήκοντα ναυσὶ καὶ τῆς γῆς ἐπιβὰς παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζοιντο γενναιότερον οἱ στρατιῶται τὸ δύνασθαι φεύγειν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτοις τοῖς στρατηγήμασι χρησάμενος Ἀγαθοκλῆς αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἐν Λιβύῃ πόλεων ἐκράτησεν. Ἀγαθοκλῆς δισχιλίους στρατιώτας συντεταγμένους ᾔτησε παρὰ Συρακουσίων ὡς διαβησόμενος ἐς τὴν Φοινίκην φάσκων τῶν ἐκεῖ τινὰς προδιδόντας μετὰ σπουδῆς αὐτὸν καλεῖν. πιστεύσαντες ἔδωκαν οἱ Συρα- κούσιοι. ὁ δὲ λαβὼν τοὺς στρατιώτας Φοίνιξι μὲν μακρὰν χαίρειν ἔφη, ὁρμήσας δὲ ἐπὶ τοὺς συμμάχους τὰ περὶ τὴν Ταυρομενῖτιν φρούρια κατέσκαψεν. Ἀγαθοκλῆς πρὸς Ἀμίλκαν ἀνοχὴν ἔθετο, ὥστε ὁ μὲν εἰς Λιβύην ἀπῆρεν. ὁ δὲ συναγαγὼν ἐκκλησίαν τῶν Συρακουσίων ταύτην, ἔφη, τὴν ἡμέραν ηὐ- ξάμην, ἐν ᾗ τοὺς πολίτας ὄψομαι τὴν ἐλευθερίαν ἔχον- τας. ταῦτα λέγων, τὴν χλαμύδα περιελὼν καὶ τὴν μάχαιραν αὑτὸν ἰδιώτην ἀπέφηνε. τῶν Συρακουσίων ὡς ἀνδρὶ δημοτικῷ καὶ μετρίῳ τὴν πολιτείαν ἐπιτρε- ψάντων, ὁ δὲ μετὰ τὴν ἕκτην ἡμέραν πολλοὺς φονεύ- σας τῶν πολιτῶν, διώξας δὲ πλείους τῶν πεντακισχι- λίων αὐτὸς τὴν ἀρχὴν τῶν Συρακουσίων κατέσχεν. Ἀγαθοκλῆς μαθὼν τοὺς περὶ Τίσαρχον καὶ Ἀν- θρώπινον καὶ Διοκλέα φίλους ἐπιβουλεύειν αὑτῷ κα- λέσας αὐτοὺς ἐνεχείρισεν αὐτοῖς πολλὴν στρατιὰν, ἵνα πόλει συμμάχῳ πολεμουμένῃ βοηθοῖεν ἐξελθόντες· καὶ αὔριόν γε, ἔφη, συνελθόντες εἰς τὸ Τιμολεόντειον μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων διατάξωμεν τὴν ἔξο- δον. οἱ μὲν ἄσμενοι ταῦτα ἐδέξαντο ὡς μέλλοντες καὶ δύναμιν στρατιωτικὴν ἔχειν πρὸς τὴν ἐπίθεσιν. ἐπεὶ δὲ τῆς ὑστεραίας εἰς τὸ Τιμολεόντειον συνῆλθον, ὁ μὲν Ἀγαθοκλῆς ἐσήμηνε τὴν σύλληψιν· οἱ δὲ τὸ σύνθημα δεξάμενοι τοὺς περὶ Διοκλέα καὶ Τίσαρχον καὶ Ἀνθρώπινον, ἄνδρας τῶν διακοσίων πλείονας, ἐξεκέντησαν. ὅσοι δὲ βοηθεῖν τούτοις ἐπειρῶντο, καὶ οὗτοι προσανῃρέθησαν οὐκ ἐλάττους τῶν ἑξακοσίων. ΙΠΠΑΡΙΝΟΣ. Ἱππαρῖνος ἐν Λεοντίνοις ὢν, αἰσθόμενος τὴν Συρακουσίων πόλιν ἔρημον γενομένην διὰ τὸ μετὰ Καλλίππου τοὺς πολίτας εἴς τινα τόπον ἐξωρμηκέναι, ὁρμήσας ἐκ Λεοντίνων, ἐλθὼν ἐπὶ τὰς Συρακούσας νυκτὸς, πέμψας τινὰς ἐπὶ τὴν πόλιν ἐκέλευσε τοὺς παραφυλάττοντας τὴν ἐφοδείαν ἀποκτεῖναι. οἱ μὲν ἔκτειναν τοὺς παραφυλάσσοντας καὶ πυλίδας τινὰς τοῦ τείχους διεῖλον· Ἱππαρῖνος δὲ διὰ τούτων τοὺς ξένους εἰσαγαγὼν κατέσχε τὴν Συρακουσίων πόλιν. ΘΕΟΚΛΗΣ. Θεοκλῆς Χαλκιδέας τοὺς ἀπ᾽ Εὐβοίας ἀγαγὼν τὴν Λεοντίνων κατέσχε μετὰ Σικελῶν, οἳ προενοικοῦντες ἐτύγχανον. ἐπεὶ δὲ καὶ Λάμις ἐκ Μεγάρων ἀποικίαν ἀγαγὼν τῇ Λεοντίνων προσβάλλειν παρεσκευάζετο, αὐτὸς μὲν ἐκβαλεῖν ἔφη τοὺς συνοικοῦντας Σικελοὺς μὴ δύνασθαι διὰ τοὺς ὅρκους, ἐκείνοις δὲ νυκτὸς ἀνοίξειν τὰς πύλας, καὶ παρελθόντας αὐτοὺς χρῆσθαι τοῖς Σικελοῖς ὡς πολεμίοις. ὁ μὲν ἀνέῳξεν, οἱ δὲ Μεγαρεῖς καταλαβόμενοι τὴν ἀγορὰν καὶ τὴν ἀκρόπο- λιν ὡπλισμένοι προσέπιπτον τοῖς Σικελοῖς. οἱ δὲ κατα- ληφθέντες ἄοπλοι τὴν πόλιν ἐκλιπόντες ἔφευγον· Με- γαρεῖς δὲ ἀντὶ Σικελῶν Χαλκιδεῦσι συνῴκησαν. Θεοκλῆς Μεγαρέας Χαλκιδεῦσι συνοικήσαντας ἓξ μῆνας τῆς πόλεως ἐξέβαλε φήσας εὔξασθαι κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐὰν κρατήσωμεν τῆς πόλεως ἀσφαλῶς, θύσειν τοῖς δώδεκα θεοῖς καὶ πέμψειν πομ- πὴν ὅπλοις κεκοσμημένην. τῶν δὲ Μεγαρέων οὐδὲν ὑπιδομένων, ἀλλὰ θύειν ἀγαθῇ τύχῃ κελευόντων, οἱ Χαλκιδεῖς παρ᾽ αὐτῶν εἰς τὴν πομπὴν χρησάμενοι τὰς πανοπλίας, τῆς θυσίας γενομένης, αὐτοὶ νόμῳ πομπῆς βαδίζοντες, ἐπειδὴ κατὰ τὴν ἀγορὰν ὡπλισμένοι κατέ- στησαν, Θεοκλῆς ἐκέλευσεν ἀνειπεῖν τὸν κήρυκα· Με- γαρεῖς ἐκ τῆς πόλεως ἀπιόντων πρὸ δύντος ἡλίου. οἱ δὲ ἐπὶ τοὺς βωμοὺς ἱκέται καταφυγόντες ἠξίουν μὴ διώκεσθαι ἢ μετὰ τῶν ὅπλων ἐκπέμπεσθαι. Θεο- κλῆς μετὰ τῶν Χαλκιδέων ἐβουλεύσατο οὐκ ἀσφαλῶς ἔχειν ἐκβαλεῖν τοσούτους ἐχθροὺς ὡπλισμένους. καὶ δὴ γυμνοὶ Μεγαρεῖς τῆς Λεοντίνων ἐκπεσόντες Τρώ- τιλον κατῴκησαν μέχρι ἑνὸς χειμῶνος· μέχρι γὰρ το- σούτου συνεχώρησαν οἱ Χαλκιδεῖς. ΙΠΠΟΚΡΑΤΗΣ. Ἱπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως ἐσπου- δακὼς, ὅσους Ἐργετίνους εἶχε μισθοφόρους, τούτοις ἔνεμεν ἀεὶ τῆς λείας τὸ πλεῖον μέρος καὶ μισθοὺς μείζονας ὑπερεπαινῶν αὐτοὺς ὡς προθυμοτάτους καὶ μάλιστα χαριζόμενος, ὡς πλείονας ἐκ τῆς πόλεως ταύ- της ἔχοι συμμάχους. ταῦτα ἠγγέλλετο τοῖς ἐν τῇ πόλει· οἱ δὲ ζηλώσαντες τὴν ὠφέλειαν τῶν στρατευομένων ἐθέλοντες πάντες ἐξῆλθον καταλιπόντες ἔρημον τὴν πόλιν. Ἱπποκράτης φιλοφρόνως δεξάμενος τοὺς ἄν- δρας, αὐτῆς νυκτὸς ἀναλαβὼν τὴν δύναμιν διὰ τοῦ Λαιστρυγονίου πεδίου προῆγε, τοὺς μὲν Ἐργετίνους τάξας πρὸς τὴν θάλατταν, τὴν δὲ ἄλλην στρατιὰν πρὸς τὴν ἤπειρον. ἐπεὶ δὲ ἀπεφράχθησαν πρὸς ταῖς ῥαχίαις τῶν κυμάτων οἱ Ἐργετῖνοι, τοὺς ἱππεῖς προπέμψας Ἱπποκράτης τὴν πόλιν αὐτῶν ἔρημον οὖσαν κατελά- βετο καὶ τὸν κήρυκα πόλεμον αὐτοῖς προειπεῖν ἐκέ- λευσε καὶ σύνθημα Γελῴοις καὶ Καμαριναίοις ἔδωκε κτείνειν ἀδεῶς Ἐργετίνους ἅπαντας. ΔΑΦΝΑΙΟΣ. Δαφναῖος Συρακουσίων καὶ Ἰταλιωτῶν πρὸς Καρ- χηδονίους παρατασσομένων τὸ μὲν δεξιὸν κέρας ἐχόν- των Συρακουσίων, τὸ δὲ εὐώνυμον Ἰταλιωτῶν, ἀκού- σας μεγάλης βοῆς φερομένης ἀπὸ τῆς λαιᾶς τάξεως, προσδραμὼν, τοὺς Ἰταλιώτας ἰδὼν πονοῦντας καὶ ἡττωμένους, ἐπανελθὼν ἐπὶ τὸ δεξιὸν κέρας εὐηγγέλιζε τοῖς Συρακουσίοις, ὡς τῶν Ἰταλιωτῶν κατὰ τὴν εὐώ- νυμον τάξιν νενικηκότων· καλῶς δὲ ἔχειν καὶ παρ᾽ αὐτῶν ἔργον τι γενναῖον γενέσθαι. ὑπολαβόντες οἱ Συρακούσιοι τὸν στρατηγὸν ἀληθῆ λέγειν ἀνεβόησαν παντὶ θυμῷ τοῖς πολεμίοις ἐμβάλωμεν· καὶ δὴ προ- θύμως ἐμβαλόντες ἐτρέποντο τοὺς βαρβάρους. ΛΕΠΤΙΝΗΣ. Λεπτίνης, Καρχηδονίων ἐπέκεινα τοῦ Παχύνου παραπλεόντων καὶ ἀποβαινόντων ἐπὶ τὴν γῆν καὶ ὅσα ἐπὶ θαλάττῃ καιόντων καὶ ἁρπαζόντων, προκαθίσας νύκτωρ ἱππεῖς ἐνεδρεύοντας, προπέμψας κρύφα τινὰς ἐκέλευσεν ἐμπιπράναι τοὺς σταθμούς. οἱ δὲ Καρχη- δόνιοι πρὸς τὰ καιόμενα προσθέοντες ὡς ἁρπασόμενοι τὰ ἐν τοῖς σταθμοῖς περιέπιπτον τοῖς ἐνεδρεύουσιν ἱππεῦσιν, ὑφ᾽ ὧν διωκόμενοι μέχρι τῶν τριήρων οἱ πλεῖστοι διεφθείροντο. Λεπτίνης ἐκ Λακεδαίμονος ἀνακομιζόμενος Τά- ραντι προσέσχεν. ἐκβάντων δὲ τῶν ναυτῶν οἱ Τα- ραντῖνοι τούτους μὲν οὐκ ἠδίκουν ὄντας Λακωνικοὺς, τὸν δὲ Λεπτίνην ἐζήτουν συλλαβεῖν. ὁ δὲ τὴν ἰδίαν στολὴν ἀποθέμενος καὶ λαβὼν ναύτου σκευὴν καὶ φορτίον ξύλων ἀράμενος ἐπέβη τῆς νεώς· καὶ ἀπο- κόψας τὰ πρυμνήσια τὸ σκάφος ἐπανήγαγε καὶ τοὺς ναύτας προσνηξαμένους ἀναλαβὼν ἀνέπλευσεν ὡς Διονύσιον. ΑΝΝΩΝ. Ἄννων Καρχηδόνιος ἀνακομιζόμενος παρέπλει Σικελίαν. Διονύσιος τύραννος ἐξέπεμψε ναῦς ἐπ᾽ αὐτὸν οὐκ ὀλίγας. αἱ μὲν ὅσον οὐκ ἤδη συνῆπτον· ὁ δὲ Ἄννων τῶν αὑτοῦ νεῶν καθαιρεῖ τὰ ἱστία, καὶ οἱ πολέμιοι τὸ αὐτὸ ἐποίησαν. Ἄννων δὲ συνέταξεν ὀξέως ἄρασθαι τὰ ἱστία καὶ οὕτω διέφυγε τοὺς ἐναν- τίους μέλλοντας καὶ ταρασσομένους καὶ ἀπειροτέρους ὄντας ναυτικῆς ἐπιστήμης. ΙΜΙΛΚΩΝ. Ἰμίλκων Καρχηδόνιος εἰδὼς τῶν Λιβύων τὸ φίλ- οινον κεράμια οἴνου πολλὰ μανδραγόρᾳ διαφθείρας καὶ ἐν τοῖς προαστείοις ἐπικλίνας ἐπιόντων ἀνεχώρη- σεν εἰς τὴν πόλιν, ὡς οὐχ οἷός τε ὢν βιαζομένοις ἀντιστῆναι. οἱ δὲ ὑπερεχάρησαν ὡς κατακλείσαντες εἴσω τειχῶν Καρχηδονίους καὶ τὰ κεράμια εὑρόντες τοῦ οἴνου χανδὸν ἐνεφορήθησαν· καὶ αὐτίκα ὕπνῳ βαρυτάτῳ καταλαμβάνονται. Ἰμίλκων Καρχηδόνιος νύκτωρ ἀναγόμενος ἐκ Λι- βύης εἰς Σικελίαν, γράψας καὶ σημηνάμενος _εἰ_ς γραμ- ματεῖα τοῖς κυβερνήταις ἔδωκε συντιθέμενος, ἐὰν ἀπο- σπασθῶσιν ἐν τῷ πελάγει, ποῖ χρὴ συνάπτειν, ἵνα μὴ ὑπὸ τῶν αὐτομόλων ἐξαγγελθῇ. λαμπτῆρας δ᾽ ἦρε τὸ πρόσθεν μέρος πεφραγμένους, ὅπως μὴ γνωρίζοιεν ἀπὸ τοῦ φωτὸς οἱ πολέμιοι τὸν ἐπίπλουν. Ἰμίλκων ἐν Λιβύῃ καταλαβεῖν ἐσπούδαζεν πόλιν, ἐφ᾽ ἣν ἦσαν ὁδοὶ δύο δύσποροι. ταύτας οἱ μὲν Λί- βυες ἐφύλαττον. ὁ δὲ Ἰμίλκων ἔπεμψε πρὸς αὐτοὺς αὐτόμολον φράσοντα· ἡ μὲν ἑτέρα τῶν ὁδῶν ἐγχω- σθήσεται, ὅπως εὔπορος γένοιτο, ἡ ἑτέρα δὲ ἀποσκα- φήσεται, ὅπως μὴ διὰ ταύτης ὁρμησάντων κυκλωθή- σωνται. καὶ δὴ ταῦτα γιγνόμενα ὁρῶντες οἱ πολέμιοι πιστὸν ἡγούμενοι τὸν αὐτόμολον ὥρμησαν ἐπὶ τὴν ἐγχωννυμένην ὁδὸν ὡς ἀνείρξοντες. ὁ δὲ νύκτωρ ξύλοις προπαρεσκευασμένοις τὴν ἀπεσκαμμένην ὁδὸν γεφυρώσας, διὰ ταύτης ἀγαγὼν τὸ στρατόπεδον εἷλε τὴν πόλιν τῶν πολεμίων τὴν ἑτέραν ὁδὸν φυλατ- τόντων. Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρα- τοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλε παράγ- γελμα δοὺς ἀπόρρητον ἐς φυγὴν ἑκόντας τραπέσθαι. οἱ μὲν δὴ ἔφευγον, οἱ δ᾽ Ἀκραγαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρόμενον ἰδόν- τες ἀπὸ τῶν τειχῶν ᾠήθησαν ὑπὸ τῶν πολεμίων τὴν πόλιν ἀνακαίεσθαι καὶ μεταβαλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φυγόν- των. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο, οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν. Ἰμίλκων περὶ τὸ Κρόνιον ἀντεστρατοπέδευε τοῖς Διονυσίου στρατηγοῖς. τῶν δὲ Κρόνιον οἰκούντων βουλομένων δέξασθαι τοὺς Καρχηδονίους, οὐ μὴν τῶν στρατηγῶν ἐπιτρεπόντων, τοῦτο μαθὼν Ἰμίλκων τὴν ὕλην, ὅση πρὸ τοῦ στρατοπέδου τῶν πολεμίων ἦν - πολλὴ δὲ ἦν καίειν - παραφυλάξας ἄνεμον ἐναντίον τοῖς πολεμίοις ἐνέπρησεν. ὁ μὲν δὴ καπνὸς πολὺς καὶ βίαιος ἐς τὰς ὄψεις τῶν πολεμίων ὑπὸ πνεύματος ἐφέ- ρετο, Ἰμίλκων δὲ ἔλαθε διελθὼν πρὸς τὰ τείχη, καὶ ἀνέῳξαν αὐτῷ τὴν πύλην οἱ βουλόμενοι δέξασθαι, καὶ παρῆλθεν εἴσω τῶν στρατηγῶν ἀγνοούντων. ΓΕΣΚΩΝ. Ἀμίλκας Καρχηδόνιος, ἄριστος _στρατηγὸ_ς τῶν ἐν Λιβύῃ στρατηγῶν, πολλοὺς πολέμους κατορθώσας, φθονηθεὶς ὑπὸ τῶν διαπολιτευομένων, διαβληθεὶς ὡς ἐπιθέμενος τυραννίδι αὐτός τε ἀνῃρέθη, καὶ ὁ ἀδελ- φὸς αὐτοῦ Γέσκων φυγαδευθεὶς ἐξέπεσε· τὰ δὲ χρή- ματα αὐτῶν δημευθέντα ἐνείμαντο οἱ πολῖται. τού- των πραχθέντων οἱ Καρχηδόνιοι στρατηγοῖς ἄλλοις χρησάμενοι καὶ πολλάκις ἡττώμενοι καὶ ἁλῶναι κιν- δυνεύοντες μετέγνωσαν ἐπὶ τῇ τοῦ Γέσκωνος φυγῇ καὶ τῇ ἀναιρέσει τοῦ Ἀμίλκου. ἀλλὰ τὸν μὲν Ἀμίλκαν τεθνηκότα οὐχ οἷόν τε ἦν ἀνακαλέσασθαι, τὸν Γέ- σκωνα δὲ ἀπὸ τῆς φυγῆς ἀνεκαλέσαντο καὶ αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν καὶ τοὺς ἐχθροὺς αὐτῷ παρέδω- καν εἰς τιμωρίαν καθ᾽ ὃν ἂν βούληται τρόπον. Γέσκων δὲ παραλαβὼν αὐτοὺς δεδεμένους προσέταξε τοῦ πλή- θους ἐναντίον κατὰ γαστέρα κατακλῖναι χαμαί· τρὶς δὲ ἑκάστου ἐλαφρῶς τῷ ποδὶ ἐπὶ τὸν τράχηλον ἐπιβὰς, ἱκανὴν ἔφη τιμωρίαν ἔχειν τῆς τοῦ ἀδελφοῦ προαναι- ρέσεως. τοῦτο πράξας ἀφῆκε τοὺς ἐχθροὺς προσειπὼν οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλ᾽ ἀγαθῷ κακόν. τοι- γαροῦν αὐτοί τε οἱ ἐχθροὶ καὶ οἱ τούτων οἰκεῖοι καὶ οἱ Καρχηδόνιοι πάντες πειθαρχοῦντες τῷ Γέσκωνι διετέλεσαν ὡς ἀγαθῷ στρατηγῷ· καὶ αὐτίκα μεταβολὴ τῆς τοῦ πολέμου τύχης ἐγένετο νικῶντος τοῦ Γέσκωνος ἐν ταῖς μάχαις διὰ τὴν παρὰ τῶν ἀρχομένων εὔνοιαν καὶ προθυμίαν. ΤΙΜΟΛΕΩΝ. Τιμολέων ἐν Σικελίᾳ τὴν δύναμιν ἐξήγαγε παρα- ταξομένην Καρχηδονίοις ἐς τὴν νῆσον διαπεπλευκόσιν. ἡμίονος ἀπηντᾶτο αὐτοῖς κομίζων σέλινα. οἱ στρα- τιῶται τὸ σημεῖον ἐφοβήθησαν, ὅτι ἄρα παρ᾽ αὐτοῖς τὰ μνημεῖα τῶν ἀποθανόντων στεφανοῦται σελίνοις. Τιμολέων καὶ μὴν μᾶλλον, ἔφη, φανερὰν νίκην οἱ θεοὶ δηλοῦσιν ἡμῖν· τοὺς γὰρ τὰ Ἴσθμια νικῶντας οἱ Κορίνθιοι τῶν σελίνων στεφανοῦσι. ταῦτα εἰπὼν αὐτός τε τῶν σελίνων ἀνεστέψατο καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ἀνέστεψεν, ὥστε καὶ οἱ στρατιῶται, ἄλλος πρὸς ἄλλου τῶν σελίνων λαβόντες, εὐτολμότεροι πρὸς τὴν μάχην ἐγένοντο. Τιμολέων πολιορκῶν Μάμερκον τὸν τύραννον πολ- λοὺς ἐξαπατήσαντα καὶ παρὰ τοὺς ὅρκους ἀποκτείναντα κατεστρατήγησεν. ὁ μὲν τύραννος ὡμολόγησε Τιμο- λέοντι παραδώσειν ἑαυτὸν ἐφ᾽ ᾧ τε κριθῆναι παρὰ Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος, ὁ δὲ ὤμοσε μὴ κατηγορήσειν. ἐπὶ τούτοις ὁ Μάμερκος ἧκεν εἰς τὰς Συρακούσας. Τιμολέων προαγαγὼν αὐτὸν εἰς τὴν ἐκκλησίαν κατηγορήσω μὲν οὐδαμῶς, ἔφη, τοῦτο γὰρ συνεθέμην, ἀποκτεῖναι δὲ τὴν ταχίστην αὐτὸν κελεύω. τὸν γὰρ πολλοὺς ἐξαπατήσαντα δίκαιον ἂν εἴη καὶ αὐτὸν ἅπαξ ὁμοίως ἐξαπατηθῆναι. Τιμολέων συμμαχῶν Συρακουσίοις ἐλθὼν ἐπί τινα λόφον ὑψηλὸν καὶ μετέωρον, ἰδὼν Καρχηδονίους πεν- τακισμυρίους ἐκτεταγμένους, τὸ δὲ κατάστημα χειμέ- ριον καὶ πνεῦμα κινούμενον ἐναντίον τοῖς πολεμίοις, ἐκκλησίαν συναγαγὼν ἠγόρευσε· νῦν ἁλῶναι χρὴ τοὺς πολεμίους· εἶναι γὰρ χρησμὸν, ὡς ἐν τούτῳ τῷ τόπῳ παραταξάμενοι διαφθαρήσοιντο, τεκμηριοῖ δὲ τὸν χρη- σμὸν ὁ χειμὼν ἐξαπίνης κινούμενος. οἱ Ἕλληνες ἐπὶ μέγα ταῖς γνώμαις ἀρθέντες ὀλίγοι πολλοὺς ἐνίκησαν. ΑΡΙΣΤΩΝ. Ἀρίστων κυβερνήτης μιᾷ νηὶ τρεῖς ὁλκάδας σῖτον ἀγούσας παρέπεμπεν. πολεμία τριήρης ἐπεφάνη τοῦ πνεύματος ἐπιλείποντος. ὁ δὲ τὰς τρεῖς ὁλκάδας συν- αγαγὼν ἐγγὺς αὐτῶν παρέπλει, ἵνα, ἢν μὲν ἡ πολεμία τριήρης προσάγῃ τῇ νηὶ, ὑπὸ τῶν ἐν ταῖς σιτηγοῖς προσβάλλοιτο βέλεσι πολλοῖς, εἰ δὲ ταῖς ὁλκάσιν αὐταῖς πειρῷτο προσβάλλειν καὶ βιάζεσθαι, αὐτὸς περιπλέων ἐκ πλαγίων βλάπτοι τὴν πολεμίαν τριήρη καὶ ἀπο- λαμβάνοι μέσην αὑτοῦ καὶ τῶν ὁλκάδων. Ἀρίστων Κορίνθιος κυβερνήτης ναυμαχούντων Ἀθηναίων καὶ Συρακουσίων καὶ μενόντων ἀμφοτέρων πέμψας πρὸς τοὺς ἄρχοντας ἐκέλευσε τὴν ἀγορὰν τῶν τροφῶν μεταγαγεῖν ἐπὶ τὴν θάλασσαν. ἐπεὶ δὲ ταῦτα ἐκεκόμιστο, κρουσάμενοι πρύμναν ἀνεχώρησαν ἐπὶ τὴν γῆν καὶ ἀποβάντες εὐθὺς ἠριστοποιοῦντο. οἱ Ἀθηναῖοι νομίσαντες αὐτοὺς ἡττωμένους ἀναχωρῆσαι μέγα φρο- νοῦντες ἐπὶ τῇ νίκῃ ἐκβαίνουσι καὶ περιῄεσαν τά τε ἄλλα πράττοντες καὶ ὅσα πρὸς ἄριστον ἑτοιμάζοντες. ἐπέπλευσαν ἐξαίφνης οἱ Συρακούσιοι. θόρυβος ἦν τῶν Ἀθηναίων ἀσίτων ἐμβαινόντων· οἱ δὲ ἠριστη- κότες εὐκολώτερον ἐκράτησαν. ΘΡΑΣΥΜΗΔΗΣ. Θρασυμήδης Φιλομήλου τῆς Πεισιστράτου θυγα- τρὸς ἐρασθεὶς πομπεύουσαν αὐτὴν προσδραμὼν ἐφί- λησεν. τῶν δὲ ἀδελφῶν τῆς παρθένου βαρέως φερόν- των καὶ δεινὴν ὕβριν ἡγουμένων ὁ Πεισίστρατος ἢν τοὺς φιλοῦντας, ἔφη, κολάσωμεν, τοὺς μισοῦντας τί ποιήσομεν; Θρασυμήδης ἐπὶ μεῖζον αἰρομένου τοῦ ἔρωτος ἡλικιώτας παραλαβὼν συμμάχους τὴν κόρην ἐπὶ τῇ θαλάσσῃ θυσίαν τελοῦσαν παρεφύλαξεν. οἱ μὲν δὴ σπασάμενοι τὰ ξίφη, τὸν ὄχλον σκεδάσαντες, εἰς σκάφος ἐμβαλόντες ἐπ᾽ Αἰγίνης ἀνήγοντο. Ἱππίας δὲ, ὁ πρεσβύτερος τῶν Πεισιστράτου παίδων, τὰ λῃστρικὰ τῆς θαλάσσης ἀναιρῶν καὶ τοιοῦτο τὸ σκάφος διὰ τὴν σπουδὴν τῆς εἰρεσίας νομίσας εἶναι, τὴν ἀδελφὴν αὐτήν τε ἀνεσώσατο καὶ τοὺς ἁρπάσαντας συλλαβὼν ἐπανήγαγεν. Θρασυμήδης καὶ οἱ φίλοι τῷ τυράννῳ παραστάντες οὐχ ἱκέτευσαν, ἀλλὰ μάλα ἀνδρείως χρῆ- σθαι αὐτοῖς ᾧ βούλοιτο τρόπῳ προὐκαλέσαντο φήσαν- τες ἔκτοτε θανάτου καταφρονῆσαι, ὁπότε τὴν ἁρπαγὴν ἐβουλεύσαντο. Πεισίστρατος καταπλαγεὶς τὴν γενναιό- τητα τῶν νεανίσκων πρὸς γάμον ἐξέδωκε _τῷ νεανί- σκ_ῳ τῷ Θρασυμήδει τὴν θυγατέρα. τοῦτο ποιήσας εὔνοιαν καὶ φιλίαν ἐκτήσατο παρ᾽ αὐτῶν ὡς οὐκέτι τύραννος, ἀλλὰ χρηστὸς πατὴρ καὶ δημοτικὸς πολίτης. ΜΕΓΑΚΛΗΣ. Μεγακλῆς Μεσήνιος τῆς ἐν Σικελίᾳ Μεσήνης Ἀγαθοκλεῖ τῷ Συρακουσίων τυράννῳ τἀναντία πράτ- των διετέλει καὶ πολλοὺς Σικελιώτας κατ᾽ αὐτοῦ συνί- στη καὶ τοῖς ἀνελοῦσιν αὐτὸν ἐκήρυξε μεγάλας δωρεάς. Ἀγαθοκλῆς παροξυνθεὶς πολιορκεῖν Μεσήνην παρε- σκευάζετο καὶ πέμψας κήρυκα ἐξῄτει Μεγακλέα· εἰ δὲ μὴ λάβοι, τὴν πόλιν ἐξανδραποδιεῖσθαι κατὰ κράτος ἑλὼν ἠπείλει. Μεγακλῆς τὸν θάνατον οὐκ ἔδεισεν, ἀλλ᾽ ἑκὼν αὑτὸν εἰς τὴν ἔκδοσιν ἐπέδωκεν, εἰ πέμποιτο πρεσβευτής. ψηφισαμένων ταῦτα Μεσηνίων ἐλθὼν εἰς τὸ στρατόπεδον τοῦ Ἀγαθοκλέους ἐγώ τοι, ἔφη, καὶ πρεσβεύων παρὰ τῆς πόλεως ἥκω καὶ τεθνηξόμενος, πρότερον δὲ τῆς πρεσβείας ἄκουσον μετὰ τῶν φίλων. Ἀγαθοκλῆς συνήγαγε τοὺς φίλους. ἐπὶ τούτων ὁ Με- γακλῆς διεξελθὼν τὰ δίκαια τῆς πατρίδος τελευταῖον ἔφη εἰ δὲ ἐπὶ τὰς Συρακούσας ἐστράτευον Μεσήνιοι, πότερον ἂν ὑπὲρ Συρακουσίων ἢ Μεσηνίων πάντα ἔπραττες; τοῦ δὲ Ἀγαθοκλέους πρὸς τὸ ἐρώτημα μει- διάσαντος οἱ παρόντες φίλοι παρεκάλεσαν αὐτὸν φεί- δεσθαι πρεσβευτοῦ δίκαια λέγοντος· ὁ δὲ διαλυσά- μενος τὸν πόλεμον καὶ τὸν Μεγακλέα σῶον ἀπέπεμψε καὶ φιλίαν συνέθετο πρὸς τοὺς Μεσηνίους. ΠΑΜΜΕΝΗΣ. Παμμένης διὰ τῆς Φωκίδος ἦγε τὸ στρατόπεδον ἐς Θήβας. οἱ πολέμιοι τὸν Φιλοβοιωτὸν καλούμενον κατελάβοντο ἔχοντα ὁδοὺς δύο στενὰς, ὧν τῆς ἑτέρας ἤδη κατειλημμένης ὁ Παμμένης ὀρθίας τὰς τάξεις βα- θύνας καὶ ποιήσας τὸ στρατόπεδον εὔογκον καὶ πορευ- τικὸν ἐσχημάτισεν ἐπὶ τὸ δεξιὸν ὡς ἔνθεν ἄξων. οἱ δὲ τὸ εὐώνυμον ἐκλιπόντες ἐπὶ τὸ δεξιὸν ἔδραμον ὡς κωλύσοντες, ὁ δὲ ἐπὶ τὸ εὐώνυμον σπουδῇ δραμὼν ἀσφαλὼς διήγαγε τὸ στρατόπεδον. Παμμένης πολλὴν ἵππον καὶ μάχιμον ἔχων, πολ- λοὺς πελταστὰς τῶν πολεμίων ἐχόντων, ὀλίγους τῶν αὑτοῦ πελταστὰς καὶ τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑποφεύγειν, ἵνα ἀποσπάσῃ τοὺς ἐναντίους πελτα- στὰς ἀπὸ τῆς ἄλλης φάλαγγος. ἐπεὶ δὲ τοῦτ᾽ ἐγένετο, λαβὼν τοὺς ἱππεῖς ἀπὸ τοῦ ἑτέρου κέρατος περι- ίππευσεν ἐπ᾽ αὐτοὺς καὶ κυκλωσάμενος ἐνίκησε, τῶν τε ἱππέων ἐπικειμένων καὶ τῶν φεύγειν δοκούντων ἀναστρεψάντων. Παμμένης μετὰ Θηβαίων κρατῆσαι βουλόμενος τοῦ Σικυωνίων λιμένος αὐτὸς μὲν κατὰ γῆν παρε- σκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώ- σας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ τοῦ λιμένος· δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπι- τηδείων ἥκοντες. ὁ δὲ Παμμένης, ἐπεὶ τὸ πλοῖον ἐφώρ- μει τῷ λιμένι καὶ ἦν ἑσπέρα, προσέβαλε τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ περὶ τὸν λιμένα πρὸς τὸν θό- ρυβον ὁρμήσαντες βοηθεῖν ἐπειρῶντο. ἐκ τοῦ πλοίου δὲ τοῦ στρογγύλου ἀποβάντες οἱ ὁπλῖται μηδενὸς κω- λύοντος τὸν λιμένα κατέσχον. Παμμένης τοὺς πολεμίους ἐξηπάτησε χρησάμενος τῷ νόμῳ τῆς σάλπιγγος ὑπεναντίῳ προπαραγγείλας τοῖς ἑαυτοῦ στρατιώταις πρὸς μὲν τὸ ἀνακλητικὸν ἐπιθέσθαι, πρὸς δὲ τὸ ἐπικελευστικὸν ἀναχωρῆσαι. τοῦτο ποιήσας ἐν ἀμφοτέροις μεγάλα τοὺς πολεμίους ἔβλαψεν. Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀποληφθεὶς ἔπεμψεν αὐτόμολον ἐς τὸ τῶν πολεμίων στρατόπεδον· ὁ δὲ τὸ σύνθημα ἐκμαθὼν ἐπανελθὼν ἤγγειλε τῷ Παμμένει. ὁ δὲ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, πολλοὺς αὐτῶν φθείρας διεξεπαίσατο· αὐτὸς μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυνα- μένοις διὰ τοῦ συνθήματος. ΗΡΑΚΛΕΙΔΗΣ. ,Δημήτριος Ἡρακλείδην φύλακα τῶν Ἀθηνῶν συν- τάξας αὐτὸς μὲν ἦν περὶ τὴν Λυδίαν. οἱ δὲ στρατη- γοὶ τῶν Ἀθηναίων ἐν ἀπορρήτῳ βουλευσάμενοι τὸν ξεναγὸν Ἱεροκλέα, Κᾶρα τῷ γένει, ἔπεισαν νυκτὸς ἀνοῖξαι τὰς πύλας καὶ δέξασθαι στρατιώτας Ἀττικοὺς, οἳ κτενοῦσιν Ἡρακλείδην. ταῦτα μὲν δὴ συνέθεντο παρὰ τὸν Ἰλισσὸν, οὗ τὸν καθαρμὸν τελοῦσι τοῖς ἐλάττοσι μυστηρίοις, Ἱππάρχου καὶ Μνησιδήμου στρα- τηγῶν ὅρκια δόντων καὶ λαβόντων. Ἱεροκλῆς δὲ πιστὸς Ἡρακλείδῃ γενόμενος ἐμήνυσε τὴν πρᾶξιν. ὁ δὲ συνέ- πραττε νύκτωρ αὐτοὺς εἰσδέξασθαι ἀνοίξαντές τι μέρος τῶν πυλῶν. καὶ δὴ νυκτὸς εἰσεδέξαντο τετρακοσίους καὶ εἴκοσι ἄνδρας, ὧν ἡγοῦντο Μνησίδημος, Πολυ- κλῆς, Καλλισθένης, Θεόπομπος, Σάτυρος, Ὀνητορίδης, Σθενοκράτης, Πυθίων· Ἡρακλείδης δὲ στρατιώτας δισχιλίους ὡπλισμένους ἐπαφῆκεν, οἳ πάντας αὐτοὺς εἰσελθόντας ἐφόνευσαν. ΗΡΑΚΛΕΙΔΗΣ ΤΑΡΑΝΤΙΝΟΣ. ,Ἡρακλείδης Ταραντῖνος ἀρχιτέκτων ὑπέσχετο Φι- λίππῳ, τῷ πατρὶ Περσέως, μόνος καταπρήσειν τὸ Ῥο- δίων ναυτικόν. καὶ δὴ τότε στρατηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα αἰκίας ἔχων καὶ βωμῷ προσέφυγεν ἱκετηρίας λαβὼν καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος· ὥστε καὶ ἦσαν τῶν Μακεδόνων, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων ἱκέτης ἦλθον προ- πηλακιζόμενος δι᾽ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς Φιλίππου δεικνύω γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρα- κλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὠφέλιμον κατὰ Φιλίππου γενέσθαι, ὁ δὲ νύκτωρ πνεῦμα ἐπί- φορον παραφυλάξας τὰ νεώρια Ῥοδίων κατέπρησεν. τρισκαίδεκα νεώσοικοι διεφθάρησαν καὶ ὅσαι τριήρεις ἐν αὐτοῖς· ὁ δὲ πῦρ ἐμβαλὼν παραχρῆμα σκάφους ἐπι- βὰς ἀνήχθη, καὶ διαβαλὼν ἐς Μακεδονίαν ἦν παρὰ Φιλίππῳ κορυφαῖος τῶν φίλων Ἡρακλείδης. ΑΓΑΘΟΣΤΡΑΤΟΣ. Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφε- σον ἦσαν· Χρεμωνίδης Πτολεμαίου ναύαρχος ἀνήχθη ναυμαχήσων. Ἀγαθόστρατος Ῥοδίους ἐξῆγε ἐπὶ μίαν ναῦν καὶ φανερὸς γενόμενος τοῖς ἐπιπλέουσι μετέ- στρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχὼν βραχὺν ἀνε- χώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες εἰς λιμένα ἐπανῄεσαν· Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπ᾽ ἀμφοτέρων τῶν κεράτων ἐπέ- πλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφρο- δίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσὼν ἐνίκησεν. ΛΥΚΟΣ. Λύκος Λυσιμάχου στρατηγὸς, Αἰνήτου στρατηγοῦ Δημητρίου φυλάσσοντος Ἔφεσον καὶ πολλοῖς πειρα- ταῖς τοὺς ὁμόρους κατατρέχοντος, τὸν ἀρχιπειρατὴν Ἄνδρωνα χρήμασι διαφθείρας κατελάβετο τὴν Ἔφεσον. ὁ μὲν ἀρχιπειρατὴς τοὺς Λύκου στρατιώτας ἀόπλους ἐν ἱματίοις καὶ τρίβωσι, δεδεμένους, ὡς αἰχμαλώτους λαβὼν εἰσήγαγε καὶ πλησίον τῆς ἀκροπόλεως γενόμενος παρήγγειλε χρῆσθαι τοῖς ἐγχειριδίοις, ἃ _κεκρυμμέν_α ἐκόμιζον ὑπὸ μάλης. τῶν δὲ περὶ τὴν ἀκρόπολιν πυλωρῶν καὶ φυλάκων φονευομένων αἴρεται σημεῖον τοῖς περὶ τὸν Λύκον. οἱ δὲ εἰσπεσόντες καὶ τὸν Αἴνητον συνέλαβον καὶ τὴν Ἔφεσον κατέσχον καὶ τοῖς μὲν πει- ραταῖς τὸν μισθὸν ἀποδόντες παραχρῆμα τῆς πόλεως αὐτοὺς ἀπέπεμψαν τὸ ἄπιστον αὐτῶν περὶ τοὺς πρώ- τους φίλους οὐκ ἀσφαλὲς ὑπάρχειν ἡγούμενοι. ΜΕΝΕΚΡΑΤΗΣ. Μενεκράτης Σαλαμῖνα τὴν ἐν Κύπρῳ βουλόμενος ἑλεῖν δὶς τῷ τείχει προσβαλὼν ἀπεκρούσθη τῶν στρα- τιωτῶν ἐς τὰς ναῦς φυγόντων· τρίτον προσβάλλων σημεῖον ἦρε τοῖς κυβερνήταις, ἀποπλεῦσαι καὶ ὑπὲρ τὴν παρακειμένην ἄκραν τὰς ναῦς ἀποκρύψαι. οἱ στρατιῶται προσβαλόντες πάλιν ἔφευγον, ὡς δὲ εἶδον τὰς ναῦς ἀφανεῖς, οὐκ ἔχοντες ἐλπίδα τοῦ δύνασθαι φυγεῖν, ἀναστρέψαντες ἐξ ἀπονοίας ἐμαχέσαντο καὶ νι- κήσαντες κατέσχον τὴν Σαλαμῖνα. ΑΘΗΝΟΔΩΡΟΣ. Ἀθηνόδωρος βασιλεῖ στρατηγῶν, ἡττηθεὶς ὑπὸ Φωκίωνος περὶ Ἀταρνέα ὥρκισε τοὺς στρατιώτας καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἦ μὴν μαχέσασθαι, μέχρις ἂν ζῶσι· καὶ δὴ συνέβαλον πάλιν ὡς διὰ τὸν ὅρκον. καὶ ἦν ἰδεῖν τοὺς μὲν νικήσαντας ἡττημένους, τοὺς δὲ ἡττημένους νικήσαντας. ΔΙΟΤΙΜΟΣ. Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι, καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ Λακεδαιμονίων ἐχόν- των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχάτων τὰς μὲν αὐτάνδρους ἔλαβε τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παρά- λογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας. Διότιμος δέκα ναῦς ἔχων ἀνθώρμει Λακεδαιμο- νίοις τὰς ἴσας ναῦς ἔχουσιν. οἱ μὲν οὐκ ἐθάρρουν συμβάλλειν τὰς Ἀττικὰς ἐμπειρίας δεδοικότες. ὁ δὲ τοὺς ταρσοὺς τῶν τριήρων ἐξελὼν, κατὰ δύο ζεύξας πρὸς ἀλλήλας, τὰ ἱστία τῆς μιᾶς ἐπαράμενος εἰς τὸ πέλαγος ἀνήγετο. Λακεδαιμόνιοι πέντε ἱστίων φαινο- μένων πέντε ναῦς εἶναι νομίσαντες καταφρονήσαντες ἐπέπλευσαν· Διότιμος τὰ ζεύγματα λύσας, ἐπιστρέψας, ἐναντίοις ἐμβαλὼν δέκα ναυσὶ, προσούσης τῆς Ἀττικῆς ἐπιστήμης, τὰς μὲν ἓξ τῶν Λακωνικῶν κατέδυσε, τὰς δὲ τέσσαρας ἔλαβεν αὐτάνδρους. Διότιμος Ἀθηναῖος ναύαρχος πελάγιον πλοῦν μέλλων πλεῖν, κρύφα συναγαγὼν τοὺς τριηράρχους προεῖπεν αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν αὐτὸς παραλαβὼν ἀναχθήσεται· τοῦτο δὲ προεῖπεν, ἵνα οἱ ἄλλοι τριήραρχοι μὴ ἀπολείποιντο ὡς παρίσας τριήρεις ἔχοντες. Διότιμος καταπλεύσας νυκτὸς ἐς χωρίον τῆς πο- λεμίας ἀφ᾽ ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας τοὺς μὲν εἰς ἐνέδραν ἀπέκρυψεν· ἀρχομένης δὲ ἡμέ- ρας κατὰ τοὺς ἐνεδρεύοντας ταῖς ναυσὶν ἀνεκώχευε παραγγείλας τοῖς μὲν ἐπὶ τῶν καταστρωμάτων δια- σκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις ἀνὰ μέρος ὁτὲ μὲν τὰς θαλαμίας, ὁτὲ δὲ τὰς ζυγίας, ὁτὲ δὲ τὰς θρανίτιδας κώπας ἀναφέρειν, καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν ἐπειρᾶτο. οἱ μὲν πολέμιοι προσδρα- μόντες ἐκώλυον τὴν ἀπόβασιν, τοῦ δὲ τὸ προσυγκεί- μενον σημεῖον ἄραντος οἱ μὲν ἐκ τῶν ἐνεδρῶν ἐπι- φανέντες πολλοὺς τῶν πολεμίων ἐφόνευσαν, τοὺς λοι- ποὺς δ᾽ ἐς φυγὴν ἐτρέψαντο. ὁ δὲ Διότιμος ἀσφαλῆ τὴν ἀπόβασιν ἐποιήσατο. ΤΥΝΝΙΧΟΣ. Τύννιχος Θευδοσίας τῆς ἐν τῷ Πόντῳ πολιορ- κουμένης ὑπὸ τῶν πλησίον τυράννων καὶ κινδυνευ- ούσης ἁλῶναι τὴν πολιορκίαν ἔλυσεν. ὁρμηθεὶς μὲν ἐξ Ἡρακλείας νηὶ στρογγύλῃ καὶ τριήρει μιᾷ, δεξά- μενος δὲ στρατιώτας ὅσους οἷόν τε ἦν, καὶ σαλπιγκτὰς τρεῖς καὶ σκάφας τρεῖς μονοξύλους, ἑκάστην ἄνδρα ἕνα δέξασθαι δυναμένην, νυκτὸς ἐπιπλεύσας, τῆς πόλεως ἐγγὺς γενόμενος, ἐξελὼν τὰς σκάφας, ἐμβιβάσας ἑκάστῃ σαλπιγκτὴν ἕνα συνέταξεν ἀποσχόντας ἀλλήλων διά- στημα σύμμετρον, ἐπειδὰν ἐκ τῆς τριήρους καὶ τῆς στρογγύλης ὑποσημήνῃ, διαδεξαμένους σημαίνειν παρ- αλλάσσοντας τοῖς χρόνοις, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. οἱ μὲν ἐσήμηναν ἤχῳ σαλπίγγων τὸν περικείμενον ἀέρα τῇ πόλει πλη- ροῦντες, οἱ δὲ πολιορκοῦντες νομίσαντες ἐπίπλουν εἶναι στόλου μείζονος οὐδενὶ κόσμῳ τὰς φυλακὰς ἐκλιπόντες ᾤχοντο. Τύννιχος δὲ προσπλεύσας τὴν Θευδοσίαν ἠλευθέρωσε τῆς πολιορκίας. ΚΛΕΙΤΑΡΧΟΣ. Κλείταρχος πολεμίων ἐπελθόντων, ἵνα μὴ γένοιτο τειχήρης, προήγαγε τὴν δύναμιν ἔξω τείχους προστάξας κλεῖσαι τὰς πύλας καὶ βαλεῖν τὰς βαλανάγρας ὑπὲρ τὸ τεῖχος, ἃς δὴ καὶ λαβὼν ἔδειξε τοῖς στρατιώταις. οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδα εἴσω τῆς πόλεως φεύγειν, ἐνίκων ἀνδρείως μαχόμενοι. ΤΙΜΑΡΧΟΣ. Τίμαρχος Αἰτωλὸς ἀποβὰς τῆς Ἀσίας ἐς χωρίον πολυάνθρωπον, ἵνα μὴ φύγοιεν οἱ στρατιῶται τὸ πλῆ- θος τῶν πολεμίων, τὰς ναῦς κατέπρησεν. οἱ δὲ ἐλπίδα φυγῆς οὐκ ἔχοντες ἀγωνισάμενοι γενναίως ἐνίκησαν. ΕΥΔΟΚΙΜΟΣ. Εὐδόκιμος ὁρῶν τοὺς στρατιώτας στασιάζοντας, καταπαῦσαι τὴν στάσιν οὐ δυνάμενος, ἤδη δὲ καὶ ἐπ᾽ ἀλλήλους ὁρμώντων τοῖς δρομοκήρυξι προσέταττε κηρύτ- τειν, ὡς ἥκοιεν οἱ πολέμιοι διαρπασόμενοι τὸν χάρακα. οἱ δὲ φοβηθέντες τῆς μὲν στάσεως ἐπαύσαντο, τὰς δὲ αὑτῶν τάξεις ἀναλαβόντες τὸν χάρακα ἐφύλαττον. ΠΑΥΣΙΣΤΡΑΤΟΣ. Παυσίστρατος, ναύαρχος Ῥοδίων, παρήγγειλεν ἀριθμὸν καὶ ἐξόπλισιν τοῖς στρατιώταις. ἐπεὶ δὲ προ- ῆλθον ἐν τοῖς καλλίστοις ὅπλοις, ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τὰς ναῦς καὶ πάντας ἐμβιβάσας ἐκέλευσεν ἀπερείσασθαι τὰ ὅπλα κατὰ κόσμον ἕκαστον καὶ τοῦ μηδὲν ὅπλον ἐκκομισθῆναι φύλακας κατεστήσατο. ΘΕΟΓΝΙΣ. Θέογνις, Ἀθηναίων στρατηγὸς, ὁρῶν τοὺς στρα- τιώτας περὶ τῶν ἡγεμονιῶν καὶ τῶν τάξεων στασιά- ζοντας νύκτωρ προσέταξε πέμψαι τινὰς τῶν ἱππέων καὶ τῶν κούφων παραγγείλας ἐπιφανῆναι ὡς πολεμίους κατ᾽ ἄκρον τι χωρίον, ἀφ᾽ οὗ μάλιστα ἔμελλον ὀφθή- σεσθαι. ἐπιφανέντων ὁ Θέογνις μετὰ θορύβου καὶ ταραχῆς παρεκάλει τοὺς στρατιώτας, ὡς ἤδη τῶν πο- λεμίων ἐπιφαινομένων, αὐτοὺς καταλαμβάνεσθαι τάξιν τὴν προσήκουσαν· οἱ δὲ διὰ τὸν φόβον τῶν πολεμίων φιλονεικεῖν ἀλλήλοις ἀποστάντες εἰς τὰς συνήθεις τάξεις καθίσταντο. ἐπεὶ δὲ κατέστησαν, ὡμολόγησεν ὁ Θέογνις, τοὺς μὲν πολεμίους εἶναι φίλους· ὑμεῖς δὲ, ἔφη, τάξαντες ἑαυτοὺς ἄνευ στάσεως καὶ εἰσαῦθις φυλάττετε τὴν τάξιν, ἣν αὑτοῖς δεδώκατε. Θέογνις ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας ὑπάρχειν φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας παρήγγειλεν, ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων. οὕτω δὴ συνέβη τοὺς ἄνευ ὅπλων ὄντας καὶ χωρι- ζομένους εὐχερῶς ὡς κατασκόπους _ὄντα_ς ἁλίσκεσθαι. ΔΙΟΚΛΗΣ. Διοκλῆς, Ἀθηναίων στρατηγὸς, ἐν τῇ πολεμίᾳ τῶν στρατιωτῶν ἀτάκτως διαλελυμένων, τὰ ὅπλα φέρειν οὐ βουλομένων σύνθημα ἔδωκεν ἕτερον ἐφ᾽ ἑτέρῳ. οἱ στρατιῶται νομίσαντες πλησίον εἶναι τοὺς πολεμίους, ἀναλαβόντες τὰ ὅπλα ἐν τάξει πάντες ἐβάδιζον. ΧΙΛΕΟΣ. Χίλεος Ἀρκὰς ἐν Λακεδαίμονι διατρίβων, μαθὼν Σπαρτιάτας βεβουλευμένους τὸν Ἰσθμὸν τειχίζειν, Ἀθηναίους δὲ καὶ τοὺς ἔξω Πελοποννήσου προΐεσθαι προεῖπεν Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων τὰ οἰκεῖα πρὸς τοὺς Πέρσας εὖ θεμένων πολλὰς διαβάσεις ἕξουσιν εἰς τὴν Πελοπόννησον οἱ βάρβαροι. τούτῳ τῷ λόγῳ πεισθέντες οἱ Λάκωνες, τῷ Ἰσθμῷ μακρὰν χαίρειν εἰπόντες ἐκοινώνησαν τοῦ πολέμου πᾶσι τοῖς Ἕλλησιν. ΚΥΨΕΛΟΣ. Κύψελος τοὺς ἐπιφανεστάτους τῶν Βακχιαδῶν θεωροὺς πέμψας εἰς Δελφοὺς ὡς περὶ τῆς κοινῆς Κο- ρινθίων σωτηρίας χρώμενος ἀπεῖπεν αὐτοῖς τῆς Κο- ρινθίας μηκέτι ἐπιβαίνειν· καὶ τοῦ λοιποῦ τὴν τυραν- νίδα κατέσχεν ἀσφαλῶς τοὺς εὐγενεστάτους ἐκβαλών. ΤΕΛΕΣΙΝΙΚΟΣ. Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα- κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖ- στον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, κελήτιον πέμψας ἐς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κομίζειν. ὡς δὲ κεκομισμένην εἶδε, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατ- ῆλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθηναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστο- ποιοῦντο, ἄλλος ἄλλῃ διασπαρέντες· ὁ δὲ τῶν στρα- τιωτῶν ἑτοίμῃ τῇ ἀγορᾷ χρησαμένων ἀναχθεὶς αὐτίκα σὺν τοξόταις καὶ ἀκοντισταῖς ἐπὶ τῶν καταστρωμάτων πολλοῖς, προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀναγκα- ζομένοις ἀτάκτως καὶ μετὰ θορύβου ποιεῖσθαι τὴν ἔμβασιν ἀντιπρώροις ταῖς τριήρεσιν ἐμβαλὼν ἐνίκησε. Τελεσίνικος, ἀπὸ τῶν αὐτῶν σημείων ἀριστοποιου- μένων τῶν πολεμίων καὶ τὰ λοιπὰ πραττόντων ὁμοίως, προσέταξε τοὺς ἐν ταῖς ἄριστα πλεούσαις τριήρεσιν αὐτοὺς πρὸ ἡμέρας ἀριστήσαντας ἐμβάντας ἡσυχάζειν. ἐπεὶ δὲ καιρὸς ἀρίστου παρῆν, κατὰ τὸ ἔθος ἐσήμηνεν. οἱ μὲν οὖν ἐν τοῖς ἄλλοις σκάφεσιν ἠριστοποιοῦντο, καὶ οἱ πολέμιοι τοῦτο συνιδόντες πρὸς τῇ παρασκευῇ τῶν σιτίων ἦσαν. οἱ δὲ τῶν Συρακουσίων προεμβε- βηκότες, ἐπὶ τὰ καταστρώματα ἐπιβάντες, ἐπιπλεύσαντες πολλὰς διέφθειραν τριήρεις τῶν πολεμίων περὶ τὰς τροφὰς ἀσχολουμένων. ΠΟΜΠΙΣΚΟΣ. Πομπίσκος Ἀρκὰς ἀεὶ στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτε, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν ἄλλας, ὅπως οἱ κατάσκοποι ἢ οἱ νύκτωρ ἐπιτιθέμενοι διὰ τῶν ἀρχαίων ὁδῶν πορευόμενοι ἐμπίπτοιεν τοῖς ὀρύγμασι, τῶν δὲ καινῶν ἀπείρως ἔχοιεν. Πομπίσκος τῶν πολεμίων ἐγγύθεν τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττόντων, ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγμασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον. Πομπίσκος περιστρατοπεδεύων πόλιν ἐπὶ μὲν τὴν πολλὴν τῆς χώρας ἐξιέναι τοὺς πολεμίους ἐκώλυσεν, ἐπὶ δὲ τόπον ἕνα συνεχώρησε καὶ τοῖς ληϊζομένοις ἀπέχεσθαι τοῦ τόπου τούτου προσέταξεν. οἱ δὲ ἐκ τῆς πόλεως ἀδεῶς ἐνταῦθα προῄεσαν. ὁ δὲ παρὰ τῶν σκοπῶν ὡς ἔμαθε τοὺς ἥκοντας ὄντας πολλοὺς, ἐπιθέ- μενος τοὺς πλείστους αὐτῶν ἐχειρώσατο. Πομπίσκος χωρίον πολιορκῶν, ἑλεῖν οὐχ οἷός τε ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μεταπεμπομένων ἀποροίη, πῶς ἂν ἀπολίποι τὴν πολιορκίαν· οἱ δὲ ἡσθέντες καὶ μετ᾽ οὐ πολὺ τὴν στρατιὰν ἀναχωροῦσαν ἰδόντες, πιστὸν εἶναι τὸν αὐτό- μολον ἡγούμενοι, προελθόντες πολλὰ ἐκ τοῦ στρατο- πέδου διήρπαζον. ὁ δὲ Πομπίσκος ἀναστρέψας, ἐπιθέ- μενος, καταλαβὼν ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου. Πομπίσκος, ἵνα θᾶττον οἱ κατάσκοποι τῶν πο- λεμίων ἁλίσκοιντο, εἰσόδους ὀλίγας εἰς τὸ στρατόπεδον κατεσκεύαζε καὶ πίλον ἐτίθει παρ᾽ αὐτὰς ἐπὶ ὑψηλοῦ· καὶ τοῖς πορευομένοις εἰς τὰς προνομὰς παρηγγέλλετο παρὰ τὸν πίλον διέρχεσθαι. οἱ δὴ κατάσκοποι τὰς διόδους ταύτας ὡς φανερὰς φυλαττόμενοι διὰ τῶν πλαγίων ὑπιέναι πειρώμενοι ταχέως ἡλίσκοντο. Πομπίσκος κατασκόπους ἔπεμπεν ἄνδρας ἀγνῶτας ἀλλήλοις, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γί- γνοιντο. ἀπηγόρευε δὲ αὐτοῖς μηδενὶ τῶν ἐν τῷ στρα- τοπέδῳ διαλέγεσθαι, ὅπως μή τινες αὐτοὺς φθάνοντες ἐξαγγείλωσι τοῖς πολεμίοις τὴν μέλλουσαν αὐτῶν ἄφιξιν. ΝΙΚΩΝ. Νίκων Σάμιος κυβερνήτης πλησίον τριήρων πο- λεμίων ὁρμουσῶν βουλόμενος παραπλεύσας λαθεῖν τὴν ἀλοιφὴν τῆς αὑτοῦ νεὼς ὁμοίαν καταχρίσας ταῖς πολε- μίαις τριήρεσι, τάξας τοὺς ἀρίστους καὶ τοῖς σώμασιν εὐρωστοτάτους ἐρέτας ἔπλει παρ᾽ αὐτὰς τὰς πρώρας τῶν πολεμίων τριήρων ὡς φίλος ὢν αὐταῖς. προελθὼν ἐπ᾽ ἐσχάτων τῶν ὁρμουσῶν νεῶν ἐξέπλευσε καταπε- πληγότων καὶ θαυμαζόντων τὸ δρώμενον τῶν πολεμίων. καὶ τότε ἐγνώσθη πολέμιος ὢν, ὅτε μηκέτι καταληφθῆναι οἷός τε ἦν. ΝΕΑΡΧΟΣ. Νέαρχος Κρὴς κατέσχε Τελμησσὸν Ἀντιπατρίδου κρατοῦντος. κατέπλευσε μὲν ἐς τὸν λιμένα Νέαρχος. ἐπεὶ δὲ Ἀντιπατρίδης, παλαιὸς ὢν φίλος, ἀπὸ τῆς ἄκρας κατέβη πρὸς αὐτὸν καὶ διελέξαντο περὶ ὧν ἐβούλοντο, ὁ Κρὴς ἔφη βούλεσθαι γυναῖκας ἀποθέσθαι παρ᾽ αὐτῷ καὶ παῖδας δεδεμένους. ὁ μὲν Ἀντιπατρίδης ἐπέτρεψεν, οἱ δὲ παῖδες οἱ δεδεμένοι τὰ σκεύη τῶν μουσουργῶν γυναικῶν ἀνεκόμισαν· ἐν δὲ τοῖς κιβωτίοις τῶν αὐλῶν ἐνῆν ἐγχειρίδια γυμνὰ, ἐν δὲ ταῖς κίσταις πέλται. ὡς δ᾽ εἴσω τῆς ἄκρας ἐγένοντο, οἱ τὰς γυναῖ- κας καὶ τοὺς παῖδας ἄγοντες σπασάμενοι τὰ ἐγχειρίδια καταλαμβάνουσι τὴν ἄκραν, καὶ τῆς Τελμησσοῦ Νέαρ- χος ἐκράτησεν. ΔΩΡΟΘΕΟΣ. Δωρόθεος Λευκάδιος ναῦν μίαν ἔχων, ὑπὸ δύο τριήρων διωκόμενος κατῆγεν εἰς λιμένα προηγούμενος αὐτῶν οὐ πολύ. κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν· ἡ δὲ προτέρα τῶν πολεμίων τριήρων διώκουσα τὸν Δωρόθεον ῥύμῃ φερομένη τὸν εἴσπλουν ἐποιεῖτο. Δωρόθεος ἐμβαλὼν ἐκ πλαγίου κατέδυσεν· ἡ δ᾽ ἑτέρα ναῦς τὴν προτέραν ἰδοῦσα κατα- δυομένην εὐθὺς ὥρμησε φεύγειν. ΣΩΣΙΣΤΡΑΤΟΣ. Σωσίστρατος ἔπεισε τὸν Συρακουσίων δῆμον, ἄν- δρας φίλους Ἀγαθοκλεῖ πρός τε τὴν τυραννίδα συμ- πράττοντας φεύγειν μετὰ τῶν οἰκετῶν ψηφίσασθαι. ἐπεὶ δὲ ἔξω τῆς πόλεως ἐγένοντο ἄνδρες χίλιοι, οἱ προπέμποντες αὐτοὺς ὁπλῖται καὶ ἱππεῖς οὓς μὲν συλλα- βόντες ἀπέκτειναν, οὓς δὲ διαφυγόντας Σωσίστρατος ἐπικηρύξας ἀναιρεῖν ἐπέτρεψεν. αὐτὸς δὲ τὰς τῶν φυγάδων οὐσίας κατέσχεν καὶ συναγαγὼν στρατιώτας Ἕλληνας καὶ βαρβάρους καὶ τοὺς ἐκ τῶν λιθοτομιῶν λύσας ὑπὸ τούτων φυλασσόμενος ἦρχε τῶν Συρα- κουσίων. ΔΙΟΓΝΗΤΟΣ. Διόγνητος Ἀθηναῖος βουλόμενος κρατῆσαι πόλεώς τινος, ἀποβιβάσας κρύφα στρατιώτας νυκτὸς καὶ λόχον ἐγκαθίσας, μεθ᾽ ἡμέραν αὐτὸς ἐπέπλει φανερῶς. οἱ μὲν ἐκ τῆς πόλεως ἐπὶ τὰς ναῦς ἐβοήθουν· οἱ δὲ ἐνε- δρεύοντες ὥρμησαν ἐπὶ τὴν πόλιν καὶ ῥᾳδίως αὐτῆς ἐκράτησαν. Διόγνητος προσπλεύσας καὶ καθορμισθεὶς, ἐκβιβάσας τοὺς ἐκ τῶν νεῶν ἐχειρώσατο τοὺς ἐπὶ τὴν βοήθειαν ἐξελθόντας. ΑΡΧΕΒΙΟΣ. Ἀρχέβιος _ἦν_ Ἡρακλεώτης, τῶν πολεμίων ἀποβάσεις ποιουμένων συνεχεῖς, πλοῖα τῶν ἁλιευτικῶν ἀνασπάσας καὶ διὰ τῆς τρόπιος δεσμοῖς αὐτὰ δυσκίνητα ποιήσας αὐτὸς μετά τινων ἐνήδρευεν. σαλπιγκτὴς ἦν ἐπὶ δένδρου σκοπός. οὗτος ἰδὼν τοὺς πολεμίους προσορμισθέντας νηὶ μακρᾷ καὶ τριακοντόροις δυσὶ καὶ ἀποβάντας καὶ τοὺς μὲν ἁρπάζοντας, τοὺς δὲ τὰ πλοῖα τῶν δεσμῶν ἀπολύοντας ἐσήμηνε τῇ σάλπιγγι. Ἀρχέβιος τοὺς ἐνε- δρεύοντας ἀναστήσας τοὺς μὲν πολεμίους διέφθειρε, τὰς δὲ τριακοντόρους αὐτῶν καὶ τὴν ναῦν τὴν μακρὰν ἐς τὸν λιμένα τῆς πόλεως κατήγαγεν. ΑΡΙΣΤΟΚΡΑΤΗΣ. Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν, ταύτην ἔχων ἀνέπλευσεν ἐς πόλιν συμμαχίδα Σπαρ- τιατῶν ἔχων ἐν τῇ νηὶ συχνοὺς ἄνδρας ἔνδοθεν ἐγχει- ριδίοις ὡπλισμένους. οἱ μὲν ἐπὶ τοῦ λιμένος τὴν ναῦν ὡς φιλίαν ὑπεδέξαντο, οἱ δὲ τῆς νεὼς ἐκβάντες, ἄφνω προσπεσόντες τοῖς περιπατοῦσι δέκα μὲν αὐτῶν ἀπέσφαξαν, εἴκοσι δὲ καὶ πέντε συναρπάσαντες ἀπέ- πλευσαν, οὓς πολλῶν χρημάτων Ἀριστοκράτης ἀπε- λυτρώσατο. ΑΡΙΣΤΟΜΑΧΟΣ. Ἀριστόμαχος, Καρδιανῶν τριήρεις λαβὼν, μετ- εμβιβάσας τοὺς ἐρέτας καὶ κοσμήσας τοῖς ἀκρωτηρίοις τῶν αὑτοῦ νεῶν, αὐλούμενος κατέπλει, τὰς ἰδίας ναῦς ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ μὲν πρὸς τὰς ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν. ΧΑΡΙΜΕΝΗΣ. Χαριμένης Μιλήσιος καταφυγὼν ἐς Φασηλίδα, ἐφορ- μουσῶν αὐτῷ νεῶν μακρῶν Περικλέους τοῦ Λυκίου, περιθέμενος περιθετὴν πεζῇ διὰ τῆς Περικλέους χώρας ἐσώθη. ΚΑΛΛΙΑΔΗΣ. Καλλιάδης κυβερνήτης καταλαμβανόμενος ὑπὸ νεὼς ταχυτέρας τὸ πηδάλιον ἔσχαζε συχνῶς, καθ᾽ ὁπότερον ἂν ἐμβάλλειν μέλλοι, ἵνα ὁ διώκων προσκρούων ταῖς ἐπωτίσι πρὸς τὸ πηδάλιον ἐμβαλεῖν μὴ δύνηται τῷ τὴν ἐμβολὴν εἶναι κατὰ τὰς πρώτας θρανίτιδας, ΜΕΜΝΩΝ. Μέμνων ἐπιτιθέμενος Λεύκωνι τῷ Βοσπόρου τυ- ράννῳ, βουλόμενος καταμαθεῖν τὰ μεγέθη τῶν πολε- μίων πόλεων καὶ τὰ πλήθη τῶν ἐνοικούντων ἔπεμψεν Ἀρχιβιάδην Βυζάντιον ἐπὶ τριήρους πρεσβευτὴν πρὸς Λεύκωνα ὡς ὑπὲρ φιλίας καὶ ξενίας διαλεξόμενον. συνέπεμψε δὲ αὐτῷ καὶ Ὀλύνθιον κιθαρῳδὸν Ἀριστό- νικον, εὐδοκιμοῦντα μάλιστα δὴ πάντων τότε παρὰ τοῖς Ἕλλησιν, ὅπως ἐν τῷ παράπλῳ προσορμιζομένων, ἐπιδεικνυμένου τοῦ κιθαρῳδοῦ, τῶν ἐνοικούντων εἰς τὰ θέατρα σπουδῇ συνιόντων τὸ πλῆθος τῶν ἀνθρώπων κατάδηλον τῷ πρεσβευτῇ γένοιτο. Μέμνων, ἐρυμνὰ χωρία τῶν πολεμίων καταλα- βόντων καὶ οὐ καταβαινόντων ἐς μάχην, ἀποχωρήσας ἀπωτέρω τῶν ὀχυρῶν τόπων καὶ ἀντιταχθεὶς μετὰ τῶν ἡμίσεων στρατιωτῶν, ὡς τῶν ἄλλων στασιαζόντων πρὸς αὑτὸν, πέμψας πρὸς αὐτοὺς αὐτόμολον ἐκέλευσε φράζειν, ὅτι στασιάζοιεν καὶ μέλλοιεν ἀλλήλοις μάχεσθαι καὶ διὰ τοῦτο ἀνεχώρησαν ἀπωτέρω, ἄνωθεν ὑμᾶς φοβη- θέντες, καὶ δὴ ὡς ἀντιπαρατάσσεσθαι μέλλοντες ὡπλί- ζοντο. οἱ δὲ ἐκ τῆς πόλεως τοῖς τοῦ αὐτομόλου λόγοις ὅμοια καὶ τὰ ἔργα ὁρῶντες καταβαίνουσιν ἀπὸ τῶν ἐρυμνῶν πρὸς αὐτούς. οἱ δὲ Μεμνόνειοι τοὺς πολε- μίους ὁρῶντες ἐν τῷ ἰσοπέδῳ οὐκ ἐπ᾽ ἀλλήλους, ἀλλὰ μετ᾽ ἀλλήλων ἐπ᾽ αὐτοὺς ὁρμήσαντες ὑποχειρίους ἅπαν- τας ἐποιήσαντο. Ἀριστώνυμον ἐν Μηθύμνῃ Χάρης πολιορκῶν πρες- βείαν ἔπεμψε πρὸς Μέμνονα ἀξιῶν αὐτὸν μὴ βοηθῆσαι Ἀριστωνύμῳ. ὁ δὲ ἀπεκρίνατο βοηθήσειν αὐτῷ κατὰ κράτος· καὶ γὰρ εἶναι πατρικὸν φίλον καὶ ξένον καὶ τῆς γε νυκτὸς τῆς ἐπιούσης μετὰ πάντων τῶν στρα- τιωτῶν ἐκεῖ γενήσεσθαι. Χάρης τῶν πρεσβευτῶν ἀγγει- λάντων ταῦτα κατεφρόνησεν ὡς ἀδύνατον πολὺ καὶ βαρὺ στρατόπεδον τῆς ἐπιούσης νυκτὸς ἐνταυθοῖ γενέσθαι. ὁ δὲ Μέμνων ὁδεύσας πέντε στάδια, ἑσπέ- ρας ἐς πλοῖα χιλίους διακοσίους στρατιώτας ἐμβιβάσας σύνθημα ἔδωκεν, ὅταν ἀποβάντες ἐς τὴν ἀκρόπολιν παρέλθωσιν, ἆραι πυρσὸν καὶ τοῖς πολεμίοις ἐπιθέσθαι. τούτων πραχθέντων ἡ μὲν ἐπίθεσις ἐν τῷ σκότῳ παρά- δοξος ἐφάνη, ὁ δὲ πυρσὸς ἀρθεὶς ἐς φυγὴν ἐτρέψατο τὸν Χάρητα ὡς τοῦ Μέμνονος μετὰ πάσης τῆς δυνά- μεως τὴν ἀκρόπολιν κατειληφότος. Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων, Μα- γνησίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρε κύκλῳ τοῦ στρατοπέδου· Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον ὁ Μέμνων ἐξήγαγεν αὐτοὺς διεσκευα- σμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολε- μίων ἐκβοηθησάντων, ὁ Μέμνων τὸ ἀνακλητικὸν σημήνας ἀνεχώρησεν εἴσω τείχους, καὶ οἱ πολέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν, τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησε, καὶ οἱ πολέμιοι ἀνεχώρουν. καὶ τοῦτο πολλάκις τῆς ἡμέρας. τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιΐαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη· τῶν δὲ οὐ φθασάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν, πολλῶν δὲ ἄρτι τὰ ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων, συνιδὼν διεσπασμένην αὐτῶν τὴν φάλαγγα, συντεταγμένος αὐτὸς ἐπιθέμενος πολλοὺς αὐτῶν διαφθείρας, πολλοὺς δὲ ζωγρήσας τοὺς λοιποὺς καταφυγεῖν ἐς Μαγνησίαν ἠνάγκασεν. Μέμνων Κυζικηνοῖς ἐπιὼν τῇ κεφαλῇ καυσίαν ἐπέθετο Μακεδονικὴν, αὐτός τε καὶ οἱ ἀμφ᾽ αὐτὸν ἡγεμόνες. Κυζικηνοὶ προσιόντας ἀπὸ τῶν τειχῶν ὁρῶν- τες, νομίσαντες, ὅτι Κάλας ὁ Μακεδὼν φίλος ὢν καὶ σύμμαχος ἥκοι βοηθήσων, προσεδέχοντο τὰς πύλας ἀνοίγοντες. ἐπεὶ δὲ πλησίον γενόμενον ἐγνώρισαν, οἱ μὲν ἀπέκλεισαν τὰς πύλας, Μέμνων δὲ τὴν χώραν λεηλατήσας ἀπηλλάττετο. ΦΙΛΟΜΗΛΟΣ. Φιλόμηλος Φωκεῦσι πολεμουμένοις ὑπὸ Θηβαίων καὶ Θετταλῶν ὑποσχόμενος κατορθώσειν τὸν πόλεμον, ἡγεμὼν ἀποδειχθεὶς, τὴν τοῦ πολέμου πρόφασιν ξενο- λογήσας ** κρατῶν τοῖς ἱεροῖς χρήμασιν ἀνέδην ἀποχρώ- μενος τὴν ἡγεμονίαν μετέβαλεν ἐς τὴν τυραννίδα. ΔΗΜΟΚΛΗΣ. Δημοκλῆς πρεσβεύσας κατηγορούμενος ὑπὸ τῶν ἄλλων πρεσβευτῶν, ὅτι μεγάλας τοῦ Διονυσίου πράξεις ἔβλαψεν, ὀργισθέντος τοῦ τυράννου ἐμοὶ πρὸς τού- τους, ἔφη, γέγονε διαφορὰ, ὅτι μετὰ τὸ δεῖπνον οὗτοι μὲν τοὺς Στησιχόρου καὶ Πινδάρου παιᾶνας ᾖδον, ἐγὼ δὲ τοὺς ὑπὸ σοῦ πεποιημένους· καὶ συνῇσε τοὺς παιᾶνας αὐτοῦ. Διονύσιος ἡσθεὶς οὐκέτι ἠνέσχετο τῶν ἐγκλημάτων. ΠΑΝΑΙΤΙΟΣ. Παναίτιος Λεοντίνων Μεγαρεῦσι πολεμούντων περὶ γῆς ὅρων πολεμαρχῶν πρῶτον μὲν τοὺς πένητας καὶ πεζοὺς τοῖς εὐπόροις καὶ ἱππεῦσι συνέκρουσεν ὡς ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέ- λευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπι- βάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφό- νευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:37 - flow version _RPTC_G1.3