Polieno - Gli stratagemmi LIBRO VII

GLI STRATAGEMMI DI POLIENO LIBRO VII

Στρατηγήματα ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ

Καὶ τόδε ὑμῖν ἕβδομον βιβλίον, ἱερώτατοι βασι- λεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγη- μάτων, ἐν ᾧ καταμάθοιτε ἂν καὶ τὰς τῶν βαρβάρων γνώμας οὐ παντάπασιν ἀστρατηγήτους· ἀλλὰ καὶ παρ᾽ ἐκείνοις μηχανὴ καὶ δόλος καὶ ἀπάτη σπουδάζεται. ὥστε αὐτοί τε ὑμῖν αὐτοῖς ἐν τῷ πολέμῳ καὶ τοῖς ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ὀρθῶς ἂν παραγγέλλοιτε μὴ καταφρονεῖν ὡς ἀνοήτων ἢ ἀδόλων, ἀλλὰ τοὐναν- τίον μηδὲν οὕτως αὐτῶν πεφυλάχθαι ὡς τὸ δολερὸν καὶ ἄπιστον καὶ ἀπατηλὸν, οἷς μᾶλλον ἀγάλλεται τὸ βαρβαρικὸν ἢ τοῖς ὅπλοις. ἄριστον δὴ φυλακτήριον καὶ ἀνάλωτον ἔστω πρὸς αὐτοὺς ἀπιστία, μεθ᾽ ἧς ἰσχὺν τῶν ὅπλων ἕξομεν καὶ τὴν πρὸς αὐτοὺς τέχνην ὀξυτέ- ραν μελετήσομεν προμαθόντες αὐτῶν τὰς ἐννοίας τῶν στρατηγημάτων. ΔΗΙΟΚΗΣ. Δηιόκης ὁ Μῆδος ἐπέθετο τῇ Μήδων ἀρχῇ ὧδε. Μῆδοι νομάδες ἦσαν, πόλιν οὐκ εἶχον, ἄγοντες ἄνευ νόμου καὶ δίκης, ἄγοντες καὶ φέροντες ἀλλήλους. Δηι- όκης ἐδίκαζε τοῖς γείτοσι καὶ τὸ ἴσον ἔχειν αὐτοὺς ἐδίδασκεν. ἥσθησαν τῷ δικαστῇ, καὶ αὐτίκα κλέος ἦν ἐν Μήδοις αὐτοῦ, καὶ συνέθεον ἐπ᾽ αὐτὸν ὡς ἴσον δικαστήν. ἐπεὶ δὲ τῇ δόξῃ πάντας παρεστήσατο, τὰς θύρας κατασχίσας νύκτωρ αὐτὸς καὶ λίθων πλήσας τὴν τύρσιν ἔδειξε μεθ᾽ ἡμέραν τοῖς Μήδοις, ὡς ταῦτα δι᾽ αὐτοὺς παθὼν καὶ κινδυνεύσας ἀποθανεῖν, ὅτι αὐτοῖς δικάζοι. τὸ πλῆθος ἠγανάκτησαν καὶ ἀσφάλειαν αὐτῷ τοῦ σώματος ἐπεψηφίσαντο, χωρίον μὲν ἐνοικεῖν ὀχυρώτατον τὴν ἐν Ἀγβατάνοις ἄκραν, φύλακας δὲ τοῦ σώματος, οὓς αὐτὸς αἱροῖτο· χορηγίαν δὲ τροφῶν συνέ- ταξαν ἀπὸ τῶν ἱερῶν χρημάτων. ὁ δὲ ταύτην περι- βαλόμενος τὴν δορυφορίαν καὶ πλείονας ἀεὶ προσλαμ- βάνων ἀντὶ δικαστοῦ βασιλεὺς ἐγένετο. ΑΛΥΑΤΤΗΣ. Ἀλυάττης Κιμμερίων ἐπιστρατευσάντων ἀλλόκοτα καὶ θηριώδη σώματα ἐχόντων μετὰ τῆς ἄλλης δυνά- μεως καὶ τοὺς ἀλκιμωτάτους κύνας ἐπὶ τὴν μάχην ἐξήγαγεν, οἳ προσπλακέντες τοῖς βαρβάροις ὡς θηρίοις πολλοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς φεύ- γειν αἰσχρῶς ἐβιάσαντο. Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τὰς ἐκ τῶν στρατειῶν ὠφελείας ἀεὶ μείζονας ἔνεμε τοῖς ἱππεῦσι. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγορὰν αὐτοῖς παρα- σκευάζων καὶ διπλῆν τὴν μισθοφορὰν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τὸ στρατόπεδον ἔχοντες, τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους εἴσω τειχῶν παρῆλθον ἐπὶ τὴν διπλῆν μισθοφορὰν σπουδῇ θέοντες. Ἀλυάττης τὰ τείχη κλείσας, τοὺς ἰδίους ὁπλίτας περι- στήσας ἀπέκτεινε τοὺς ἱππεῖς ἅπαντας καὶ τοὺς ἵππους αὐτῶν τοῖς ἰδίοις ὁπλίταις ἔδωκεν. ΨΑΜΜΗΤΙΧΟΣ. Ψαμμήτιχος Τεμένθη τὸν Αἰγύπτου βασιλέα κατέ- λυσεν. ὁ μὲν θεὸς Ἄμμων χρωμένῳ Τεμένθει περὶ τῆς βασιλείας ἀνεῖλε φυλάξασθαι τοὺς ἀλεκτρυόνας. Ψαμμήτιχος δὲ Πίγρητα τὸν Κᾶρα συνόντα ἔχων, παρ᾽ αὐτοῦ μαθὼν, ὡς πρῶτοι Κᾶρες ἐπέθεντο τοῖς κράνεσι λόφους, συνῆκε τοῦ λογίου καὶ πολλοὺς Κᾶρας ξενολο- γήσας προσήγαγεν ἐπὶ τὴν Μέμφιν καὶ περὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔξω τῶν βασιλείων, ὧν ἀπέχει στάδια πέντε, συμβαλὼν μάχην ἐνίκησεν. ἀπὸ τῶν Καρῶν ἐκείνων μέρος τι τῆς Μέμφεως κέκληται Καρομεμφῖται. ΑΜΑΣΙΣ. Ἄμασις ἐν τῷ πρὸς Ἄραβας πολέμῳ κατόπιν τῶν Αἰγυπτίων ἔθηκε τὰ τῶν θεῶν ἱδρύματα τῶν μάλιστα τιμωμένων παρ᾽ αὐτοῖς, ἵν᾽ οὕτω προθυμότερον κιν- δυνεύοιεν, νομίζοντες ἔχειν θεατὰς τοὺς θεοὺς, ἐκδό- τους δοῦναι τοῖς πολεμίοις οὐχ ὑπομένοντες. ΜΙΔΑΣ. Μίδας προσποιησάμενος τελετὴν ποιεῖν τοῖς με- γάλοις θεοῖς νυκτὸς ἐξήγαγε τοὺς Φρύγας μετ᾽ αὐλῶν καὶ τυμπάνων καὶ κυμβάλων κρυπτὰ ἔχοντας ἐγχειρίδια. οἱ μὲν πολῖται τῶν οἰκιῶν ἐξῆλθον ἐπὶ τὴν θέαν, οἱ δὲ τυμπανίζοντες καὶ κυμβαλίζοντες τοὺς μὲν θεατὰς κατεφόνευσαν, τὰς δὲ οἰκίας αὐτῶν ἀνεῳγμένας κατα- λαβόντες Μίδαν τύραννον ἀνηγόρευσαν. ΚΥΡΟΣ. Κῦρος Μήδοις παραταξάμενος τρὶς ἡττήθη. ἐπεὶ δὲ τῶν Περσῶν αἱ γυναῖκες καὶ τὰ τέκνα ἦσαν ἐν Πασαργάδαις, τὴν τετάρτην μάχην ἐνταῦθα συνῆψε. πάλιν ἔφυγον οἱ Πέρσαι. ὡς δὲ εἶδον τὰ τέκνα καὶ τὰς γυναῖκας, παθόντες ἐπ᾽ αὐτοῖς ἀνέστρεψαν καὶ τοὺς Μήδους ἀτάκτως διώκοντας τρεψάμενοι νίκην τηλικαύτην ἐνίκησαν, ὡς μηκέτι Κῦρον πρὸς αὐτοὺς ἄλλης δεηθῆναι μάχης. Κῦρος ἐν ταῖς πρὸς Κροῖσον ἀνοχαῖς ἀπήγαγε τὴν δύναμιν. ὡς δὲ νὺξ ἐπῆλθε, συντόνως ἀναστρέψας ἐπὶ τὰς Σάρδεις ἤγαγε καὶ προσπεσὼν τοῖς τείχεσιν ἀφυλάκτοις προσθέμενος κλίμακας κατέσχε τὰς Σάρδεις. Κῦρος ἐκράτησε Σάρδεων· Κροῖσος κατέσχε τὴν ἀκρόπολιν ἀναμένων τὴν ἐκ τῆς Ἑλλάδος βοήθειαν. Κῦρος τοὺς οἰκείους τῶν μετὰ Κροίσου τὴν ἀκρόπολιν κατεχόντων δήσας ἔδειξε τοῖς πολιορκουμένοις τῷ κή- ρυκι προστάξας ἀνειπεῖν, ὡς παραδοῦσι μὲν τὴν ἀκρό- πολιν ἀποδώσοι τὰ οἰκεῖα σώματα, μὴ βουλομένων δὲ παραδοῦναι κρεμάσειε πάντας. οἱ δὲ τὴν ἀκρόπολιν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων παρέδωκαν οὐκ ἀναμείναντες Κροίσου τὰς κενὰς τῶν Ἑλλήνων ἐλπίδας. Κῦρος μετὰ τὴν ἅλωσιν Κροίσου Λυδῶν πάλιν ἀποστάντων αὐτὸς ἐλαύνων ἐπὶ Βαβυλῶνος Μαζάρην τὸν Μῆδον κατέπεμψε προστάξας, ὅταν κατάσχῃ τὴν χώραν, ἀφελέσθαι τὰ ὅπλα καὶ τοὺς ἵππους, καὶ στολὴν γυναικείαν αὐτοὺς ἀναγκάσαι φορεῖν, καὶ μήτε τοξεύειν μήτε ἱππεύειν ἔτι μανθάνειν, ὑφαίνειν δὲ καὶ ψάλλειν ἅπαντας τοῖς ἐπιτηδεύμασι τούτοις, ὡς ἔοικε, τὰς ψυχὰς αὐτῶν ἐκθηλῦναι προαιρούμενος. ἀμέλει βαρβάρων ἀπολεμώτατοι γεγόνασιν Λυδοὶ πρόσθεν ὄντες πολε- μικώτατοι. Κῦρος Βαβυλῶνα πολιορκῶν, ἐπειδὴ συνετέλεσε τὰς διώρυχας τοῦ Εὐφράτου διὰ τῆς πόλεως ῥέοντος, ἀνήγαγε τὸ στρατόπεδον μακροτάτῳ· Βαβυλώνιοι νομί- σαντες αὐτὸν ἀπεγνωκέναι τῆς πολιορκίας τὸ σφοδρὸν τῶν φυλακῶν ἀνῆκαν. ὁ δὲ τὸν ποταμὸν ἀποστρέψας, τὴν δύναμιν ἐπαγαγὼν συντόμως κατὰ τὴν χώραν τοῦ ἀρχαίου ῥεύματος ὑπεισήγαγε τοὺς στρατιώτας καὶ τῆς Βαβυλῶνος ἐκράτησεν. Κῦρος Κροίσῳ παρετάσσετο. Λυδοῖς ἦσαν ἱππεῖς πολλοὶ καὶ μέγα ἐπὶ τούτοις ἐφρόνει Κροῖσος. Κροίσου ἀχρεῖον τὸ ἱππικὸν ἀπέφηνε Κῦρος προτάξας τῶν ἰδίων ὁπλιτῶν καμήλους πολλάς· ἵππος δὲ καμήλου φεύγει καὶ τὴν ὄψιν καὶ τὴν ὀδμήν. αὐτίκα δὴ φεύ- γοντες οἱ ἵπποι τοὺς Λυδοὺς ὑπεξέφερον, ὥστε ἦν Κύρῳ νίκη καὶ πρό γε τῆς μάχης. Κῦρος Πέρσας ἀποστῆναι Μήδων ἔπεισεν ὧδε. δείξας χωρίον αὐτοῖς ἀργὸν καὶ ἀκανθῶδες ἐκέλευσεν ἡμερῶσαι· οἱ δὲ σὺν πολλῷ πόνῳ ἡμέρωσαν. τῆς ὑστεραίας ἐκέλευσε λουσαμένους ἥκειν. ἐπεὶ δὲ ἧκον, προέθηκεν αὐτοῖς εὐωχίαν ἄφθονον καὶ μετὰ τὴν εὐωχίαν ἤρετο, ποτέρα κρείσσων ἡμέρα. οἱ δὲ ὡμο- λόγησαν τῆς χθὲς τὴν σήμερον τόσῳ κρείττονα, ὅσῳ κακοδαιμονίας εὐδαιμονίαν. οὐκοῦν, ὁ Κῦρος ἔφη, τὰ τῆς εὐδαιμονίας ἀγαθὰ ἕξετε, ἢν τῆς Μήδων δου- λείας ἀποστῆτε. Πέρσαι μὴ μελλήσαντες ἀφίστανται καὶ βασιλέα Κῦρον στησάμενοι αὐτούς τε Μήδους κατέλυσαν καὶ τῆς ἄλλης Ἀσίας ἦρξαν. Κῦρος Βαβυλῶνα ἐπολιόρκει· Βαβυλώνιοι πολλῶν ἐτῶν σιτία ἔχοντες κατεγέλων τῆς πολιορκίας. Κῦρος διὰ μέσης τὸν Εὐφράτην ῥέοντα διώρυχα τεμὼν εἰς τὸ πλησίον ἕλος ὑπεξήγαγε. Βαβυλώνιοι πιεῖν ὕδωρ οὐκ ἔχοντες αὐτίκα σφᾶς αὐτοὺς Κύρῳ παρέδωκαν. Κῦρος ἡττώμενος Μήδων κατέφυγεν ἐς Πασαρ- γάδας. πολλῶν Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς αὔριον ἀφίξονται ἡμῖν σύμμαχοι δέκα μυριάδες ἀνδρῶν πολεμίων Μήδοις· ἀλλὰ ἐς τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φάκελλον ξύλων. οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀνήγ- γειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκαστον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πολλὴν φλόγα λάμπουσαν ἰδόντες πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον. Κῦρος πολιορκῶν Σάρδεις ξύλα πολλὰ μακρὰ ἰσομήκη τοῖς τείχεσιν ἐπιστήσας αὐτοῖς εἴδωλα πώγω- νας ἔχοντα καὶ Περσικὴν ἐσθῆτα καὶ φαρέτρας κατὰ νώτου καὶ τόξα μετὰ χεῖρας νύκτωρ προσήγαγεν ὑπερ- έχοντα _πυρ_ὶ τῶν τειχῶν τῆς ἄκρας. ὁ δὲ κατὰ τὰ ἕτερα μέρη τῆς πόλεως προσέβαλεν ἀρχομένης ἡμέρας. ἡ δὲ στρατιὰ τοῦ Κροίσου ἀπομαχομένη τὰς τοῦ Κύρου προσβολὰς, ἐπειδή τινες αὐτῶν ἐπιστραφέντες εἶδον ἀπὸ μακροῦ τὰ εἴδωλα ὑπὲρ τὴν ἄκραν, ἀνεβόησαν· πάντας δὲ εἷλε φόβος ὡς ἤδη τῆς ἄκρας ὑπὸ Περσῶν κατειλημμένης. τὰς πύλας ἀνοίξαντες ἄλλος ἄλλῃ ἔφευ- γον· Κῦρος δὲ Σάρδεις κατὰ κράτος εἷλεν. ΑΡΠΑΓΟΣ. Ἅρπαγος ἐπιστολὴν Κύρῳ κρύφα πέμπων ἀνέσχισε λαγὼν καὶ τὰ γράμματα ἔνδον κατακρύψας πάλιν αὖθις συνέρραψε καὶ τῷ κομίζοντι λίνα θηρατικὰ περιέθηκεν, ἵνα λάθῃ τοὺς φύλακας τῶν ὁδῶν.

ΚΡΟΙΣΟΣ.

Stratagemma di Creso
Polieno, Stratagemmi libro 8 capitolo 7 - Traduzione qui

Κροῖσος, τῶν Ἑλλήνων συμμάχων βραδυνόντων, τοὺς ἰσχυροτάτους καὶ μεγίστους τῶν Λυδῶν Ἑλληνικοῖς ὅπλοις κατεσκεύασεν· οἱ δὲ τοῦ Κύρου στρατιῶται τὸ ἄηθες τῆς Ἑλληνικῆς ὁπλίσεως κατεπλάγησαν. ἀλλὰ μὴν καὶ τῶν δοράτων κρουομένων πρὸς τὰς ἀσπίδας ὁ ψόφος τοὺς Πέρσας ἐτάραττεν· ἥ γε μὴν αὐγὴ τῶν ἐπιχάλκων ἀσπίδων τὰς ὄψεις τῶν Περσικῶν ἵππων ἀπέστρεφεν.

ὥστε Κῦρος ἡττηθεὶς τριῶν μηνῶν σπονδὰς πρὸς Κροῖσον ἐποιήσατο. Κροῖσος ἡττηθεὶς περὶ Καππαδοκίαν ὑπὸ Κύρου, βουλόμενος ἀποδρᾶναι προσέταξε τοῖς στρατιώταις ξύλα πολλὰ κομίζειν. ταῦτα νήσας ἐπὶ τῆς ὁδοῦ στενῆς οὔσης, ἐπεὶ νὺξ ἦν, αὐτὸς μὲν τὴν δύναμιν ὑπεξῆγε σπουδῇ πολλῆ, ἱππεῖς δὲ τοὺς ἐλαφροτάτους κατέλιπεν ὑπαυγαζούσης ἕω τὴν ὕλην καταπρήσοντας.

Κροῖσος μὲν δὴ τῇ φυγῇ προέλαβε, Κῦρος δὲ ὑπὸ τῆς φλογὸς διώκειν ἐκωλύετο.

ΚΑΜΒΥΣΗΣ. Καμβύσης Πηλούσιον ἐπολιόρκει. Αἰγύπτιοι καρτερῶς ἀνθίσταντο ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβο- λὰς καὶ πολλὰ προσάγοντες μηχανήματα ἠφίεσαν κατα- πέλτας ὀξυβελεῖς, πέτρους καὶ πῦρ. Καμβύσης ὅσα σέβουσιν Αἰγύπτιοι ζῷα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ βάλλοντες ἐπαύσαντο φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζῴων. οὕτω Καμβύσης Πηλούσιον ἑλὼν εἴσω τῆς Αἰγύπτου παρῆλθεν. ΟΙΒΑΡΗΣ. Οἱ περὶ Δαρεῖον ἑπτὰ σατράπαι τοὺς μάγους ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· ὅτου δ᾽ ἂν πρῶτος ἵππος χρεμετίσῃ, καὶ δὴ βασιλεὺς ἔστω οὗτος. Οἰβάρης, ἱπποκόμος Δαρείου, μαθὼν τὰ βεβουλευμένα ἤγαγεν αὐτοῦ τὸν ἵππον πρὸ μιᾶς ἡμέρας εἰς τὸ προσυγκείμενον χωρίον καὶ παραστησάμενος θήλειαν ἵππον ἐπαφῆκε τὸν ἄρρενα. τοῦτο πράξας ἐπανήγαγε τὸν ἵππον. τῆς ὑστεραίας ὁ Δαρεῖος ἐπ- οχούμενος ἧκε μετὰ τῶν ἄλλων σατραπῶν· ὁ δὲ ἵππος αὐτοῦ γνωρίσας τὸν τόπον τῆς συνουσίας ἐρωτικόν τι παθὼν πρῶτος ἐχρεμέτισεν. οἱ σατράπαι καταπη- δήσαντες Δαρεῖον προσεκύνησαν καὶ βασιλέα Περσῶν ἐστήσαντο. ΔΑΡΕΙΟΣ. Δαρεῖος παρετάσσετο Σκύθαις. λαγὼς διήιξε παρὰ τὴν Σκυθικὴν φάλαγγα. Σκύθαι μὲν ἐδίωκον τὸν λαγωόν. Δαρεῖος δὲ ἄξιον ἔφη Σκύθας φεύγειν, οἳ τοσοῦτον ἡμῶν καταφρονοῦσιν, ὥστε Πέρσας κατα- λιπόντες τὸν λαγωὸν διώκουσι. καὶ δὴ τὸ ἀνακλητι- κὸν σημήνας περὶ ἀναχωρήσεως ἐβουλεύσατο. Δαρεῖος μέλλων τοῖς μάγοις νύκτωρ ἐπιτίθεσθαι μετὰ τῶν ἑπτὰ Περσῶν, ἵνα ἐν σκότῳ δύναιντο γι- γνώσκειν ἀλλήλους, συνεβούλευσε τὸ τιαρόδεσμον, ὃ τῆς κεφαλῆς ὄπισθεν ἀποσφίγγει τὴν τιάραν, αὐτοὺς ἐς μέτωπον περιαγαγεῖν, ἵνα σημεῖον ᾖ τὸ ἅμμα τῆς τιάρας _χουμίτρα_ς ἁπτομένοις τοῦ μετώπου. Δαρεῖος πρῶτος φόρους ἔταξε τοῖς ἔθνεσιν· ὅπως δὲ μὴ χαλεπήνειαν, οὐκ αὐτὸς ἔταξεν, ἀλλὰ τοῖς σα- τράπαις τάξαι προσέταξε. τῶν δὲ ὁρισάντων μεγάλους φόρους αὐτὸς προέγραψε τοὺς ἡμίσεις χαρίζεσθαι τοῖς ὑπηκόοις. οἱ δὲ ἄσμενοι τοὺς ἡμίσεις τελεῖν ὑπέστη- σαν ὡς ἤδη μεγάλην εὐεργεσίαν παρὰ τοῦ βασιλέως λαβόντες. Δαρεῖος ἐπὶ Σκύθας ἐλάσας οὔτε Σκύθας ἑλεῖν οἷός τε ἦν οὔτε σιτίων ηὐπόρει. περὶ δρασμοῦ σκέψις ἦν. ὅπως οὖν λάθοι τοὺς Σκύθας, τὸ στρατόπεδον ὡς εἶχεν ἐᾷ κατὰ χώραν μένειν - ἦσαν ἐν αὐτῷ τραυματίαι πολλοὶ, ὄνοι, ἡμίονοι, κύνες - , ἀλλὰ καὶ πυρὰ πολλὰ διὰ νυκτὸς ἐκέλευσεν ἀνακαῦσαι. ταῦτα δὴ ὁρῶντες οἱ Σκύθαι, ἀκούοντες τοῦ ταράχου τῶν ζῴων καὶ τὰς σκηνὰς ἀκεραίους ὁρῶντες ᾤοντο παρεῖναι τοὺς Πέρσας. οἱ δὲ ἄρα ἦσαν πρὸ πολλοῦ πεφευγότες. Σκύθαι δὲ ὀψὲ τὴν ἀπόδρασιν μαθόντες ἐπεχείρουν διώκειν, οὓς καταλαβεῖν αὐτοῖς δυνατὸν ἦν οὐκέτι. Δαρεῖος Καλχηδόνα ἐπολιόρκει. Καλχηδόνιοι τει- χῶν ὀχυρότητι καὶ παρασκευῇ τροφῶν θαρροῦντες ἥκιστα τῆς πολιορκίας ἐφρόντιζον. Δαρεῖος τὴν μὲν στρατιὰν οὐ προσῆγε τοῖς τείχεσιν, ἀλλ᾽ οὐδὲ τὴν χώ- ραν ἔβλαπτε, προσποιούμενος δὲ ἀναμένειν συμμαχίαν μείζονα τὴν ἡσυχίαν ἦγε. τῶν δὲ Καλχηδονίων τειχο- φυλακούντων ἀπὸ τοῦ καλουμένου Ἀφασίου λόφου, πεντεκαίδεκα στάδια τῆς πόλεως ἀπέχοντος, ἤρξαντο μεταλλεύειν ὑπόνομον οἱ Πέρσαι. ἐπεὶ δὲ κατὰ τὴν ἀγορὰν ὀρύσσοντες ἐγένοντο τεκμαιράμενοι ῥίζαις τῶν ἐλαιῶν, αἳ περὶ τὴν ἀγορὰν ἐπεφύκεσαν, νύκτα ἀνα- μείναντες, τὸν ὑπόνομον ἀναστομώσαντες ἀνέβησαν ἐς τὴν ἀγορὰν καὶ τὴν πόλιν ἄνευ μάχης κατὰ κράτος εἷλον Καλχηδονίων τὰ τείχη φυλαττόντων. Δαρεῖος ἐπολέμει Σάκαις τριχῆ διῃρημένοις. μιᾶς ἐκράτησε μοίρας· τῶν δὲ Σακῶν μυρίων ζώντων ἁλόν- των τὰς ἐσθῆτας καὶ τὸν κόσμον καὶ τὰ ὅπλα περιέθηκε τοῖς Πέρσαις καὶ προσῆγεν αὐτοὺς τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρέμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἐξα- πατώμενοι φιλοφρόνως προσελθόντες ὡς οἰκείους ἠσπά- ζοντο. Πέρσαι δὲ, ἦν γὰρ αὐτοῖς παράγγελμα, πάντας ἐφόνευσαν καὶ μεταβάντες ἐπὶ τὴν τρίτην μοῖραν Σακῶν ἀμαχεὶ τούτων ἐκράτησαν· οὐδὲ γὰρ ἀντέστησαν τῶν δύο μοιρῶν προηττημένων. Δαρεῖος Αἰγυπτίων οὐ φερόντων Ἀρυάνδου τοῦ σατράπου τὴν ὠμότητα καὶ διὰ τοῦτο ἀποστάντων αὐτὸς διὰ τῆς ἐρήμης Ἀραβίας ὁδεύσας ἧκεν εἰς Μέμ- φιν. ἔτυχον δὲ Αἰγύπτιοι τὸν Ἆπιν ἀφανῆ γεγονότα κατ᾽ ἐκείνας τὰς ἡμέρας πενθοῦντες. Δαρεῖος προέ- γραψε τῷ ἀγαγόντι τὸν Ἆπιν δώσειν ἑκατὸν τάλαντα χρυσίου, οἱ δὲ τὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες οὐκέτι μετὰ τῶν ἀποστάντων ἐτράποντο, ἀλλὰ σφᾶς αὐτοὺς Δαρείῳ παρέδωκαν. ΣΙΡΑΚΗΣ. Δαρεῖος ἐπὶ Σάκας ἐστράτευσεν. οἱ βασιλεῖς τῶν Σακῶν, Σακεσφάρης, Ἀμόργης, Θάμυρις ἐβουλεύοντο ἐν ἐρήμῳ χωρίῳ περὶ τῶν παρόντων. ἱπποφορβὸς ἀνὴρ, Σιράκης, προσῆλθεν αὐτοῖς ἐπαγγελλόμενος δια- φθείρειν τὸ Περσῶν στράτευμα, ἐὰν τοῖς παισὶν αὐτοῦ καὶ τοῖς ἐγγόνοις δώσειν οἴκους καὶ χρήματα ὀμόσωσιν. οἱ μὲν ὤμοσαν, ὁ δὲ σπασάμενος τὴν παραξιφίδα ἀφεῖλεν αὑτοῦ ῥῖνα καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα δεινῶς ἐλωβήσατο· καὶ αὐτομολήσας πρὸς Δαρεῖον ταῦτα ἔφη παθεῖν ὑπὸ τῶν ἐν Σάκαις βασιλέων. Δαρεῖος ἐπί- στευσε τῷ μεγέθει τῆς συμφορᾶς, ὁ δὲ Σιράκης ἐπι- καλούμενος πῦρ ἀθάνατον καὶ ἱερὸν ὕδωρ τιμωρίαν παρὰ Περσῶν ἔφη λαβεῖν ἐσπούδακα. ὁ δὲ τρόπος· Σάκαι τῆς ἐπιούσης νυκτὸς ἀπαίρειν μέλλουσιν· εἰ δὲ ἡμεῖς διὰ συντομωτέρας ὁδοῦ προλάβοιμεν τὴν χώραν, ἐφ᾽ ἣν ἐκεῖνοι στέλλονται, ὥσπερ ἐν πάγῃ πάντας αἱρήσομεν. ἐγὼ δὲ ἱπποφορβὸς ὢν καὶ τὴν ἐπιστήμην τῆς χώρας ἁπάσης ἔχων ἡγήσομαι· σιτία δὲ καὶ ποτὰ ἑπτὰ ἡμερῶν ἐπαγώμεθα. ὁ μὲν ἡγήσατο τῆς ὁδοῦ, προάγων δὲ τῶν στρατιωτῶν ἡμέρας ἑπτὰ καὶ κατα- στήσας ἐς μέσην τὴν ἄνυδρον, ἐπιλιπόντος τοῦ ὕδατος καὶ τῶν σιτίων, τοῦ χιλιάρχου Ῥανοσβάτου τί σοι ἔδοξεν εἰπόντος ἐξαπατῆσαι τηλικοῦτον βασιλέα καὶ τοσοῦτο πλῆθος Περσῶν καὶ ἀγαγεῖν ἐς χώραν ἄνυ- δρον, ἐν ᾗ μήτε ὄρνεον ὁρῶμεν μήτε θηρίον καὶ οὔτε προϊέναι δυνατὸν οὔτε ἀναχωρεῖν; ὁ δὲ συγκροτήσας τὼ χεῖρε καὶ μεγάλα ἀναγελάσας ἐγὼ ἔφη νενίκηκα· βουλόμενος γὰρ σῶσαι Σάκας τοὺς ἐμοὺς πολίτας δίψει καὶ λιμῷ Πέρσας ἀπολώλεκα. ὁ μὲν χιλίαρχος τοῦ Σιράκου παραχρῆμα τὴν κεφαλὴν ἀπέκοψε, Δαρεῖος δ᾽ ἀναβὰς ἐπὶ λόφον ὑψηλὸν, τὸν κάνδυν καὶ τὴν τιάραν τῷ σκήπτρῳ περιθεὶς καὶ τὸ διάδημα τὸ βασιλι- κὸν περιδήσας κατέπηξεν ἐπὶ γῆς· καὶ - ἦν γὰρ ἐπιτολὴ τοῦ ἡλίου - ηὔξατο τῷ Ἀπόλλωνι, εἰ χρεὼν σωθῆναι Πέρσας, ὕδωρ ἐξ οὐρανοῦ παρασχεῖν. ὁ θεὸς ἐπήκουσε· καὶ ὄμβρος κατερράγη πολύς. τοῦτον ὑποδεξάμενοι δέρμασι καὶ ἀγγείοις οἱ Πέρσαι διεσώθησαν ἐπὶ Βάκ- τρον ποταμὸν τῷ θεῷ χάριν ὑπὲρ σωτηρίας εἰδότες· ὅσον δὲ ἐπὶ τῇ ἀπάτῃ τοῦ ἱπποφορβοῦ πάντες ἂν διε- φθάρησαν. τοῦτον τὸν ἱπποφορβὸν ὕστερον καὶ Ζώπυ- ρος μιμησάμενος καὶ ἀκρωτηριάσας τὸ πρόσωπον Βα- βυλωνίους ἐξαπατήσας ἐχειρώσατο.ΖΩΠΥΡΟΣ. Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατρά- πης ἀκρωτηριάσας τὸ πρόσωπον ἧκεν αὐτόμολος ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· ἀλλ᾽ οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλό- μην ἂν, ἐφ᾽ ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον. ΟΡΟΝΤΗΣ. Βασιλεὺς Ἀρταξέρξης Ὀρόντῃ προσέταξε Τηρίβαζον Κύπρου σατράπην ἄγε μοι δεδεμένον. Ὀρόντης, ἐδε- δοίκει γὰρ Τηρίβαζον, λόχῳ τὸν ἄνδρα εἷλεν. ὁ δὲ λόχος· ἦν οἶκος, ἐν ᾧ βόθρος βαθύς. ἄνω τοῦ βόθρου κλίνην ἔθηκεν οὐκ ἐντεταμένην, ἀλλὰ στρώμασι ποικί- λοις κεκοσμημένην. καλεῖ Τηρίβαζον ὡς διαλεξόμενος περὶ ἀπορρήτων. Τηρίβαζος εἰσέρχεται καὶ καθιζάνει καὶ διὰ τῆς κλίνης εἰς τὸν βόθρον καταφέρεται καὶ συλληφθεὶς ἀναπέμπεται βασιλεῖ δεδεμένος. Ὀρόντης ἀποστὰς ἐπολέμει τοῖς βασιλέως στρατη- γοῖς καὶ καταφυγὼν ἐπὶ λόφον τοῦ Τμώλου χαράκωμα περιεβάλετο. τῶν πολεμίων ἀντιστρατοπεδευσάντων παρήγγειλε τοῖς στρατιώταις ὀχυροῦν μάλιστα δὴ τὸ χαράκωμα καὶ τὰς ἐφοδείας καὶ τὰς φυλακὰς συγκρο- τοῦντας ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπι- λέκτους ἱππέας λαβὼν ἐξώρμησε διὰ τῆς ἐπὶ Σάρδεων ὁδοῦ καὶ τὴν ἀγορὰν τὴν κομιζομένην τοῖς πολεμίοις ἥρπασε καὶ λείαν πολλὴν τῶν Σαρδιανῶν ἀπήλασε καὶ πέμψας ἄγγελον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῆς ὑστεραίας ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπεξῆλθον, Ὀρόντης δὲ κατὰ νώτου τῶν πολεμίων γενόμενος τοὺς μὲν ἀποκτείνας, τοὺς δὲ ζωγρήσας ἀσφαλῶς ἀπηλλάττετο. Ὀρόντης ἐν Κύμῃ παρετάξατο Αὐτοφραδάτῃ μυ- ρίους ἱππέας ἔχοντι αὐτὸς ἔχων μυρίους ὁπλίτας Ἕλλη- νας. πρῶτον μὲν δὴ προσέταξε τοῖς Ἕλλησιν ἐπιστρα- φῆναι καὶ ἰδεῖν τὸ πεδίον ἡλίκον ἐμφανίζων, ὡς οὐκ ἄν τις τὴν τάξιν λύσας τοὺς ἱππέας διαφύγοι· ἐπεὶ δὲ συμβαλόντες ἔστησαν πεφραγμένοι, τῶν ἱππέων τὴν φάλαγγα διιππεῦσαι μὴ δυνηθέντων καὶ διὰ τοῦτο ἀποστραφέντων, Ὀρόντης ἐκέλευσε τοὺς Ἕλληνας, ἐὰν πάλιν ἐπάγειν ἐγχειρῶσιν οἱ ἱππεῖς, τρία βήματα μόνον εἰς τοὔμπροσθεν ἐμβῆναι. οἱ μὲν δὴ ἐνέβησαν, οἱ δὲ ἱππεῖς νομίσαντες ἐπάγειν αὐτοὺς ἐκκλίναντες ἔφευγον. Ὀρόντης πολλοὺς τῶν συμμάχων ἀποβαλὼν, οὓς Αὐτοφραδάτης ἐνέδρᾳ διέφθειρε, καθῆκε λογοποιοὺς διαγγέλλοντας, ὡς ἐγγὺς εἴησαν οἱ μισθοφόροι, ὥστε καὶ τῷ Αὐτοφραδάτῃ τοῦτο ἐξηγγέλλετο. τῶν δὴ βαρ- βάρων τοὺς ἰσχυροτάτους νυκτὸς ὥπλισεν ὅπλοις Ἑλλη- νικοῖς καὶ ἀρχομένης ἕω παρέταξεν αὐτοὺς μετὰ τῶν ἄλλων Ἑλλήνων ἐπιστήσας ἑρμηνέας διγλώσσους, ἵνα τὰ παρηγγελμένα τοῖς Ἕλλησιν οὗτοι φράζοιεν τοῖς βαρβάροις. Αὐτοφραδάτης ἰδὼν τὰ Ἑλληνικὰ ὅπλα, οἰηθεὶς ἥκειν τοὺς μισθοφόρους περὶ ὧν ἐπέπυστο, συμβαλεῖν οὐ θαρρήσας ἀναλαβὼν τὸ στρατόπεδον ἔφυγεν. ΞΕΡΞΗΣ. Ξέρξης ἐπὶ τὴν Ἑλλάδα στρατεύων πολλὰ ἔθνη συνήγαγε λογοποιοὺς διασκεδάσας, ὡς οἱ κορυφαῖοι τῶν Ἑλλήνων ὡμολογήκασι προδοσίαν τῆς Ἑλλάδος δόξαντες οὖν οὐκ ἐς μάχην, ἀλλὰ ἐς ὠφέλειαν φανε- ρὰν καλεῖσθαι προθυμότερον ἠθροίζοντο. πολλοὶ δὲ τῶν βαρβάρων καὶ αὐτεπάγγελτοι συνεμάχησαν. Ξέρξης κατασκόπων Ἑλλήνων ἁλόντων ἐν τῷ στρα- τοπέδῳ κολάζει μὲν τοὺς ἄνδρας οὐδαμῶς, κελεύει δὲ περιαχθέντας ἰδεῖν τὴν δύναμιν ἅπασαν. ἐπεὶ δὲ εἶδον, ἄπιτε τοίνυν ἔφη καὶ τοῖς Ἕλλησιν ἀπαγγείλατε, ὅσα ἐμοῦ δεικνύντος ἑωράκατε. Ξέρξης ἐναυλόχει περὶ Ἄβυδον. σιτηγοὶ νῆες Ἑλληνικαὶ παραπλέουσαι ἁλίσκονται ὑπὸ τῶν βαρβά- ρων. τοῖς μὲν δὴ ἔδοξε καταδῦσαι τὰς ὁλκάδας αὐτοῖς ἀνδράσιν, Ξέρξης δὲ τοὐναντίον ἤρετο ποῖ πλεῖτε; φησάντων ἐς τὴν Ἑλλάδα, καὶ ἡμεῖς ἔφη ἐκεῖσε, ὥστε ὁ σῖτος τοῖς Ἕλλησιν ἀγόμενος ἡμέτερός ἐστιν. ἄπιτε δή. ταῦτα οἱ σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν οὐ μικρὰν ἔκπληξιν αὐτοῖς παρέσχον. Ξέρξης ἐν Θερμοπύλαις πολλῶν βαρβάρων πεσόν- των ἀποκρυπτόμενος τὸ πλῆθος τῶν νεκρῶν προσέταξε τοῖς οἰκείοις αὐτῶν διὰ νυκτὸς τοὺς αὑτοῖς προσήκοντας γῇ κατακρύψαι. Ξέρξης ἐν Θερμοπύλαις διὰ τὴν στενότητα τῶν ὀρῶν πολλοὺς Περσῶν ἀποβαλὼν, Τραχινίου ἀνδρὸς Ἐφιάλτου δείξαντος ἀτραπὸν περὶ τοῖς ὄρεσι στενὴν, ἔπεμψεν ἄνδρας δισμυρίους, οἳ περιελθόντες κατὰ νώτου γενόμενοι τῶν Ἑλλήνων ἀπέκτειναν ἅπαντας, ὧν ἡγεῖτο Λεωνίδας. ΑΡΤΑΞΕΡΞΗΣ. Ἀρταξέρξης ἐπὶ τὴν Τισαφέρνους σύλληψιν κατέ- πεμψε Τιθραύστην δύο ἐπιστολὰς κομίζοντα, τὴν μὲν πρὸς αὐτὸν περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἕλληνας, ἐπιτρέπων αὐτῷ τὰ πάντα, τὴν δὲ πρὸς Ἀριαῖον, ὅπως αὐτὸν συλλάβοι μετὰ Τιθραύστου. Ἀριαῖος ἀναγνοὺς τὴν ἐπιστολὴν ἐν Κολοσσαῖς τῆς Φρυγίας καλεῖ Τισα- φέρνην ὡς ὁμοῦ βουλεύσασθαι δέον τά τε ἄλλα καὶ περὶ τῶν Ἑλλήνων. ὁ δὲ μηδὲν ὑπιδόμενος τὸ μὲν στρατόπεδον κατέλιπεν ἐν Σάρδεσιν, αὐτὸς δὲ μετὰ τριακοσίων λογάδων Ἀρκάδων καὶ Μιλησίων ἀφικό- μενος ἐν Ἀριαίου κατέλυεν· ἤδη δὲ περὶ λουτρὸν ἔχων τὸν ἀκινάκην ἀπέθετο. Ἀριαῖος μετὰ τῶν θεραπευτήρων συναρπάσας αὐτὸν, καθείρξας εἰς ἁρμάμαξαν κατερραμ- μένην ἄγειν Τιθραύστῃ παρέδωκεν. ὁ δὲ μέχρι μὲν Κελαινῶν ἐγκατερραμμένον ἤγαγεν, ἐνταῦθα δὲ ἀποτε- μὼν αὐτοῦ τὴν κεφαλὴν ἀνεκόμισε βασιλεῖ. βασιλεὺς δὲ ἔπεμψε τῇ μητρὶ Παρυσάτιδι, ἣ μάλιστα ἐσπουδάκει τίσασθαι Τισαφέρνην ἐπὶ τῇ Κύρου τελευτῇ. ἔμελλον δὲ ἄρα καὶ ὅσαι τῶν Ἑλλήνων τῶν Κυρείων μητέρες ἢ γυναῖκες λαμπρὸν ὀλολύζειν Τισαφέρνου δίκας δόντος τῆς ἐς τοὺς Ἕλληνας ἀπάτης. Ἀρταξέρξης τὸν πόλεμον ἠγωνοθέτει τοῖς Ἕλλησιν ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις. ἀεὶ γὰρ ἐπανισῶν τὸ ἐλαττούμενον τὴν ἰσχὺν τοῦ νικῶντος κατέλυεν. ΩΧΟΣ. Ὦχος Ἀρταξέρξου τοῦ πατρὸς αὐτῷ τελευτήσαντος εἰδὼς, ὅτι περιὼν μὲν ὁ πατὴρ φοβερὸς ἦν τοῖς ὑπη- κόοις, μετὰ δὲ τὴν τούτου τελευτὴν αὐτὸς εὐκατα- φρόνητος ἔσοιτο, τοῖς εὐνούχοις καὶ κατακοιμισταῖς καὶ τῷ χιλιάρχῳ συνθέμενος ἔκρυψε τὸν θάνατον ἐπὶ μῆνας δέκα· ἐν δὲ τούτοις τὴν βασιλικὴν σφραγῖδα διαπέμπων ἐξ ὀνόματος τοῦ πατρὸς προσέταξεν Ὦχον ἀναγορεῦσαι βασιλέα. ἐπεὶ δὲ πάντες ἀνηγόρευσαν καὶ ὑπήκουσαν, τότε ὡμολόγησε τὸν θάνατον τοῦ πατρὸς καὶ τὸ βασίλειον πένθος ἐπήγγειλε κατὰ τοὺς Περσῶν νόμους. ΤΙΣΑΦΕΡΝΗΣ. Τισαφέρνης πρὸς Κλέαρχον ἐσπείσατο παρακα- θισάμενος τὰς παλλακίδας· τὰς δὲ αὐτὰς ἔφη σπονδὰς ἐθέλειν ποιεῖσθαι καὶ πρὸς τοὺς λοιποὺς ἡγεμόνας. ἧκον οἱ λοιποὶ, Πρόξενος Βοιώτιος, Μένων Θετταλὸς, Ἆγις Ἀρκὰς, Σωκράτης Ἀχαιός· εἵποντο τούτοις λο- χαγοὶ εἴκοσι, στρατιῶται διακόσιοι. Τισαφέρνης τοὺς μὲν στρατηγοὺς δήσας ἔπεμψεν ὡς βασιλέα, τοὺς δὲ ἄλλους αὐτὸς ἀπέκτεινε πάντας. Τισαφέρνης ἐμβαλεῖν ἐς Μίλητον καὶ τοὺς φυγά- δας καταγαγεῖν ἐβουλεύετο. ἀπαράσκευος μὲν δὴ ὢν περιβόητον ἐποίει τὸ ἔργον ὡς τοῦτο δράσων αὐτίκα, ὥστε καὶ Μιλήσιοι τὰ ἐκ τῶν ἀγρῶν εἰς ἄστυ ἀνεκο- μίσαντο. παρεσκευασμένος δὲ τὸ στρατόπεδον διαλύειν προσεποιήσατο καὶ οὐ μακρὰν ἀπεπέμψατο. Μιλήσιοι τὰς γνώμας μεταβαλόμενοι διαλυθὲν τὸ στράτευμα ὁρῶντες ἐς τοὺς ἀγροὺς ἀνεχώρησαν, ὁ δὲ ὑπὸ συν- θήματι τὸ στράτευμα συλλέξας διὰ τάχους πάντας Μιλησίους ἔξω τῆς πόλεως διεσπαρμένους ἐχειρώσατο. ΦΑΡΝΑΒΑΖΟΣ. Φαρνάβαζος κατὰ Λυσάνδρου Λακεδαιμονίοις ἔγρα- ψεν· οἱ δὲ ἀπὸ τῆς Ἀσίας αὐτὸν ἀνεκαλέσαντο σκυτά- λην πέμψαντες. Λύσανδρος ἱκετεύει Φαρνάβαζον ἄλλην ἐπιστολὴν ὑπὲρ αὑτοῦ γράψαι φιλάνθρωπον. Φαρνά- βαζος ὑποσχόμενος φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύ- σανδρος ἠξίωσε, κρύφα δὲ εἶχεν ἑτέραν γεγραμμένην, ἐν δὲ τῷ τὴν σφραγῖδα ἐπιβάλλειν ὑπαλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει δίδωσιν αὐτῷ τὴν κρύφα γεγραμμένην. Λύσανδρος ἐπανελθὼν ἐς Λακεδαίμονα τοῖς ἐφόροις κατὰ τὸ ἔθος ἀπέδωκε τὰ γράμματα, οἱ δὲ ἀναγνόντες ἔδειξαν αὐτῷ τὴν ἐπιστολὴν προειπόντες μηδὲν ἀπολογίας δεῖσθαι αὐτὸν καθ᾽ αὑτοῦ γράμματα κομίσαντα. ΓΛΩΣ. Γλῶς ἦν ἐν Κύπρῳ. τῶν δὲ ἀμφ᾽ αὐτὸν Ἑλλή- νων τοῖς ἐν Ἰωνίᾳ κατ᾽ αὐτοῦ γραφόντων βουλόμε- νος εὑρεῖν τοὺς αἰτίους τριήρη καθείλκυσε καὶ τοῖς ἐρέταις ἔδωκεν ἐφόδιον καὶ πλεῖν ἐκέλευσεν ἐπ᾽ Ἰωνίας. τοῦ κυβερνήτου τὴν ἀναγωγὴν ἐπίτηδες ἀναβαλλομένου πολλοὶ πολλὰς ἐπιστολὰς τοῖς ἐρέταις ἔδωκαν. οἱ μὲν δὴ ἀνήχθησαν καὶ βραχὺ τῆς πόλεως ἀπωτέρω προς- ωρμίσαντο, ὁ δὲ παρελθὼν πεζῇ πρὸς τὴν τριήρη προσέταξε τοῖς ἐρέταις πάσας προσκομίσαι τὰς ἐπιστο- λάς, ἐν αἷς τοὺς κατ᾽ αὐτοῦ γράφοντας εὑρὼν οὐδένα τούτων ὃν οὐχὶ παραχρῆμα βασανίσας ἀπέκτεινεν. ΔΑΤΑΜΗΣ. Δατάμης ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος μι- σθὸν μηνῶν πλειόνων, ἐς ἐκκλησίαν συναγαγὼν αὐτοὺς ἔφη πολλὰ χρήματα ἔχειν ἐν χωρίῳ τριῶν ἡμερῶν ὁδὸν ἀπέχοντι· καὶ δὴ τὴν ταχίστην εἰς τοῦτο ἐπειγώμεθα. ἐπίστευσαν οἱ στρατιῶται καὶ ἠκολούθησαν. ἀπέχοντας δὲ ἡμέρας ὁδὸν ἐκέλευσε κατὰ χώραν μένειν ἀναπαυο- μένους. ἀναλαβὼν δὴ τοὺς περὶ αὑτὸν καὶ καμήλους καὶ ἡμιόνους, ἐλθὼν ἐς ἱερὸν ἐγχωρίῳ πλούτῳ κεκο- σμημένον ἔλαβεν ἀργυρίου τάλαντα τριάκοντα. ταῦτα ἐπὶ τῶν καμήλων καὶ τῶν ἡμιόνων ἤγαγεν ἐς τὸ στρατόπεδον ὀλίγα μὲν ἀγγεῖα πληρώσας, πολλὰ δὲ κατασκευάσας ὁμοίως τοῖς πεπληρωμένοις. ἐπεὶ δέ τινα τῶν πεπληρωμένων ἔδειξε τοῖς στρατιώταις, οἱ μὲν εὐέλπιδες ἐγένοντο ὡς χρήματα ἔχοντες, ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἀφικομένους κόψαι νόμισμα· ἦν δὲ ἄρα Ἀμισὸς ἡμερῶν πολλῶν ὁδὸν ἀπέχουσα καὶ χώρα δυσχείμερος. τὸν δὴ χειμῶνα ὅλον οἱ στρατιῶται ἡσύ- χασαν οὐκ ἀπαιτοῦντες. Δατάμης ἐπιβουλεύων Σινωπεῦσι ναυτικὸν ἔχου- σιν αὐτὸς ναυπηγῶν καὶ τεκτόνων ἀπορούμενος φιλίαν συνθέμενος πρὸς αὐτοὺς ἐπηγγείλατο Σήσαμον αὐτοῖς ἐκπολιορκήσας παραδώσειν, ἣν μάλιστα πολεμιωτάτην ἡγοῦντο. ἐπίστευσαν οἱ Σινωπεῖς καὶ παρεκάλεσαν, ὧν ἂν ἐς τὸν πόλεμον δέοιτο, παρ᾽ αὐτῶν λαμβάνειν. ὁ δὲ ἄλλου μὲν οὐδενὸς ἔφη δεῖσθαι ὡς λαμπρὰν χορηγίαν ἔχων καὶ χρημάτων καὶ σωμάτων, τοὺς δὲ τὰ μηχανήματα, κριοὺς καὶ χελώνας, κατασκευάζοντας οὐκ ἔχειν, ἃ δὴ μάλιστα ὠφέλιμα τοῖς πολιορκοῦσιν. οἱ Σινωπεῖς πάντας τοὺς ἐν τῇ πόλει τεχνίτας καὶ ἀρχιτέκτονας ἔπεμψαν αὐτῷ. ὁ δὲ ταῖς τέχναις αὐτῶν χρησάμενος ναῦς πολλὰς καὶ μηχανήματα κατασκευάσας ἀντὶ Σησάμου τὴν Σινώπην ἐπολιόρκησεν. Δατάμης Εὐφράτην διαβὰς ἐπολέμει μεγάλῳ βα- σιλεῖ· ὁ δὲ μετὰ πολλῆς δυνάμεως ἐπῄει οὐ πάνυ τῶν ἐπιτηδείων εὐπόρως ἔχων, σχολαίτερον ὁδεύων. Δατά- μης ἄνω τοῦ ποταμοῦ πολλὴν ὁδὸν παρελάσας, τὰς ἁμάξας σύνδυο ζεύξας ἐπέθηκεν ἄλλας δύο κατ᾽ αὐτῶν καὶ συνήλωσε πρὸς ἀλλήλας καὶ περὶ τοὺς κανθοὺς κάτω σανίδας προσήλωσεν, ὅπως οἱ τροχοὶ ἐς τὴν ἰλὺν τοῦ ποταμοῦ μὴ καταδύοιντο· ἄνδρας δὲ ἐρρωμενε- στάτους τὰ γενναιότατα τῶν ὑποζυγίων ἐπισύροντας ἀπὸ κάλου διανήξασθαι προσέταξεν. ἔπειτα ἐνῆγε τὰς προσηλωμένας ἁμάξας εἰς τὸν ποταμὸν, τῶν μὲν ὄπι- σθεν ὠθούντων, τῶν δὲ διανηξαμένων ἔμπροσθεν ἑλκόντων κάλοις μεγάλοις ἐξηρτημένοις, καὶ ἐπιβαλὼν ἄνω κλήματα καὶ ξύλα διέβη τὸν ποταμὸν μετὰ τῆς ἑαυτοῦ δυνάμεως· καὶ ἐς τὴν αὑτοῦ ἀφίκετο ἡμέραις δέκα πρότερον ἢ τὸν βασιλέα ἐπὶ τὸν ποταμὸν ἀφ- ικέσθαι. Δατάμης μαθὼν, ὡς ἐπιβουλεύοιτο ὑπὸ στρατιωτῶν ἰδίων, ἐν Ἀσπενδίῳ πεδίῳ μέλλων συμβαλεῖν πολε- μίοις ἄλλον διεσκεύασε τῇ αὑτοῦ πανοπλίᾳ, ἐν ἄλλῃ δὲ αὐτὸς ἐκινδύνευεν. οἱ δὲ ἐπιθέμενοι ἐγνώσθησαν ὑπὸ τοῦ σχήματος ἐξαπατηθέντες. Δατάμης πολιορκῶν Σινώπην, γράμματα παρὰ βασιλέως δεξάμενος οὐκ ἐῶντος πολιορκεῖν, ἀναγνοὺς προσεκύνησε τὴν ἐπιστολὴν καὶ ἔθυσεν εὐαγγέλια ὡς μεγάλα δὴ ἀγαθὰ παρὰ βασιλέως λαβών· καὶ νυκτὸς ἐπιβὰς τῆς νεὼς ἀπέπλευσεν. Δατάμης Αὐτοφραδάτην διώκοντα φεύγων ἧκεν ἐγγὺς ποταμοῦ· τὸν δὲ πόρον ἐκκλίνας προσεποιήσατο στρατοπεδεύειν τὰς μὲν μεγίστας καὶ ὑψηλοτάτας σκη- νὰς κατὰ πρόσωπον σκηνώσας, τὰ δὲ σκευοφόρα λύειν ὄπισθεν οὐκ ἐάσας, ἀλλ᾽ οὐδὲ τοῖς στρατιώταις ἀπο- θέσθαι τὰ ὅπλα ἐπιτρέψας. οἱ πολέμιοι τὰς σκηνὰς ὁρῶντες καὶ αὐτοὶ κατεσκήνωσαν καὶ τὰ σκευοφόρα τ᾽ ἔλυσαν καὶ τοὺς ἵππους ἀφῆκαν ἐπὶ νομὴν καὶ παρα- σκευῇ τοῦ δείπνου προσεῖχον. Δατάμης ἑτοίμην καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν διὰ τοῦ ποταμοῦ διήγαγεν. οἱ πολέμιοι διεσκεδασμένην τὴν δύναμιν αὑτῶν ἕως ἀνεκάλουν καὶ συνέλεγον καὶ συνέταττον καὶ τοὺς ἵππους ἐνεσκεύαζον καὶ τὰ ὅπλα ἀνελάμβανον, οἱ περὶ Δατάμην φθάσαντες ᾤχοντο. Δατάμης πολεμίοις παρετάσσετο. ἐν τῷ κινδύνῳ τῆς μάχης ἵππαρχος ἀπὸ κέρως εὐωνύμου τοὺς ἱππέας ἀναλαβὼν ηὐτομόλει πρὸς τοὺς ἐναντίους. ὁ δὲ τοῖς πεζοῖς καταπεπληγόσι τὴν προδοσίαν παραθέων ὅλην τὴν φάλαγγα θαρρεῖν παρεκελεύετο ὡς καὶ τῶν ἱππέων ἐν καιρῷ συνεπιθησομένων, ὃν αὐτὸς εἴη δεδωκώς. ἐπίστευσαν οἱ πεζοὶ, προλαβεῖν τῶν ἱππέων τὴν νίκην ἔσπευσαν καὶ αὐτοὶ πάντες εὐρώστως ἐμβαλόντες τοῖς πολεμίοις ἐνίκησαν· καὶ μετὰ τὴν νίκην ἔμαθον τὴν προδοσίαν τῶν ἱππέων. ΚΟΣΙΓΓΑΣ. Θρᾴκια ἔθνη Κεβρήνιοι καὶ Συκαιβόαι. παρὰ τούτοις νόμος τῆς Ἥρας τοὺς ἱερεῖς ἡγεμόνας ἔχειν. ἦν αὐτοῖς ἱερεὺς καὶ ἡγεμὼν Κοσίγγας. οἱ Θρᾷκες οὐκ ἐπειθάρ- χουν. ὁ Κοσίγγας κλίμακας πολλὰς καὶ μεγάλας ξυλί- νας ἤγειρε συνθεὶς ἄλλας ἐπ᾽ ἄλλαις καὶ οἷος ἦν ἐς τὸν οὐρανὸν ἀναβῆναι κατερῶν πρὸς τὴν Ἥραν τῶν Θρᾳκῶν ὡς ἀπειθούντων. οἱ δὲ, οἷα δὴ Θρᾷκες ἀνόητοι καὶ ἄλογοι, δείσαντες τὴν εἰς οὐρανὸν τοῦ ἡγεμόνος ἀνάβασιν ἱκέτευσαν καὶ ὤμοσαν, ἦ μὴν ὑπ- ακούσεσθαι πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν. ΜΑΥΣΩΛΟΣ. Μαύσωλος βασιλεὺς Καρίας χρήματα παρὰ τῶν φίλων ἐβούλετο λαβεῖν καὶ φανερῶς αἰτεῖν ὀκνῶν ὑπεκρίνατο βασιλεὺς ἀφαιρεῖταί με τὴν ἀρχήν. καὶ καλέσας τοὺς φίλους ἀντίον αὐτῶν προκομίζει τὰ κει- μήλια, χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα τοιάδε, ὡς ταῦτα πάντα βασιλεῖ πέμψων, ἐφ᾽ ᾧ τε μὴ ἀφαιρεθῆναι τὴν πατρῴαν ἀρχήν. οἱ φίλοι πιστεύουσι Μαυσώλῳ ταῦτα λέγοντι καὶ αὐτῆς ἡμέρας πλῆθος ἀμήχανον αὐτῷ χρημάτων ἔπεμψαν. Μαύσωλος βουλόμενος λαβεῖν Λάτμον πόλιν ὀχυρὰν προσεποιεῖτο φιλικῶς ἔχειν πρὸς τοὺς Λατμίους. ἀπέ- δωκε μὲν αὐτοῖς τὰ ὅμηρα, ὅσα πολεμῶν Ἱδριεὺς ἔλαβε, φύλακας δὲ περὶ τὸ σῶμα Λατμίους εἶχεν ὡς μόνους πιστούς· ὑπηρέτει δὴ αὐτοῖς προθύμως ὅσα ἐβούλοντο. καὶ δὴ χειρωσάμενος αὐτοὺς ἐς ἀκρότατον εὐνοίας ᾔτησε παρ᾽ αὐτῶν ἄνδρας τριακοσίους φύλακας, ἐς Πύγελα παριὼν ὡς δεδιὼς Ἡρόφυτον Ἐφέσιον. οἱ δὲ παραχρῆμα ἐπιλέξαντες τοὺς τριακοσίους ἔπεμψαν. Μαύσωλος λαβὼν τούτους καὶ τὴν ἄλλην δύναμιν ἔχων παρὰ τὴν Λάτμον ἐπορεύετο βαδίζων ἐς τὰ Πύ- γελα. οἱ δὲ ἐκ τῆς πόλεως πάντες ἐξελθόντες ἐπὶ τὴν θέαν τῆς παριούσης δυνάμεως συνέδραμον. ἐνέδρα δὲ Μαυσώλου πολυάνθρωπος προπαρεσκευασμένη νύ- κτωρ προκατελάβετο τὴν πόλιν κενὴν, ἀνεῳγμένων τῶν πυλῶν, καὶ ὁ Μαύσωλος ἐπιστρέψας εἰσῆλθε μετὰ τῆς δυνάμεως ἁπάσης καὶ Λάτμου κύριος κατέστη. ΒΟΓΗΣ. Βόγης Ἠϊόνος τῆς ἐπὶ Στρυμόνος ἦρχε δόντος αὐτῷ τὴν ἀρχὴν μεγάλου βασιλέως. Ἕλληνες ἐπο- λιόρκουν τὴν Ἠϊόνα, ὁ δὲ Βόγης ἐπὶ μακρὸν ἀντέσχε τῇ πολιορκίᾳ. ὡς δὲ ἀπηγόρευεν, οὐχ ὑπομένων τὸ πιστευθὲν ἐκ βασιλέως χωρίον πολεμίοις προέσθαι τῇ πόλει πῦρ ἐνῆκεν, ὥστε αὐτός τε καὶ γυνὴ καὶ τέκνα καὶ ἡ πόλις ὁμοῦ συγκατεφλέγησαν. ΔΡΟΜΙΧΑΙΤΗΣ. Δρομιχαίτης Θρᾳκῶν βασιλεὺς, Λυσίμαχος Μα- κεδόνων. ἐστράτευσεν ὁ Μακεδὼν ἐπὶ τὴν Θρᾴκην. ὁ Θρᾷξ τὸν Μακεδόνα ἐξηπάτησε. στρατηγὸς αὐτοῦ Σεύθης αὐτόμολος δὴ πρὸς Λυσίμαχον ἥκειν ἐσκήψατο καὶ πιστὸς εἶναι δόξας ἐς δυσχωρίας ἐμβάλλει τοὺς Μακεδόνας, ἔνθα λιμῷ καὶ δίψει κακοπαθοῦντας Δρο- μιχαίτης προσπεσὼν αὐτόν τε Λυσίμαχον καὶ τοὺς μετ᾽ αὐτοῦ πάντας ἀνεῖλεν. ἦσαν οἱ πεσόντες Λυσιμάχειοι ἀνδρῶν μυριάδες δέκα. ΑΡΙΟΒΑΡΖΑΝΗΣ. Ἀριοβαρζάνης Ἀδραμύττιον κατέχων ἐπολιορκεῖτο ὑπ᾽ Αὐτοφραδάτου καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. βουλόμενος δὲ τὰ ἐπιτήδεια καὶ στρατιώτας εἰσαγαγεῖν καὶ ὑπὸ τῶν πολιορκούντων εἰργόμενος ἐντέλλεται τῷ φρουροῦντι Πτελεοῦντα τὴν προκειμένην νῆσον ὑπο- κρίνασθαι προδιδόναι τῷ Αὐτοφραδάτῃ. ὁ μὲν πι- στεύει τῷ φρουράρχῳ καὶ πέμπει τὸ ναυτικὸν, ὡς ἂν παραλάβῃ τὸ χωρίον· ὁ δὲ Ἀριοβαρζάνης, ἕως αἱ νῆες πρὸς τὴν νῆσον ἔπλεον, ἔφθασεν εἰσκομίσας πλῆθος ἐπιτηδείων καὶ συμμάχων. ΑΥΤΟΦΡΑΔΑΤΗΣ. Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προς- ήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νὺξ ἐπῆλθεν. οἱ μὲν φυ- λάττοντες τῶν Πισιδῶν ἀπηλλάγησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτάτους λαβὼν, πολλῇ σπουδῇ δρα- μὼν διῆλθε τὰ στενὰ καὶ τῶν Πισιδῶν χώραν ἐπόρ- θησεν. Αὐτοφραδάτης Ἐφεσίων ἀντιστρατοπεδευόντων ὁρῶν τοὺς πλείονας ἀδολεσχοῦντας καὶ περιπατοῦντας προὐκαλέσατο τοὺς ἄρχοντας αὐτῶν προελθεῖν καὶ διαλέξασθαι περὶ τῶν κοινῇ συμφερόντων. οἱ μὲν προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν πρὸ πολλοῦ παράγγελμα εἶχον, τῶν ἀρχόντων διαλεγομένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφε- σίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν. Αὐτοφραδάτης μισθοφόρους ἐξαγαγεῖν βουλόμενος ἐπὶ μάχην λογοποιοὺς καθῆκεν, ὡς ἕνεκα ἀριθμοῦ ποιοῖτο τὴν ἔξοδον, ἵνα τῶν μὴ παραγενομένων μηδὲ καθοπλισαμένων τὸν μισθὸν ἀποστερήσειεν. οἱ στρα- τιῶται σπουδῇ πάντες ἐξωπλίσαντο καὶ προῆλθον. ἦν δὲ ἄρα οὐκ ἐπίδειξις ἀριθμοῦ τὸ δρώμενον, ἀλλὰ παρασκευὴ πολέμου τῷ πλήθει τοὺς ἐναντίους ἐκπλήτ- τουσα. ΑΡΣΑΜΗΣ. Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρὸς αὐτὸν πρεσβευσαμένων περὶ διαλύσεως ὡμολόγησε καὶ δεξιὰν αὐτοῖς ἔπεμψε νόμῳ Περσικῷ καὶ τὴν πολιορ- κίαν διαλύσας παρεκάλει Βαρκαίους, βασιλεῖ κοινωνῆσαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἁρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βουλευσομένους μετ᾽ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσά- μης λαμπρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις ἐπι- τηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόν- των σημεῖον ἦρε τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόμενοι τὰς πύλας καὶ εἰσπεσόντες διήρπασαν τὴν πόλιν τοὺς ἐγχειροῦντας κωλύειν φονεύοντες. Ἀρσάμης ἀποστὰς βασιλέως, Φρυγίας τῆς μεγάλης κρατῶν, συμβαλεῖν μάχην ἔμελλε τοῖς ἐκ βασιλέως ἐπ᾽ αὐτὸν ἥκουσιν. Ἵππαρχος ἱππέων συνέθετο τοῖς πολεμίοις, ἐπειδὰν προσαγάγῃ, αὐτομολήσειν πρὸς αὐτούς. τὴν προδοσίαν ἔμαθεν Ἀρσάμης καὶ νύκτωρ ἐπὶ τὴν σκηνὴν ἀφικόμενος ἐβασάνισε τὸν ἵππαρχον. ἐπεὶ δὲ ὡμολόγησε, τὰ ὅπλα τῶν ἱππέων καὶ τὰς ἐσθῆ- τας περιέθηκεν ἄλλοις μάλιστα δὴ πιστοῖς καὶ τῇ τοῦ ἱππάρχου σκευῇ ἄλλον ὥπλισεν ἵππαρχον καὶ προσέ- ταξεν αὐτοῖς, ὅταν ἴδωσι τὸ σημεῖον ἀρθὲν ἀπὸ τῶν ἐναντίων αὐτομολεῖν παριππεύσαντας δὲ καὶ παραλ- λάξαντας αὐτῶν τὴν φάλαγγα ἐπιστρέψαντας κατὰ νώτου τὴν ἐμβολὴν ποιήσασθαι. τούτων οὕτω συγκει- μένων κατὰ νώτου μὲν ἐνέβαλον οὗτοι, ἐξ ἐναντίου δὲ τὴν δύναμιν Ἀρσάμης προσήγαγεν· οἱ πολέμιοι δὲ λύσαντες τὴν τάξιν ἔφευγον, καὶ οἱ πλείονες αὐτῶν ἐν τῇ φυγῇ διεφθείροντο. ΜΙΘΡΙΔΑΤΗΣ. Μιθριδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- μην κτεῖνε ἢ ἄγε. Μιθριδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως· οὐ μὴν ὅγε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανεῖται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο· φρούρια βασιλέως κατέσκαψε, κώμας κατέπρησε, φόρους ἥρπασε, λείαν ἤλασεν. ἔδειξεν ἄρα πολέμιος εἶναι βασιλεῖ. ἄμφω δὴ τότε συνηλθέτην γυμνὼ διαλεξομένω περὶ ὧν χρή. Μιθριδάτης ἐν τῷ χωρίῳ τούτῳ προκατεσκευάσατο νύκτωρ ἐγχειρίδια πολλὰ, κεκρυμμένον ἄλλο ἀλλαχοῦ, καὶ τούτοις ἐπέ- κειτο σημεῖον. διαλεγόμενος δὴ προσῆγεν αὐτὸν ἠρέμα βαδίζων. ἐπεὶ δὲ ἅλις ἦν τοῦ λόγου, Δατάμης ἀσπα- σάμενος ἀπῄει. Μιθριδάτης ἓν τῶν ἐγχειριδίων ἀνε- λόμενος διὰ τάχους καὶ ὑπὸ τῇ ἀριστερᾷ χειρὶ κρύψας ἀνεκαλέσατο Δατάμην ὡς ἐπιλαθόμενος δή τινων ὧν ἐχρῆν εἰπεῖν· προσελθόντα δὲ ἐκεῖνο τὸ ὄρος ἐκέλευσεν ὀχυρῶσαι μάλιστα. οὕτως ἀφορῶντα Δατάμην ἐς τὸ ὄρος τῷ ἐγχειριδίῳ Μιθριδάτης πλήξας ἀπέκτεινεν. Μιθριδάτης ἐν Παφλαγονίᾳ καταφυγὼν ἐς πόλιν, ὅπως ἂν προλάβοι ὡς πλείστην ὁδὸν τοὺς διώξοντας πολεμίους, ὅσα ἦν ἐν ταῖς οἰκίαις ἔπιπλα καὶ σκεύη προὔθηκεν ἔξω, καὶ νύκτωρ αὐτὸς ἀπέδρα. οἱ διώκον- τες ἐμβαλόντες τῇ πόλει καὶ τὰ σκεύη προκείμενα ἰδόντες πρὸς ἁρπαγὴν ὥρμησαν· τῶν δὲ ἡγεμόνων διώκειν κελευόντων οὐχ ὑπήκουσαν ὠφέλειαν φανερὰν οὐ καλὸν ἡγούμενοι προέσθαι. Μιθριδάτης δὲ πολὺ τῆς ὁδοῦ προλαβὼν ἀπιὼν ᾤχετο. ΜΕΜΨΙΣ. Μέμψις Ἀριββαίου στρατεύσαντος, ὅπως τειχήρης μὴ γένοιτο, πάντα ἔξω τείχους προήγαγεν καὶ πρὸ τῆς πόλεως ἔταξε γυναῖκας, τέκνα, χρήματα, τὰς δὲ πύλας τοῦ τείχους ἀπῳκοδόμησεν. Ἀριββαῖος τὴν παρασκευὴν τῆς ἀπονοίας αὐτῶν φοβηθεὶς καὶ ὅτι μέχρι θανάτου μαχοῦνται, τὴν στρατιὰν ἀπήγαγεν. ΚΕΡΣΟΒΛΕΠΤΗΣ. Κερσοβλέπτης ἀποστάντων αὐτοῦ συγγενῶν πολλὰ χρήματα ὑπεκτεθειμένων διαλυσάμενος πρὸς αὐτοὺς κατέστησε πόλεων ἄρχοντας, διαστήσας ἀπ᾽ ἀλλήλων. ἐπεὶ δὲ χρόνου διαγενομένου τὰ ὑπεκκείμενα χρήματα μετεπέμψαντο, συλλαβὼν αὐτοὺς τῶν πόλεων ἐξήλασε καὶ τῶν χρημάτων αὐτὸς ἐκράτησεν. ΣΕΥΘΗΣ. Σεύθης, ὕπαρχος Κερσοβλέπτου, ἐν σπάνει χρη- μάτων προσέταξε τῶν γεωργῶν ἑκάστῳ πέντε μεδίμνων χωρίον αὐτῷ κατασπεῖραι. οἱ μὲν κατέσπειραν, πολὺ πλῆθος γεωργῶν. σίτου δὲ παμπόλλου γενομένου, καταγαγὼν αὐτὸν ἐπὶ θάλατταν ἐπίπρασκεν ὑφέμενός τι τῆς τιμῆς, ὥστε ταχέως τῷ Κερσοβλέπτῃ πολλὰ χρήματα συνελέξατο. ΑΡΤΑΒΑΖΟΣ. Ἀρταβάζῳ πολιορκοῦντι Ποτίδαιαν Τιμόξενος Σκιωναῖος προεδίδου τὴν πόλιν. ἀμφότεροι συνέ- θεντο, τῷ βέλει προσάψαντας βραχὺ βιβλίδιον τοξεύειν εἴς τινα τόπον συγκείμενον κἀκεῖθεν τὰς ἐπιστολὰς ἀναλαμβάνειν. Ἀρτάβαζος ὑποπτεύσας Παμμένη κοινολογεῖσθαι τοῖς πολεμίοις ἐκάλεσεν αὐτὸν ὡς δῶρα δώσων καὶ σῖτον τοῖς στρατιώταις μετρήσων. ἐλθόντα συλλαβὼν τὸ στρατόπεδον τοῖς ἀδελφοῖς Ὀξύθρᾳ καὶ Διβίκτῳ παρέδωκεν. Ἀρτάβαζος Φαρνάκου φεύγων ἐκ Πλαταιῶν προῆλ- θεν ἐς Θετταλίαν. τῶν δὲ Θετταλῶν ἐρομένων περὶ τῆς μάχης δείσας ὁμολογῆσαι τὴν ἧτταν, αὐτὸς μὲν ἔφη σπεύδειν ἐς Θρᾴκην πράξων βασιλέως ἀπόρρητα, Μαρδόνιος δὲ νενικηκὼς ἕπεται καὶ τὰ ἔργα τῆς νίκης αὐτὸς ἀπαγγέλλει. Ἀρτάβαζος μὲν ἀπάτῃ νίκης Θεττα- λίαν διεξῆλθε, Θετταλοὶ δὲ αὐτίκα τὴν Περσῶν ἧτταν ἐμάνθανον. ΑΡΥΑΝΔΗΣ. Ἀρυάνδης τὴν Βαρκαίων πόλιν πολιορκῶν, νυκτὸς ὀρύξας τάφρον, ξύλα ἀσθενῆ διατείνας καὶ γῆν ὀλίγην ἐπιβαλὼν, μεθ᾽ ἡμέραν προκαλεῖται Βαρκαίους ἐπὶ σπονδάς· καὶ στὰς μετὰ τῶν τὰ ὅρκια τεμνόντων ἐπὶ τῆς κρυπτῆς τάφρου ὤμοσεν, ἐφ᾽ ὅσον οὕτως ἡ γῆ μένει, φυλάξειν τὰ συγκείμενα. οἱ Βαρκαῖοι μετὰ τοὺς ὅρκους ἀνέῳξαν τὰς πύλας. οἱ περὶ τὸν Ἀρυάνδην καταρρήξαντες τὴν τάφρον κατελάβοντο τὴν πόλιν, ὡς οὐκέτι τῆς γῆς μενούσης, ἐφ᾽ ἧς ὤμοσαν. ΒΡΕΝΝΟΣ. Βρέννος, Γαλατῶν βασιλεὺς, πεῖσαι βουλόμενος αὐτοὺς ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, συναγαγὼν ἐκ- κλησίαν ἀνδρῶν καὶ γυναικῶν προήγαγεν αἰχμαλώτους Ἕλληνας, ἐλαχίστους τὰ σώματα καὶ ἀσθενεστάτους, τὰς κεφαλὰς ἀπεξυρημένους, τριβώνια ῥυπῶντα περι- βεβλημένους· καὶ παρέστησεν αὐτοῖς τῶν Γαλατῶν τοὺς μεγίστους καὶ τοὺς εὐειδεστάτους Γαλατικὴν ὅπλισιν ἔχοντας. τοῦτο ποιήσας ἡμεῖς, εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικροὺς πολεμήσομεν. οὕτως ἐπείσθησαν Γαλάται καταφρονή- σαντες Ἑλλήνων ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα. Βρέννος Γαλάτας ἀγαγὼν ἐπὶ τὴν Ἑλλάδα, θεώ- μενος τοὺς ἐν Δελφοῖς χρυσοῦς ἀνδριάντας, προς- καλεσάμενος Δελφοὺς αἰχμαλώτους διὰ τοῦ ἑρμηνέως ἤρετο, εἰ στερεὸν εἴη τὸ χρυσίον τῶν ἀναθημάτων. εἰπόντων δὲ τὰ μὲν ἔνδον ἐστὶ χαλκὸς, τὰ δὲ ἔξωθεν χρυσὸς ἐπελήλαται λεπτός, ἠπειλήσατο θάνατον ἅπασιν, εἰ τοῦτο πρὸς ἄλλους ὁμολογήσειαν· ἀλλὰ καὶ τοὐ- ναντίον λέγειν παρήγγειλεν, ὥς ἐστιν ἅπαντα χρυσὸς αὐτὸς δὴ σφυρήλατος. καὶ δὴ τῶν ἡγεμόνων ἔνδον τινὰς καλέσας τοὺς αἰχμαλώτους ὁμοίως ἤρετο. τῶν δὲ τὸ προς- ταχθὲν εἰπόντων, ὡς πάντα εἴη χρυσὸς, ἐκέλευσεν αὐτοὺς ἀναγγέλλειν τοῖς πλήθεσιν, ἵνα μάχοιντο προ- θυμότερον ὡς ἀποληψόμενοι χρυσοῦ μοίρας μεγίστας. ΜΥΓΔΟΝΙΟΣ. Μυγδόνιος πολεμίων προσκαθημένων λιμῷ πιε- ζόμενος, σωροὺς ὑπερμεγέθεις γῆς καὶ λίθων ἐν τῇ ἀγορᾷ νήσας καὶ περιαλείψας πηλῷ, τοῖς μὲν πυροὺς, τοῖς δὲ κριθὰς ἐπέβαλε καὶ θρέψας ἡμιόνους μεγίστους καὶ πιοτάτους ἐκτὸς τείχους ἀφῆκεν. τούτους μὲν οἱ πολέμιοι συνέλαβον. ὁ δὲ κήρυκα πέμψας ἠξίωσε πέμ- ψαι τοὺς περὶ λύτρων συμβησομένους. κήρυκες ἧκον· πρὸς οὓς ἐπὶ τῆς ἀγορᾶς Μυγδόνιος συνέβαινεν. οἱ δὲ σωροὺς μεγάλους πυρῶν καὶ κριθῶν ἰδόντες καὶ ὑπηρέτας καὶ ἄλλους ἀλλαχόθεν ἀξιοῦντας μετρεῖσθαι ταῦτα ἐπανελθόντες τοῖς πολεμίοις ἤγγειλαν. οἱ δὲ καὶ τὸ εὐτραφὲς τῶν ἡμιόνων ἑωρακότες καὶ τὴν παρα- σκευὴν τῶν τροφῶν τοῖς κήρυξι πιστεύσαντες ὡς οὐκ ἂν δυνάμενοι χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν ἀνέζευξαν. ΠΑΙΡΙΣΑΔΗΣ. Παιρισάδης Πόντου βασιλεὺς ἐν ἄλλῃ μὲν ἐσθῆτι τοὺς στρατιώτας ἐξέτασσεν, ἐν ἄλλῃ δὲ πρὸς τοὺς πο- λεμίους ἐκινδύνευεν, ἐν ἄλλῃ δὲ, εἰ φυγῆς καιρὸς ἦν, ἔφευγεν. ἐκτάττων μὲν γὰρ ἐβούλετο εἶναι πᾶσιν ἐπιφανὴς, κινδυνεύων δὲ μηδενὶ τῶν πολεμίων κατα- φανὴς, φεύγων δὲ μήτε τοῖς οἰκείοις μήτε τοῖς ἐναν- τίοις γνώριμος. ΣΕΥΘΗΣ. Σεύθης Ἀθηναίων τὰ ἐπὶ θάλατταν διὰ τῆς Χερ- ρονήσου πορθούντων μισθωσάμενος Γέτας ψιλοὺς δισχιλίους δι᾽ ἀπορρήτων συνέταξεν ὡς πολεμίους ἐμβαλόντας πυρπολεῖν τὴν χώραν καὶ βάλλειν τοὺς ἐπὶ τῶν τειχῶν. Ἀθηναῖοι ταῦτα ὁρῶντες καὶ πολε- μίους τῶν Θρᾳκῶν ἡγησάμενοι τοὺς Γέτας ἀπὸ τῶν δρωμένων ἐκβάντες θαρροῦντες τῶν νεῶν προσῆγον τοῖς τείχεσιν. ὁ μὲν Σεύθης προεξῆλθε τῶν τειχῶν ἐναντίος τοῖς Ἀθηναίοις, καὶ οἱ Γέται δὲ ὡς μετ᾽ αὐτῶν παρατάττεσθαι μέλλοντες· ἐπεὶ δὲ κατόπιν ἐγέ- νοντο, λαβόντες ὀπίσω τοὺς πολεμίους ἔνθεν μὲν οἱ Θρᾷκες, ἔνθεν δὲ οἱ Γέται πάντας αὐτοὺς διέφθειραν. ΣΕΙΛΗΣ. Σείλης τρισχιλίους Περσῶν νεωτερίζοντας κτεῖναι βουλόμενος ἐσκήψατο Σέλευκον αὐτῷ δι᾽ ἐπιστολῆς χαλεπῶς ἀπειλεῖν· αὐτὸς δὲ τῇ τούτων συμμαχίᾳ χρησάμενος ἐθέλειν αὐτὸν προλαβεῖν. ὅπως δ᾽ ἂν βουλὴν ἀγάγοιεν, συνέταξεν αὐτοῖς ἀπαντᾶν ἐς κώμην Ῥάνδα καλουμένην. οἱ μὲν πιστεύσαντες ἧκον, ὁ δὲ, ἦν γὰρ ἕλος βαθὺ καὶ κοῖλον ὑπὸ τὴν κώμην, ἐνταῦθα Μακεδόνων καὶ Θρᾳκῶν ἱππεῖς τριακοσίους, ὁπλίτας τρισχιλίους ἀποκρύψας συνέταξεν, ὅταν ἴδωσι πέλτην χαλκῆν ἀρθεῖσαν, ἐκδραμόντας ἀναιρῆσαι πάντας τοὺς ἠθροισμένους. ἀνεδείχθη μὲν ἡ πέλτη, οἱ δὲ ἐκδρα- μόντες τοὺς τρισχιλίους Πέρσας κατεφόνευσαν. ΟΒΟΡΖΟΣ. Ὀβόρζος τρισχιλίους ἄνδρας τῶν ἐν τῇ Περσίδι κατοίκων ἐπιβουλεύοντας αἰσθόμενος ἀπεπέμψατο δοὺς ἡγεμόνας τῶν ὁδῶν, οἳ προήγαγον αὐτοὺς εἴς τινα τόπον τῆς Περσίδος, ὃς καλεῖται Κωμαστὸς, ἔνθα κῶμαι πυκναὶ καὶ λεὼς πολὺς καὶ σταθμοὶ πολλοί. ἐπεὶ δὲ ἄλλος ἐν ἄλλῳ σταθμῷ κατήγετο, φυλακῆς ἰσχυρᾶς κυκλωσαμένης τὰς κώμας, ἕκαστος τῶν σταθ- μούχων τὸν ἴδιον ἐπίσταθμον εὖ μάλα καταμεθύσας ἀπέκτεινε, τὰ δὲ σώματα τῶν τρισχιλίων ταφέντα διὰ νυκτὸς ἀφανῆ ἐγένοντο. ΣΟΥΡΗΝΑΣ. Σουρήνας Παρθυαίων ἡγούμενος Κράσσον μετὰ πολλῆς ἥττης ἀναχωροῦντα καὶ διὰ τῶν ὀρειοτέρων ὁδεύειν πειρώμενον, τὴν ἐξ ἀπονοίας μάχην φοβούμενος ἔπεμψε πρεσβευτὴν ὡς αὐτὸν λέγοντα συντίθεταί σοι φιλίαν βασιλεὺς μέγας· δείξας Ῥωμαίοις ἀνδρίαν νῦν δεῖξαι βούλεται φιλανθρωπίαν. Κράσσος δόλον ὑφ- ορώμενος οὐκ ἐπείθετο. οἱ στρατιῶται ἀθυμοῦντες καὶ ἀπειρηκόντες ἐβιάσαντο αὐτὸν τὰ ὅπλα κρούσαντες πιστεῦσαι τῷ βαρβάρῳ. Κράσσος ἄκων πεζὸς ἐβάδιζε. Σουρήνας φιλοφρονούμενος δὴ ἵππον χρυσοχάλινον αὐτῷ παρέστησεν, ἐφ᾽ οὗ καθίσαι προσέταξεν. ὁ μὲν δὴ ἀναβαίνει τὸν ἵππον, ὁ δὲ βάρβαρος ἱπποκόμος κεντρίσας ἐπετάχυνε τοῦ ἵππου τὸν δρόμον, ὅπως τὸν Κράσσον ἐς τὸ πλῆθος ἐξενέγκοι τῶν Παρθυαίων. Ὀκτάουιος, τῶν περὶ Κράσσον ἡγεμόνων, συνεὶς τῆς ἀπάτης λαμβάνεται τῶν χαλινῶν, καὶ μετ᾽ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, ὥστε τὸν μὲν ἱπποκόμον Ὀκτάουιος κτινύει σπασάμενος τὸ ξίφος, τὸν δὲ Ὀκτά- ουιον ἄλλος τις τῶν Παρθυαίων, τὸν δὲ Κράσσον Ἐξάθρης Παρθυαῖος· καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὴν δεξιὰν ἀποκόψας ἐκόμισε πρὸς μέγαν βασιλέα Παρ- θυαίων Ὑρώδην. ἔτυχε δὲ βασιλεὺς κατ᾽ ἐκεῖνο τῆς ὥρας ἑστιώμενος καὶ παρὰ τὸν πότον ἀκροώμενος Ἰάσονος Τραλλιανοῦ τραγῳδοῦ ὑποκρινομένου Βάκχας Εὐριπίδου. ὁ μὲν δὴ τραγῳδὸς ᾖδεν ἐκεῖνα τὰ μέλη φέρομεν ἐξ ὄρεος ἕλικα νεότομον ἐπὶ μέλαθρον, μακάριον θήραν. οἱ δὲ τὴν τοῦ Κράσσου κεφαλὴν κομίζοντες τῷ βασιλεῖ προσήνεγκαν. ἐπὶ τούτῳ μεγάλη βοὴ καὶ πολὺς κρότος ἐγένετο, ὥστε ὁ μὲν Ἐξάθρης ἀναπηδήσας ἔφη ἐμοὶ ταῦτα μᾶλλον τὰ μέλη προσήκει ᾄδειν ἢ τῷ τραγῳδῷ. βασιλεὺς _μὲν_ ἡσθεὶς τοῦτον μὲν ἐτίμησεν οἷς πάτριον ἦν, τῷ δὲ Ἰάσονι τῷ τραγῳδῷ τάλαντον ἔδωκεν. ΚΕΛΤΟΙ. Κελτοὶ στρατεύουσιν ἐπὶ Αὐταριάτας καὶ ἦν πό- λεμος μακρός. οἱ μὲν Κελτοὶ τὰς τροφὰς καὶ τὸν οἶνον πόαις δηλητηρίοις καταφαρμακεύουσι καὶ κατα- λιπόντες ἐν ταῖς σκηναῖς αὐτοὶ νύκτωρ ἔφευγον· οἱ δὲ Αὐταριᾶται πιστεύσαντες, ὡς φοβηθέντες ἀποδι- δράσκοιεν, κατελάβοντο τὰς σκηνὰς καὶ τῷ οἴνῳ καὶ ταῖς τροφαῖς ἀνέδην ἐχρήσαντο καὶ παραυτίκα ὑπὸ διαρροίας ἀκρατοῦς λυθέντες ἔκειντο. Κελτοὶ δὲ ἐπελθόντες κειμένους φονεύουσιν. ΘΡΑΙΚΕΣ. Θρᾷκες παραταξάμενοι Βοιωτοῖς παρὰ τὴν Κω- παΐδα λίμνην, ἡττηθέντες, ἐς τὸν Ἑλικῶνα καταφυ- γόντες ἐσπείσαντο τοῖς Βοιωτοῖς ἡμέρας τινὰς, ἐν αἷς βουλευσάμενοι ἀπαλλάξονται· οἱ Βοιωτοὶ τῇ νίκῃ θαρ- ροῦντες καὶ ταῖς σπονδαῖς πιστεύοντες τῇ Ἀθηνᾷ τῇ Ἰτωνίᾳ θύοντες ἑώρταζον ἐπινίκια. οἱ Θρᾷκες θύουσι καὶ πανηγυρίζουσιν ἀόπλοις νύκτωρ ἐπιθέμενοι πολ- λοὺς μὲν ἀνεῖλον, πολλοὺς δὲ ζῶντας εἷλον. αἰτιω- μένων δὲ τῶν Βοιωτῶν, ὅτι παρεσπόνδησαν, ἀπεκρί- ναντο οἱ Θρᾷκες, οὐδαμῶς παραβῆναι τὰς σπονδάς· ἡμέρας γὰρ συνθέσθαι ῥητὰς τῶν ἀνοχῶν, περὶ δὲ τῶν νυκτῶν μηδεμίαν συνθήκην πρὸς αὐτοὺς πεποιῆσθαι. ΣΚΥΘΑΙ. Σκύθαι Τριβαλλοῖς παρατάσσεσθαι μέλλοντες παρ- ήγγειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφορβοῖς, ἐπειδὰν αἴσθωνται συμβαλόντας αὐτοὺς τοῖς πολεμίοις, ἐπι- φανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐπελαύνον- τας. οἱ μὲν ἐπεφάνησαν, οἱ δὲ Τριβαλλοὶ πολὺ πλῆθος ἀνθρώπων καὶ ἵππων πόρρωθεν ἰδόντες κονιορτὸν ἐγειρόμενον, βοὴν αἰρομένην, νομίσαντες τοὺς ἄνω Σκύθας ἥκειν αὐτοῖς συμμάχους ἔφυγον φοβηθέντες. Σκύθαι τὴν Ἀσίαν κατέτρεχον. αἱ Σκυθίδες γημά- μεναι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι τοὺς δεσπότας οὐκ ἐδέξαντο. πόλεμος ἦν. οἱ μὲν οἰκέται φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι· Σκύ- θης δὲ ἀνὴρ δείσας αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευσεν ὅπλα μὲν καὶ τόξα καταβαλεῖν, μάστιγας δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέτας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμησαν, οἱ δὲ τὸ συν- ειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα φεύγοντες ᾤχοντο. ΠΕΡΣΑΙ. Πέρσαι περὶ Μυκάλην Σαμίους καὶ Μιλησίους ὑπόπτους ἔχοντες ἐκέλευσαν αὐτοὺς τὰ τῆς Μυκάλης ἄκρα φυλάττειν, λόγῳ μὲν ὡς ἐμπείρους τῆς χώρας, ἔργῳ δὲ, ἵνα μὴ παρόντες διαφθείροιεν καὶ τοὺς ἄλλους Ἴωνας. ΠΕΡΣΙΔΕΣ. Πέρσαι Μήδοις παρετάσσοντο. Περσῶν Κῦρος ἡγεῖτο. Κύρου σατράπης Οἰβάρης ἦρξε φυγῆς, καὶ ὅσων ἡγεῖτο Περσῶν, πάντες τῷ σατράπῃ συνέφευγον. ἔνθα δὴ αἱ Περσίδες ἀπαντώμεναι τοῖς φεύγουσιν, ἀνασυράμεναι τοὺς χιτωνίσκους ποῖ ἔφασαν φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε; ὁ λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς Πέρσας καὶ ἀνα- στρέψαντες ἐπὶ τὴν μάχην τοὺς Μήδους ἐς φυγὴν ἐτρέψαντο. ΤΑΥΡΟΙ. Ταῦροι Σκυθικὸν γένος ἀεὶ παρατάττεσθαι μέλλον- τες τὰς ὄπισθεν ὁδοὺς ἀνασκάπτουσιν καὶ ποιήσαντες ἀβάτους οὕτως ἀγωνίζονται, ἵνα μὴ δυνάμενοι φυγεῖν ἢ κρατοῖεν ἢ ἀποθνήσκοιεν. ΤΡΩΙΑΔΕΣ. Πελληνεῖς ἀναπλέοντες ἐκ Τροίας κατέσχον εἰς τὴν Φλέγραν. αἰχμάλωτοι Τρωιάδες τῶν Ἑλλήνων ἐπὶ γῆν ἀποβάντων οὐ φέρουσαι τὴν ἄλην τὰς ναῦς κατέπρησαν. ἔπειθεν τὰς αἰχμαλώτους Αἰθία, Πρι- άμου ἀδελφή· οἱ δὲ Ἕλληνες ἀπορίᾳ σκαφῶν κατε- λάβοντο τὴν νῦν καλουμένην Σκιώνην καὶ πόλιν οἰκίσαντες τὴν χώραν ἀντὶ Φλέγρας Παλλήνην προς- ηγόρευσαν. ΣΑΛΜΑΤΙΔΕΣ. Ἀννίβας ἐν Ἰβηρίᾳ πόλιν μεγάλην Σαλματίδα ἐπολιόρκει· καὶ δὴ συνθήκας ἐποιήσατο, λαβὼν ἀρ- γυρίου τάλαντα τριακόσια καὶ τριακοσίους ὁμήρους ἀνεῖναι τὴν πολιορκίαν. τῶν δὲ Σαλματαίων οὐκ ἀπο- διδόντων τὰ συγκείμενα Ἀννίβας ἐπιστρέψας ἐπαφῆκε τοὺς στρατιώτας ὡς διαρπασομένους τὴν πόλιν. ἱκετεύ- ουσιν οἱ βάρβαροι συγχωρῆσαι αὐτοῖς, ἐν ἱματίῳ μετὰ τῶν γυναικῶν ἐξελθεῖν, ὅπλα δὲ καὶ χρήματα καὶ ἀνδράποδα καταλιπεῖν. αἱ γυναῖκες ἐν τοῖς κόλποις κρύπτουσαι ξίφη τοῖς ἀνδράσι συνεξῆλθον. οἱ μὲν δὴ τοῦ Ἀννίβου στρατιῶται τὴν πόλιν διήρπαζον, αἱ δὲ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδωκαν· ἔνιαι δὲ καὶ αὐταὶ σπασάμεναι μετὰ τῶν ἀνδρῶν ἐπέ- θεντο τοῖς διαρπάσασι τὴν πόλιν, ὥστε τοὺς μὲν κατέ- βαλον, τοὺς δὲ ἐτρέψαντο καὶ ἀθρόοι διεξεπαίσαντο. Ἀννίβας τὴν ἀνδρείαν τῶν γυναικῶν θαυμάσας ἀπέ- δωκε δι᾽ αὐτὰς τοῖς ἀνδράσιν αὐτῶν τήν τε πατρίδα καὶ τὰ χρήματα. ΤΥΡΡΗΝΙΔΕΣ. Τυρρηνῶν οἱ Λῆμνον καὶ Ἴμβρον κατασχόντες ἐξελασθέντες ὑπ᾽ Ἀθηναίων, ἐς Ταίναρον κατασχόντες Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον συνεμαχέ- σαντο. πολιτείας δὲ καὶ ἐπιγαμίας τυχόντες, οὐ μὴν ἀρχῆς οὐδὲ βουλῆς μετασχόντες ὑπόνοιαν ἔσχον ὡς νεωτερίζοντες καὶ συλληφθέντες ὑπὸ Λακεδαιμονίων ἐφυλάσσοντο. αἱ δὲ τῶν φρουρουμένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν ἀφικόμεναι τοὺς φύλακας ἱκετεύουσι παρ- εῖναι αὐτὰς, ὅσον ἰδεῖν καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δὲ εἰσῆλθον, μετημφιέννυντο τὰς ἐσθῆτας· καὶ τὰς μὲν τῶν γυναικῶν οἱ ἄνδρες ἐνδύονται καὶ περι- καλυψάμενοι προϊούσης ἑσπέρας ἐξίασι, τὰς δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες λαβοῦσαι ὑπομένουσιν ἔνδον ἐπὶ τῷ πᾶν ὁτιοῦν παθεῖν διασωσάμεναι τοὺς ἄνδρας. οὐ τοίνυν οὐδὲ οἱ ἄνδρες τῶν γυναικῶν ἠμέλησαν, ἀλλὰ καὶ αὐτοὶ Ταΰγετον κατελάβοντο καὶ τὸ εἱλωτι- κὸν ἀπέστησαν, ὥστε δείσαντες οἱ Λάκωνες ἐπεκηρυ- κεύσαντο καὶ διαλλαγέντες ἀπέδωκαν αὐτοῖς τὰς γυ- ναῖκας· ἔδωκαν δὲ καὶ χρήματα καὶ ναῦς καὶ ὡς ἀποίκους Λακεδαιμονίων ἐξέπεμψαν. ΚΕΛΤΑΙ. Κελτοῖς στάσις ἦν ἐμφύλιος. ἤδη δὲ καὶ ἐς πόλε- μον ὡπλισμένων, αἱ γυναῖκες αὐτῶν ἐν μέσῳ στᾶσαι τῆς παρατάξεως τὰ ἐγκλήματα διῄτησαν καὶ διέκριναν, ὥστε τοὺς ἄνδρας φίλους γενομένους διαλλαγὰς ποιή- σασθαι καὶ κατὰ οἴκους καὶ κατὰ πόλεις. αὖθις, εἴποτε Κελτοὶ βουλεύοιντο πολέμου πέρι καὶ εἰρήνης ἢ τῶν ἄλλων ὅσα κοινὰ πρὸς ἀλλήλους ἢ τοὺς συμμάχους, ἕκαστα γνώμῃ τῶν γυναικῶν ἐβραβεύετο. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις γέγραπται, Κελτῶν μὲν ἐγκαλούντων Καρχηδονίοις τοὺς Καρχηδονίων ἐπάρχους καὶ στρατηγοὺς εἶναι δικαστάς, ἢν δὲ Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι, τὰς Κελτῶν γυναῖκας δικάζειν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:37 - flow version _RPTC_G1.3