EURIPIDE - Le Baccanti - Prologo testo greco e traduzione V. 1 - 63

PROLOGO DELLE BACCANTI
VERSIONE DI GRECO di Euripide versi 1-63

Διόνυσος ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα Διόνυσος, ὃν τίκτει ποθ᾽ ἡ Κάδμου κόρη Σεμέλη λοχευθεῖσ᾽ ἀστραπηφόρῳ πυρί·μορφὴν δ᾽ ἀμείψας ἐκ θεοῦ βροτησίαν πάρειμι Δίρκης νάματ᾽ Ἰσμηνοῦ θ᾽ ὕδωρ.ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας τόδ᾽ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,ἀθάνατον Ἥρας μητέρ᾽ εἰς ἐμὴν ὕβριν. αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδο τόδε τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν πέριξ ἐγὼ ᾽κάλυψα βοτρυώδει χλόῃ. λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύαςΦρυγῶν τε, Περσῶν θ᾽ ἡλιοβλήτους πλάκας Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα Μήδων ἐπελθὼν Ἀραβίαν τ᾽ εὐδαίμονα Ἀσίαν τε πᾶσαν, ἣ παρ᾽ ἁλμυρὰν ἅλα κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ᾽ ὁμοῦ πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις, ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς τελετάς, ἵν᾽ εἴην ἐμφανὴς δαίμων βροτοῖς. πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος ἀνωλόλυξα, νεβρίδ᾽ ἐξάψας χροὸς θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος· ἐπεί μ᾽ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν, Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός, Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος ἐς Ζῆν᾽ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους, Κάδμου σοφίσμαθ᾽, ὧν νιν οὕνεκα κτανεῖν Ζῆν᾽ ἐξεκαυχῶνθ᾽, ὅτι γάμους ἐψεύσατο. τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησ᾽ ἐγὼμανίαις, ὄρος δ᾽ οἰκοῦσι παράκοποι φρενῶν·σκευήν τ᾽ ἔχειν ἠνάγκασ᾽ ὀργίων ἐμῶν, καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων· ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι χλωραῖς ὑπ᾽ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.δεῖ γὰρ πόλιν τήνδ᾽ ἐκμαθεῖν, κεἰ μὴ θέλει, ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων, Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ᾽ ὕπερ φανέντα θνητοῖς δαίμον᾽ ὃν τίκτει Διί.

Διόνυσος Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι, ὃς θεομαχεῖ τὰ κατ᾽ ἐμὲ καὶ σπονδῶν ἄπο ὠθεῖ μ᾽, ἐν εὐχαῖς τ᾽ οὐδαμοῦ μνείαν ἔχει.ὧν οὕνεκ᾽ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι πᾶσίν τε Θηβαίοισιν. ἐς δ᾽ ἄλλην χθόνα, τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν. ὧν οὕνεκ᾽ εἶδος θνητὸν ἀλλάξας ἔχω μορφήν τ᾽ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν. ἀλλ᾽, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, αἴρεσθε τἀπιχώρι᾽ ἐν πόλει Φρυγῶν τύμπανα, ῾Ρέας τε μητρὸς ἐμά θ᾽ εὑρήματα, βασίλειά τ᾽ ἀμφὶ δώματ᾽ἐλθοῦσαι τάδε κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις. ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς ἐλθὼν ἵν᾽ εἰσί, συμμετασχήσω χορῶν.

TRADUZIONE

 

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:17 - flow version _RPTC_G1.3