è inammissibile anche la vendetta - Platone versione greco klimax

è inammissibile anche la vendetta
versione di greco di Platone
Traduzione dal libro klimax

Οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων͵ οὐδ΄ ἂν ὁτιοῦν πάσχῃ ὑπ΄ αὐτῶν.

καὶ ὅρα͵ ὦ Κρίτων͵ ταῦτα καθομολογῶν͵ ὅπως μὴ παρὰ δόξαν ὁμολογῇς· οἶδα γὰρ ὅτι ὀλίγοις τισὶ ταῦτα καὶ δοκεῖ καὶ δόξει. οἷς οὖν οὕτω δέδοκται καὶ οἷς μή͵ τούτοις οὐκ ἔστι κοινὴ βουλή͵ ἀλλὰ ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖν ὁρῶντας ἀλλή λων τὰ βουλεύματα.

σκόπει δὴ οὖν καὶ σὺ εὖ μάλα πότε ρον κοινωνεῖς καὶ συνδοκεῖ σοι καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι͵ ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν οὔτε τοῦ ἀνταδικεῖν οὔτε κακῶς πάσχοντα ἀμύνεσθαι ἀντι δρῶντα κακῶς͵ ἢ ἀφίστασαι καὶ οὐ κοινωνεῖς τῆς ἀρχῆς;

e ἐμοὶ μὲν γὰρ καὶ πάλαι οὕτω καὶ νῦν ἔτι δοκεῖ͵ σοὶ δὲ εἴ πῃ ἄλλῃ δέδοκται͵ λέγε καὶ δίδασκε. εἰ δ΄ ἐμμένεις τοῖς πρόσθε͵ τὸ μετὰ τοῦτο ἄκουε.

release check: 2020-07-13 23:22:54 - flow version _EXTP_H1