Eros conduce anche le donne alla virtù - Versione greco Platone da Euloghia

Και μην υπεραποθνησκειν γε μονοι εθελουσιν οι ερωντες, ου μονον οι ανδρες, αλλα και αι γυναικες.

Τουτου δε και η Πελιου θυγατηρ Αλκηστις ικανην μαρτυριαν παρεχεται υπερ τουδε του λογου εις τους Ελληνας, εθελησασα μονη υπερ του αυτης ανδρος αποθανειν, οντων αυτω πατρος τε και μητρος, ους εκεινη τοσουτον υπερεβαλετο τη φιλια δια τον ερωτα, ωστε αποδειξαι αυτους αλλοτριους οντας τω υιει και ονοματι μονον προσηκοντας.

Και τουτ' εργασαμενη το εργον, ουτω καλον εδοξεν εργασασθαι ου μονον ανθρωποις αλλα και θεοις, ωστε πολλων πολλα και καλα εργασαμενων, ευαριθμητοις δη τισιν εδοσαν τουτο γερας οι θεοι, εξ Αιδου ανειναι παλιν την ψυχην, αλλα την εκεινης ανεισαν αγασθεντες τω εργω· ουτω και θεοι την περι τον ερωτα σπουδην τε και αρετην μαλιστα τιμωσιν

Eros conduce anche le donne alla virtù
VERSIONE DI GRECO di Platone
TRADUZIONE dal libro Euloghia

release check: 2020-07-11 08:20:23 - flow version _EXTP_H1