Etimologia del termine mantiké - Platone versione greco hellenikon phronema

Etimologia del termine mantiké
versione di greco di Platone
traduzione dal libro hellenikon phronema

Η τε γαρ δη εν Δελφοις προφητις αι τ' εν Δωδωνη ιερειαι μανεισαι μεν πολλα δη και καλα ιδια τε και δημοσια την Ελλαδα ηργασαντο, σωφρονουσαι δε βραχεα η ουδεν και εαν δη λεγωμεν Σιβυλλαν τε και αλλους, οσοι μαντικη χρωμενοι ενθεω πολλα δη πολλοις προλεγοντες εις το μελλον ωρθωσαν, μηκυνοιμεν αν δηλα παντι λεγοντες.

Τοδε μην αξιον επιμαρτυρασθαι, οτι και των παλαιων οι τα ονοματα τιθεμενοι ουκ αισχρον ηγουντο ουδε ονειδος μανιαν ου γαρ αν τη καλλιστη τεχνη, η το μελλον κρινεται, αυτο τουτο τουνομα εμπλεκοντες μανικην εκαλεσαν.

Αλλ' ως καλου οντος, οταν θεια μοιρα γιγνηται, ουτω νομισαντες εθεντο, οι δε νυν απειροκαλως το ταυ επεμβαλλοντες μαντικην εκαλεσαν.

release check: 2020-07-11 08:20:41 - flow version _EXTP_H1