Fine di Atlantide - Platone versione greco hellenikon phronema

Ποντων γαρ προστασα ευψυχια και τεχναις οσαι κατα πολεμον, τα μεν των Ελληνων ηγουμενη, τα δ' αυτη μονωθεισα εξ' αναγκης των αλλων αποσταντων, επι τους εσχατους αφικομενη κινδυνους, κρατησασα μεν των επιοντων τροπαιον εστησεν, τους δε μηπω δεδουλωμενους διεκωλυσεν δουλωθηναι, τους δ' αλλους, οσοι κατοικουμεν εντος ορων Ηρακλειων, αφθονως απαντας ηλευθερωσεν.

Υστερω δε χρονω σεισμων εξαισιων και κατακλυσμων γενομενων, μιας ημερας και νυκτος χαλεπης επελθουσης, το τε παρ' υμιν μαχιμον παν οθροον εδυ κατα γης, η τε Ατλαντις νησος ωσαυτως κατα της θαλαττης δυσα ηφανισθη· διο και νυν απορον και αδιερευνητον γεγονεν τουκει πελαγος, πηλου καρτα βραχεος εμποδων οντος, ον η νησος ιζομενη παρεσχετο.

Copyright © 2007-2020 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2020 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2020-01-13 14:36:41 - flow version _RPTC_CGV1.0