I deboli amano l'uguaglianza - Platone versione greco

I deboli amano l'uguaglianza
versione greco Platone traduzione

φύσει μεν γαρ παν αισχιόν εστιν οπερ και κάκιον, το αδικεισθαι, νόμωι δε το αδικειν.

ουδε γαρ ανδρος τουτο γ'εστι το πάθημα, το αδικεισθαι, αλλ'ανδραπόδου τινός, ωι κρειττόν εστι τεθνάναι η ζην, οστις αδικούμενος και προπηλακιζόμενος μη οιός τε εστιν αυτος αυτωι βοηθειν μηδε αλλωι ου αν κήδηται. αλλ ', οιμαι, οι τιθέμενοι τους νόμους οι ασθενεις άνθρωποί εισι και οι πολλοί.

προς αυτους ουν και το αυτοις συμφέρον τούς τε νόμους τίθενται και τους επαίνους επαινουσι και τους ψόγους ψέγουσιν, εκφοβουντες τους ερρωμενεστέρους των ανθρώπων και δυνατους οντας πλέον έχειν, ίνα μη αυτων πλέον έχωσιν, λέγουσιν ως αισχρον και αδικον το πλεονεκτειν, και τουτο έστι το αδικειν, το πλέον των αλλων ζητειν έχειν. αγαπωσι γάρ, οιμαι, αυτοι αν το ίσον έχωσι φαυλότεροι όντες.

release check: 2020-07-11 08:21:19 - flow version _EXTP_H1