I familiari dei caduti devono sapere contenere il dolore - versione greco Platone da Gymnasion

Πατερας δε ημων, οις εισι, και μητερας αει χρη παραμυθεισθαι ως βαστα φερειν την συμφορων, εαν αρα συμβη γενεσθαι, και μη συνοδυρεσθαι - ου γαρ του λυπησοντος προσδεησονταν ικανη γαρ εσται και η γενομενη τυχη τουτο ποριζειν - αλλ' ιωμενους και πραυνοντας αναμιμνησκειν αυτους οτι ων ηυχοντο τα μεγιστα αυτοις οι θεοι επηκοοι γεγονασιν. Ου γαρ αθανατους σφισι παιδας ηυχοντο γενεσθαι αλλ' αγαθους και ευκλεεις, ων ετυχον, μεγιστων αγαθων οντων παντα δε ου ραδιον θνητω ανδρι κατα νουν εν τω εαυτου βιω εκβαινειν.

Και φεροντες μεν ανδρειως τας συμφορας δοξουσι τω οντι ανδρειων παιδων πατερες ειναι και αυτοι τοιουτοι, υπεικοντες δε υποψιαν παρεξουσιν η μη ημετεροι ειναι η ημων τους επαινουντας καταψευδεσθαν χρη δε ουδετερα τουτων, αλλ' εκεινους μαλιστα ημων επαινετας ειναι εργω, παρεχοντας αυτους φαινομενους τω οντι πατερας οντας ανδρας ανδρων. Παλαι γαρ δη το· «Μηδεν αγαν» λεγομενον καλως δοκει λεγεσθαν τω γαρ οντι ευ λεγεται.

I FAMILIARI DEI CADUTI DEVONO SAPER
CONTENERE IL DOLORE
VERSIONE DI GRECO di Platone
TRADUZIONE dal libro Gymnasion

release check: 2020-08-26 10:41:02 - flow version _RPTC_G1.1