Il canto dei cigni prima di morire - Platone versione greco hellenikon phronema

Il canto dei cigni prima di morire VERSIONE DI GRECO di Platone traduzione dal libro hellenikon phronema

Και, ως εοικε, των κυκνων δοκω φαυλοτερος υμιν ειναι την μαντικην, οι επειδαν αισθωνται οτι δει αυτους αποθανειν, αδοντες και εν τω προσθεν χρονω, τοτε δη πλειστα και καλλιστα αδουσι, γεγηθοτες οτι μελλουσι παρα τον θεον απιεναι ουπερ εισι θεραποντες. Οι δ' ανθρωποι δια το αυτων δεος του θανατου και των κυκνων καταψευδονται, και φασιν αυτους θρηνουντας τον θανατον υπο λυπης εξαδειν, και ου λογιζονται οτι ουδεν ορνεον αδει οταν πεινη η ριγω η τι να αλλην λυπην λυπηται, ουδε αυτη η τε αηδων και χελιδων και ο εποψ, α δη φασι δια λυπην θρηνουντα αδειν.

Αλλ' ουτε ταυτα μοι φαινεται λυπουμενα αδειν ουτε οι κυκνοι, αλλ' ατε οιμαι του Απολλωνος οντες, μαντικοι τε εισι και προειδοτες τα εν Αιδου αγαθα αδουσι και τερπονται εκεινην την ημεραν διαφεροντως η εν τω εμπροσθεν χρονω.

release check: 2020-08-26 10:41:20 - flow version _RPTC_G1.1