Il grado di conoscenza della bellezza - Platone versione greco Lukeion

Il grado di conoscenza della bellezza versione greco Platone traduzione libro lukeion

δεῖ γάρ ͵ ἔφη ͵ τὸν ὀρθῶς ἰόντα ἐπὶ τοῦτο τὸ πρᾶγμα ἄρχεσθαι μὲν νέον ὄντα ἰέναι ἐπὶ τὰ καλὰ σώματα ͵ καὶ πρῶτον μέν ͵ ἐὰν ὀρθῶς ἡγῆται ὁ ἡγούμενος ͵ ἑνὸς αὐτὸν σώματος ἐρᾶν καὶ ἐνταῦθα γεννᾶν λόγους καλούς ͵ ἔπειτα δὲ αὐτὸν κατανοῆσαι ὅτι τὸ κάλλος τὸ ἐπὶ ὁτῳοῦν σώματι τῷ ἐπὶ ἑτέρῳ σώματι ἀδελφόν ἐστι ͵ καὶ εἰ δεῖ διώκειν τὸ ἐπ εἴδει καλόν ͵ πολλὴ ἄνοια μὴ οὐχ ἕν τε καὶ ταὐτὸν ἡγεῖσθαι τὸ ἐπὶ πᾶσιν τοῖς σώμασι κάλλος · τοῦτο δ ἐννοήσαντα καταστῆναι πάντων τῶν καλῶν σωμάτων ἐραστήν ͵ ἑνὸς δὲ τὸ σφόδρα τοῦτο χαλάσαι καταφρονήσαντα καὶ σμικρὸν ἡγησάμενον · μετὰ δὲ ταῦτα τὸ ἐν ταῖς ψυχαῖς κάλλος τιμιώτερον ἡγήσασθαι τοῦ ἐν τῷ σώματι ͵ ὥστε καὶ ἐὰν ἐπιεικὴς ὢν τὴν ψυχήν τις κἂν σμικρὸν ἄνθος ἔχῃ ͵ ἐξαρκεῖν αὐτῷ καὶ ἐρᾶν καὶ κήδεσθαι καὶ τίκτειν λόγους τοιούτους καὶ ζητεῖν ͵ οἵτινες ποιήσουσι βελτίους τοὺς νέους ͵ ἵνα ἀναγκασθῇ αὖ θεάσασθαι τὸ ἐν τοῖς ἐπιτηδεύμασι καὶ τοῖς νόμοις καλὸν καὶ τοῦτ ἰδεῖν ὅτι πᾶν αὐτὸ αὑτῷ συγγενές ἐστιν ͵ ἵνα τὸ περὶ τὸ σῶμα καλὸν σμικρόν τι ἡγήσηται εἶναι ·

release check: 2020-06-29 20:58:09 - flow version _RPTC_G1.1