Il mito del progresso umano II - Platone versione greco l'abbraccio di dafne

Il mito del progresso umano II -
VERSIONE DI GRECO di Platone
TRADUZIONE dal libro L'abbraccio di Dafne

ταυτα δε εμηχανατο ευλαβειαν εχων μη τι γενος αϊστωθειη.

επειδη δε αυτοις αλληλοφθοριων διαφυγας επηρκεσε, προς τας εκ Διος ωρας ευμαρειαν εμηχανατο αμφιεννυς αυτα πυκναις τε θριξιν και στερεοις δερμασιν, ικανοις μεν αμυναι χιμωνα, δυνατοις δε και καυματα, και εις ευνας ιουσιν οπως υπαρχοι τα αυτα ταυτα στρωμνη οικεια τε και αυτοφυης εκαστω.

και υποδων τα μεν οπλαις, τα δε θριξιν και δερμασιν στερεοις και αναιμοις. τουντευθεν τροφας αλλοις αλλας εξεποριζεν, τοις μεν εκ

βοτανην, αλλοις δε δενδρων καρπους, τοις δε ριζας. έστι δ΄ οις εδωκεν ειναι τροφην ζωων αλλων βοραν. και τοις μεν ολιγογονιαν προσηψε, τοις δ΄ αναλισκομενοις υπο τουτων πολυγονιαν, σωτηριαν τω γενει ποριζων. ατε δη ουν ου πανυ τι σοφος ων ο Επιμηθευς ελαθεν αυτον καταναλωσας τας δυναμεις εις τα αλογα. λοιπον δη ακοσμητον ετι αυτω ην το ανθρωπων γενος, και ηπορει οτι χρησαιτο. απορουντι δε αυτω ερχεται Προμηθευς επισκεψομενος την νομην, και ορα τα μεν αλλα ζωα εμμελως παντων εχοντα, τον δε ανθρωπον γυμνον τε και ανυπόδητον και αστρωτον και αοπλον. ηδη δε και η ειμασρμενη ημερα παρην, εν η εδει και ανθρωπον εξιεναι εκ γης εις φως. απορια ουν σχομενος ο Προμηθευς ηντινα σωτηριαν τω ανθρωπω ευροι, κλεπτει Ηφαιστου και Αθηνας την εντεχνον σοφιαν συν πυρι-αμηχανον γαρ ην ανευ πυρος αυτην κτητην τω ή χρησιμην γενεσθαι-και ουτω δη δωρειται ανθρωπω. την μεν ουν περι τον βιον σοφιαν ανθρωπος ταυτη εσχεν, την δε πολιτικην ουκ ειχεν. ην γαρ παρα τω Διι. τω δε Προμηθει εις μεν την ακροπολιν την του Διος οικησιν ουκετι ενεχωρει εισελθειν-προς δε και αι Διος φυλακαι φοβεραι ησαν-εις δε το της Αθηνας και Ηφαιστου οικημα το κοινον, εν ω εφιλοτεχνειτην, λαθων εισερχεται, και κλεψας την τε εμπυρον τεχνην την του Ηφαιστου και την αλλην την της Αθηνας διδωσιν ανθρωπω, και εκ τουτου ευπορια μεν ανθρωπω του βιου γιγνεται, Προμηθεα δε δι' Επιμηθεα υστερον, ηπερ λεγεται, κλοπης δικη μετηλθεν.

Επειδη δε ανθρωπος θειας μετεσχε μοιρας, πρωτον μεν δια την του θεου συγγενειαν ζωων μονον θεους ενομισεν, και επεχειρει βωμους τε ιδρυεσθαι και αγαλματα θεων. επειτα φωνην και ονοματα ταχυ διηρθρωσατο τη τεχνη, και οικησεις και εσθητας και υποδεσεις και στρωμνας και τας εκ γης τροφας ηυρετο. ουτω δη παρεσκευασμενα κατ΄ αρχας ανθρωποι ωκουν σποραδην, πολεις δε ουκ ησαν. απωλλυντο ουν υπο των θηριων δια το πανταχη αυτων ασθενεστεροι ειναι, και η δημιουργικη τεχνη αυτοις προς μεν τροφην ικανη βοηθος ην, προς δε τον των θηριων πολεμον ενδεης-πολιτικην γαρ τεχνην ουπω ειχον, ης μερος πολεμικη-εζητουν δη αθροιζεσθαι και σωζεσθαι κτιζοντες πολεις. οτ΄ ουν αθροισθειεν, ηδικουν αλληλους ατε ουκ εχοντες την πολιτικην τεχνην, ωστε παλιν σκεδαννυμενοι διεφθειροντο. Ζευς ουν δεισας περι τω γενει ημων μη απολοιτο παν, Ερμην πεμπει αγοντα εις ανθρωπους αιδω τε και δικην, ιν' ειεν πολεων κοσμοι τε και δεσμοι φιλιας συναγωγοι. ερωτα ουν Ερμης Δια τινα ουν τροπον δοιη δικην και αιδω ανθρωποις. "Ποτερον ως αι τεχναι νενεμηνται, ουτω και ταυτας νειμω; νενεμηνται δε ωδε. εις εχων ιατρικην πολλοις ικανος ιδιωταις, και οι αλλοι δημιουργοι. και δικην δε και αιδω ουτω θω εν τοις ανθρωποις, ή επι παντας νειμω; ". "Επι παντας", εφη ο Ζευς, "και παντες μετεχοντων. ου γαρ αν γενοιντο πολεις, ει ολιγοι αυτων μετεχοιεν ωσπερ αλλων τεχνων. και νομον γε θες παρ' εμου τον μη δυναμενον αιδους και δικης μετεχειν κτεινειν ως νοσον πολεως

release check: 2020-08-26 10:39:34 - flow version _RPTC_G1.1