Il mito della caverna - versione greco Platone

Il mito della Carverna I versione greco Platone
traduzione dal libro hellenikon phronema

Μετα ταυτα δη, ειπον, απεικασον τοιουτω παθει την ημετεραν φυσιν παιδειας τε περι και απαιδευσιας.

Ιδε γαρ ανθρωπους οιον εν καταγειω οικησει σπηλαιωδει, αναπεπταμενην προς το φως την εισοδον εχουση μακραν παρα παν το σπηλαιον, εν ταυτη εκ παιδων οντας εν δεσμοις και τα σκελη και τους αυχενας, ωστε μενειν τε αυτους εις τε το προσθεν μονον οραν, κυκλω δε τας κεφαλας υπο του δεσμου αδυνατους περιαγειν, φως δε αυτοις πυρος ανωθεν και πορρωθεν καομενον οπισθεν αυτων, μεταξυ δε του πυρος και των δεσμωτων επανω οδον, παρ' ην ιδε τειχιον παρφκοδομημενον, ωσπερ τοις θαυματοποιοις προ των ανθρωπων προ­κειται τα παραφραγματα, υπερ ων τα θαυματα δεικνυασιν.

release check: 2020-07-11 08:20:23 - flow version _EXTP_H1