Il poeta è creatura sacra - versione greco Platone da Versioni di greco per il triennio

IL POETA è CREATURA SACRA
VERSIONE DI GRECO di Platone
TRADUZIONE dal libro Versioni di greco per il triennio

Παντες οι των επων ποιηται οι αγαθοι ουκ εκ τεχνης, αλλ' ενθεοι οντες και κατεχομενοι παντα ταυτα καλα λεγουσι ποιηματα, και οι μολποιοι οι αγαθοι ωσαυτως.

Ωσπερ οι κορυβαντιωντες ουκ εμφρονες οντες, ορχουνται, ουτω και οι μελοποιοι ουκ εμφρονες οντες τα καλα μελη ταυτα ποιουσιν, αλλ'επειδαν εμβωσιν εις την αρμονιαν και εις τον ρυθμον, βακχευουσι και κατεχομενοι, ωσπερ αι βακχαι αρυονται εκ των ποταμων μελι και γαλα κατεχομεναι, εμφρονες δε ουσαι ου, και των μελοποιων η ψυχη τουτο εργαζεται, οπερ αυτοι λεγουσι.

λεγουσι γαρ δηπουθεν προς ημας οι ποιηται οτι απο κρηυων μελιρρυτων εκ Μουσων κηπων τινων και ναπων δρεπομενοι τα μελη ημιν φερουσιν ωσπερ αι μελιτται, και αυτοι ουτω πετομενοι· και αληθη λεγουσι.

κουφον γαρ χρημα ποιητης εστιν και πτηνον και ιερον, και ου προτερον οιος τε ποιειν πριν αν ενθεος τε γενηται και εκφρων και ο νους μηκετι εν αυτῳ ενῃ· εως δ'αν τουτι εχῃ κτημα, αδυνατος πας ποιειν ανθρωπος εστι και χρησμῳδειν

Copyright © 2007-2020 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2020 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2020-01-21 14:55:52 - flow version _RPTC_CGV1.1