Importanza delle leggi - versione greco Platone da Hellenikon phronema

IMPORTANZA DELLE LEGGI
VERSIONE DI GRECO di Platone
TRADUZIONE dal libro Hellenikon phronema

πεφυκέναι γαρ δή φασιν το μεν αδικειν αγαθον, το δε αδικεισθαι κακόν, πλέονι δε κακωι υπερβάλλειν το αδικεισθαι η αγαθωι το αδικειν, ωστ'επειδαν αλλήλους αδικωσι τε και αδικωνται και αμφοτέρων γεύωνται, τοις μη δυναμένοις το μεν εκφεύγειν το δε αιρειν δοκει λυσιτελειν συνθέσθαι αλλήλοις μήτ'αδικειν μήτ'αδικεισθαι. και εντευθεν δη αρξασθαι νόμους τίθεσθαι και συνθήκας αυτων, και ονομάσαι το υπο του νόμου επίταγμα νόμιμόν τε και δίκαιον.

και ειναι δη ταύτην γένεσίν τε και ουσίαν δικαιοσύνης, μεταξυ ουσαν του μεν αρίστου οντος, εαν αδικων μη διδωι δίκην, του δε κακίστου, εαν αδικούμενος τιμωρεισθαι αδύνατος ηι.

το δε δίκαιον εν μέσωι ον τούτων αμφοτέρων αγαπασθαι ουχ ως αγαθόν, αλλ'ως αρρωστίαι του αδικειν τιμώμενον. επει τον δυνάμενον αυτο ποιειν και ως αληθως ανδρα ουδ'αν ενι ποτε συνθέσθαι το μήτε αδικειν μήτε αδικεισθαι. μαίνεσθαι γαρ αν. η μεν ουν δη φύσις δικαιοσύνης, ω Σώκρατες, αυτη τε και τοιαύτη, και εξ ων πέφυκε τοιαυτα, ως ο λογος.

release check: 2020-08-26 10:41:19 - flow version _RPTC_G1.1