Onora il padre e la madre (Versione greco Platone)

πᾶς δὴ τιμάτω πάσαις τιμαῖς ταῖς ἐννόμοις τοὺς αὑτοῦ γεννήτορας Ἐάν τις ἐν τῇδε τῇ πόλει γονέων ἀμελέστερον ἔχῃ τοῦ δέοντος, καὶ μὴ τῶν ὑέων καὶ πάντων τῶν ἐκγόνων αὑτοῦ καὶ ἑαυτοῦ μειζόνως εἰς ἅπαντα ἐπιτρέπων καὶ ἀποπληρῶν ᾖ τὰς βουλήσεις, ἐξαγγελλέτω μὲν ὁ πάσχων τι τοιοῦτον, εἴτε αὐτὸς εἴτε τινὰ πέμπων, πρὸς τρεῖς μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους, τρεῖς δ' αὖ τῶν περὶ γάμους γυναικῶν ἐπιμελουμένων· οἱ δ' ἐπιμελείσθωσαν, κολάζοντες τοὺς ἀδικοῦντας νέους μὲν ὄντας ἔτι πληγαῖς καὶ δεσμοῖς, μέχριπερ ἂν ἐτῶν ἄνδρες μὲν τυγχάνωσιν ὄντες τριάκοντα, γυναῖκες δὲ δέκα πλείοσιν ἔτεσιν κολαζέσθωσαν ταῖς αὐταῖς κολάσεσιν.

ἐὰν δὲ πορρωτέρω τούτων τῶν ἐτῶν ὄντες τῶν αὐτῶν ἀμελειῶν περὶ γονέας μὴ ἀφιστῶνται, κακῶσι δέ τινάς τινες, εἰς δικαστήριον εἰσαγόντων αὐτοὺς εἰς ἕνα καὶ ἑκατὸν τῶν πολιτῶν, οἵτινες ἂν ὦσι πρεσβύτατοι ἁπάντων·

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-08-10 08:35:13