Profezia di Socrate - Platone versione greco Hellenikon phronema

Profezia di Socrate

Το δε δη μετα τουτο επιθυμω υμιν χρησμωδησαι, ω καταψηφισαμενοι μου· και γαρ ειμι ηδη ενταυθα εν ω μαλιστα ανθρωποι χρησμωδουσιν, οταν μελλωσιν αποθανεισθαι.

Φημι γαρ, ω ανδρες οι εμε απεκτονατε, τιμωριαν υμιν ηξειν ευθυς μετα τον εμον θανατον πολυ χαλεπωτεραν νη Δια η οιαν εμε απεκτονατε· νυν γαρ τουτο ειργασθε οιομενοι μεν απαλλαξεσθαι του διδοναι ελεγχον του βιου, το δε υμιν πολυ εναντιον αποβησεται, ως εγω φημι.

Πλειους εσονται υμας οι ελεγχοντες, ους νυν εγω κατειχον, υμεις δε ουκ ησθανεσθε· και χαλεπωτεροι εσονται οσω νεωτεροι εισιν, και υμεις μαλλον αγανακτησετε.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-09-11 07:24:55