Ricchezza di Atlantide - versione greco Platone

RICCHEZZA DI ATLANTIDE
VERSIONE DI GRECO di Platone

Ατλαντος δη πολυ μεν αλλο και τιμιον γιγνεται γενος, βασιλευς δε ο πρεσβυτατος αει τω πρεσβυτατω των εγκονων παραδιδους επι γενεας πολλας την βασιλειαν διεσωζον, πλουτον μεν κεκτημενοι πληθει τοσουτον, οσος ουτε πω προσθεν εν δυναστειαις τισιν βασιλεων γεγονεν ουτε ποτε υστερον γενεσθαι ραδιος, κατεσκευασμενα δε παντ'ην αυτοις οσα εν πολει και οσα κατα την αλλην χωραν ην εργον κατασκευασασθαι. Πολλα μεν γαρ δια την αρχην αυτοις προσηειν εξωθεν.

πλειστα δε η νησος αυτη παρειχετο εις τας του βιου κατασκευας, πρωτον μεν οσα υπο μεταλλειας ορυττομενα στερεα και οσα τηκτα γεγονε, και το νυν ονομαζομενον μονον - τοτε δε πλεον ονοματος ην το γενος εκ γης ορυττομενον ορειχαλκου κατα τοπους πολλους της νησου, πλην χρυσου τιμιωτατον εν τοις τοτε ον - και οσα υλη προς τα τεκτονων διαπονηματα παρεχεται, παντα φερυσα αφθονα, τα τα αυ περι τα ζωα ικανως ημερα και αγρια τρεφουσα.

Και δη και ελεφαντων ην εν αυτη γενος πλεῖστον΄νομη γαρ τοις τε αλλοις ζωοις, οσα καθ'ελη και λιμνας και ποταμους, οσα τ'αυ κατ'ορη και οσα εν τοις πεδιοις νεμεται, σύμπασιν παρῆν ἄδην, και τουτω κατα ταυτα τω ζωω, μεγιστω πεφυκωτι και πολυβωροτατω.

Copyright © 2007-2020 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2020 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2020-01-13 14:36:24 - flow version _RPTC_CGV1.0