Socrate beve la cicuta - versione greco Platone da Katà logon

Socrate beve la cicuta - versione greco platone
- traduzione libro kata logon

Ο Κριτων ακουσας ενευσε τω παιδι πλησιον εστωτι.

Και ο παις εξελθων και συχνον χρονον διατριψας ηκεν αγων τον μελλοντα δωσειν το φαρμακον, εν κυλικι φεροντα τετριμμενον ιδων δε ο Σωκρατης τον ανθρωπον· «Ειεν, » εφη, «ω βελτιστε, συ γαρ τουτων επιστημων, τι χρη ποιειν; ». «Ουδεν αλλο», εφη, «η πιοντα περιιεναι, εως αν σου βαρος εν τοις σκελεσι γενηται, επειτα κατακεισθαν και ουτως αυτο ποιησει».

Και αμα ωρεξε την κυλικα τω Σωκρατεν και ος λαβων και μαλα ιλεως, ουδεν τρεσας ουδε διαφθειρας ουτε του χρωματος ουτε του προσωπου, αλλ' ωσπερ ειωθει, ταυρηδον υποβλεψας προς τον ανθρωπον· «Τι λεγεις», εφη, «περι τουδε του πωματος προς το αποσπεισαι τινι; Εςεστιν η ου; ».

«Τοσουτον, » εφη, «ω Σωκρατες, τριβομεν, οσον οιομεθα μετριον ειναι πιειν». «Μανθανω», η δ' ος· «αλλ' ευχεσθαι γε που τοις θεοις εξεστι τε και χρη, την μετοικησιν την ενθενδε εκεισε ευτυχη γενεσθαι· α δη και εγω ευχομαι τε και γενοιτο ταυτη». Και αμ' ειπων ταυτα επισχομενος και μαλα ευχερως και ευκολως εξεπιεν.

release check: 2020-07-14 07:13:18 - flow version _EXTP_H1