Socrate bevuto il veleno frena il pianto dei discepoli - Platone versione greco hellenikon phronema

Socrate bevuto il veleno frena il pianto dei discepoli - Platone versione greco hellenikon phronema

«Και αμ' ειπων ταυτα επισχομενος και μαλα ευχερως και ευκολως εξεπιεν.

Και ημων οι πολλοι τεως μεν επιεικως οιοι τε ησαν κατεχειν το μη δακρυειν, ως δε ειδομεν πινοντα τε και πεπωκοτα, ουκετι, αλλ' εμου γε βια και αυτου αστακτι εχωρει τα δακρυα, ωστε εγκαλυψαμενος απεκλαον εμαυτον - ου γαρ δη εκεινον γε, αλλα την εμαυτου τυχην, οιου ανδρος εταιρου εστερημενος ειην.

Ο δε Κριτων ετι προτερος εμου, επειδη ουχ οιος τ' ην κατεχειν τα δακρυα, εξανεστη. Απολλοδωρος δε και εν τω εμπροσθεν χρονω ουδεν επαυετο δακρυων, και δη και τοτε αναβρυχησαμενος κλαων και αγανακτων ουδενα οντινα ου κατεκλασε των παροντων πλην γε αυτου Σωκρατους».

Εκεινος δε· «Οια», εφη, «ποιειτε, ω θαυμασιοι. Εγω μεντοι ουχ ηκιστα τουτου ενεκα τας γυναικας απεπεμψα, ινα μη τοιαυτα πλημμελοιεν και γαρ ακηκοα οτι εν ευφημια χρη τελευταν. Αλλ' ησυχιαν τε αγετε και καρτερειτε». Και ημεις ακουσαντες ησχυνθημεν τε και επεσχομεν του δακρυειν.

Socrate bevuto il veleno frena il pianto dei discepoli
VERSIONE DI GRECO di Platone
traduzione dal libro hellenikon phronema

release check: 2020-07-11 08:20:41 - flow version _EXTP_H1