Socrate di fronte alla morte - Platone versione greco hellenikon phronema

Socrate di fronte alla morte
VERSIONE DI GRECO di Platone
traduzione dal libro hellenikon phronema

Εννοησωμεν δε και τηδε ως πολλη ελπις εστιν αγαθον αυτο ειναι.

Δυοιν γαρ θατερον εστιν το τεθναναι· η γαρ οιον μηδεν ειναι μηδε αισθησιν μηδεμιαν μηδενος εχειν τον τεθνεωτα, η κατα τα λεγομενα μεταβολη τις τυγχανει ουσα και μετοικησις τη ψυχη του τοπου του ενθενδε εις αλλον τοπον. Και ειτε δη μηδεμια αισθησις εστιν αλλ' οιον υπνος επειδαν τις καθευδων μηδ' οναρ μηδεν ορα, θαυμασιον κερδος αν ειη ο θανατος - εγω γαρ αν οιμαι, ει τινα εκλεξαμενον δεοι ταυτην την νυκτα εν η ουτω κατεδαρθεν ωστε μηδε οναρ ιδειν, και τας αλλας νυκτας τε και ημερας τας του βιου του εαυτου αντιπαραθεντα ταυτη τη νυκτι δεοι σκεψαμενον ειπειν ποσας αμεινον και ηδιον ημερας και νυκτας ταυτης της νυκτος βεβιωκεν εν τω εαυτου βιω, οιμαι αν μη οτι ιδιωτην τινα, αλλα τον μεγαν βασιλεα ευαριθμητους αν ευρειν αυτον ταυτας προς τας αλλας ημερας και νυκτας - ει ουν τοιουτον ο θανατος εστιν, κερδος εγωγε λεγω.

Copyright © 2007-2020 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2020 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2020-01-21 14:56:20 - flow version _RPTC_CGV1.1