Socrate dinanzi alla condanna

Ἐρρήθη μέν δῆλον ὅτι τούτων πλείω ὑπό τέ αὐτοῦ καί τῶν συναγορευόντων φίλων αὐτῷ.

ἀλλ' ἐγώ οὐ τά πάντα εἰπεῖν τά ἐκ τῆς δίκης ἐσπούδασα, ἀλλ' ἤρκεσέ μοι δηλῶσαι ὅτι Σωκράτης τό μέν μήτε περί θεούς ἀσεβῆσαι μήτε περί ἀνθρώπους ἄδικος φανῆναι περί παντός ἐποιεῖτο ∙ τό δέ μή ἀποθανεῖν οὐκ ᾤετο λιπαρητέον εἶναι ἀλλά καί καιρόν ἤδη ἐνόμιζεν ἑαυτῷ τελευτᾶν.

ὅτι δέ οὕτως ἐγίγνωσκε, καταδηλότερον ἐγένετο, ἐπειδή καί ἡ δίκη κατεψηφίσθη. πρῶτον μέν γάρ κελευόμενος ὑποτιμᾶσθαι οὔτε αὐτός ὑπετιμήσατο οὔτε τούς φίλους εἴασεν, ἀλλά καί ἔλεγεν ὅτι τό ὑποτιμᾶσθαι ὁμολογοῦντος εἴη ἀδικεῖν.

ἔπειτα τῶν ἑταίρων ἐκκλέψαι βουλομένων αὐτόν οὐκ ἐφείπετο ἀλλά καί ἐπισκῶψαι ἐδόκει ἐρόμενος εἰ που εἰδεῖεν τι χωρίον ἔξω τῆς Ἀττικῆς ἔνθα οὐ προσβατόν θανάτῳ.

release check: 2020-07-14 07:14:18 - flow version _EXTP_H1