Soltanto la virtù può dare la felicità - Platone versione greco gymnasion

Soltanto la virtù può dare la felicità
versione greco Platone traduzione dal libro gymnasion

Εγω μεν ουν ταυτα ουτω κρινω, και λεγω ταυτα αληθη ειναι· ει δε εστιν αληθη, τον βουλομενον ευδαιμονα ειναι σωφροσυνην μεν διωκτεον και ασκητεον, ακολασιαν δε φευκτεον ως εχει ποδων εκαστος ημων, και παρασκευαστεον μαλιστα μεν μηδεν δεισθαι του κολαζεσθαι, εαν δε δεηθη η αυτος η αλλος τις των οικειων, η ιδιωτης η πολις, τη δικαια ζημια κολαστεον, ει μελλει ευδαιμων ειναι. Ουτος εμοιγε δοκει ο σκοπος ειναι προς ον βλεποντα δει ζην, και παντα εις τουτο τα αυτου συντεινοντα και τα της πολεως, οπως δικαιοσυνη παρεσται και σωφροσυνη τω μακαριω μελλοντι εσεσθαι, ουτω πραττειν, ουκ επιθυμιας εωντα ακολαστους ειναι και ταυτας επιχειρουντα πληρουν, ανηνυτον κακον, ληστου βιον ζωντα.

Ουτε γαρ αν αλλω ανθρωπω προσφιλης αν ειη ο τοιουτος ουτε θεω· κοινωνειν γαρ αδυνατος, οτω δε μη ενι κοινωνια, φιλια ουκ αν ειη. Λεγουσι δ' οι σοφοι, ω Καλλικλεις, και ουρανον και γην και θεους και ανθρωπους την κοινωνιαν συνεχειν και φιλιαν και κοσμιοτητα και σωφροσυνην και δικαιοτητα, και το ολον τουτο δια ταυτα κοσμον καλουσιν, ω εταιρε, ουκ ακοσμιαν ουδε ακολασιαν.

release check: 2020-07-11 08:21:00 - flow version _EXTP_H1