Talete nel pozzo - Platone versione greco hellenikon phronema

Talete nel pozzo Platone versione di greco di Platone
Traduzione dal libro hellenikon phronema

ΘΕΟ. «Πως τουτο λεγεις, ω Σωκρατες; » ΣΩ.

«Ωσπερ και Θαλην αστρονομουντα, ω Θεοδωρε, και ανω βλεποντα, πεσοντα εις φρεαρ. Θραττα τις εμμελης και χαριεσσα θεραπαινις αποσκωψαι λεγεται ως τα μεν εν ουρανω προθυμοιτο ειδεναι, τα δ' εμπροσθεν αυτου και παρα ποδας λανθανοι αυτον.

Ταυτον δε αρκει σκωμμα επι παντας οσοι εν φιλοσοφια διαγουσι. Τω γαρ οντι τον τοιουτον ο μεν πλησιον και ο γειτων λεληθεν, ου μονον οτι πραττει, αλλ' ολιγου και ει ανθρωπος εστιν η τι αλλο θρεμμα· τι δε ποτ' εστιν ανθρωπος και τι τη τοιαυτη φυσει προσηκει διαφορον των αλλων ποιειν η πασχειν, ζητει τε και πραγματ' εχει διερευνωμενος.

Μανθανεις γαρ που, ω Θεοδωρε· η ου; ».

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-08-10 08:35:22