Agesilao e Tissaferne - versione Greco Senofonte gymnasion 2

Εν τοινυν τη Ασια ηδε πρωτη πραξις εγενετο. Τισσαφερνης μεν ωμοσεν Αγησιλαω, ει σπεισαιτο, εως ελθοιεν ους πεμψειε προς βασιλεα αγγελους, διαπραξεσθαι αυτω αφεθηναι αυτονομους τας εν τη Ασια πολεις Ελληνιδας, Αγησιλαος δε αντωμοσε σπονδας αξειν αδολως, ορισαμενος της πραξεως τρεις μηνας. Ο μεν δη Τισσαφερνης α ωμοσεν ευθυς εψευσατο· αντι γαρ του ειρηνην πραττειν στρατευμα πολυ παρα βασιλεως προς ω προσθεν ειχε μετεπεμπετο.

Αγησιλαος δε καιπερ αισθομενος ταυτα ομως ενεμεινε ταις σπονδαις. Εμοι ουν τουτο πρωτον καλον δοκει διαπραξασθαι, οτι Τισσαφερνην μεν εμφανισας επιορκον απιστον πασιν εποιησεν, εαυτον δ' αντεπιδειξας πρωτον μεν ορκους εμπεδουντα, επειτα συνθηκας μη ψευδομενον, παντας εποιησε και Ελληνας και βαρβαρους θαρρουντας συντιθεσθαι εαυτω, ει τι βουλοιτο.

Copyright © 2007-2022 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2022 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2022-05-24 00:58:28 - flow version _RPTC_G1.1