Alcibiade si rifugia a Sesto - versione greco Senofonte Gymnasion
Alcibiade si rifugia a Sesto
VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libro Gymnasion
μετὰ δὲ ταῦτα Τισσαφέρνης ἦλθεν εἰς Ἑλλήσποντον: ἀφικόμενον δὲ παρ᾽ αὐτὸν μιᾷ τριήρει Ἀλκιβιάδην ξένιά τε καὶ δῶρα ἄγοντα συλλαβὼν εἶρξεν ἐν Σάρδεσι, φάσκων κελεύειν βασιλέα πολεμεῖν Ἀθηναίοις.
ἡμέραις δὲ τριάκοντα ὕστερον Ἀλκιβιάδης ἐκ Σάρδεων μετὰ Μαντιθέου τοῦ ἁλόντος ἐν Καρίᾳ ἵππων εὐπορήσαντες νυκτὸς ἀπέδρασαν εἰς Κλαζομενάς: οἱ δ᾽ ἐν Σηστῷ Ἀθηναῖοι, αἰσθόμενοι Μίνδαρον πλεῖν ἐπ᾽ αὐτοὺς μέλλοντα ναυσὶν ἑξήκοντα, νυκτὸς ἀπέδρασαν εἰς Καρδίαν. ἐνταῦθα δὲ καὶ Ἀλκιβιάδης ἧκεν ἐκ τῶν Κλαζομενῶν σὺν πέντε τριήρεσι καὶ ἐπακτρίδι. πυθόμενος δὲ ὅτι αἱ τῶν Πελοποννησίων νῆες ἐξ Ἀβύδου ἀνηγμέναι εἶεν εἰς Κύζικον, αὐτὸς μὲν πεζῇ ἦλθεν εἰς Σηστόν, τὰς δὲ ναῦς περιπλεῖν ἐκεῖσε ἐκέλευσεν. ἐπεὶ δ᾽ ἦλθον, ἀνάγεσθαι ἤδη αὐτοῦ μέλλοντος ὡς ἐπὶ ναυμαχίαν ἐπεισπλεῖ Θηραμένης εἴκοσι ναυσὶν ἀπὸ Μακεδονίας, ἅμα δὲ καὶ Θρασύβουλος εἴκοσιν ἑτέραις ἐκ Θάσου, ἀμφότεροι ἠργυρολογηκότες.
Μετα δε ταυτα Τισσαφερνης ηλθεν εις Ελλησποντον αφικομενον δε παρ' αυτον μια τριηρει Αλκιβιαδην ξενια τε και δωρα αγοντα συλλαβων ειρξεν εν Σαρδεσι, φασκων κελευειν βασιλεα πολεμειν Αθηναιοις. Ημεραις δε τριακοντα υστερον Αλκιβιαδης εκ Σαρδεων μετα Μαντιθεου του αλοντος εν Καρια ιππων ευπορησαντες νυκτος απεδρασαν εις Κλαζομενας. Οι δ' εν Σηστω Αθηναιοι αισθομενοι Μινδαρον πλειν επ' αυτους μελλοντα ναυσιν εξηκοντα, νυκτος απεδρασαν εις Καρδιαν. Ενταυθα δε και Αλκιβιαδης ηκεν εκ των Κλαζομενων συν πεντε τριηρεσι και επακτριδι. Πυθομενος δε οτι αι των Πελοποννησιων νηες εξ Αβυδου ανηγμεναι ειεν εις Κυζικον, αυτος μεν πεθη ηλθεν εις Σεστον, τας δε ναυς περιπλειν εκεισε εκελευσεν. Επει δ' ηλθον, αναγεσθαι ηδη αυτου μελλοντος ως επι ναυμαχιαν επεισπλει Θηραμενης εικοσι ναυσιν απο της Μακεδονιας, αμα δε και Θρασυβουλος εικοσιν ετεραις εκ Θασου, αμφοτεροι ηργυρολογηκοτες.
Le versioni del tuo libro senza doverle cercare?