Alessandro combatte al Granico - Senofonte versione greco gymnasion

Αλεξανδρος, αναπηδησας επι τον ιππον και τοις αμφ' αυτον εγκελευσαμενος επεσθαι και ανδρας αγαθους γιγνεσθαι, αγων το δεξιον κερας υπο σαλπιγγων τε και τω Ενυαλιω αλαλαζοντας εμβαινει ες τον πορον.

Αλεξανδρος ηδη πλησιον ην, αμα οι αγων το κερας το δεξιον, και εμβαλλει ες τους Περσας πρωτος, ινα το παν στιφος της ιππου και αυτοι οι ηγεμονες των Περσων τεταγμενοι ησαν και περι αυτον ξυνειστηκει μαχη καρτερα· και εν τουτω αλλαι επ' αλλαις των ταξεων τοις Μακεδοσι διεβαινον ου χαλεπως ηδη. Και ην μεν απο των ιππων η μαχη, πεζομαχια δε μαλλον τι εφκει. Ξυνεχομενοι γαρ ιπποι τε ιπποις και ανδρες ανδρασιν ηγωνιζοντο, οι μεν εξωσαι εις απαν απο της οχθης και ες το πεδιον βιασασθαι τους Περσας, οι Μακεδονες, οι δε ειρξαι τε αυτων την εκβασιν, οι Περσαι, και ες τον ποταμον αυθις απωσασθαι. Και εκ τουτου επλεονεκτουν ηδη οι συν Αλεξανδρω τη τε αλλη ρωμη και εμπειρια και οτι ξυστοις κρανεινοις προς παλτα εμαχοντο.

versione tratta dal libro gymnasion

Copyright © 2007-2022 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2022 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2022-05-24 00:58:45 - flow version _RPTC_G1.1