Ciro il vecchio conquista la città di Sardi - Senofonte versione greco

Ciro il vecchio conquista la città di Sardi
VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libro np
Testo greco per ricerca facilitata

Επειδη δε ημερα εγενετο, ευθυς επι Σαρδεις ηγε Κυρος. Ως δ' εγενετο προς τω τειχει τω εν Σαρδεσι, τας τε μηχανας ανιστη ως προσβαλων προς το τειχος και κλιμακας παρεσκευαζετο. Ταυτα δε ποιων κατα τα αποτομωτατα δοκουντα ειναι του Σαρδιανων ερυματος της επιουσης νυκτος αναβιβαζει Χαλδαιους τε και Περσας.

Ηγησατο δ' αυτοις ανηρ Περσης δουλος γεγενημενος των εν τη ακροπολει τινος φρουρων και καταμεμαθηκως καταβασιν εις τον ποταμον και αναβασιν την αυτην. Ως δ' εγενετο τουτο δηλον οτι ειχετο τα ακρα, παντες δη εφευγον οι Λυδοι απο των τειχων οποι εδυναντο εκαστος της πολεως.

Κυρος δε αμα τη ημερα εισηει εις την πολιν και παρηγγειλεν εκ της ταξεως μηδενα κινεισθαι. Ο δε Κροισος κατακλεισαμενος εν τοις βασιλειοις Κυρον εβοα.

testo greco originale

ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, εὐθὺς ἐπὶ Σάρδεις ἦγε Κῦρος. ὡς δ' ἐγένετο πρὸς τῷ τείχει τῷ ἐν Σάρδεσι, τάς τε μηχανὰς ἀνίστη ὡς προσβαλῶν πρὸς τὸ τεῖχος καὶ κλίμακας παρεσκευάζετο. ταῦτα δὲ ποιῶν κατὰ τὰ ἀποτομώτατα δοκοῦντα εἶναι τοῦ Σαρδιανῶν ἐρύματος τῆς ἐπιούσης νυκτὸς ἀναβιβάζει Χαλδαίους τε καὶ Πέρσας. ἡγήσατο δ' αὐτοῖς ἀνὴρ Πέρσης δοῦλος γεγενημένος τῶν ἐν τῇ ἀκροπόλει τινὸς φρουρῶν καὶ καταμεμαθηκὼς κατάβασιν εἰς τὸν ποταμὸν καὶ ἀνάβασιν τὴν αὐτήν. ὡς δ' ἐγένετο τοῦτο δῆλον ὅτι εἴχετο τὰ ἄκρα, πάντες δὴ ἔφευγον οἱ Λυδοὶ ἀπὸ τῶν τειχῶν ὅποι ἐδύνατο ἕκαστος τῆς πόλεως. Κῦρος δὲ ἅμα τῇ ἡμέρᾳ εἰσῄει εἰς τὴν πόλιν καὶ παρήγγειλεν ἐκ τῆς τάξεως μηδένα κινεῖσθαι. ὁ δὲ Κροῖσος ατακλεισάμενος ἐν τοῖς βασιλείοις Κῦρον ἐβόα·

Copyright © 2007-2022 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2022 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2022-05-24 00:58:28 - flow version _RPTC_G1.1