Gli alleati chiedono un maggior impegno - versione greco Senofonte da Gymnasion

GLI ALLEATI CHIEDONO UN MAGGIOR IMPEGNO
VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libro Gymnasion 2 n. 141 pag 90

συλλεγέντων δὲ τῶν συμμάχων εἰς Λακεδαίμονα, λόγοι ἐγίγνοντο ἀπὸ τῶν συμμάχων ὅτι διὰ μαλακίαν κατατριβήσοιντο ὑπὸ τοῦ πολέμου.

ἐξεῖναι γὰρ σφίσι ναῦς πληρώσαντας πολὺ πλείους τῶν Ἀθηναίων ἑλεῖν λιμῷ τὴν πόλιν αὐτῶν: ἐξεῖναι δ' ἐν ταῖς αὐταῖς ταύταις ναυσὶ καὶ εἰς Θήβας στράτευμα διαβιβάζειν, εἰ μὲν βούλοιντο, ἐπὶ Φωκέων, εἰ δὲ βούλοιντο, ἐπὶ Κρεύσιος. ταῦτα δὲ λογισάμενοι ἑξήκοντα μὲν τριήρεις ἐπλήρωσαν, Πόλλις δ' αὐτῶν ναύαρχος ἐγένετο. καὶ μέντοι οὐκ ἐψεύσθησαν οἱ ταῦτα γνόντες, ἀλλ' οἱ Ἀθηναῖοι ἐπολιορκοῦντο: τὰ γὰρ σιταγωγὰ αὐτοῖς πλοῖα ἐπὶ μὲν τὸν Γεραστὸν ἀφίκετο, ἐκεῖθεν δ' οὐκέτι ἤθελε παραπλεῖν, τοῦ ναυτικοῦ ὄντος τοῦ Λακεδαιμονίων περί τε Αἴγιναν καὶ Κέω καὶ Ἄνδρον.

Συλλεγεντων δε των συμμαχων εις Λακεδαιμονα, λογοι εγιγνοντο απο των συμμαχων οτι δια μαλακιαν κατατριβοιντο υπο του πολεμου. Εξειναι γαρ σφισι ναυς πληρωσαντας πολυ πλειους των Αθηναιων ελειν λιμω την πολιν αυτων εξειναι δ' εν ταις αυταις ταυταις ναυσι και εις Θηβας στρατευμα διαβιβαζειν, ει μεν βουλοιντο, επι Φωκεων, ει δε βουλοιντο, επι Κρευσιος. Ταυτα δε λογισαμενοι εξηκοντα μεν τριηρεις επληρωσαν, Πολλις δ' αυτων ναυαρχος εγενετο. Και μεντοι ουκ εψευσθησαν οι ταυτα γνοντες, αλλ' οι Αθηναιοι επολιορχουντο· τα γαρ σιταγωγα αυτοις πλοια επι μεν τον Γεραστον αφικετο, εκειθεν δ' ουκετι ηθελε παραπλειν, του ναυτικου οντος του Λακεδαιμονιων περι τε Αιγιναν και Κεω και Ανδρον.

Copyright © 2007-2022 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2022 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2022-05-24 00:58:45 - flow version _RPTC_G1.1