L'esercito greco si divide - Senofonte -versione greco - gymnasion

Επει δε ουτε Χειρισοφος ηκεν ουτε πλοια ικανα ην ουτε τα επιτηδεια ην λαμβανειν ετι, εδοξε διαιρετεον το στρατευμα και λειπτεον την χωραν ειναι. Και εις μεν τα πλοια τους τε ασθενουντας ενεβιβασαν και τους υπερ τετταρακοντα ετη και παιδας και γυναικας και των σκευων οσα μη αναγκη ην εχειν. Και Φιλησιον και Σοφαινετον τους πρεσβυτατους των στρατηγων εις τα πλοια εισβιβασαντες τουτων ελεγον επιμελητεον ειναι· οι δε αλλοι επορευοντο· η δε οδος ωδοποιημενη ην. Και αφικνουνται πορευομενοι εις Κερασουντα τριταιοι, πολιν Ελληνιδα επι θαλαττη, Σινωπεων αποικον εν τη Κολχιδι χωρα. Ενταυθα εμειναν ημερας δεκα· και εξετασις συν τοις οπλοις εγιγνετο και αριθμος, και εγενοντο οκτακισχιλιοι και εξακοσιοι εκ των αμφι τους μυριους. Ουτοι εσωθησαν οι δε αλλοι απεθανον υπο τε των πολεμιων και χιονος και ει τις νοσω.

Copyright © 2007-2022 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2022 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2022-05-24 00:58:45 - flow version _RPTC_G1.1