Negligenza di un generale
Μάλα δὲ ἐπιέζοντο οἱ Θηβαῖοι σπάνει σίτου· καρπὸς γὰρ ἐκ τῆς γῆς δυοῖν ἐτοῖν οὐκ ἐλήφθη. Οἱ Θηβαῖοι πέμπουσιν ἐπὶ δυοῖν τριήροιν ἄνδρας εἰς Παγασὰς ἐπὶ σῖτον, δόντες δέκα τάλαντα. Ἀλκέτας δὲ ὁ Λακεδαιμόνιος φυλάττων Ὠρεόν, ἐν ᾧ (“mentre”) οἱ Θηβαῖοι τὸν σῖτον συνεωνοῦντο, ἐπληρώσατο τρεῖς τριήρεις, ἐπιμεληθεὶς ὅπως μὴ ἐξαγγελθείη. Ἐπεὶ δὲ ἀπήγετο ὁ σῖτος, λαμβάνει ὁ Ἀλκέτας τόν τε σῖτον καὶ τὰς τριήρεις, καὶ τοὺς ἄνδρας ἐζώγρησεν οὐκ ἐλάττους ἢ τριακοσίους. Τούτους δὲ εἶρξεν ἐν τῇ ἀκροπόλει, οὗπερ αὐτὸς ἐσκήνου. Ἀκολουθοῦντος δέ αὐτῷ1 τινος τῶν Ὠρειτῶν παιδός, ὡς ἔφασαν, μάλα καλοῦ τε κἀγαθοῦ, καταβαίνων ἐκ τῆς ἀκροπόλεως περὶ τοῦτον ἦν. Καταγνόντες δὲ οἱ αἰχμάλωτοι τὴν ἀμέλειαν, καταλαμβάνουσι τὴν ἀκρόπολιν, καὶ ἡ πόλις ἀφίσταται, ὥστ᾽ εὐπόρως ἤδη οἱ Θηβαῖοι σῖτον παρεκομίζοντο.
Le versioni del tuo libro senza doverle cercare?