Senofonte Agesilao VI VII VIII IX X XI

SENOFONTE
AGESILAO
Testo greco dell'opera
Capitolo VI

(1) Ἀνδρείας γε μὴν οὐκ ἀφανῆ τεκμήριά μοι δοκεῖ παρασχέσθαι ὑφιστάμενος μὲν ἀεὶ πολεμεῖν πρὸς τοὺς ἰσχυροτάτους τῶν ἐχθρῶν τῇ τε πόλει καὶ τῇ Ἑλλάδι, ἐν δὲ τοῖς πρὸς τούτους ἀγῶσι πρῶτον (μὲν) ἑαυτὸν τάττων.

(2) Ἔνθα γε μὴν ἠθέλησαν αὐτῷ οἱ πολέμιοι μάχην συνάψαι, οὐ φόβῳ τρεψάμενος νίκης ἔτυχεν, ἀλλὰ μάχῃ ἀντιτύπῳ κρατήσας τρόπαιον ἐστήσατο, ἀθάνατα μὲν τῆς ἑαυτοῦ ἀρετῆς μνημεῖα καταλιπών, σαφῆ δὲ καὶ αὐτὸς σημεῖα ἀπενεγκάμενος τοῦ θυμῷ μάχεσθαι· ὥστ᾽ οὐκ ἀκούοντας ἀλλ᾽ ὁρῶντας ἐξῆν αὐτοῦ τὴν ψυχὴν δοκιμάζειν. (3) Τρόπαια μὴν Ἀγησιλάου οὐχ ὅσα ἐστήσατο ἀλλ᾽ ὅσα ἐστρατεύσατο δίκαιον νομίζειν. Μεῖον μὲν γὰρ οὐδὲν ἐκράτει ὅτε οὐκ ἤθελον αὐτῷ οἱ πολέμιοι μάχεσθαι, ἀκινδυνότερον δὲ καὶ συμφορώτερον τῇ τε πόλει καὶ τοῖς συμμάχοις· καὶ ἐν τοῖς ἀγῶσι δὲ οὐδὲν ἧττον τοὺς ἀκονιτὶ ἢ τοὺς διὰ μάχης νικῶντας στεφανοῦσι. (4) Τήν γε μὴν σοφίαν αὐτοῦ ποῖαι τῶν ἐκείνου πράξεων οὐκ ἐπιδεικνύουσιν; ὃς τῇ μὲν πατρίδι οὕτως ἐχρῆτο ὥστε μάλιστα πειθόμενος ... <τοῖς δ᾽> ἑταίροις πρόθυμος ὢν ἀπροφασίστους τοὺς φίλους ἐκέκτητο· τοὺς δέ γε στρατιώτας ἅμα πειθομένους καὶ φιλοῦντας αὐτὸν παρεῖχε.

Καίτοι πῶς ἂν ἰσχυροτέρα γένοιτο φάλαγξ ἢ διὰ τὸ μὲν πείθεσθαι εὔτακτος οὖσα, διὰ δὲ τὸ φιλεῖν τὸν ἄρχοντα πιστῶς παροῦσα; (5) τούς γε μὴν πολεμίους εἶχε ψέγειν μὲν οὐ δυναμένους, μισεῖν δὲ ἀναγκαζομένους. Τοὺς γὰρ συμμάχους ἀεὶ πλέον ἔχειν αὐτῶν ἐμηχανᾶτο, ἐξαπατῶν μὲν ὅπου καιρὸς εἴη, φθάνων δὲ ὅπου τάχους δέοι, λήθων δὲ ὅπου τοῦτο συμφέροι, πάντα δὲ τἀναντία πρὸς τοὺς πολεμίους ἢ πρὸς τοὺς φίλους ἐπιτηδεύων. (6) Καὶ γὰρ νυκτὶ μὲν ὅσαπερ ἡμέραι ἐχρῆτο, ἡμέραι δὲ ὅσαπερ νυκτί, πολλάκις ἄδηλος γιγνόμενος ὅπου τε εἴη καὶ ὅποι ἴοι καὶ ὅ τι ποιήσοι. Ὥστε καὶ τὰ ἐχυρὰ ἀνώχυρα τοῖς ἐχθροῖς καθίστη, τὰ μὲν παριών, τὰ δὲ ὑπερβαίνων, τὰ δὲ κλέπτων.

(7) Ὁπότε γε μὴν πορεύοιτο εἰδὼς ὅτι ἐξείη τοῖς πολεμίοις μάχεσθαι, εἰ βούλοιντο, συντεταγμένον μὲν οὕτως ἦγε τὸ στράτευμα ὡς ἂν ἐπικουρεῖν μάλιστα ἑαυτῷ δύναιτο, ἡσύχως δ᾽ ὥσπερ ἂν παρθένος ἡ σωφρονεστάτη προβαίνοι, νομίζων ἐν τῷ τοιούτῳ τὸ (τε) ἀτρεμὲς καὶ ἀνεκπληκτότατον καὶ ἀθορυβητότατον καὶ ἀναμαρτητότατον καὶ δυσεπιβουλευτότατον εἶναι. (8) Τοιγαροῦν τοιαῦτα ποιῶν τοῖς μὲν πολεμίοις δεινὸς ἦν, τοῖς δὲ φίλοις θάρρος καὶ ῥώμην ἐνεποίει. Ὥστε ἀκαταφρόνητος μὲν ὑπὸ τῶν ἐχθρῶν διετέλεσεν, ἀζήμιος δ᾽ ὑπὸ τῶν πολιτῶν, ἄμεμπτος δ᾽ ὑπὸ τῶν φίλων, πολυεραστότατος δὲ καὶ πολυεπαινετώτατος ὑπὸ πάντων ἀνθρώπων.

Capitolo VII

(1) Ὥς γε μὴν φιλόπολις ἦν καθ᾽ ἓν μὲν ἕκαστον μακρὸν ἂν εἴη γράφειν· οἴομαι γὰρ οὐδὲν εἶναι τῶν πεπραγμένων αὐτῷ ὅ τι οὐκ εἰς τοῦτο συντείνει....

(4) εἴ γε μὴν αὖ καλὸν Ἕλληνα ὄντα φιλέλληνα εἶναι, τίνα τις οἶδεν ἄλλον στρατηγὸν ἢ πόλιν οὐκ ἐθέλοντα αἱρεῖν, ὅταν οἴηται πορθήσειν, ἢ...

(7) εἰ δ᾽ αὖ καλὸν καὶ μισοπέρσην εἶναι, ὅτι καὶ ὁ πάλαι ἐξεστράτευσεν ὡς δουλωσόμενος τὴν Ἑλλάδα καὶ ὁ νῦν συμμαχεῖ μὲν τούτοις μεθ᾽...

CAPITOLO VIII

(1) Ἀλλὰ μὴν ἄξιόν γε αὐτοῦ καὶ τὸ εὔχαρι μὴ σιωπᾶσθαι· ὧι γε ὑπαρχούσης μὲν τιμῆς, παρούσης δὲ δυνάμεως, πρὸς δὲ τούτοις βασιλείας, καὶ...

(3) Ἀλλὰ μὴν καὶ τῇ μεγαλογνωμοσύνῃ γε ὡς εὐκαίρως ἐχρῆτο οὐ παραλειπτέον....

CAPITOLO IX

(1) Ἀλλὰ μὴν ἐρῶ γε ὡς καὶ τὸν τρόπον ὑπεστήσατο τῇ τοῦ Πέρσου ἀλαζονείαι....

(6) Ἐκεῖνό γε μὴν πῶς οὐ καλὸν καὶ μεγαλογνῶμον, τὸ αὐτὸν μὲν ἀνδρὸς ἔργοις καὶ κτήμασι κοσμεῖν τὸν ἑαυτοῦ οἶκον, κύνας τε πολλοὺς θηρευτὰς...

CAPITOLO X
(1) Ἐγὼ μὲν οὖν τοιαῦτα ἐπαινῶ Ἀγησίλαον.

ταῦτα γὰρ οὐχ ὥσπερ εἰ θησαυρῷ τις ἐντύχοι, πλουσιώτερος μὲν ἂν εἴη, οἰκονομικώτερος δὲ οὐδὲν ἄν, καὶ εἰ νόσου δὲ πολεμίοις ἐμπεσούσης...

(3) ἀλλὰ γὰρ μὴ ὅτι τετελευτηκὼς ἐπαινεῖται τούτου ἕνεκα θρῆνόν τις τοῦτον τὸν λόγον νομισάτω, ἀλλὰ πολὺ μᾶλλον ἐγκώμιον....

CAPITOLO XI

[11] Κεφάλαιον ιαʹ (1) Βούλομαι δὲ καὶ ἐν κεφαλαίοις ἐπανελθεῖν τὴν ἀρετὴν αὐτοῦ, ὡς ἂν ὁ ἔπαινος εὐμνημονεστέρως ἔχῃ....

(14) Δοκεῖ δ᾽ ἔμοιγε καὶ τόδε μόνος ἀνθρώπων ἐπιδεῖξαι, ὅτι ἡ μὲν τοῦ σώματος ἰσχὺς γηράσκει, ἡ δὲ τῆς ψυχῆς ῥώμη τῶν ἀγαθῶν ἀνδρῶν ἀγήρατός ἐστιν. ἐκεῖνος γοῦν οὐκ ἀπεῖπε μεγάλην καὶ καλὴν ἐφιέμενος <δόξαν, ἔστε> τὸ σῶμα φέρειν ἐδύνατο τὴν τῆς ψυχῆς αὐτοῦ ῥώμην.

(15) τοιγαροῦν ποίας οὐ νεότητος κρεῖττον τὸ ἐκείνου γῆρας ἐφάνη; τίς μὲν γὰρ τοῖς ἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν ὡς Ἀγησίλαος τὸ μήκιστον...

(16) οὕτω δὲ τελέως ὁ ἀνὴρ τῇ πατρίδι ὠφέλιμος ὢν διεγένετο ὡς καὶ τετελευτηκὼς ἤδη ἔτι μεγαλείως ὠφελῶν τὴν πόλιν εἰς τὴν ἀίδιον οἴκησιν κατηγάγετο, μνημεῖα μὲν τῆς ἑαυτοῦ ἀρετῆς ἀνὰ πᾶσαν τὴν γῆν κτησάμενος, τῆς δὲ βασιλικῆς ταφῆς ἐν τῇ πατρίδι τυχών.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 09:37:53 - flow version _RPTC_G1.3